ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΤΗΧΗΣΕΙΣ.

Λόγος βʹ. Τοῦ αὐτοῦ. Ἐν τῇ προτέρᾳ κατηχήσει διαλεχθεὶς περὶ ὅρκων ταύτην εἶπεν εἰς τὴν αὐτὴν πάλιν ὑπόθεσιν, δεικνὺς ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ εὐορκεῖν κόλασιν ἔχει, καὶ ὅτι χρησίμως ὁ Χριστὸς διὰ τριῶν ἡμερῶν ἀνέστη / Catechesis de juramento

Ἆρα ἀπηλάσατε ἐκ τοῦ στόματος ὑμῶν τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν; οὐ γὰρ ἐπιλέλησμαι οὔτε ὧν αὐτὸς διελέχθην πρὸς ὑμᾶς, οὔτε ὧν ὑμεῖς ὑπέσχεσθε πρός με περὶ τῆς ὑποθέσεως ταύτης. καὶ γὰρ κἀγὼ διελέχθην καὶ ὑμεῖς ὑπέσχεσθε, εἰ καὶ μὴ τῷ λόγῳ, ἀλλὰ τοῖς ἐπαίνοις τῶν εἰρημένων. μείζων δὲ 155 αὕτη ἡ ὑπόσχεσις τῆς διὰ τοῦ λόγου· ὁ μὲν γὰρ ὑποσχόμενος λόγῳ πολλάκις τῇ γλώττῃ μὲν ἐπινεύει, τῇ γνώμῃ δὲ οὐκ ἐπινεύει· ὁ δὲ ἐπαινῶν τὰ εἰρημένα ἀπὸ ψυχῆς ποιεῖται τὴν συγκατάθεσιν. ἆρ' οὖν ἀπεσμήξατε τὴν γλῶσσαν ἀπὸ τῆς χαλεπῆς κηλῖδος; ἆρα ἐφυγαδεύσατε τὴν λύμην ἀπὸ τῆς ἱερᾶς ὑμῶν ψυχῆς; ἐγὼ στοχάζομαι, ὅτι ἀπεσμήξατε· καὶ γὰρ βασιλέα ὑποδέχεσθαι μέγαν μέλλετε καὶ διδασκαλίας ἀπολαῦσαι πολλῆς καὶ πνευματικῆς τῶν συνετωτέρων πατέρων. καὶ ὁ χρόνος δὲ ἱκανὸς καὶ ἡ δοθεῖσα προθεσμία πρὸς τὴν διόρθωσιν πρὸς τῷ τέλει λοιπόν ἐστι, καὶ ὑμεῖς εὐήνιοι καὶ καταπειθεῖς· "πείθεσθε γὰρ τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε", λέγει ὁ ἀπόστολος, καὶ ἐν παντὶ ὑπακούετε αὐτοῖς. ἀπὸ τούτων πάντων στοχαζόμενος νομίζω κατωρθῶσθαι τὸ πᾶν. ἀλλ' οὐκ ἐβουλόμην στοχάζεσθαι καὶ νομίζειν, ἀλλ' εἰδέναι σαφῶς· καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυσῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐράνιον. ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλάκας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην. ἔδειξα ἂν ἔνδον οὐ πρόβατον ἄμωμον ἐσφαγιασμένον, ἀλλὰ τὸν ἀμνὸν τοῦ θεοῦ τεθυμένον, θυσίαν μυστικήν, ἣν καὶ αὐτοὶ τρέμουσιν οἱ ἄγγελοι βλέποντες. ἔδειξα ἂν ὑμῖν οὐ τὸν Ἀαρὼν εἰσιόντα μετὰ χρυσῆς στολῆς, ἀλλὰ τὸν μονογενῆ εἰσιόντα, τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἔχοντα, αὐτῷ δεικνύντα τῷ πατρὶ τοῦ κατορθώματος τὸ μέγεθος· "οὐ γὰρ εἰς χειροποίητα", φησίν, "ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς 156 αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ". ἔστιν ἐκεῖ καταπέτασμα οὐχὶ τοιοῦτον, οἷον εἶχεν ὁ ναὸς ὁ Ἰουδαϊκός, ἀλλὰ πολὺ φρικωδέστερον. ἄκουσον γοῦν, οἷόν ἐστι τοῦτο τὸ καταπέτασμα, ἵνα μάθῃς οἷα μὲν ἐκεῖνα τὰ ἅγια τῶν ἁγίων, οἷα δὲ ταῦτα. "ἔχοντες", φησί, "πολλὴν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑτοῦ". εἶδες, πῶς τοῦτο ἐκείνου φρικωδέστερον τὸ καταπέτασμα; πρὸς ταῦτα ἐβουλόμην ὑμᾶς ἅπαντα μυσταγωγῆσαι τήμερον. Ἀλλὰ τί πάθω; οὐκ ἀφίησί με ἡ τῶν ὅρκων φροντὶς κατατήκουσά μου τὴν ψυχήν· καὶ οἶδα μέν, ὅτι πολλοὶ καταγνώσονται τὴν τῶν λεγομένων ὑπερβολήν, ἀκούσαντες ὅτι κατατήκει μου τὴν ψυχήν· καὶ γὰρ μικρὸν εἶναι νομίζουσι τὸ ἁμάρτημα· ἐγὼ δὲ διὰ τοῦτο μᾶλλον θρηνῶ. τὰ μὲν γὰρ ἄλλα τῶν ἁμαρτημάτων καὶ ἔστι χαλεπὰ καὶ νομίζεται εἶναι χαλεπά· οἷον ὁ φόνος καὶ ἡ μοιχεία καὶ ἔστι χαλεπὸν καὶ νομίζεται εἶναι χαλεπόν, ὁ δὲ ὅρκος ἔστι μὲν χαλεπόν, οὐ νομίζεται δὲ εἶναι χαλεπόν. διὰ τοῦτο θρηνῶ καὶ δέδοικα τὸ ἁμάρτημα· τοῦτο γάρ, τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, συγκεκαλυμμένην εἰσάγειν τὴν ἁμαρτίαν, καὶ ὥσπερ συνήθει τροφῇ δηλητήριον μιγνύς, οὕτω τῇ προλήψει τῶν ἀνθρώπων μηχανᾶται ἐγκατακρύψαι τὸν ὅρκον. τί οὖν εἰς τὸν ὅρκον ἅπασαν ἀναλώσομεν τὴν διδασκαλίαν καὶ τὸν χρόνον; οὐδαμῶς· καὶ γὰρ καὶ στοχάζομαι εἶναί τινας τοὺς κατωρθωκότας. ὥσπερ γὰρ τοῦ σπείροντος ἐξελθόντος οὐχ ἅπας ὁ σπόρος εἰς τὰς ἀκάνθας ἔπεσεν, οὐδὲ ἅπας εἰς τὰς πέτρας, ἀλλὰ πολλὰ καὶ εἰς τὴν γῆν κατηνέχθη τὴν καλήν, οὕτω καὶ νῦν ἀδύνατον τοσαύτης διδασκαλίας γενομένης ἐν πλήθει τοσούτῳ μηδένα εἶναι τὸν δυνάμενον ἐπιδείξασθαι τὸν καρπόν. οὐκοῦν ἐπειδὴ πολλοὶ μὲν κατώρθωσαν, οὔπω δὲ πάντες, μερίσωμεν καὶ ἡμεῖς τὸν λόγον. ἔδει μὲν 157 γὰρ τοὺς μὴ κατωρθωκότας μηδὲ ὅλως ἀκοῦσαι μυστικῶν λόγων· ἀλλ' ἵνα μὴ ἐπηρεάζωνται ἐκεῖνοι, χαρισώμεθα τοῖς ῥᾳθυμοτέροις διὰ τοὺς σπουδαιοτέρους· πολλῷ γὰρ βέλτιον τούτοις δι' ἐκείνους χαρίσασθαι, ἢ τοὺς σπουδαιοτέρους ἐπηρεάσαι διὰ τοὺς ῥᾳθυμοτέρους. Ἀναμνῆσαι δὲ βούλομαι χρέους ὑμᾶς, ὃ τῇ προτέρᾳ διαλέξει ὑπεσχόμην μέν, οὐ κατέβαλον δέ, πρὸς ἀναγκαιότερα τοῦ λόγου κατεπείξαντος ἡμᾶς. τί οὖν ἦν τὸ χρέος ἐκεῖνο; ἐζήτουν πρὸς ὑμᾶς εἰπεῖν, τίνος ἕνεκεν οἱ πατέρες οἱ ἡμέτεροι πάντα τὸν χρόνον τοῦ ἐνιαυτοῦ παραδραμόντες ἐν τούτῳ τῷ καιρῷ ἐνομοθέτησαν τὰς ὑμετέρας μυσταγωγεῖσθαι ψυχάς· καὶ ἔλεγον, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἡ τοῦ καιροῦ παρατήρησις γέγονεν. ἀεὶ μὲν γὰρ ἡ αὐτὴ χάρις καὶ οὐκ ἐμποδίζεται χρόνῳ· θείᾳ γάρ ἐστιν ἡ χάρις· ἔχει δὲ μυστικόν τι καὶ ἡ τοῦ καιροῦ παρατήρησις. τίνος οὖν ἕνεκεν νῦν ἐνομοθέτησαν τὴν ἑορτὴν ταύτην οἱ πατέρες; νῦν