In illud: Attendite ne eleemosynam vestram faciatis coram hominibus Εἰς τὸ, "Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων."
[PG59.571]
αʹ. Οἱ σοφοὶ καὶ ἐπιστήμονες τῆς γεωργίας τεχνῖται, ὅταν μετὰ πάσης φροντίδος καὶ ἐπιμελείας τὰ κατὰ γῆς βλαστήματα φυτεύσωσιν, αὐτὰ τὰ φυτὰ πρότερον εἰς μῆκος διεγείρουσιν, εἶθ' οὕτω τὰς παρενοχλούσας φυάδας τεχνικῶς τέμνουσιν. Τὸ αὐτὸ καὶ ὁ νομοθέτης Μωσῆς πεποίηκεν· πρότερον γὰρ κατεφύτευσε τὴν μοναρχίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, εἶθ' οὕτως ἐξέτεμε τὴν πολυαρχίαν διὰ τὴν τῶν ἀνθρώπων διάνοιαν. Καὶ πῶς κατεφύτευσεν τὴν μοναρχίαν; Ἄκουσον αὐτοῦ λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πάλιν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Καὶ πῶς τὰς παρενοχλούσας φυάδας τῆς πολυαρχίας ἐξέτεμε, μάθε· Οὐ ποιήσεις, φησὶ, θεοὺς χωνευτοὺς, οὐδὲ προσκυνήσεις θεοὺς ἀλλοτρίους· ἐγὼ γὰρ, ἐγὼ Κύριος ὁ Θεός σου. Τοῦτο δὲ καὶ σήμερον αὐτὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ποιεῖ. Ἐπειδὴ γὰρ πρῴην ταῖς ἡμετέραις ψυχαῖς κατεφύτευσε τὴν καλὴν ἐλαίαν τῆς ἐλεημοσύνης, καὶ τὸν καρπὸν αὐτῆς ἐστεφάνωσεν, τουτέστι τοὺς ἐλεήμονας, καὶ ἐμακάρισεν εἰπὼν, Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται· εἰκότως ὅτι σήμερον τὰ παρενοχλοῦντα τῆς ἐλεημοσύνης ἀνακόπτει μάταια καὶ ἀποκαθαίρει. Πρῴην γὰρ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην διεγείρων, καὶ τὸν μὲν πένητα ἀπὸ τῆς πενιχρᾶς χήρας τῆς ἐν Σαράφθοις τῆς Σιδωνίας ἐπαίδευσε, μὴ προφάσεις τῆς ἀπανθρωπίας τὴν πενίαν προβάλλεσθαι· τὸν δὲ πτωχὸν ἀπὸ τῆς πτωχῆς χήρας τῆς ἐν τοῖς Εὐαγγελίοις καταβαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον, διήγειρεν, ὥστε τὸν πτωχὸν πλοῦτον τῆς ἐλεημοσύνης μετὰ προθυμίας συνεισφέρειν· τὸν δὲ ἔμπορον ἀπὸ τῆς τρικυμίας τῆς θαλάσσης ἐχαλίνωσε, τοῖς πένησιν μᾶλλον ἢ τῇ θαλάσσῃ μεταδιδόναι· τὸν δὲ κατὰ γῆν πραγματευόμενον περιέσφιγξε προλαβεῖν τῇ γνώμῃ τὴν ἀνάγκην, καὶ πρὸ τῆς ἀνάγκης τὸν Θεὸν μᾶλλον προτιμᾷν, ἤπερ τὸν λῃστήν.
Ἐπειδὴ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην παιδεύσας, εἶδεν, ἀφ' ὧν ἐπαινέσεται, ἀποδεξάμενος ὡς ἕτοιμός ἐστιν ἕκαστος, καθάπερ φυτὸν εὐθαλὲς πρὸς ἐλεημοσύνην κλιθέν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διὰ τοῦτο συναναιρεῖ τὰς παρενοχλούσας τῆς ἐλεημοσύνης ὑποκρίσεις. Τί λέγων; Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς, οὐχ ὅτι ἡμῶν ἐπιτηδείως τὴν ἀνάγνωσιν ταύτην προβαλλομένων, ἀλλὰ τῆς προτέρας ἀκολουθίας τῶν ἀναγνωσμάτων παραπεμπούσης. Προσέχετε τὴν ὑμῶν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε· αὕτη γὰρ ἡ ἐπίδειξις ἐκείνων ἀφανίζει τὸν μισθόν· ἡ τοιαύτη δόσις ἀποστερεῖ ἐκείνους τῆς μελλούσης ἀγαθωσύνης. Οὐδὲν γὰρ οὕτω πικρὸν πάθος ἐστὶν τῆς ψυχῆς, ὡς τὸ τῆς κενοδοξίας. Ὅταν γὰρ πολλὰ κατορθώσωμεν τῶν ἐπιταγμάτων, τότε τῆς κενοδοξίας παραφύεται νόσημα. Ἀλλὰ πρόῤῥιζον αὐτὸ ἐξέτεμεν ὁ Σωτὴρ ἀφ' ἡμῶν, διδάξας ἡμᾶς ἐν τῷ κρυπτῷ τὰς ἐλεημοσύνας ποιεῖν. Ἀλλὰ πάντως ἐρεῖς· Τί οὖν; οὐ δυνάμεθα ποιῆσαι· οὐ γάρ ἐστι δυνατὸν διδόντα τοῖς πένησιν, ἢ προσφέροντα τοῖς ἱερεῦσιν, ἢ βάλλοντα εἰς τὸ γαζοφυλάκιον, μὴ θεαθῆναι.