ὁ βασιλεὺς ἡμῶν ἐνίκησε τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους· βάρβαροι γάρ εἰσι καὶ βαρβάρων ἀγριώτεροι πάντες οἱ δαίμονες. νῦν τὴν ἁμαρτίαν κατέλυσε, νῦν τὸν θάνατον ἔσβεσε καὶ τὸν διάβολον ὑπέταξε, τοὺς αἰχμαλώτους ἔλαβε. τῶν ἐπινικίων τοίνυν ἐκείνων ὑπομνήματα ἄγομεν τὴν παροῦσαν ἡμέραν. διὰ τοῦτο νῦν ἐνομοθέτησαν οἱ πατέρες τὰς βασιλικὰς δωρεὰς διανέμεσθαι· οὗτος γὰρ ἐπινικίων ὁ νόμος. οὕτω καὶ οἱ ἔξωθεν βασιλεῖς ποιοῦσι· τὰς ἡμέρας τῶν ἐπινικίων πολλαῖς τιμῶσι τιμαῖς. ἀλλ' ἐκείνης μὲν τῆς τιμῆς ὁ τρόπος ἀτιμίας γέμει· ποία γὰρ τιμὴ θέατρα καὶ τὰ ἐν θεάτροις πραττόμενα καὶ λεγόμενα; οὐχὶ πάντα αἰσχύνης ἐμπέπλησται καὶ πολλοῦ τοῦ γέλωτος; αὕτη δὲ ἡ τιμὴ τῆς τοῦ τιμήσαντός ἐστιν ἀξία μεγαλοδωρεᾶς. διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰσιόντες εἰς τιμὴν τοῦ βασιλέως· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα 158 καὶ κατὰ τὸν καιρὸν κοινωνῇς τῷ δεσπότῃ. ἐσταυρώθη, φησίν, ἐκεῖνος ἐν τῷ ξύλῳ· σταυρώθητι σὺ διὰ τοῦ βαπτίσματος· σταυρὸς γάρ φησι καὶ βάπτισμα καὶ θάνατος, ἀλλὰ θάνατος ἁμαρτίας, ἀλλὰ σταυρὸς τοῦ παλαιοῦ ἀνθρώπου. Ἄκουσον γοῦν, τί φησιν ὁ Παῦλος, πῶς ἀμφότερα λέγει περὶ τοῦ βαπτίσματος, ὅτι θάνατος ἐστιν ἁμαρτίας καὶ ὁ σταυρός· "ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε"; καὶ πάλιν· "ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας". ἵνα οὖν μὴ ἀκούσας θάνατον καὶ ἀκούσας σταυρὸν φοβηθῇς, ἐπήγαγεν ὅτι ἁμαρτίας θάνατός ἐστιν ὁ σταυρός. εἶδες, πῶς σταυρὸς τὸ βάπτισμα; μάθε, ὅτι καὶ τὸν σταυρὸν βάπτισμα ἐκάλεσεν ὁ Χριστός, ἀντιδιδούς σοι καὶ ἀντιλαμβάνων τὸ ὄνομα τοῦ βαπτίσματος. τὸ βάπτισμα τὸ σὸν ἐκάλεσε σταυρόν· τὸν σταυρὸν τὸν ἐμόν, φησί, καλῶ βάπτισμα. καὶ ποῦ τοῦτο φησί; "βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε". καὶ πόθεν δῆλον, ὅτι περὶ τοῦ σταυροῦ λέγει; προσῆλθον αὐτῷ υἱοὶ Ζεβεδαίου, μᾶλλον δὲ "ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου" λέγουσα· "Εἰπέ, ἵνα οὗτοι οἱ δύο υἱοί μου καθίσωσιν, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου". μητρὸς ἡ αἴτησις, εἰ καὶ ἀπερίσκεπτος. τί οὖν ὁ Χριστός; "δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι"; ὁρᾷς, ὅτι βάπτισμα τὸν σταυρὸν ἐκάλεσε· πόθεν τοῦτο δῆλον; "δύνασθε", φησί, "πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν"; ποτήριον τὸ πάθος λέγει καὶ διὰ τοῦτο φησί· "πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ". εἶδες, πῶς βάπτισμα τὸν σταυρὸν ἐκάλεσε καὶ τὸ πάθος ποτήριον; ἐκάλεσε δὲ οὕτως, 159 οὐκ ἐπειδὴ αὐτὸς ἐκαθαίρετο (πῶς γάρ, "ὅς γε ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλος ἦν ἐν τῷ στόματι αὐτοῦ";), ἀλλ' ἐπειδὴ τὸ αἷμα τὸ ῥεῦσαν ἐκεῖθεν ἅπασαν τὴν οἰκουμένην ἐκάθηρε. διὰ τοῦτο καὶ ὁ Παῦλος φησί· "εἰ σύμφοιτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ διὰ τοῦ βαπτίσματος". οὐκ εἶπε "τῷ θανάτῳ", ἀλλὰ "τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ". θάνατος μὲν γὰρ κἀκεῖνο καὶ τοῦτο, ἀλλ' οὐ τοῦ αὐτοῦ πράγματος· ἐκεῖνο μὲν γὰρ σώματος, τοῦτο δὲ ἁμαρτίας· διὰ τοῦτο ὁμοίωμα θανάτου. Τί οὖν; ἀποθνῄσκομεν μόνον μετὰ τοῦ δεσπότου καὶ ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν μόνον; μάλιστα μὲν οὐδὲ τοῦτο σκυθρωπόν, τὸ κοινωνῆσαι θανάτῳ δεσποτικῷ. πλὴν μικρὸν ἀνάμεινον καὶ ὄψει καὶ ἐν τοῖς χρηστοῖς κοινωνοῦτά σε· "εἰ γὰρ ἀπεθάνομεν σὺν αὐτῷ", φησί, "πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ". ὁμοῦ γὰρ καὶ ταφὴ καὶ ἀνάστασίς ἐστιν ἐν τῷ βαπτίσματι κατὰ τὸν αὐτὸν καιρόν· ἀφίησι κάτω τὸν παλαιὸν ἄνθρωπον καὶ λαμβάνει τὸν καινὸν καὶ ἀνίσταται, "ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δόξης τοῦ πατρός". ὁρᾷς, πῶς πάλιν τὴν ἀνάστασιν λέγει; ἀλλὰ διατί ἡ μὲν ἡμετέρα ἀνάστασις καὶ ἡ ταφὴ καὶ ὁ θάνατος ἐν τῷ αὐτῷ καιρῷ (ὁμοῦ γὰρ καὶ θαπτόμεθα καὶ ἀνιστάμεθα), ἡ δὲ τοῦ δεσπότου ἐβράδυνεν; ἐν τρισὶ γὰρ ἡμέραις ἠγέρθη. διατί οὖν ἡ μὲν ἡμετέρα ἀνάστασις ἀθρόον, ἡ δὲ δεσποτικὴ βραδυτέρα; ναὶ συμφερόντως, ἵνα μάθῃς ὅτι οὐ δι' ἀσθένειαν ἡ βραδυτής· ὁ γὰρ τὸν δοῦλον ἀναστῆσαι δυνηθεὶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλῷ μᾶλλον ἑαυτὸν ἀναστῆσαι ἠδύνατο. τίνος οὖν ἕνεκεν ἡ βραδυτής; τίνος ἕνεκεν ἡ τριήμερος ταφή; ἵνα βραδύναντος τοῦ θανάτου καὶ διὰ τῆς βραδυτῆτος ἀναμφισβήτητος τῆς ἀναστάσεως ἡ ἀπόδειξις γένηται. ὅπου γὰρ καὶ νῦν μετὰ τοσαύτην ἀπόδειξιν εἰσὶν ἄνθρω 160 ποι λέγοντες ὅτι δοκήσει ἔπαθεν, εἰ μὴ τοσαύτη γέγονε βραδυτής, τί οὐκ ἂν εἶπον ἐκεῖνοι; οὐδὲ γὰρ τῷ λόγῳ τῆς ἀναστάσεως ὁ διάβολος ἐπιβουλεῦσαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τῇ πίστει τοῦ θανάτου· ᾔδει γάρ, ᾔδει σαφῶς ὅτι κοινὸν φάρμακον τῆς οἰκουμένης ὁ σωτήριος θάνατος ἦν καὶ ἐξελεῖν τοῦτον τῆς πίστεως τῶν ἀνθρώπων ἐσπούδαζεν, ἵνα ἀνέλῃ τὴν σωτηρίαν. διὰ τοῦτο βραδύνει ὁ δεσπότης ἐν τῇ ἀναστάσει καὶ προσέρχονται οἱ Ἰουδαῖοι λέγοντες· "∆ὸς ἡμῖν στρατιώτας, ἵνα τηρήσωμεν τὸν τάφον". ὢ τῆς ἀναισχυντίας· πότε νεκρὸν εἶδες, ὦ Ἰουδαῖε, τηρούμενον; εἰ γὰρ κοινὸς νεκρὸς ἦν καὶ ψιλὸς ἄνθρωπος ὁ σταυρωθείς, τί ξένα καὶ παράδοξα ποιεῖς πράγματα; τί φοβεῖ καὶ τρέμεις καὶ φύλακας συνάγεις; πλὴν ἀλλ' οὐδὲ τοῦτο ἐκώλυσεν ὁ θεός, ἀλλ' ἀφῆκε φυλάττεσθαι, ἵνα ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συλληφθῇ ὁ ἁμαρτωλός. ἐκεῖνοι μὲν γὰρ ἔλεγον· "∆ὸς ἡμῖν στρατιώτας, ἵνα μὴ κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ εἴπωσιν ὅτι ἀνέστη". συνέβη δὲ τοὐναντίον· ἔλαβον γὰρ στρατιώτας, ἵνα μὴ ἀναστάντος αὐτοῦ λέγωσιν, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ οὐκ ἀνέστη, καὶ τὰ κατὰ τῆς ἀναστάσεως σκευωρούμενα ὑπὲρ τῆς ἀναστάσεως γέγονε καὶ τοὺς ἐπιβούλους αὐτοὺς μάρτυρας ἐποίησε τῆς ἀναστάσεως ὁ Χριστός, ἵνα ἐκκόψῃ τὴν ἀπολογίαν αὐτῶν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Τίνος μὲν οὖν ἕνεκεν ἐν τῷ καιρῷ τούτῳ μυσταγωγεῖσθαι ἐκέλευσαν οἱ πατέρες, ἱκανῶς (οἶμαι ἔγωγε) διὰ τῶν εἰρημένων ὑμῖν παρεστήσαμεν. βούλομαι δὲ καὶ ἕτερον ὑμῖν ἀποδοῦναι χρέος, εἰ μὴ πρὸς τὴν ἀκρόασιν ἀπεκάμετε, καὶ εἰπεῖν, τίνος ἕνεκεν γυμνοὺς καὶ ἀνυποδέτους ὑμᾶς πρὸς τὰς τῶν ἐξορκιζόντων ἐντεῦθεν παραπέμπομεν φωνάς· καὶ γὰρ καὶ ἐνταῦθα ἡ αὐτὴ αἰτία φανεῖται πάλιν, ὅτι πόλεμον νικήσας ὁ βασιλεὺς αἰχμαλώτους ἔλαβε. τοιοῦτον δὲ τῶν αἰχμαλώτων τὸ σχῆμα. ἄκουσον γοῦν, τί 161 φησι πρὸς τοὺς Ἰουδαίους ὁ θεός· "ὃν τρόπον ἐπορεύθη ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, οὕτως πορεύσονται υἱοὶ Ἰσραὴλ εἰς τὴν αἰχμαλωσίαν γυμνοὶ καὶ ἀνυπόδετοι". βουλόμενος τοίνυν ἀναμνῆσαί σε τῆς προτέρας τοῦ διαβόλου τυραννίδος διὰ τοῦ σχήματος παραπέμπει σε πρὸς τὴν μνήμην τῆς δυσγενείας τῆς παλαιᾶς. διὰ τοῦτο οὐχὶ γυμνοὶ καὶ ἀνυπόδετοι μόνον ἑστήκατε, ἀλλὰ καὶ τὰς χεῖρας ὑπτίας ἔχοντες, ἵνα καὶ τὴν μετὰ ταῦτα ὁμολογῆτε τοῦ θεοῦ δεσποτείαν, ᾗ νῦν προσέρχεσθε. σκῦλα ἐστὲ καὶ λάφυρα πάντες ὑμεῖς· καὶ τῶν σκύλων τούτων ὁ Ἡσαΐας μέμνηται πόρρωθεν πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προαναφωνῶν οὕτως· "αὐτὸς τοῦ ἰσχυροῦ μεριεῖται σκῦλα". καὶ πάλιν· "ἦλθε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν". ὁ ∆αυὶδ δὲ μετὰ τούτου τὴν αἰχμαλωσίαν ταύτην προφητεύων ἔλεγεν· "ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν". ἀλλὰ μὴ στυγνάσῃς ἀκούων αἰχμαλωσίαν· οὐδὲν γὰρ ταύτης τῆς αἰχμαλωσίας μακαριώτερον. ἡ μὲν γὰρ τῶν ἀνθρώπων αἰχμαλωσία ἀπὸ ἐλευθερίας εἰς δουλείαν ἄγει, αὕτη δὲ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησι· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν ἄνω Ἱερουσαλήμ. ἡ τῶν ἀνθρώπων αἰχμαλωσία ἀποστερεῖ μητρός, αὕτη δὲ πρὸς τὴν μητέρα σε ἄγει τὴν κοινὴν πάντων ἡμῶν. ἐκείνη καὶ συγγενῶν καὶ πολιτῶν διαζεύγνυσιν, αὕτη δὲ πρὸς τοὺς πολίτας ἄγει τοὺς ἄνω· καὶ γὰρ "συμπολῖται ἐστέ" φησι "τῶν ἁγίων". τὸ μὲν οὖν σχῆμα τοῦτον ἔχει τὸν λόγον. Τίνος δὲ ἕνεκεν αἱ τῶν ἐξορκιστῶν φωναί, αἱ φοβεραὶ ἐκεῖναι καὶ φρικώδεις, ἀναμιμνήσκουσί σε τοῦ κοινοῦ δεσπότου, τῆς κολάσεως, τῆς τιμωρίας, τῆς γεέννης; διὰ τὴν ἀναισχυντίαν τῶν δαιμόνων. καὶ γὰρ πρόβατον ἀσφράγιστον ὁ κατηχούμενός ἐστι καὶ πανδοχεῖον ἔρημον καὶ ἀθύρωτον καταγώγιον πᾶσι προκείμενον 162 ἁπλῶς, λῃστῶν καταδρομή, θηρίων καταφυγή, δαιμόνων οἴκησις. ἐπεὶ οὖν ἔδοξε τῷ βασιλεῖ διὰ πολλὴν φιλανθρωπίαν τὸ πανδοχεῖον τοῦτο τὸ ἔρημον, τὸ ἀθύρωτον, τὴν καταφυγὴν τῶν λῃστῶν βασιλικὰς αὐλὰς γενέσθαι, διὰ τοῦτο ἔπεμψε προετοιμάζοντας τὸ καταγώγιον ἡμᾶς τοὺς διδάσκοντας κἀκείνους τοὺς ἐξορκίζοντας. καὶ ἡμεῖς μὲν οἱ διδάσκοντες τοὺς τοίχους σαθροὺς ὄντας ποιοῦμεν ὀχυροὺς διὰ τῆς διδασκαλίας· "πᾶς" γάρ φησιν, "ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν". ἀσφαλῆ καταβάλλωμεν τὰ θεμέλια, ἕως ἂν παραγένηται ὁ βασιλεύς. εἴ που ῥῦπόν τινα καὶ βόρβορον ἴδωμεν, ἐξαντλοῦμεν· τοιοῦτον γὰρ ἡ συνήθεια τῆς ἁμαρτίας, δυσώδης καὶ ἀκάθαρτος. ἄκουσον γοῦν, πῶς αὐτῆς τὴν φύσιν ὁ ∆αυὶδ λέγει· "ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου". ἡμεῖς μὲν ἐξαντλοῦμεν τὴν δυσωδίαν καὶ τίθεμεν τὸ μύρον τὸ πνευματικόν, οἱ δὲ ἐξορκίζοντες διὰ τῶν φοβερῶν ἐκείνων φωνῶν περισκοποῦσι, μή που θηρίον, μή που ὄφις, μή που ἔχις, μή που σκορπίος· μετὰ γὰρ τὸ τὴν φωνὴν ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην, κἂν χαλεπὸν ᾖ τὸ θηρίον, οὐ δύναται καταδύεσθαι οὐδὲ φωλεύειν, ἀλλ' ἄνεισι καὶ δραπετεύει καὶ μὴ βουλόμενον. Ἐβουλόμην εἰπεῖν καὶ ἕτερον, ὅπερ οὐχ ὑπεσχόμην εἰπεῖν· ἀναγκαῖον δὲ ἦν εἰπεῖν, τίνος ἕνεκεν ἡμεῖς μὲν πιστοί, οἱ δὲ ἀμύητοι κατηχούμενοι. καὶ γὰρ αἰσχρὸν ὄντως καὶ καταγέλαστον τιμὴν λαμβάνοντα μηδὲ τὸ ὄνομα τῆς τιμῆς εἰδέναι. ἀλλὰ τί πάθω; ἐπέστη μοι πάλιν ἡ τῶν ὅρκων φροντὶς καὶ βραδυτῆτα ἐνεκάλεσε καὶ τὸν λόγον ἕλκει πρὸς ἑαυτήν. διὰ τοῦτο τούτους εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τοὺς λόγους πρὸς τὴν περὶ τῶν ὅρκων παραίνεσιν τρεψώμεθα νῦν. δεινὸν