Οὐκοῦν καὶ πρὸς τὴν δόσιν τῆς ἐλεημοσύνης ὀκνηροτέρους ἡμᾶς κατέστησας διὰ παντός. Νῦν οὖν ὠφελῆσαι τὰς ψυχὰς τῶν ἐμῶν φίλων καὶ ἀδελφῶν βούλομαι, καὶ παντὸς νοσήματος ἀπαλλάξαι, [PG59.572] χάριτι τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸν τρόπον τοῦ γινομένου διορθώσασθαι. Τὴν γὰρ προαίρεσιν ἐτάζει τοῦ ποιοῦντος ἐλεημοσύνην. ∆ιὰ τοῦτο καλῶς ἐπάγει λέγων· Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλ' ὅτι μὲν τὸ προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ ψυχὴ τοῖς ἀνθρώποις ἐστρατεύετο, καὶ πρὸς τὴν ἐκείνων ἐβάδιζον θέαν. Οὐ γὰρ διὰ τὸν Θεὸν ἐποίουν ἐλεημοσύνην, ἐλπίζοντες ἐλεηθῆναι παρ' αὐτοῦ, καὶ λαβεῖν τὸν ἐπηγγελμένον μισθὸν ἑκατονταπλασίονα· ἀλλὰ διὰ τὸ τῆς προσκαίρου δόξης ἀπολαύειν τῶν ἀνθρώπων, παρεῖχον. Οὐδὲν οὖν ἔλαττον τῶν ἐν τοῖς θεάτροις φιλοτιμουμένων, καὶ τῶν ἐπὶ ταῖς κεναῖς δόξαις τὰς ἰδίας ὑπάρξεις σκορπιζόντων, οὐ διὰ τὸν τῆς ψυχῆς χρήσιμον καρπὸν, ἀλλὰ διὰ τὸν τῶν ἀνθρώπων ἔπαινον τὸν μάταιον. Περιτρέπεται γὰρ ὁ ἔπαινος πολλάκις ἐκεῖνος πρὸς ὕβριν, καὶ πολλὰ δαπανήσαντες, πολλὰ καθυβρίζονται.
Ἐπίβλεπε πόσα δαπανῶσι χρήματα κατὰ τὰς ἱπποδρομίας· καὶ ὅταν πολλὰ δαπανῶσι, τότε πλείονα παρ' ἐλαχίστων καὶ ἀπεῤῥιμμένων ἀνθρώπων ὑβρίζονται. Τὴν γὰρ τῶν ἵππων ἀσθένειαν τοῖς ἀνθρώποις προστρίβουσιν· καὶ ὁ μὲν ἵππος σφάλλεται, ὁ δὲ φιλότιμος ἀτιμάζεται· καὶ ὁ μὲν ἄλογος ἵππος ἔπεσεν, ὁ δὲ λογικὸς ἄνθρωπος ἐξέπεσεν· καὶ πολλάκις ἀποδυρόμενος εἶπε, Τί μάτην ἀπολῶ μου τὴν ὑπόστασιν; τί τοσοῦτον κάματον ὑπέμεινα καὶ τοσαύτας ζημίας, καὶ τῶν ὑπαρχόντων ἔκπτωτος ἐγενόμην, ἵνα παρὰ τῶν ἀπηγορευμένων ὑβρισθῶ ἐσχάτως; Ὢ πόσους πένητας ἠδύναντο πλουτίσαι τὰ χρήματα ταῦτα τὰ μάτην ἀπολλύμενα! πόσους ἐκπεσόντας ἀνορθῶσαι. Καὶ ῥέουσι μὲν ὥσπερ ἀπό τινος πηγῆς αἱ φιλοτιμίαι διὰ τὸν μάταιον ἔπαινον· ἀνεγείρονται δὲ ὥσπερ ἀπό τινος ποταμοῦ αἱ λοιδορίαι τῶν ἀλογίστων ἀνθρώπων. Ἄλλοι δὲ καὶ τῶν οἰκείων ψυχῶν καταφρονοῦσι, καὶ πάλιν ἕτεροι διὰ τὴν ἔριν τῶν ἵππων τοὺς ἰδίους οἴκους καταστρέφουσιν.