ὁ ὅρκος, ἀγαπητέ, δεινὸν καὶ ἐπιβλαβές· φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα 163 κεκρυμμένον, ἕλκος ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· βέλος σατανικόν, ἀκόντιον πεπυρωμένον, μάχαιρα δίστομος, ῥομφαία ἠκονημένη, ἁμαρτία ἀσύγγνωστος, παρανομία ἀπολογίαν οὐκ ἔχουσα, βάραθρον βαθύ, κρημνὸς ἀπότομος, παγὶς ἰσχυρά, δίκτυον ἐκτεταμένον, δεσμὸς λυθῆναι μὴ δυνάμενος, βρόχος ἀδιεξόδευτος. ἆρα ἀρκεῖ ταῦτα καὶ πιστεύετε, ὅτι δεινὸν ὁ ὅρκος καὶ πάντων ἁμαρτημάτων χαλεπώτερον; πείσθητέ μοι, πείσθητε, παρακαλῶ· εἰ δέ τις ἀπιστεῖ, καὶ τὴν ἀπόδειξιν ἤδη παρέχομαι· ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται, τοῦτο αὕτη ἡ ἁμαρτία ἔχει. τὰς μὲν γὰρ ἄλλας ἐντολὰς μὴ παραβαίνοντες ἀπαλλαττόμεθα τιμωρίας, τὸν δὲ ὅρκον πολλάκις καὶ φυλάττοντες καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. τάχα οὐκ ἐνοήσατε τὸ λεχθέν; οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν. πολλάκις τις ὤμοσε πρᾶξαι πρᾶγμα παράνομον καὶ ἐνέπεσεν εἰς βρόχον ἄλυτον· ἀνάγκη γὰρ λοιπὸν ἢ φυλάξαντα τὸν ὅρκον παρανομεῖν, ἢ μὴ φυλάξαντα τὸν ὅρκον ἐγκλήματι ἐπιορκίας ἁλῶναι· καὶ γέγονεν ἑκατέρωθεν βαθὺς ὁ κρημνός, ἑκατέρωθεν ὁ θάνατος ἀπαραίτητος καὶ φυλάττουσι τὴν ἐντολὴν καὶ μὴ φυλάττουσιν. ἆρα ἔστιν ὀλεθριώτερόν τι τοῦ πλημμελήματος τούτου, ὅταν φυλάττηται καὶ μὴ φυλάττηται; Καὶ ἵνα μάθητε, ὅτι τοῦτο οὕτως ἐστὶ καὶ πολλοὶ πολλάκις οὐχὶ παραβάντες τὸν ὅρκον μόνον, ἀλλὰ καὶ φυλάξαντες τὸν ὅρκον κολάσει ἑαυτοὺς ὑπευθύνους ἐποίησαν, ἐγὼ διήγημα τοιοῦτον ὑμῖν ἐρῶ. ὁ Ἡρώδης γενέσιά ποτε ἐπετέλει καὶ τὴν ἡμέραν ἦγεν, ἐν ᾗ ἐτέχθη· καὶ βουλόμενος αὐτὴν ποιῆσαι λαμπρὰν εἰσήγαγεν ὀρχήσασθαι τὴν θυγατέρα τῆς βασιλίδος, οὐκ εἰδὼς ὅτι μᾶλλον αὐτὴν κατῄσχυνε· καὶ γὰρ δέον εὐχαριστῆσαι τῷ φιλανθρώπῳ θεῷ, ὅτι οὐκ ὄντα αὐτὸν ἐποίησεν, ὅτι ψυχὴν ἔδωκεν, ὅτι αὐτὸν εἰσήγαγεν εἰς τὸ σεμνὸν τοῦτο τῆς κτίσεως θέατρον, ὅτι 164 θεατὴν ἐποίησε τῆς δημιουργίας τῆς καλλίστης ταύτης καὶ θαυμαστῆς, δέον ὕμνοις καὶ εὐχαριστίαις ταῖς εἰς τὸν δεσπότην τιμῆσαι τὴν ἡμέραν, ὁ δὲ τῇ ἀτιμίᾳ ἐτίμησεν. τί γὰρ ὀρχήσεως ἀτιμότερον; κατὰ ταύτην τὴν ἡμέραν ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος. ἀκούσατε, καὶ ἄνδρες καὶ γυναῖκες, ὅσοι τοιούτοις ὀρχήμασι καὶ τοιούτοις ᾄσμασι τὰ ἄριστα τιμᾶτε τὰ ἑαυτῶν· οὐκ ἔστι ταῦτα μικρὰ τὰ κακά, εἰ καὶ δοκεῖ ἀδιάφορα εἶναι· διὰ γὰρ τοῦτό ἐστι μεγάλα κακά, ἐπειδὴ ἀδιάφορα εἶναι δοκεῖ· οὐδὲ γὰρ πολλῆς ἀπολαύει τῆς προνοίας· τὸ μὲν γὰρ μέγα νόσημα καὶ ἐπιμελείας τυγχάνον σβέννυται, τὸ δὲ μικρὸν εἶναι δοκοῦν, δι' αὐτὸ τοῦτο καταφρονούμενον, μέγα γίνεται. τί λέγεις; εἰς οἰκίαν πιστοῦ τολμᾷ τις ὄρχησιν εἰσάγειν καὶ οὐ δέδοικε, μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ πάντα; ταῦτα καὶ πρὸς τὰς γυναῖκας λέγω, ἵνα καὶ τοὺς ἄνδρας σωφρονίζωσι καὶ τῆς τοιαύτης ἀπαγάγωσι τέρψεως. κατὰ ταύτην τὴν ἡμέραν εἰσῆλθε καὶ ὠρχήσατο ἡ θυγάτηρ τῆς βασιλίδος. εὐλογητὸς ὁ θεός· πρὸς ὅσην σωφροσύνην τὸν βίον ἡμῶν μετέβαλεν. ἀκούσατε οἱ πιστοί, ποίῳ προσέρχεσθε νυμφίῳ, ὃς τὴν ζωὴν ἡμῶν ἀσχημονοῦσαν πρὸ τούτου κατεκόσμησεν αἰδοῖ καὶ σωφροσύνῃ καὶ σεμνότητι· ἃ γὰρ ἡ βασιλὶς τότε οὐκ ἐπῃσχύνετο πρᾶξαι, νῦν θεραπαινίδιον εὐτελὲς οὐκ ἂν ἕλοιτο ὑπομεῖναι. ὠρχήσατο τοίνυν ἐκείνη καὶ μετὰ τὴν ὄρχησιν ἑτέραν ἁμαρτίαν χαλεπωτέραν ἔπραξεν· ἔπεισε γὰρ τὸν ἀνόητον ἐκεῖνον ὁμολογῆσαι αὐτῇ μεθ' ὅρκου δοῦναι ὃ ἂν αἰτήσῃ. ὁρᾷς, ὅπως καὶ ἀνοήτους ὁ ὅρκος ποιεῖ; ὅπερ ἐὰν αἰτήσῃ, ἁπλῶς ὤμοσε δοῦναι. τί οὖν, εἰ τὴν κεφαλὴν ᾔτησε τὴν σήν; τί δέ, εἰ τὴν βασιλείαν ἅπασαν; πλὴν ἀλλ' οὐδὲν τούτων ἐκεῖνος σύνοιδεν. ἐφειστήκει γὰρ ὁ διάβολος τὴν παγίδα ποιῶν ἰσχυράν, καὶ 165 ἐξ οὗ τὸν ὅρκον ἀπήρτισε καὶ ἔθηκε τὴν παγίδα καὶ τὸ δίκτυον ἐξέτεινε πανταχοῦ, τότε ἐπάγει τὴν αἴτησιν ἐκείνην, ἵνα ἄφευκτος γένηται ἡ λαβή. "δός μοι", φησίν, "ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ". ἀναίσχυντος ἡ αἴτησις, ἀνόητος ἡ δόσις καὶ βλαβερά. ἀμφοτέρων τούτων ὁ ὅρκος αἴτιος. τί οὖν ἔδει ποιῆσαι; μνημονεύετέ μου ὅ τι ἔλεγον, ὅτι καὶ φυλάττοντες τὴν ἐντολὴν καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. δοῦναι τὴν κεφαλὴν ἔδει τοῦ προφήτου; ἀλλ' ἀφόρητος ἡ κόλασις. ἀλλὰ μὴ δοῦναι; ἀλλ' ἐκδέξεται ἐπιορκίας ἔγκλημα. εἶδες, πῶς ἑκατέρωθεν ὁ κρημνός; "δός μοι", φησίν, "ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ". ὢ τῆς ἐναγοῦς αἰτήσεως· ἀλλ' ὅμως ἔπεισε καὶ ἐνόμιζεν ἐπιστομίζειν τὴν γλῶτταν ἐκείνην τὴν ἱεράν, ἣ δὲ μέχρι νῦν βοᾷ· καὶ γὰρ καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ καθ' ἑκάστην ἐκκλησίαν ἀκούετε Ἰωάννου διὰ τῶν Εὐαγγελίων βοῶντος καὶ λέγοντος· "οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου". ἐξέτεμε τὴν κεφαλήν, ἀλλ' οὐκ ἐξέτεμε τὴν φωνήν· ἐπεστόμισε τὴν γλῶτταν, ἀλλ' οὐκ ἐπεστόμισε τὸν ἔλεγχον. Ἴδετε, τί ποιεῖ ὁ ὅρκος· προφητῶν ἀποτέμνει κεφαλάς. εἶδες τὸ δέλεαρ, φοβήθητι τὸν ὄλεθρον· εἶδες τὸ δίκτυον, μὴ ἐμπέσῃς. ἀλλ' ἀνάγκη λοιπὸν φείσασθαι, ὥστε μὴ βαθυτέραν γενέσθαι τὴν τομήν· ἀνάγκη λοιπὸν ἀνασχεῖν τὴν χεῖρα καὶ τὸ σιδήριον ᾑμαγμένον καὶ τὸν λόγον ἀπὸ τῶν τραυμάτων τῆς ἐπιορκίας εἰς σιγὴν ἀποθέσθαι. τοῦτο δὴ μέμνησθε καὶ οὐδέποτε ἁμαρτήσεσθε, ὅτι καὶ φυλάττοντες τὸν ὅρκον καὶ μὴ φυλάττοντες ὁμοίως κολάζεσθε. ποῦ νῦν εἰσιν οἱ λέγοντες, "̓Εὰν ἐπὶ δικαίῳ ὀμόσω"; ποῦ γὰρ δίκαιον τοῦτο, ὅταν νόμου παράβασις ᾖ; ποῦ δίκαιον, ὅταν ὁ θεὸς κωλύῃ, σὺ δὲ ποιεῖς; ἀλλὰ γὰρ ἀνάσχεσθε λοιπὸν ἐπιδεσμούντων ἡμῶν τὰ τραύματα· ἔχει γάρ τι καὶ ὁ ἐπίδεσμος ὀδυνηρόν. χαλεπὴ μὲν γὰρ καὶ τῆς ἐπιορκίας καὶ 166 τῆς εὐορκίας ἡ κόλασις καὶ πρὸ τῆς διδασκαλίας τῆς ἡμετέρας, χαλεπωτέρα δὲ καὶ μετὰ τὴν διδασκαλίαν τὴν ἡμετέραν. "εἰ γὰρ μὴ ἦλθον", φησί, "καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας". τοῦτο καὶ ἐφ' ὑμῶν ἐστιν εἰπεῖν, ὅτι οὐδὲ μία λοιπὸν ὑμῖν ἀπολογία παραβαίνουσι. νῦν μὲν οὖν τὸ βάπτισμα, κἂν ἐπιορκίαν εὕρῃ, κἂν εὐορκίαν, κἂν πορνείαν, κἂν μοιχείαν, κἂν πᾶσαν τὴν κακίαν, ἀπορρύπτει καὶ καθαίρει μετὰ πολλῆς τῆς ἀκριβείας· γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις· ἔξεστι γὰρ ὑμῖν καὶ ὑπὲρ διδασκάλων εὔχεσθαι λοιπόν. καὶ γὰρ μετὰ μικρὸν ἡμῖν ἀπὸ τῶν οὐρανῶν μέλλετε φαίνεσθαι τῶν ἀστέρων αὐτῶν φαιδρότερον λάμποντες. γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος γʹ. Τοῦ αὐτοῦ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι κατήχησις ἐσχάτη / Catechesis ultima ad baptizandos

Ἐσχάτη τῆς κατηχήσεως ἡ σήμερον ἡμέρα· διὸ καὶ ὁ πάντων ἔσχατος εἰς τὴν ἐσχάτην ἀφῖγμαι· ἀφῖγμαι δὲ ἔσχατος ἀπαγγέλλων ὑμῖν, ὅτι μετὰ δύο ἡμέρας ὁ νυμφίος ἔρχεται. ἀλλὰ διανάστητε καὶ τὰς λαμπάδας ἀνάψατε καὶ φαιδρῷ τῷ φωτὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξασθε. ἀνάστητε καὶ γρηγορήσατε· οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλὰ μέσον τῶν νυκτῶν ὁ νυμφίος 167 πρὸς ὑμᾶς ἔρχεται· καὶ γὰρ τῆς νυμφαγωγίας τοῦτο τὸ ἔθος, ἐν ἑσπέρᾳ βαθείᾳ τὰς νύμφας παραδίδοσθαι τοῖς νυμφίοις. ἀλλὰ μὴ παραδράμητε ἁπλῶς τὸ ῥῆμα ἀκούσαντες, ὅτι νυμφίος ἔρχεται· μέγα γὰρ ὄντως καὶ πολλῆς γέμον φιλανθρωπίας. οὐχὶ τὴν φύσιν τῶν ἀνθρώπων πρὸς αὐτὸν ἀπελθεῖν ἐκέλευσεν, ἀλλ' αὐτὸς πρὸς ἡμᾶς παρεγένετο· καὶ γὰρ οὕτως γάμων ὁ νόμος, τὸν νυμφίον ἔρχεσθαι πρὸς τὴν νύμφην, κἂν ὁ μὲν εὐπορώτατος ᾖ, ἡ δὲ εὐτελὴς καὶ ἀπερριμμένη. ἀλλ' ἐπ' ἀνθρώπων μὲν οὐδὲν θαυμαστὸν τοῦτο γίνεσθαι· κἂν γὰρ τῆς ἀξίας πολὺ τὸ διάφορον ᾖ, ἀλλὰ τῆς φύσεως οὐδέν ἐστι τὸ μέσον· κἂν γὰρ εὔπορος ὁ νυμφίος, πτωχὴ δὲ ἡ νύμφη καὶ εὐτελής, ἀλλὰ τῆς αὐτῆς ἀμφότεροι φύσεως. ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τὸ θαῦμά ἐστιν, ὅτι θεὸς ὢν καὶ τῆς μακαρίας καὶ ἀκηράτου οὐσίας ἐκείνης ἴστε δὲ ὅσον τὸ μέσον θεοῦ πρὸς ἀνθρώπους κατηξίωσε πρὸς τὴν ἡμετέραν φύσιν ἐλθεῖν· καὶ τὸν πατρῷον οἶκον ἀφεὶς οὐ τῇ μεταβάσει, ἀλλὰ τῇ κατὰ τὴν σάρκα οἰκονομίᾳ πρὸς τὴν νύμφην ἔδραμε. τοῦτο γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος εἰδὼς καὶ θαυμάσας τῆς κηδεμονίας καὶ τῆς τιμῆς τὴν ὑπερβολὴν ἀνέκραγε μέγα καὶ εἶπεν· "ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν". Καὶ τί θαυμαστόν, εἰ πρὸς τὴν νύμφην ἦλθεν, ὅπου γε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ αὐτῆς οὐ παρῃτήσατο; καίτοι γε οὐδεὶς νυμφίος ὑπὲρ νύμφης ψυχὴν ἔθηκεν· οὐδεὶς γάρ, οὐδεὶς ἐραστής, κἂν σφόδρα ᾖ μανικός, οὕτω τῆς ἐρωμένης περικαίεται τῆς ἑαυτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν. "κἂν ἐμπτυσθῆναι δέῃ", φησίν, "κἂν ῥαπισθῆναι, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν σταυρόν, οὐδὲ σταυρωθῆναι παραιτήσομαι, ὥστε τὴν νύμφην λαβεῖν". ταῦτα δὲ ἔπασχε καὶ ὑπέμεινεν οὐχὶ τὸ κάλλος αὐτῆς θαυμάσας· οὐδὲν γὰρ ταύτης αἰσχρότερον οὐδὲ ἀτερπέστερον ἦν πρὸ τούτου. ἄκουσον γοῦν, πῶς ὁ Παῦλος τὴν ἀμορφίαν αὐτῆς καὶ τὴν αἰσχρότητα διαγράφει· "ἦμεν γάρ ποτε καὶ ἡμεῖς 168 ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοί, μισοῦντες ἀλλήλους". ἀλλήλους ἐμισοῦμεν τοσαύτη τῆς κακίας ἦν ἡ ὑπερβολή, ὁ δὲ θεὸς ἡμᾶς τοὺς ἀλλήλους μισοῦντας οὐκ ἐμίσησεν, ἀλλὰ τοὺς ἐν αἰσχρότητι τοσαύτῃ, τοὺς ἐν ἀμορφίᾳ ὄντας ψυχῆς, τούτους διέσωσε. καὶ ἐλθὼν καὶ εὑρὼν τὴν μέλλουσαν αὐτῷ νυμφαγωγεῖσθαι γυμνὴν καὶ ἀσχημονοῦσαν ἱμάτιον αὐτὴν περιέβαλε καθαρὸν καὶ οὗ τὴν λαμπρότητα καὶ τὴν δόξαν οὐδεὶς οὐ λόγος οὐ νοῦς παραστῆσαι δυνήσεται. πῶς εἴπω; ὡς ἱμάτιον ἑαυτὸν ἡμῖν περιέβαλεν· "ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε". τοῦτο τὸ ἱμάτιον ἄνωθεν ἰδὼν προφητικοῖς ὀφθαλμοῖς ὁ ∆αυὶδ ἐβόα καὶ ἔλεγε· "παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου". βασίλισσα ἀθρόον γέγονεν ἡ πτωχὴ καὶ ἀπερριμμένη καὶ πλησίον ἕστηκε τοῦ βασιλέως, καὶ καθάπερ νυμφίον καὶ νύμφην ἐν ἱερᾷ παστάδι ἑστῶτας οὕτω δείκνυσι τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ὁ προφήτης· "ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη". ἰδοὺ καὶ τὸ ἱμάτιον εἶπέ σοι· εἶτα, ἵνα μὴ χρυσὸν ἀκούσας πρὸς τὰ αἰσθητὰ καταπέσῃς, ἀνάγει σου τὴν διάνοιαν καὶ παραπέμπει πρὸς τὴν τῶν νοητῶν θεωρίαν ἐπάγων καὶ λέγων· "πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν". βούλει καὶ τὰ ὑποδήματα αὐτῆς ἰδεῖν; οὐδὲ ταῦτα ἀπὸ αἰσθητῆς ὕλης ἐστὶν ἐρραμμένα, οὐδὲ ἀπὸ κοινῶν συγκείμενα δερμάτων, ἀλλ' ἀπὸ εὐαγγελίου καὶ εἰρήνης· "ὑποδήσασθε" γάρ φησι "τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης". θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων; πλὴν ἀλλ' ἐπιλαβώμεθα τῆς χειρὸς τοῦ νυμφαγωγοῦ Παύλου, ὃς τὸ πλῆθος διατεμὼν εἰσαγαγεῖν ἡμᾶς πρὸς αὐτὴν δυνήσεται. τί οὖν οὗτος φησίν; "οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι". εἶδες αὐτῆς τὸ σῶμα καθαρὸν καὶ φαιδρόν; εἶδες ὡραίαν ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσαν ἀκτῖνας· 169 εἶτα ἐπάγει, "ἵνα ᾖ ἁγία καὶ ἄμωμος, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". εἶδες αὐτὸ τῆς νεότητος τὸ ἄνθος, αὐτὴν τῆς ἡλικίας τὴν ἀκμήν; βούλει καὶ τὸ ὄνομα αὐτῆς μαθεῖν; πιστὴ καλεῖται καὶ ἁγία. "Παῦλος" γάρ φησιν "ἀπόστολος Χριστοῦ Ἰησοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ". Ἀλλὰ τὸ ὄνομα τῆς νύμφης ἀκούσας ἀνέμνησα ἐμαυτὸν ὀφλήματος παλαιοῦ· καὶ γὰρ ἤμην ὑποσχόμενος ὑμῖν, τίνος ἕνεκεν πιστοὶ λεγόμεθα. τίνος οὖν ἕνεκεν λεγόμεθα; πράγματα ἐπιστεύθημεν οἱ πιστοί, ἅπερ οἱ τοῦ σώματος ἡμῶν ὀφθαλμοὶ ἰδεῖν οὐ δύνανται· οὕτως ἔστι μεγάλα καὶ φρικώδη καὶ τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν. οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀνθρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶδεν αὐτὰ διδασκαλία καλῶς. διὰ τοῦτο διπλοῦς ἡμῖν ἐποίησεν ὀφθαλμοὺς ὁ θεός, τοὺς μὲν τῆς σαρκός, τοὺς δὲ τῆς πίστεως. ὅταν εἰσέλθῃς εἰς τὴν ἱερὰν μυσταγωγίαν, οἱ μὲν ὀφθαλμοὶ τῆς σαρκὸς τὸ ὕδωρ ὁρῶσιν, οἱ δὲ ὀφθαλμοὶ τῆς πίστεως τὸ πνεῦμα βλέπουσι· κἀκεῖνοι μὲν τὸ σῶμα θεωροῦσι βαπτιζόμενον, οὗτοι δὲ τὸν παλαιὸν ἄνθρωπον θαπτόμενον· ἐκεῖνοι τὴν σάρκα λουομένην, οὗτοι τὴν ψυχὴν καθαιρομένην· ἐκεῖνοι τὸ σῶμα ἀναβαῖνον ἀπὸ τῶν ὑδάτων, οὗτοι τὸν καινὸν ἄνθρωπον καὶ ἀποστίλβοντα βλέπουσιν ἀναβαίνοντα ἀπὸ τῆς ἱερᾶς ταύτης καθάρσεως. κἀκεῖνοι μὲν τὸν ἱερέα βλέπουσιν ἄνωθεν ἐπιτιθέντα τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς κεφαλῆς ἁπτόμενον, οὗτοι δὲ τὸν ἀρχιερέα τὸν μέγαν ἐκ τῶν οὐρανῶν θεωροῦσι τὴν δεξιὰν τὴν ἀόρατον ἐκτείνοντα καὶ τῆς κεφαλῆς ἁπτόμενον· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ τότε βαπτίζων, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ παῖς. καὶ ὅπερ ἐπὶ τῆς δεσποτικῆς ἐγένετο σαρκός, τοῦτο καὶ ἐπὶ τῆς ἡμετέρας γίνεται· καθάπερ γὰρ ἐκείνην τῷ μὲν δοκεῖν Ἰωάννης ἀπὸ τῆς κεφαλῆς κατεῖχεν, ὁ δὲ θεὸς λόγος εἰς τὰ Ἰορδάνεια ῥεῖθρα κατῆγε καὶ ἐβάπτιζε καὶ ἄνωθεν ἡ πατρικὴ φωνὴ λέγουσα, "οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός", οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐπιφοιτήσεως. 170 τοῦτο καὶ ἐπὶ τῆς σῆς γίνεται σαρκός· εἰς γὰρ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ βάπτισμα γίνεται. διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγε παιδεύων ἡμᾶς, ὅτι οὐκ ἄνθρωπος ἡμᾶς βαπτίζει, ἀλλ' ὁ θεός· "ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί". διὰ τοῦτο καὶ ὁ ἱερεὺς βαπτίζων οὐ λέγει "Βαπτίζω τὸν δεῖνα", ἀλλὰ "Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος", δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ βαπτίζων, ἀλλ' ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν καὶ τὸ ὄνομα ἐπικέκληται. διὰ τοῦτο καὶ ἡ σήμερον ἡμῶν ἀπαγγελία πίστις λέγεται, καὶ οὐδὲν ἕτερον ὑμῖν ἐπιτρέπομεν εἰπεῖν πρότερον, ἕως ἂν εἴπητε ὅτι "Πιστεύω". τὸ ῥῆμα τοῦτο θεμέλιος ἄσειστος, οἰκοδομὴν ἔχων ἄνωθεν ἀσάλευτον. διὰ τοῦτο καὶ Παῦλος φησί· "πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἔστι". διὰ τοῦτο καὶ σὺ προσερχόμενος τῷ θεῷ πρῶτον πιστεύεις καὶ τότε τοῦτο φθέγγει τὸ ῥῆμα· ἐὰν γὰρ μὴ τοῦτο ᾖ, οὐδὲν τῶν ἄλλων οὔτε εἰπεῖν οὔτε νοῆσαι δύνασαι. καὶ ἵνα τὴν ἄρρητον ἐκείνην καὶ ἀμάρτυρον παραλείπω γέννησιν, ταύτην τὴν κάτω γενομένην, ἧς πολλοὶ μάρτυρες ἐγένοντο, παραγαγὼν εἰς μέσον δι' αὐτῆς σε τῶν πραγμάτων τῆς ἀποδείξεως πιστώσομαι, ὅτι πίστεως ἄνευ οὐ δυνατὸν οὐδὲ ταύτην καταδέξασθαί ποτε. ὁ ἀχώρητος, ὁ πάντα συνέχων καὶ διακρατῶν, εἰς μήτραν ἦλθε παρθενικήν· πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; ἀποδεῖξαι μὲν οὐκ ἔστιν· ἂν δὲ ἐπὶ τὴν πίστιν ἔλθῃς, ἐκείνη σε πληροφορῆσαι δυνήσεται· τὰ γὰρ ὑπερβαίνοντα τῶν ἡμετέρων λογισμῶν τὴν ἀσθένειαν τῇ τῆς πίστεως ἐπιτρέπειν διδασκαλίᾳ χρή. τοῦτον τὸν τρόπον τῆς γεννήσεως οὔτε Ματθαῖος οἶδεν αὐτὸς ὁ γράψας. ὅτι μὲν γὰρ "εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου" εἶπεν, τὸν δὲ τρόπον οὐκ ἐδίδαξεν. οὔτε Γαβριὴλ ἐπίσταται, καὶ γὰρ καὶ ἐκεῖνος τοῦτό φησι μόνον· "πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι". τὸ δὲ πῶς καὶ τίνι τρόπῳ οὐδὲ αὐτὸς ἐπίσταται. 