βʹ. Ἀλλ' ἐκείνους μὲν ἀφήσωμεν δαπανᾶσθαι καὶ λοιδορεῖσθαι καὶ ματαιοφιλοτιμεῖσθαι· μάθωμεν δὲ πῶς χρὴ δαπανᾷν εὐσεβῶς τὰ χρήματα, καὶ πῶς χρὴ διάγειν εὐλαβῶς, καὶ προσδοκᾷν ἀντὶ τῶν ἐπιγείων τὰ οὐράνια. Οὐ γὰρ κωλύει σε δοῦναι Χριστὸς ἐλεημοσύνην, ἀλλὰ διδάσκει πῶς δεῖ ποιεῖν τὴν ἐλεημοσύνην· Μὴ μάθῃ ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Ἐνταῦθα δὲ πάλιν οὐ τὰς χεῖρας αἰνίττεται, ἀλλ' ὑπερβολικῶς αὐτὸ εἶπεν, ὡς ὅτι μὴ γνῷ ὁ πονηρός σου λογισμὸς, τί ποιεῖ ἡ ἀγαθή σου γνώμη, ἵνα μὴ ἀνατρέψῃ σε τοῦ καλοῦ. Ἔγκειται γὰρ κατὰ τὴν θείαν φωνὴν ἡ διάνοια τῶν ἀνθρώπων εἰς τὰ πονηρά. ∆ιὰ τοῦτό φησι, τὸ, Καὶ σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι. ∆ιὰ τί; Ἵνα ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ τὴν ἱλαρὰν, τὴν πρόθυμόν σου δόσιν τῶν πτωχῶν, ἀγαπήσῃ σε, καὶ ἀποδώσῃ σοι ἐν τῷ φανερῷ.
Μέγα καὶ σεμνὸν τοῖς τὰς ἐλεημοσύνας ποιοῦσιν ἐκάθισε θέατρον· καὶ ὅπερ ἐπιθυμοῦσιν οἱ ἐλεήμονες, τοῦτο μετὰ πολλῆς τῆς περιουσίας δεδώρηται αὐτοῖς· ἵνα κἂν μυριάδες ἀνθρώπων θεωρῶσιν ὑμᾶς ποιοῦντας ἐλεημοσύνην, ἀλλ' ὑμεῖς μὴ προσέχητε αὐτοῖς, μηδὲ ἐπιθυμήσητε τὴν παρ' αὐτῶν πρόσκαιρον δόξαν· ἀλλ' εἰ βούλεσθε, φησὶ, θεατὰς ἔχειν τῶν γινομένων παρ' ὑμῶν, λάβετε, φησὶ, τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους, καὶ τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ∆εσπότην. Εἰ δὲ τοὺς ἀνθρώπους βούλεσθε ἔχειν θεατὰς τῶν πραττομένων, καὶ εἰς ἐπίδειξιν αὐτῶν ποιεῖν τὰς ἐλεημοσύνας, ἑκατὸν ἢ χιλίους ἕξετε θεατὰς εὐφημούντας ὑμᾶς.
Ἐὰν δὲ τοὺς κατὰ τὸν παρόντα βίον [PG59.573] ἐπαινοῦντας ὑμᾶς λαθεῖν σπουδάσητε, λαθεῖν δὲ οὕτως, ἵνα, κἄν τινες δοξάσωσιν ὑμᾶς, μὴ ἀποδέξησθε ἡδέως, καὶ εἰς ἔπαρσιν ἔλθητε, ἀλλὰ μᾶλλον ἀποστρέφεσθαι τοὺς τοιούτους, καὶ ἀνατρέπειν αὐτούς· καὶ τότε κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν, τῆς οἰκουμένης ἁπάσης ὁρώσης λήψεσθε τοὺς στεφάνους τῆς δόξης. Ἐὰν διὰ τὸν Θεὸν, καὶ τὸν ἐκεῖ σοι μέλλοντα πλοῦτον ἀποθησαυρίζεσθαι παρ' αὐτοῦ, ποιῇς τὴν ἐλεημοσύνην, καὶ οὐ διὰ τὴν πρόσκαιρον δόξαν· τότε ὥσπερ εἰς τοὺς ἰδίους κόλπους ὁ Θεὸς ὑποδεχόμενος ὑμῶν τὰ κατορθώματα τῆς ἐλεημοσύνης, πάντων τῶν ἀνθρώπων παρόντων ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε πάντων τῶν ἀγγέλων καὶ ἀρχαγγέλων παρόντων, ὅτε χιλιάδες καὶ μυριάδες ἀγγέλων παρεστήκασι· τότε ταῖς ἰδίαις αὐτοῦ ἀχράντοις χερσὶ προσκαλέσεται ὑμᾶς λέγων· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ∆εῦτε, ἐγὼ γὰρ τοὺς ὑμετέρους καμάτους ὑπεδεξάμην· ἐγὼ τῶν ὑμετέρων χρημάτων τραπεζίτης ἐγενόμην.
Ὅτε σὺ τὰς χεῖρας ἐξέτεινας τῷ πτωχῷ, ἐγὼ τοὺς ἐμοὺς διήνοιγον κόλπους· ὅταν σὺ ἐδίδους τὸν ἄρτον σου τῷ πένητι, ἐγὼ διὰ τῆς ἐκείνου κοιλίας ἐχορταζόμην. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα. καὶ ἐποτίσατέ με. Τοιαύτης οὖν χαρᾶς ἀξιοῦσθε, οἱ ἐλεήμονες. Εἰ δὲ πρὸς ἐπίδειξιν ποιῆτε τὰς ἐλεημοσύνας, ἀπολήψεσθε παρ' αὐτῶν τὸν μισθόν. Εἰ γὰρ ἐπιδείκνυσθαι χρὴ, πρῶτον πάντων τῷ Θεῷ ἐπιδείξασθαι τῷ μάλιστα ἔχοντι ἐξουσίαν στεφανῶσαι, καὶ πρὸς τὸ θέατρον τῶν ἀγγέλων χειραγωγῆσαι. Τίς οὖν ἄρα οὕτως ἄθλιος, ὅστις τοῦ βασιλέως σπουδάζοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον ἀφεὶς πρὸς τοὺς ἐλαχίστους καθίζει τὸ ἑαυτοῦ θέατρον, καὶ μισθὸν παρ' ἐκείνων ἐκδέχεται; Ἀλλ' οὐδεὶς τῶν Χριστιανῶν τοιοῦτος· μὴ γένοιτο. Καὶ γὰρ ὅπερ ἐὰν ποιῶμεν οἱ Χριστιανοὶ, τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὸ ὄνομα αὐτοῦ ὀνομάζοντες πράττομεν· αὐτὸς γὰρ διὰ τῶν αὐτοῦ Εὐαγγελίων δέδωκεν ἡμῖν ὁδὸν σωτηρίας, ἵνα πᾶσαν ἐλεημοσύνην ποιοῦντες, καὶ πᾶσαν ἀρετὴν μετερχόμενοι, ἐκείνῳ προσέχοντες, καὶ τὰ παρ' αὐτοῦ χαρίσματα κομιζόμενοι ποιῶμεν. Εἴτε γὰρ μάρτυρες τὰ αὐτῶν σώματα παραδεδώκασι τοῖς ἀνόμοις, δι' ἐκεῖνον παρέδωκαν τὸν εἰπόντα· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· εἴτε οὖν ἐκκλησίας, εἴτε ξενοδοχεῖα ἤνοιξάν τινες κατὰ πᾶσαν τὴν οἰκουμένην, δι' ἐκεῖνον ἐποίησαν τὸν εἰπόντα, ὅτι Ξένος ἤμην, καὶ συνηγάγετέ με· εἴτε ταπεινοφροσύνην μετερχόμεθα, δι' ἐκεῖνον μετερχόμεθα τὸν εἰπόντα· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· εἴτε δὲ τοῖς πένησιν ἄρτους παρέχομεν, δι' ἐκεῖνον δίδομεν τὸν εἰπόντα· Ὃς δ' ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ· εἴτε φυλακὰς ἐπισκεπτόμεθα, δι' ἐκεῖνον ἐπισκεπτόμεθα τὸν εἰπόντα· Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με· εἴτε [PG59.574] τὰς χήρας καὶ τοὺς ὀρφανοὺς ἀμφιάζομεν, δι' ἐκεῖνον ἀμφιάζομεν τὸν εἰπόντα· Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· εἴτε καθόλου τοῖς πτωχοῖς διάδοσιν ποιοῦμεν, δι' ἐκεῖνον τὸν εἰπόντα· Ἐφ' ὅσον ἐποιήσατε ἐνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποιήσατε· εἴτε τοὺς ὀνειδισμοὺς ὑποφέρομεν ὑπὸ τῶν ἀσεβῶν ἐθνῶν, ὡς προσκυνοῦντες τὸν ὑπὸ Ἰουδαίων σταυρωθέντα, καὶ τὴν οἰκουμένην ζωοποιήσαντα, δι' ἐκεῖνον τὸν εἰπόντα· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μηδεὶς τοίνυν ὑπολαμβανέτω, ὅτι Χριστιανός ποτε πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖ τὴν ἐλεημοσύνην, διὰ τὴν παρ' αὐτῶν μισθαποδοσίαν· μὴ γένοιτο. Ἅπαξ γὰρ τῶν εὐαγγελικῶν θησαυρῶν ἐνουθετήθημεν, καὶ πιστωθέντες ἐπιστεύσαμεν, καὶ πιστεύσαντες διεσώθημεν.
∆ιὰ τοῦτο γὰρ καὶ ἀπὸ τῶν εὐαγγελικῶν ἀναγνωσμάτων κηρύττομεν. Ἀλλὰ καὶ ἀναγινωσκομένων τῶν ἁγίων Εὐαγγελίων, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν ἀκροώμεθα, ἀλλ' ἱστάμενοι καὶ νήφοντες, καὶ μετὰ παντὸς φόβου παραδεχόμενοι τὰ παραγγέλματα, οὐκ ἀναπίπτοντες τῷ φρονήματι, οὐ καθεζόμενοι τοῖς σώμασιν, οὐκ ἀπασχολούμενοι τοῖς τοῦ πλησίον διηγήμασι, τολμῶμεν παραπέμψασθαι· οὐ πλούσιος, οὐ πένης, οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄνδρες, οὐ γυναῖκες, οὐκ ἄρχοντες, οὐκ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτὸς ὁ τὸ διάδημα τὸ βασιλικὸν περικείμενος, εὐθέως τῶν Εὐαγγελίων ἀναγινωσκομένων, ἵσταται μετὰ παντὸς φόβου καὶ μετὰ πάσης σπουδῆς, καὶ οὐδὲ τὸ διάδημα συγχωρεῖ περικεῖσθαι τῇ κεφαλῇ αὐτοῦ, ἀλλ' ὑποκύπτει διὰ τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ὁμιλοῦντα Θεόν. Τί λέγων; Οἶδα τὴν ἀξίαν τοῦ δεδωκότος ἐμοὶ τὴν ἀξίαν, προσκυνῶ τὴν βασιλείαν τοῦ δεδωκότος μοι τὴν βασιλείαν, καὶ ἵσταμαι μετὰ φόβου, τῶν ἁγίων αὐτοῦ λογίων ἀναγινωσκομένων· ἐπειδήπερ, φησὶν, αὐτὸς ἔδωκεν ἄρχουσιν ἵστασθαι πρὸς τὸ βασιλικὸν ἐπινίκιον ἀναγινωσκόμενον. Καὶ ἵνα μὴ λοιδορήσῃ ὁ αἱρετικὸς, λέγων, ὅτι πρὸς καιρὸν ὀλίγον μόνον ὑποκρίνονται οἱ βασιλεῖς τοῦ Χριστοῦ τὴν τιμὴν, ἄκουσον τοῦ προφήτου λέγοντος (πρὸ πολλῶν γὰρ γενεῶν τὴν νῦν γινομένην εἰκόνα λέγει)· Βασιλεῖς ὄψονταί σε, καὶ ἐγερθήσονται ἄρχοντες, καὶ ἀναστήσονται, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.
Μάνθανε οὖν καὶ πίστευε, ὦ αἱρετικὲ, ὅτι εἰς τοὺς ἀπεράντους αἰῶνας διαμένει Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡ βασιλεία, καὶ ἡ χάρις αὐτοῦ στεφανοῦσα πάντας τοὺς Χριστιανοὺς, καὶ χειραγωγοῦσα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Οὕτω πάντες οἱ Χριστιανοὶ πάντα πράττουσιν πρὸς ἐκεῖνον ἀποβλέποντες, καὶ ἐπείσθημεν αὐτοῦ λέγοντος· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ ἐξουσία καὶ ἡ προσκύνησις σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ παντοδυνάμῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.