171 Ἀλλὰ τὸν μὲν περὶ πίστεως λόγον τῷ διδασκάλῳ παραχωρήσομεν, καὶ ἡμῖν δὲ δυνατὸν ἐν ἑτέρῳ καιρῷ πρὸς ὑμᾶς εἰπεῖν, ὅταν πολλοὶ τῶν ἀμυήτων παρῶσιν· ἃ δὲ ἀνάγκη μόνους ἀκοῦσαι ὑμᾶς νῦν καὶ οὐ δυνατὸν ἐκείνων ἀναμεμιγμένων ὑμῖν εἰπεῖν, ταῦτα τήμερον ἀναγκαῖον εἰπεῖν. τίνα οὖν ἐστι ταῦτα; μετὰ τὴν αὔριον τῇ Παρασκευῇ, ὥρᾳ ἐνάτῃ, ἀνάγκη τινὰ ὑμᾶς ἀπαιτηθῆναι ῥήματα καὶ συνθήκας θέσθαι πρὸς τὸν δεσπότην. οὐχ ἁπλῶς δὲ ὑμᾶς οὐδὲ τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἀνέμνησα ταύτην· ἀλλὰ ἔστι καὶ ἀπὸ τούτων μαθεῖν τι μυστικόν. καὶ γὰρ τῇ Παρασκευῇ, ἐνάτῃ ὥρᾳ, ὁ λῃστὴς εἰς τὸν παράδεισον εἰσῆλθε καὶ τὸ σκότος κατελύθη τὸ ἀπὸ τῆς ἕκτης ὥρας ἕως τῆς ἐνάτης, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν φῶς τότε ὑπὲρ τῆς οἰκουμένης ἀνηνέχθη θυσία· τότε γάρ φησιν ὁ Χριστός· "πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου". τότε τὸν ἥλιον τῆς δικαιοσύνης ἰδὼν ἀπὸ τοῦ σταυροῦ λάμποντα ὁ αἰσθητὸς οὗτος ἥλιος τὰς ἀκτῖνας ἀπέστρεψεν. ὅταν οὖν μέλλῃς εἰσάγεσθαι καὶ σὺ κατὰ τὴν ἐνάτην ὥραν, ἀναμιμνήσκου καὶ σὺ τοῦ μεγέθους τῶν κατορθωμάτων καὶ τὰς δωρεὰς ἀρίθμει ταύτας παρὰ σαυτῷ, καὶ οὐκ ἔσῃ λοιπὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διαναστήσῃ καὶ τῶν οὐρανῶν αὐτῶν ἐπιλήψῃ τῇ ψυχῇ. δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ πάντας καὶ γὰρ καὶ τοῦτο παρατήρει, ὅτι πάντα κοινῇ δίδοται πᾶσιν ὑμῖν, ἵνα μήτε ὁ πλούσιος ὑπερίδῃ τοῦ πένητος, μήτε ὁ πένης ἔλαττον ἔχειν τι τοῦ πλουσίου νομίζῃ· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, οὐ Σκύθης, οὐ Βάρβαρος, οὐκ Ἰουδαῖος, οὐχ Ἕλλην· οὐχ ἡλικίας δὲ μόνον καὶ φύσεως, ἀλλὰ καὶ ἀξίας πάσης ἀνωμαλία ἀνῄρηται· ἓν πᾶσιν ἀξίωμα, μία δωρεά, εἷς ἀδελφότητος ἡμῖν σύνδεσμος, ἡ αὐτὴ χάρις, δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ κλῖναι γόνυ πάντας, οὐκ ὀρθοὺς ἑστάναι, καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν εὐχαριστῆσαι τῷ θεῷ τῆς δωρεᾶς ἕνεκεν ταύτης. ἐπὶ γόνυ δὲ οἱ ἱεροὶ κελεύουσι κεῖσθαι νόμοι, ὥστε καὶ διὰ τοῦ σχήματος ὁμολογῆσαι τὴν δεσποτείαν. ὅτι γὰρ τὸ γόνυ κάμψαι τῶν τὴν δουλείαν ὁμολογούντων ἐστίν, ἄκουσον τί φησιν ὁ Παῦλος· ὅτι "αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ 172 ἐπιγείων καὶ καταχθονίων". κλίναντας οὖν τὰ γόνατα κελεύουσι λέγειν μυσταγωγοῦντες ταῦτα τὰ ῥήματα· "Ἀποτάσσομαί σοι. Σατανᾶ". ∆ακρῦσαί μοι νῦν ἐπῆλθε καὶ συνεχύθην τὴν διάνοιαν καὶ πικρὸν ἐστέναξα. τίνος ἕνεκεν ἀνεμνήσθην τῆς ἱερᾶς ἑσπέρας ἐκείνης, καθ' ἣν τὴν μακαρίαν ταύτην κατηξιώθην ἀφεῖναι φωνήν, καθ' ἣν ἐπὶ τὴν φρικώδη καὶ ἁγίαν μυσταγωγίαν ἠγόμην; ἀνεμνήσθην τῆς τότε καθαρότητος καὶ τῶν ἁμαρτημάτων, ὅσα μετ' ἐκείνην εἰς τὴν παροῦσαν ἡμέραν συνέλεξα. καθάπερ οὖν γυναικῶν ὅσαι περ ἂν ἀπὸ πλούτου καὶ εὐπορίας εἰς πτωχείαν τὴν ἐσχάτην κατενεχθῶσιν, ὁρῶσαι κόρας ἑτέρας νυμφευομένας καὶ εὐπόροις διδομένας νυμφίοις καὶ πολλῆς ἀπολαυούσας τιμῆς καὶ μετὰ θεραπείας καὶ πομπῆς ἀπαγομένας ἀλγοῦσι καὶ ὀδυνῶνται, οὐ τοῖς ἀλλοτρίοις φθονοῦσαι καλοῖς, ἀλλ' ἐν ταῖς ἑτέρων εὐπραγίαις ἀκριβέστερον τὰς ἑαυτῶν καταμανθάνουσαι συμφοράς, τοιοῦτον δή τι καὶ αὐτὸς πέπονθα νῦν. ἀλλ' ἵνα μὴ τὰ ἐμαυτοῦ διηγούμενος κακὰ νῦν ἐπὶ τὸ σκυθρωπότερον τὸν λόγον ἀγάγω, φέρε πρὸς ὑμᾶς ἐπανέλθωμεν πάλιν. "Ἀποτάσσομαί σοι, Σατανᾶ". τί γέγονε; τί τὸ ξένον καὶ παράδοξον; ὁ δεδοικώς, ὁ τρέμων κατεξανέστης τοῦ τυράννου; καταφρονεῖς αὐτοῦ τῆς ὠμότητος; τίς σε εἰς τοσαύτην ἀπόνοιαν ἐπῆρε; πόθεν σοι τὸ θαρρεῖν ἐγένετο; "Ὅπλον ἔχω", φησίν, "ἰσχυρόν". ποῖον ὅπλον, ποίαν συμμαχίαν; εἰπέ μοι. "Συντάσσομαί σοι, Χριστέ", φησί· "διὰ τοῦτο θαρρῶ καὶ κατεξανίσταμαι· ἰσχυρὰν γὰρ ἔχω καταφυγήν. αὕτη με τοῦ δαίμονος ἐποίησεν ἀνώτερον, τὸν πρὸ τούτου δεδοικότα καὶ τρέμοντα. διὰ τοῦτο οὐχὶ αὐτῷ μόνῳ, ἀλλὰ καὶ πάσῃ αὐτοῦ ἀποτάσσομαι τῇ πομπῇ". πομπὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα· πομπὴ διαβόλου οἰωνισμοὶ καὶ μαντεῖαι, κληδόνες καὶ παρατηρήσεις καιρῶν, καὶ σύμβολα καὶ περίαπτα καὶ ἐπῳδαί. θαυμαστὸν περίαπτον ὁ σταυρὸς ἔχει καὶ μεγίστην ἐπῳδήν, καὶ μακαρία ἡ ψυχὴ ἡ λέγουσα τὸ ὄνομα Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος· τοῦτο κάλεσον 173 καὶ πᾶν νόσημα φεύξεται, πᾶσα ἐπιβουλὴ παραχωρήσει σοι σατανική. τούτων οὖν μέμνησο τῶν ῥημάτων· αὗται αἱ συνθῆκαι πρὸς τὸν νυμφίον εἰσί. καθάπερ γὰρ ἐπὶ τῶν γάμων τὰ τῶν ἕδνων καὶ τῆς φερνῆς ἀνάγκη συντελεῖσθαι γραμματεῖα, οὕτω καὶ νῦν πρὸ τῶν γάμων γίνεται· γυμνήν σε εὗρε καὶ πτωχὴν καὶ ἀσχημονοῦσαν, καὶ οὐ παρέδραμε· τῆς προαιρέσεώς σου γὰρ δεῖται μόνης. ἀντὶ προικὸς τοίνυν ταῦτα εἰσένεγκε τὰ ῥήματα καὶ μέγαν ἡγήσεται πλοῦτον ὁ Χριστός, ἂν ταῦτα φυλάττῃς διὰ παντός· πλοῦτος γὰρ ἐκείνου τῶν ἡμετέρων ψυχῶν ἡ σωτηρία. ἄκουσον, πῶς φησιν ὁ Παῦλος· "πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν". Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν. ἐπειδὴ γὰρ εἰκὸς τὸ θηρίον ἐκεῖνο ταῦτα ἀκοῦσαν τὰ ῥήματα ἀγριωθῆναι μᾶλλον ἀναίσχυντον γάρ ἐστι καὶ αὐτῇ βούλεται ἐπιπηδῆσαι τῇ ὄψει, διὰ τοῦ χρίσματος ἐντυπῶν σου τῷ προσώπῳ τὸν σταυρὸν ἅπασαν αὐτοῦ καταστέλλει τὴν μανίαν· οὐ γὰρ τολμήσει πρὸς τοιαύτην ἀντιβλέψαι λοιπὸν ὄψιν, ἀλλ' ὥσπερ ἀκτῖνας ὁρῶν ἐκπηδώσας ἐκεῖθεν, οὕτως ἀποτυφλωθεὶς τοὺς ὀφθαλμοὺς ἄπεισιν. ἐντυποῦται δὲ ὁ σταυρὸς διὰ τοῦ χρίσματος· τὸ δὲ χρῖσμα τοῦτο ἔλαιον ὁμοῦ καὶ μύρον ἐστί, μύρον μὲν ὡς νύμφην, ἔλαιον δὲ ὡς ἀθλητήν. καὶ ὅτι πάλιν οὐκ ἄνθρωπος, ἀλλ' αὐτός σε χρίει ὁ θεὸς διὰ τῆς τοῦ ἱερέως χειρός, ἄκουσον τοῦ Παύλου λέγοντος· "ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς, θεός". ἐπειδὰν δὲ τοῦτο τὸ ἄλειμμα ἀλείψῃ πάντα τὰ μέλη, μετὰ ἀδείας τὸν δράκοντα κατέχειν δύνασαι καὶ οὐδὲν πείσῃ δεινόν. Μετὰ τὴν χρῖσιν τοίνυν ταύτην ἐπὶ τὴν κολυμβήθραν τῶν ἁγίων ὑδάτων λείπεται ἐλθεῖν. τότε ἀποδύσας σε τὸ ἱμάτιον ὁ ἱερεύς, αὐτός σε κατάγει ἐπὶ τὰ νάματα. τίνος οὖν ἕνεκεν γυμνόν; ἀναμιμνήσκει σε τῆς προτέρας γυμνότητος, ὅτε ἦς ἐν τῷ παρα174 δείσῳ καὶ οὐκ ᾐσχύνου· "ἦσαν" γάρ φησιν "Ἀδὰμ καὶ Εὔα γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο", ἕως ἔλαβον τὸ τῆς ἁμαρτίας ἱμάτιον, τὸ πολλῆς γέμον αἰσχύνης. μὴ τοίνυν μηδὲ ἐνταῦθα αἰσχύνου· πολὺ γὰρ τοῦ παραδείσου βελτίων ἡ κολυμβήθρα. οὐκ ἔστιν ἐνταῦθα ὄφις, ἀλλὰ Χριστός ἐστιν ἐνταῦθα μυσταγωγῶν σε πρὸς τὴν ἐξ ὕδατος καὶ πνεύματος ἀναγέννησιν. οὐκ ἔστιν ἐνταῦθα δένδρα καλὰ καὶ ὡραῖα ἰδεῖν, ἀλλ' ἔστιν ἐνταῦθα χαρίσματα πνευματικά. οὐκ ἔστιν ἐνταῦθα ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, οὐδὲ νόμος καὶ ἐντολαί, ἀλλὰ χάρις καὶ δωρεαί. "ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν". Ἀλλ' ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς ἠκούσατε τῶν εἰρημένων, μίαν ὑμᾶς αἰτήσω τῆς ἡδονῆς ἀμοιβήν, ἣν καὶ παρὰ τὴν ἀρχὴν ὑμᾶς ᾔτησα. ὅταν εἰς τὴν κολυμβήθραν καταβῆτε τῶν ὑδάτων ἐκείνων, μνήσθητέ μου τῆς εὐτελείας. τοῦτο καὶ πρώην ἡμῶν ἐδεήθην, ὅτε καὶ τοῦ Ἰωσὴφ ἀνέμνησα, ὃς πρὸς τὸν ἀρχιοινοχόον ἔλεγε· "μνήσθητί μου, ὅταν εὖ σοι γένηται". κἀγὼ πρὸς ὑμᾶς παρὰ τὴν ἀρχὴν εἶπον· "μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται". νυνὶ δὲ οὐ λέγω "μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται", ἀλλὰ μνήσθητέ μου, ἐπειδὴ εὖ ὑμῖν ἐγένετο. κἀκεῖνος μὲν ἔλεγε· "μνήσθητι, ὅτι οὐδὲν ἐποίησα κακόν". ἐγὼ δὲ λέγω· μνήσθητέ μου, ὅτι πολλὰ καὶ πονηρὰ ἐποίησα κακά. πολλὴ παρρησία πρὸς τὸν βασιλέα νῦν ὑμῖν ἅπασι· κοινοὺς ὑμᾶς πέμπομεν πρέσβεις ὑπὲρ τῆς φύσεως τῶν ἀνθρώπων· οὐ χρυσοῦν στέφανον αὐτῷ προσφέρετε, ἀλλὰ πίστεως στέφανον· μετὰ πολλῆς ὑμᾶς δέξεται εὐνοίας. δεήθητε τοίνυν ὑπὲρ τῆς κοινῆς ἁπάντων μητρός, ὥστε ἀσάλευτον εἶναι αὐτὴν καὶ ἄσειστον· καὶ ὑπὲρ τοῦ ἀρχιερέως, δι' οὗ τῶν χειρῶν καὶ τῆς φωνῆς τῶν ἀγαθῶν τούτων τυγχάνετε. ὑπὲρ τῶν συνεδρευόντων ἡμῖν ἱερέων πολλὰ αὐτῷ διαλέχθητε, ὑπὲρ τοῦ ἀνθρωπείου γένους, ὥστε μὴ ἡμῖν χρημάτων λοιπάδας ἀλλὰ ἁμαρτημάτων ἀφεῖναι. κοινὰ γενέσθω τὰ κατορθώματα· πολλὴ γὰρ παρρησία πρὸς τὸν δεσπότην ὑμῖν καὶ ἀπὸ φιλήματος ὑμᾶς δέξεται. Ἀλλ' ἐπειδὴ φιλήματος ἐμνήσθην, βούλομαι καὶ περὶ τούτου νῦν ὑμῖν εἰπεῖν. ἐπειδὰν μέλλωμεν τῆς ἱερᾶς ἅπτεσθαι τραπέζης, φιλεῖν ἀλλήλους κελευόμεθα καὶ ἀσπάζεσθαι ἀσπασμὸν ἅγιον. τίνος ἕνεκεν; ἐπειδὴ τοῖς σώμασιν ἐσμὲν διῃρημένοι, τὰς ψυχὰς ἀλλήλαις συμπλέκομεν κατ' ἐκεῖνον τὸν καιρὸν διὰ τοῦ φιλήματος, ὥστε γενέσθαι τὸν σύλλογον ἡμῶν τοιοῦτον, οἷος ἦν ἐκεῖνος ὁ ἀποστολικός, ὅτε πάντων τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. οὕτως γὰρ δεῖ προσιέναι τοῖς ἱεροῖς μυστηρίοις συνδεδεμένους ἀλλήλοις. ἄκουσον, τί φησιν ὁ Χριστός· "ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε πρόσφερε τὸ δῶρόν σου". οὐκ εἶπε "πρότερον προσένεγκε", ἀλλὰ "πρότερον διαλλάγηθι καὶ τότε προσένεγκε". διὰ τοῦτο καὶ ἡμεῖς, τοῦ δώρου προκειμένου, πρότερον ἀλλήλοις καταλλαττόμενοι τότε τῇ θυσίᾳ προσερχόμεθα. ἔστι δὲ καὶ ἕτερος μυστικὸς λόγος τοῦ φιλήματος τούτου. ναοὺς ἡμᾶς ἐποίησε τοῦ Χριστοῦ τὸ πνεῦμα τὸ ἅγιον. φιλοῦντες οὖν ἀλλήλων τὰ στόματα, τὰ πρόθυρα τοῦ ναοῦ καταφιλοῦμεν. μηδεὶς τοίνυν μετὰ συνειδότος πονηροῦ, μετὰ ὑπούλου διανοίας τοῦτο ποιείτω· ἅγιον γάρ ἐστι τὸ φίλημα· "ἀσπάσασθε" γάρ φησιν "ἀλλήλους ἐν φιλήματι ἁγίῳ". τούτων πάντων μεμνημένοι ταῦτα διὰ παντὸς διατηρῶμεν, τὴν συνταγήν, τὴν ἀποταγήν, τὴν παρρησίαν, ἣν νῦν ἡμῖν ὁ δεσπότης χαρίζεται, καὶ ἀκηλίδωτον καὶ ἀκέραιον διαφυλάξωμεν, ἵνα μετὰ πολλῆς τῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῶν οὐρανῶν καὶ καταξιωθῶμεν ἐν νεφέλαις ἁρπαγῆναι καὶ φανῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἄξιοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

43
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать