Τῷ σεβασμίῳ ἰσαγγέλη (6) δεσπότῃ καὶ πνευ ματικῷ ἡμῶν ἀδελφῷ, τῷ ἁγιωτάτῳ ἀρχιεπι κόπῳ Γρανδέσης, ήτοι ᾿Ακυλίας, Πέτρος ἐλέῳ Θεοῦ πατριάρχης Θεουπόλεως μεγάλης ᾿Αν. τιοχείας.
1
α'. Πολλῆς ἡμῖν εὐφροσύνης καὶ μεγάλης πνευ - ματικῆς ἀγαλλιάσεως αἴτια, τὰ σὰ καθέστηκεν ἱερὰ γράμματα, Ιερώτατε καὶ θεοφιλέστατε (7) πνευ ματικὲ ἀδελφὶ καὶ τίμιε (8) δέσποτα. Εχάρημεν γὰρ οὐ μικρῶς [All. μικρὸν] τῷ ὄντι, τὸ εἰλικρινὲς ἐξ αὐτῶν καταμαθόντες τῆς ἐν Χριστῷ ἀγάπης σου, καὶ τὸ ὀρθόδοξον φρόνημα τῆς θεοφιλίας σου ὁ περὶ τῶν ἀζύμων λόγος οὐ μικρὰν ἔδοξεν ἔχειν δια-φορὰν, ἀσύμβατος ὧν τῇ παραδόσει τῆς καθ' ἡμᾶ ἀγιωτάτης καθολικῆς Ἐκκλησίας • περὶ οὗ καὶ διεξοδικώτερον ὕστερον, Θεοῦ συνεργοῦντος ἐροῦμεν, κἂν ταῖς σαῖς ἁγίαις ἐπερειδόμενοι. Πλὴν ἐρυθριᾷν ἡμᾶς παρεσκεύασας, ἄνθρωπε τοῦ θεοῦ, μεγάλα τῇ ἡμετέρᾳ ἐπιγραψάμενος μετριότητι κατορθώ-ματα, ὧν οὐδὲν ἑαυτοῖς συνεγνωκότες αἰδούμεθα, πίστευε. Οὐδὲ γὰρ ἄλλο τι σύνισμεν, εἰ μὴ ὅτι γε μόνον Χριστιανοὶ ὀρδόδοξοί ἐσμεν - βραχεῖς μὲν ἐν ἀρχιερεῦσι Θεοῦ [Al. inser. ὄντες], ἐλάχιστοι δὲ πάντων καὶ δοῦλοι τῶν δούλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐσόμεθα δὲ ἴσως τοιοῦτοι, οἷους ἡμᾶς ἡ σὴ ἐπεμαρτύρησε γραφή, εἰ τὴν ὑπὲρ ἡμῶν πρὸς Θεὸν πληθυνεῖς δέησιν.
2
β΄. Περιείχετο τῇ τιμίᾳ γραφῇ τῆς θεοφιλίας σου (9), περὶ τῆς ὑπὸ σὲ ἁγιωτάτης Ἐκκλησίας, ὡς ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ταύτην συ-στησάμενος, ἐνεχείρισε τῷ ἁγίῳ ἀποστόλῳ καὶ εὐαγγελιστῇ Μάρκῳ · ὑφ᾽ οὗ ὁ ταύτης προεστὰς εἰς τάξιν καὶ τιμὴν ἀνήχθη πατριάρχου · ὥστε κρατεῖν καὶ ἄρχειν διὰ τῆς διδασκαλίας · κὰν ταῖς Ῥωμαῖ-καῖς συνελεύσεσιν ἐκ δεξιῶν εἶναι τοῦ μακαρίτου [ΑΙΙ. μακαριωτάτου] πάπα συγκάθεδρον · καὶ ὡς εὐχερῶς ἔχεις ἐκ παλαιῶν [Allat. πολλῶν] τοῦτο δεῖξαι πράξεων · ὅτι ἀπὸ τοῦ ἁγίου Πέτρου τὴν μονομερή πατριαρχικὴν κλῆσιν, ὁ σὸς θρόνος ἐκλη-ρώσατο · καὶ δεῖ με ὡς πατριάρχου τὰ σὰ δέξασθαι γράμματα, καὶ περὶ πίστεως ἐγγραμμάτως ὁμι-λῆσαί σοι.
3
γ. Καὶ ἡ ἐμὴ βραχύτης [ΑΙΙ. βριλύτης], ἱερώτατε πνευματικὲ ἀδελφὲ, οὐχ ὡς πατριάρχου μόνου [ΑΙΙ. μόνον], ἀλλ' ὡς ἰσαποστόλου καὶ μεγάλου ἀρχιερέως Θεοῦ, τὰ γράμματά σου μετὰ τῆς προσηκούσης τιμῆς ἐδέξατο καὶ ἡσπάσατο. Πλὴν ἐκ νηπίου [All. inser. καὶ] μέχρι γήρως τοῖς ἰε- ροῖς, ἐντραφεὶς γράμμασι, καὶ τῇ τούτων ἀναγνώ- σει σχολάζων ἀεὶ, οὐδέπω οὐδαμοῦ παρ᾿ οὐδενὸς ἔμαθον ἢ ἤκουσα μέχρι τῆς ἄρτι, τὸν πρόεδρον Ἀκυλίας [ΑΙΙ. Ακυληίας ει Ακοιλία: ἤτοι Βενετίας. πατριάρχην ὀνομάζεσθαι. Πέντε γὰρ ἐν ὅλῳ τῷ κόσμῳ ὑπὸ τῆς θείας ᾠκονομήθη χάριτος εἶναι πατριάρχας, τὸν Ῥώμης, τὸν Κωνσταντινουπόλεως, τὸν ᾿Αλεξανδρείας, τὸν ᾿Αντιοχείας, καὶ τὸν Ἱερο σολύμων. ᾿Αλλ' οὐδὲ τούτων ἕκαστος κυρίως πα- τριάρχης καλεῖται· καταχρηστικῶς δὲ [ΑΙΙ. δὲ πάν τες) ἀνακηρύττονται [All. ἀνακηρύττεται γὰρ] δὲ (10)· ὁ μὲν ἀρχιερεὺς τὴς Ῥώμης, πάπας · ὁ δὲ Κωνσταντινουπόλεως, ἀρχιεπίσκοπος · ὁ ᾿Αλεξαν δρείας, πάπας · καὶ ὁ τῶν Ἱεροσολύμων, ἀρχιεπίσκοπος · μόνος δὲ ὁ ᾿Αντιοχείας ἰδιαζόντως ἐκληρώθη πατριάρχης ἀκούειν καὶ λέγεσθαι. Καὶ τοῦτο εὐρή-σει πολυπραγμονοῦσα ἡ ἀγάπη σου, διὰ πάσης γραφῆς ὁμολογούμενον.
4
δ'. Καὶ πρόσχες ὁ λέγω (11). Τὸ σῶμα τοῦ ἀνα θρώπου ὑπὸ μιᾶς ἄγεται κεφαλῆς· ἐν αὐτῷ δὲ μέλη πολλά · καὶ πάντα ὑπὸ πέντε μόνον οἰκονομείται αἰσθήσεων · αἱ δὲ εἰσιν, ὄρασις, ὄσφρησις, ἀκοή, γεῦσις, καὶ ἀφή. Καὶ τὸ σῶμα δὲ πάλιν τοῦ Χρι- στοῦ· ἡ τῶν πιστῶν λέγω Ἐκκλησία· ἐν διαφό ροις ὥσπερ μέλεσι συναρμολογούμενον [411. συναρ- μολογουμένη] έθνεσι, καὶ ὑπὸ [All. ὡς ετ καὶ ὡς] πέντε αἰσθήσεων οἰκονομούμενον [All. οἰκονομου- μένη], τῶν εἰρημένων μεγάλων θρόνων, ὑπὸ μιᾶς ἄγεται κεφαλῆς· αὐτοῦ φημι τοῦ Χριστοῦ. Καὶ ὥσπερ ὑπὲρ τὰς πέντε αἰσθήσεις, ἑτέρα τις αἴσθησις οὐκ ἔστιν · οὕτως οὐδὲ ὑπὲρ τοὺς πέντε πατριάρ χας, ἕτερον πατριάρχην δώσει τις εἶναι. Ὑπὸ γοῦν τῶν πέντε τούτων θρόνων, τῶν ὥσπερ αἰσθήσεων ὄντων ἐν τῷ σώματι τοῦ Χριστοῦ, πάντα τὰ μέλη, ἤγουν πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, καὶ αἱ κατὰ τὸν τόπον ἐπισκοπαὶ οἰκονομοῦνται, καὶ θεοπρεπῶς διεξ- άγονται · ὥσπερ ἐν μιᾷ κεφαλῇ, Χριστῷ τῷ ἀλη Εινῷ· θεῷ ἡμῶν, δι᾽ ὀρθοδόξου καὶ μιᾶς πίστεως συναρμολογούμεναι καὶ ἀγόμεναι ὑπ᾿ αὐτῆς [ΑΝ. αὐτοῦ.
5
ε΄. Εἰ δὲ ἐκ τοῦ καθῆσθαί σε ἐκ δεξιῶν τοῦ μακαριω-τάτου [ΑΙΙ. μακαρίτου] πάπα, δικαιοῖς σεαυτὸν, ὡς ἔγραψας, πατριάρχην καλεῖσθαι, δεχόμεθα καὶ τοῦτο. ᾿Αλλ᾿ ἄκουσον πῶς τοὺς ἐπισκόπους καὶ ἀρχιερεῖς, Πατέρας ὁ πιστὸςοἶδε λόγος καλεῖν· τοὺς δὲ πρωτεύον τας ἐν ἑκάστῃ συνόδῳ, ἐξάρχους καὶ πρωτοθρόνους καὶ προέδρους εἴωθεν ὀνομάζειν. Καθ' ὂν δὴ λόγον εἰκὸς καί σε πατριάρχην καλεῖσθαι, ἅτε τὰ πρῶτα τῆς Ῥωμαϊκῆς φέροντα συνόδου · καθὼς καὶ παρ' ἡμῖν ὁ πρῶτος τῶν διακόνων καλεῖται ἀρχιδιάκονος. Ἐπε! πῶς ἂν ἄλλως ἔκτον ἐπεισάγειν δυνησόμεθα πατρι άρχην, μὴ οὔσης ἔκτης, ὡς εἴρηται, αἰσθήσεως ἐν τῷ σώματι ; Καὶ ταῦτα πολλῶν καὶ μεγάλων ἐν τῷ κόσμῳ οὐσῶν ὑπὲρ τὴν σὴν ἐνορίαν ἐπαρχιῶν καὶ χωρῶν, ὑπὸ μητροπολιτῶν καὶ ἀρχιεπισκόπων ῥυθμιζομένων καὶ μεταγομένων πρὸς θεοσέβειαν. ᾿Αναλόγισαι γὰρ ὅσον μείζων τῆς κατὰ σὲ χώρας ἡ Βουλγαρία · ὅσον δὲ ταύτης πάλιν Βαβυλὼν ἡ με-γάλη, καὶ Ῥωμάγυρις (12) ἤτοι τὸ Χοροσὰν (13), καὶ αἱ λοιπαὶ τῆς ἄλλης [ΑΙΙ. ὅλης] ᾿Ανατολῆς ἐπαρχίαι· ἐν αἷς ἀρχιεπίσκοποι παρ' ἡμῶν πέμπονται καὶ καθολικοί, χειροτονοῦντες ἐν ἐκείνοις τοῖς μέρεσι μητροπολίτας, ἔχοντας ὑπ᾿ αὐτοὺς ἐπισκόπους πολ-λούς· ἀλλ' εἷς ἐξ αὐτῶν πατριάρχης οὐκ ἐκλήθη ποτέ. ᾿Αλλὰ περὶ μὲν τούτων ἐν τούτοις.
6
ς΄. Διελάμβανε δὲ ἡ γραφὴ τῆς ἁγιωσύνης σου, καὶ περὶ τοῦ ἀγιωτάτου καὶ μακαριωτάτου πατριάρχου Κωνσταντινουπόλεως, ὅτι τὴν θεοτίμητον Ῥωμαί κὴν Ἐκκλησίαν ἐξουθενεῖ καὶ διαβάλλει καὶ βλασ-φημεί [ΑΙΙ. λέγει βλασφημεῖν] διὰ τὰ ἄζυμα, ἅτινα εἰς τύπον τοῦ Κυριακοῦ σώματος συνήθως λαμβά-νοντες πιστεύετε ἁγιάζεσθαι · καὶ ὡς ἀλλοτριοῦσθε ὑπ᾿ αὐτοῦ δι' αὐτὰ τῆς ὀρθῆς καὶ ἀμωμήτου πί-στεως, καὶ αὐτοῦ τοῦ τιμίου Δεσποτικοῦ σώματος, ἀποτεμνόμενοι τῆς καθολικῆς Ἐκκλησίας, ἧς τῷ κανόνι στοιχοῦντες μετὰ πασῶν τῶν κατὰ τὴν Εσπέραν Ἐκκλησιῶν, ὥσπερ κεφαλῇ σῶμα μετὰ πάσης ὑποταγῆς ἔπεσθε. Προσέκειτο δὲ τῇ γραφή ὅτι καὶ τῆς παλαιᾶς διδασκαλίας τῶν ἀποστόλων ἀλλότριον ποιοῦμεν · οἶτινες τὴν τῶν ἀζύμων παρά δόσιν οὐκ ἀπ᾿ αὐτῶν τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ παρελάβομεν· οὐκ ἀγνοοῦντες ὅτι πάντες οἱ κατὰ τὴν ᾿Ανατολὴν ἀοίδιμοι Πατέρες, τὴν διὰ τοῦ ζυμίτου ἄρτου ἀναί-μακτον θυσίαν ἐγίνωσκον· οἱ καὶ βίῳ καὶ λόγῳ δια-πρέψαντες, καὶ ταῖς διδασκαλίαις πᾶσαν τὴν οἰκου -μένην παιδαγωγήσαντες, καὶ ὅτι ταύτην ἀγίαν ἡγούμενοι, ὥσπερ δὴ καὶ τῶν ἀζύμων, τὸν μὲν ζυμίτην ἄρτον (14) λογίζεσθε τὸν δι' ἡμᾶς γεννώμε-νον [ΑΙΙ. γενόμενον] τέλειον ἄνθρωπον, ὅτε δὴ καὶ αὐτὸν ὄντα θεὸν τέλειον · τὴν δὲ διὰ τῶν ἀζύμων μυσταγωγίαν, τὸ καθαρὸν καὶ ἀπαθὲς τῆς τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως.
7
ζ΄. Ταῦτα τῆς γραφῆς ὑπαγορευούσης, ὑπεραπο-λογούμεθα πρὸς τὴν κατὰ θεὸν σύνεσιν καὶ ἀγάπην σου· ὅτι οὐχ οὕτως ὁ ἁγιώτατος πατριάρχης Κων-σταντινουπόλεως ἀποτόμως, ὡς ἔγραψα;, τῆς ὑμε-τέρας ὑπολήψεως καταγίνεται, καὶ κακοδόξους ὑμᾶς ἀποκαλεῖ, ἐκτέμνων τῆς ἁγίας καθολικῆς Ἐκκλη-σίας · ἀλλ᾿ ὀρθοδόξους καὶ ὁμόφρονας ἡμῖν περί τε τὴν ἀσφαλῆ θεολογίαν τῆς ζωαρχικῆς καὶ ὁμοου-σίου ἀγίας Τριάδος, καὶ τὴν ἕνσαρκον οἰκονομίαν τοῦ Κυρίου καὶ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καλῶς ἐπιστάμενος · ἑνὶ δὲ μόνῳ τούτῳ σκάζοντας, τῇ τῶν ἀζύμων ἀναφορᾷ, δεινοπαθεί καὶ λυπεῖται καὶ ἀγανακτεῖ · ὅτι μὴ περὶ τὴν θείαν μυσταγωγίαν κατὰ τὴν παράδοσιν τῆς ἁγίας Ἐχ- κλησίας ὁμοφρονοῦντες τοῖς τέσσαρσιν ἐξακολου- θοῦντες [ΑΙΙ. ἐξακολουθεῖτε] ἱεροῖς πατριάρχαις, καὶ διὰ τελείου ἄρτου τὴν ἀναίμακτον ἱερουργεῖτε θυ σίαν, καθὼς οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου παρέδοσαν ὑμῖν [ΑΙΙ. ἡμῖν]. ·
8
η΄. Τὸ γὰρ μετέχειν ἀζύμων, τῆς παλαιᾶς θυσίας μετέχειν ἐστὶ, καὶ οὐ τῆς Καινῆς Διαθήκης. Οὐδε γὰρ ἄζυμον λαβὼν ὁ Κύριος, εὐχαριστήσας ἔκλασε, καὶ τοῖς μαθηταῖς ἔδωκεν · ἀλλ᾽ ἄρτον, ὡς οἱ τέσ σαρες εὐαγγελισταὶ ὁμοφρονοῦντες [ΑΜ. ὁμοφωνοῦν τες] διεβεβαιώσαντο, καὶ Παῦλος μαρτυρεῖ ὁ ἀπόστο λος λέγων· Ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου δ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοὺς, ἐν τῇ νυκτὶ ἡ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαρι στήσας ἔκλασε καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτο μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενο τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ τὰ ἐξῆς. Καὶ τὰ μὲν ἄζυμα ἐνομοθετήθη τοῖς Ἑβραίοις, εἰς ἀνάμνησιν τῆς ἐξ Αἰγύπτου μετὰ σπουδῆς φυ γῆς· ἶνα μνημονεύοντες ὧν ἐποίησε θαυμασίων μετ᾿ αὐτῶν ὁ Θεὸς, ἐμμένωσι τοῖς προστάγμασιν αὐτοῦ, καὶ μηκέτι ἐπιλάθωνται τῶν ἔργων [Αλ.εὐεργεσιῶν] αὐτοῦ· ὁ δὲ διὰ τῆς προζύμης (15)τέλειος ἄρτος, ὁ διὰ τῆς ἀγιστείας μεταποιούμενος εἰς τὸ ἄχραντον σῶμα τοῦ Κυρίου καὶ Σωτῆρος [All. ins. καὶ Θεοῦ] ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἀνάμνησιν ἐδόθη τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ. Ὁσάκις γὰρ ἂν ἐσθίητε, φησὶ, τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Καὶ πάλιν ὁ Παῦλος λέγει· Τὸ ποτήριον τῆς εὐλογίας ὁ εὐλογοῦμεν, οὐχὶ [ΑΙΙ. οὐχ ἡ] κοι- γωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ [ΑΙΙ.οὐχ ἡ] κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστὶν; ὅτι εἰς ἄρτος, ἐν σῶμα οἱ πολλοί ἐσμεν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
9
θ'. Καὶ κατάμαθε, ἱερώτατε πνευματικὲ ἀδελφὲ, ὅτι πανταχοῦ ἄρτος καταγγέλλεται τὸ σῶμα τοῦ Κυρίου· διὰ τὸ ἐντελὲς καὶ ἄρτιον, καὶ οὐκ ἄζυμον. Τὸ γὰρ ἄζυμον, νεκρὸν καὶ ἄψυχον, καὶ τὸ πᾶν ἐλλιπές. Ἡ δὲ ζύμη (16) τῷ φυράματι τοῦ ἀλεύρου ἐμβαλλο μένη, γίνεται αὐτῷ ὥσπερ ψυχὴ καὶ σύστασις. Καὶ πῶς οὐκ ἄτοπον, τὸ ἐλλιπὲς καὶ νεκρὸν καὶ ἄψυχον, εἰς ζῶσαν καὶ ζωοποιὸν σάρκα τοῦ Κυρίου καὶ Σω-τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκλαμβάνειν τοὺς εἰς αὐτὸν πιστεύοντας; Μηδὲ οὖν οὕτως, ἀδελφοὶ, περὶ τοιούτου μεγάλου πράγματος ἐπισφαλῶς διάκεισθε μηδὲ τὴν ἰδίαν συστῆσαι ζητοῦντες πρόσληψιν [All. ἀσθένειαν καὶ πρόληψιν, νικᾶν ἐπιθυμεῖτε κακῶς· ἀλλ' ἔστιν & [ΑΙΙ. οὗ] καὶ ἡττάσθαι καλῶς ἀνέχεσθε · ὅτι ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ἡμᾶς, φησὶν ὁ ᾿Απόστολος. Εἰ γὰρ ἔτι τῶν ἀζύμων μετέ-χομεν, πρόδηλον ὅτι ὑπὸ τὴν σκιὰν ἔτι τοῦ Μωσαϊκοῦ νόμου ἐσμὲν, καὶ τράπεζαν Ἰουδαϊκὴν ἐσθίομεν· οὐχὶ δὲ Θεοῦ λογικὴν καὶ ζῶσαν σάρκα, καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἐπιούσιόν τε καὶ ὁμοούσιον. Εl δὲ καὶ πιστεύομεν σάρκα Χριστοῦ [ΑΙΙ. Θεοῦ] ἐσθίειν ζῶσαν τοῦ τελείου ἐν θεότητι καὶ ἀνθρωπότητι, τί κοινὸν ἐμψύχῳ καὶ ζώσῃ σαρκὶ Θεοῦ, καὶ ἀψύχοις ἀζύμοις καὶ νεκροῖς; Τὸ γὰρ ἄζυμον οὐκ ἄρτος· οὐ γὰρ ἄρτιον, οὐδὲ αὐτοτελές· ἀλλ᾿ ἐλλιπὲς καὶ ἡμετε λὲς καὶ δεόμενον τοῦ πληρώματος τῆς προζύμης [αἰ. ζύμης]. Ὁ ἄρτος δὲ, ἄρτιος, αὐτοτελής, τέλειος, καὶ πληρέστατος.
10
ι'. Καὶ σύνες τῇ διαιρέσει [ΑΙΙ. δυνάμει] τοῦ λόγου προσέχων, συνετώτατε· Ἐν τοῖς ἀζύμοις, οὐδεμία τίς ἐστι ζωτικὴ δύναμις· νεκρὰ γὰρ, ὡς ἔφθημεν εἰπόντες· ἐν δὲ τῷ ἄρτῳ, ἤγουν τῷ σώματι τοῦ Χριστοῦ, τρία τὰ ζῶντα καὶ ζωὴν παρέχοντα τοῖς αὐτῶν [ΑΙ!. αὐτοῦ] μεταλαμβάνουσι· τὸ Πνεῦμα, τὸ ὕδωρ, καὶ τὸ αἷμα· ὡς καὶ αὐτὸς ὁ τοῦ Χριστοῦ ἐπιστήθιος Ἰωάννης συμμαρτυρεῖ τῷ λόγῳ, οὕτω λέγων διὰ τῆς ἀποκαλύψεως · Τὸ Πνεῦμα, τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς [ΑΙΙ. τὰ τρία] εἰς [All. non habet) τὸ ἐν εἰσι· δηλονότι τὸ σῶμα τοῦ Χριστοῦ. Ὁ καὶ κατὰ τὸν καιρὸν τῆς τοῦ Κυρίου σταυρώσεως δῆλον γέγονεν, όπηνίκα τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς ἀχράντου πλευρᾶς αὐτοῦ ἔῤῥευσε, λόγχη νυγείσης αὐτοῦ τῆς σαρκός [ΑΙΙ. πλευρᾶς]· τὸ δὲ ζῶν ἅγιον Πνεῦμα ἐμεινεν ἐν τῇ τεθεωμένῃ σαρκὶ αὐτοῦ· ἦν ἐσθίοντες οἱ πιστοὶ ἐν τῷ μεταβαλλομένῳ ἄρτῳ διὰ Πνεύματος ἁγίου εἰς σάρκα Χριστοῦ, ζῶμεν ἐν αὐτῷ, ὡς ζῶσαν καὶ τεθεωμένην σάρκα ἐσθίοντες.
11
ια΄. Οὐ γὰρ ἔτι ἐσμὲν ὑπὸ νόμον (17), ἵνα καὶ ἄζυμον ζύμην προσφερώμεθα· ἀλλ᾽ ὑπὸ χάριν. Καινὴ γὰρ ἐσμεν κτίσις ἐν Χριστῷ· ἐπειδὴ τὰ ἀρχαῖα παρ-ἤλθε, καθὼς Παῦλος βοᾷ, καὶ γέγονε τὰ πάντα καινά. Οἱ δὲ τὰ ἄζυμα ἐσθίειν βουλόμενοι, τί μὴ καὶ περιτέμνονται; Ἐπεὶ καὶ ὁ Χριστὸς περι-ετμήθη. Καὶ τὸ Σάββατον κατὰ τὴν ἀρχαίαν παρά-δοσιν, τί μὴ καὶ φυλάττουσι ; Καὶ ἄκουσον τί Παῦλος πρὸς Γαλάτας φησι; Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε λήσει. Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ πε-ριτεμνομένῳ, ὅει ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρώσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἱ-τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ξἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ᾿Αλλὰ ταῦτα μὲν Παῦ λος. Ἐγὼ δὲ μικρόν τι τοῦ ῥητοῦ [ΑΙΙ.τὸν ῥητὸν] ὑπαλ-λάξας, εἴποιμι ἂν προσφόρως· Ἐὰν ἄζυμα ἐσθίητε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· ὅτι εἰς ἀνάμνησιν ταῦτα ἐνομοθετήθη τῆς ἐξ Αἰγύπτου φυγῆς, οὐχὶ δε τοῦ σωτηρίου πάθους αὐτοῦ.
12
ιβ΄. Ἀλλ᾽ ὦ τἱ ἂν καὶ λαλήσω; Εὐλογητὸς ὁ Θεὸς, δακρύειν [111. δάκρυίν] μοι ἐπέρχεται, ὅταν ἐνθυ μηθῶ ὅτι κατὰ πάντα οἷς εὐπρεστεῖται Θεὸς, ἀσφα-λῶς βιοῦσθε, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα ἔργοις αὐ-τοῖς δοξάζετε, καὶ στέλλεσθε πορείαν ἐπίπονον (18) καὶ μακρὰν, ἀπ᾿ ἄκρου γῆς κινοῦντες [ΑΙΙ. κινούμεν νοι] ἐπὶ τὰ Ἱεροσόλυμα, εἰς προσκύνησιν τοῦ ζωο ποιοῦ [ΑΙΙ. τοῦ τιμίου καὶ] τάφου· ἐν ἐνὶ δὲ τούτῳ πρόσκομμα καὶ σκάνδαλον ταῖς τοῦ Θεοῦ ἀγίαις Ἐκκλησίαις γίνεσθε, ἄτε τοῦ προεστῶτος τῆς μιᾶς Ἐκκλησίας, ἦγουν τοῦ μακαριωτάτου πάπα Ῥώμης, οὐ καταδεχομένου τοῖς ἄλλοις πατριάρχαις περὶ τὴν θείαν μυσταγωγίαν ὁμοφρονεῖν [ΑΙΙ. ὁμοφωνεῖν] καὶ συνέρχεσθαι, καὶ μόνου τῶν ἄλλων ἀπαυθαδιαζομένου, καὶ τὸ ἴδιον σπεύδοντος ἐπικυροῦν βού λημα.
13
ιγ'. Ἵνα δὲ πᾶσαν ἄλλην καταλίπω δικαιολογίαν δυνατῶς τέως ἔχω ἐν Χριστῷ ἀποδείξαι, εἰ εὐμενῶς ἀκούεις ὅτι ὅτε συνεδείπνησεν ὁ Κύριος τοῖς μαθη ταῖς πρὸς ἑσπέραν τῇ μεγάλῃ πέμπτη, οὔπω ἦν ἄζυμον παρητοιμασμένον. Ἐπεὶ [All. ἐπειδὴ] δὲ τ μεγάλῃ παρασκευῇ, καθ' ἣν ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης συνέπιπτεν, ἔμελλον Ἑβραῖοι θύειν τὸ πάσχα. Καὶ πρόσχες μοι ἐνταῦθα πᾶσαν ἀφεὶς μετὰ τοῦ φιλονείκου [ΑΙΙ. φιλόνεικον] Ενστασίν τε καὶ ματαίαν πρόληψιν [Αll. πρόσληψεν ]. Ου γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελ φοὺς ὧν τῷ χωρισμῷ σπαρασσόμεθα, Φησὶ γὰρ ὁ εὐαγγελιστὴς Ἰωάννης ὁ θεολόγος, ὁ καὶ ἀνα πεσὼν ἐν τῷ δείπνῳ ἐπὶ τῷ στήθει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ τὶς ἂν καὶ εἴη ἄλλος μα θητὴς ἀξιοπιστότερος; Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. Καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ισκαριώτου, ἵνα αὐτὸν παραδῷ, εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται τοῦ δείπνου· καὶ τὰ ἑξῆς.
14
ιδ'. Τὸ [All. ἐκ τοῦ] δὲ εἰπεῖν τὸν ἡγαπημένον (19). Πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα, καὶ Δείπνου γεγενη μένου [Αll. γενομένου], φανερῶς παρέστησεν ὅτι οὐ τῇ πέμπτῃ ἔλαχεν εἶναι τὸ Πάσχα. ᾿Αλλ' οἰκονομία τις γέγονεν, ἵνα ἐπεὶ ἔμελλε τῇ νυκτὶ ἐκείνῃ παρα-δοθῆναι, παραδῷ τοῖς μαθηταῖς τῆς θείας μυσταγω γία; τὸ μυστήριον · καὶ διὰ τοῦτο εἶπεν · Επιθυ μίᾳ ἐπεθύμησά τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν. Ὥστε δῆλον ἐντεῦθεν εἶναι ὅτι οὔπω ἦν, ὡς εἴρηται, τότε παρεσκευασμένον τὸ ἄζυμον, ἀλλ' ἄρτος τὸ παρατεθέν. Πρὸ γὰρ τῆς ἑορτῆς τοῦ Πάσχα ὁ δεῖπνος ἐγένετο· ἐν ᾧ τοῦτον κλάσας ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπεν· Λάβετε, φάγετε. Καὶ μαρ-τυρεῖ τοῦτο πάλιν αὐτὸς ὁ Ἡγαπημένος, ἐν οἷς εἴρηκεν· ῎Αγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καιάφα εἰς τὸ πραιτώριον· ὧν δὲ πρωῖ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ Πάσχα.
15
ιε΄. Καὶ πάλιν ὁ αὐτὸς ἐνἑτέρῳ κεφαλαίῳ λέγει · οι οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη [ΑΙΙ.ἐκείνου) τοῦ Σαβ-βάτου ἠρώτησαν τὸν Πιλάιον (20) ἵνα κατεαγώ σιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ὡς φαίνεται πάλιν πρὸ τοῦ τελέσαι τὸ Πάσχα ἀνὰ μέσον τῶν ἑσπερινῶν, δηλονότι τῇ Παρασκευῇ ἑσπέρᾳ, ἐν ᾗ καὶ ἡ τῶν ἀζύμων ἤρχετο ἑορτὴ, προσῆλθον τῷ Πιλάτῳ παρακαλοῦντες ἵνα ἀρθῶσιν ἀπὸ τοῦ σταυροῦ τὰ σώματα, ἴσως μή πως φαίνωνται ἀνδροφόνοι ἐν τῇ ἑορτῇ αὐτῶν. Πρόσχες οὖν ἀκριβῶς ὅτι πρὸ τοῦ Πάσχα καὶ τῶν ἀζύμων ὁ δεῖἶπνος ἐγένετο. Ούπω γὰρ ἦν ἄζυμον τῇ ἐσπέρᾳ ἐν ᾗ συνδειπνήσας ἦν τοῖς μαθηταῖς ὁ Σωτὴρ, ἀλλ᾽ ἄρτος τὸ παρατεθὲν, δν κλάσας δέδωκεν αὐτοῖς, εἰπών· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
16
ις. Καὶ οὐχ ἅπαξ εἶπεν ἄρτον, ἀλλὰ καὶ πολλά-κις. Καὶ οὐχοὗτος τοῦτο λέγει μόνος, ἀλλὰ καὶ οἱ λοι-ποὶ τῶν εὐαγγελιστῶν. Καὶ ὁ μὲν Ματθαῖός φησιν · ᾿Εσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον· ὁρᾷς, ἄρτον καὶ οὗτός φησί · καὶ εὐχαρι-στήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε. Ομοίως δὲ τὰ αὐτὰ καὶ ὁ Μάρκος φησὶ, καὶ οἱ λοιποί. Καὶ οὐδαμοῦ ἄζυμον παρ᾿ αὐτοῖς μνημονεύεται. Ἐπεὶ δὲ παθεῖν ἔδει τὸν Χριστὸν κατὰ τὴν αὐτὴν ἡμέραν τοῦ νομικοῦ Πάσχα, καθ᾽ ἦν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐθύετο, ἔμελλε γενέσθαι καὶ τὸ Πάσχα, παρὰ τῶν θεοκτόνων, παρασκευῇ ἡμέρᾳ, ἐν ᾗ τηνικαῦτα καὶ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης κατὰ τὸν πρῶτον μῆνα ἐν τῷ, εφλύ [ΑΙΙ., εφλθ'] ἔτει ἐμπεσεῖν ἔτυχε κύκλος γὰρ ἦν (21) ιη' τοῦ ἡλίου, καὶ πέμπτος τῆς σελήνης· ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Π χατοῖς μαθηταῖς παραδοῦναι, ἄναπεσὼν ἐν τῷ δείπνῳ κατὰ τὴν ὀψίαν τῆς πέμπτης, μετὰ τὸ δειπνῆσαι λαβὼν ἄρτον καὶ κλάσας, παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆς Καινῆς Διαθήκης, ἐν τῇ νυκτὶ τ τῆς πέμπτης, ἐν ᾗ καὶ παρεδόθη ὑπὸ τοῦ Ἰούδα, καθὼς γέγραπται.
17
ιζ'. Ἀλλὰ τί φησι καὶ ὁ Λουκᾶς'; Λαβὼν ἄρτον καὶ εὐχαριστήσας ἔκλασεν. Ἰδοὺ καὶ ὁ Λουκᾶς ἄρτον εἶπε λαβεῖν τὸν Χριστὸν, καὶ οὐκ ἄζυμον· οὐ γὰρ ἔτι ἦν τηνικαῦτα, πέμπτης οὔσης ἡμέρας τρισκαιδεκαταία γὰρ ἦν ἔτι σελήνη τῇ πέμπτῃ ἐκείνῃ, καὶ οὐκ ἦν ἄζυμον, διὰ τὸ μήπω γενέσθαι τὴν ἄρσιν τοῦ ἄρτου. Τὰ γὰρ Αζυμα τῇ με' τῆς σελήνης γίνεσθαι νενομοθετημένον ἦν, τῇ δὲ τὸ τὸν ἀμνὸν καὶ μόνον θύεσθαι. Διὸ καὶ τὴν μὲν ιδ τοῦ πρώτου μηνὸς τῆς σελήνης, Πάσχα προσαγο ρεύει ὁ νόμος, τὴν δὲ ιε' πρώτην τῶν ἀζύμων και Σάββατον ὀνομάζει. (Φεῦ τῆς ἀνοίας τοῦ ἀγραμ-μάτου (22) 1] Καὶ οὐκ ἦνἄζυμα κατὰ τὴν πέμπτην ἐκείνην, τρισκαιδεκαταίας οὔσης τῆς σελήνης. Κατὰ γὰρ τὴν ιε' αὐτῆς νενομισμένον ἦν τὰ ἄζυμα γίνε σθαι, ὥσπερ καὶ τὸν ἀμνὸν κατὰ τὴν ιδ θύεσθαι, καθ᾿ ἣν ἐθύθη ὁ Χριστὸς ὁ ᾿Αμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἰ δὲ Χριστὸς ἐθύθη καὶ ἐσταυρώθη τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς, τὸ Σάββατὸν ἐστι τῶν Ἀζύμων ἡ ἑορτή· πότε τὰ ἄζυμα ἔφαγε, καὶ πότε· τεῦτα τοῖς· ἀποστόλοις ποιεῖν ἐν τῇ Καινή Διαθήκῃ παρέδωκεν; ὅτι τὰ ᾿Αζυμα, λέγετε, παρὰ τῶν ἀποστόλων ποιεῖν παρελάβομεν. Μὴ κατὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν; Θὐχ ὁρᾶτε πῶς προδήλως ἐκ τῶν πραγμάτων ἐλέγχεσθε ;
18
τη΄. Τούτων οὖν οὕτως εἰρημένων, ἔχεις τι πρὸς ταῦτα ἀντιθεῖναι; Ἰδοὺ γὰρ δέδεικται προφανῶς ὅτι πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα ὁ δείπνος ἐγένετο · ἄζυμα δὲ οὐκ ἦν νόμιμον πρὸ τοῦ Πάσχα ἐσθίεσθαι. Εκθήσομαι (25) δὲ σοι καὶ πρὸς ἀναντίρρητον πίστωσιν τοῦ προκειμένου λόγου, πεφάλαιον ἕτερον τοῦ αὐτοῦ εὐαγγελιστοῦ, ἔχον ὡς καὶ αὐτὸς ὁμολο γήσεις, οὕτως · βέβαιον γὰρ ὅτι τὰ παρ᾿ ἡμῖν Εὐαγγέλια, τὰ αὐτὰ καὶ παρ' ὑμῖν [ΔΗ. παρὰ Ῥω μαίοις] ἀπαραλλάκτως ἐστὶ· Ταῦτα εἰπὼν ὁ Ἰη σοῦς, ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν · ᾿Αμὴν, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰς ἐξ ὑμῶν παράδώσει με. Έβλεπον οὖν πρὸς ἀλλή-λους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει. *ὧν δὲ ἀνακείμενος εἰς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὂν ἡγάπα ὁ Ἰησοῦς· Νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. Ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ· Κύριε, τὶς ἐστιν; ᾿Αποκρίνεται ὁ Ἰησοῦς (24)· Ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ἐμβάψας τὸ ψωμίον, δίδωσιν Ἰούδα Σίμωνος Ἰσκαριώτῃ. Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει εὖν αὐτῷ ὁ Ἰησοῦς· ῾Ο ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν. Τινὲς γὰρ αὐτῷ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷὸ Ἰησοῦς, Ἁγέρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν.
19
ιθ'. Καὶ τοῦ εὐαγγελιστοῦ οὕτω ταῦτα διατρα- νοῦντος, πῶς οὐκ ἂν εἴη καὶ τυφλῷ δῆλον ὅτι πρὸ τοῦ νομικοῦ Πάσχα ὁ δείπνος ἐγένετο; Ἐκ γὰρ τοῦ εἰπεῖν (85) αὐτὸν, Τικὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς · ᾿Αγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτὴν, ἐναργῶς ἀπέδειξε τὸν καιρὸν καθ' δν ὁ Κύριος συνεδείπνησε τοῖς μαθηταῖς. Μὴ οὖν ἐνδοια- σμόν [Αll. ἐνδυασμόν] τινα καὶ ἀμφιβολίαν περὶ τοῦ καιροῦ τὰ παρὰ τοῖς ἄλλοις εὐαγγελισταῖς εἰρημένα ἐμποιήτω σοι· ἦγουν παρὰ μὲν τῷ Ματθαίῳ · Τῇ δὲ πρώτῃ τῶν Ἀζύμων, προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Παρὰ δὲ τῷ Μάρκῳ· Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ᾿Αζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις (All. inser. ἀπελθόντες] ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Καὶ παρὰ τῷ Λουκᾷ · Ἦλθε δὲ ἡ ἡμέρα τῶν ᾿Αζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. Καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννων, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα ἵνα φάγωμεν.
20
κ΄. Τὰ δὲ ῥητὰ ταῦτα τῶν τριῶν εὐαγγελιστῶν, οὐκ ἐναντίωσίν τινα καὶ διαφωνίαν ἔχει πρὸς τὸ ῥητὸν τοῦ εὐαγγελιστοῦ Ἰωάννου εἰπόντος, Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, καὶ τὰ ἐξῆς. Πρώτην γὰρ τῶν ᾿Αζύμων δίδωσιν ἡμῖν ἐννοεῖν τὰ θεῖα Εὐαγ γέλια, τὴν δεκάτην τοῦ πρώτου μηνός, προπαρα-σκευήν τινὰ οὖσαν τοῦ Πάσχα, μετὰ καὶ τῶν ἄλλων τριῶν ἡμερῶν, ἦγουν τῆς ἐνδεκάτης, τῆς δωδεκάτης, καὶ τῆς τρισκαιδεκάτης, καθὼς ἐν τῇ βίβλῳ τῆς Εξόδου ἀναγέγραπται· Εἶπεν Κύριος πρὸς Μω-σῆν· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ἔσται ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον, κατ' οἶκους πατριῶν, πρόβατον κατ' οἰκίαν. Καὶ μετ' ὀλίγον· Καὶ ἔστω ὑμῖν διατετή ρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μη-νὸς τούτου. Ο γὰρ παρ' ἡμῖν δύναται ἡ λεγομένη μεγάλη ἑβδομὰς, ἑτοιμασία τις οὖσα καὶ προεόρτιος τῶν τε ἀγίων παθῶν καὶ τῆς τοῦ Κυρίου καὶ Σω-τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν ἀναστάσεως, τοῦτο καὶ παρ' Εβραίοις ἡ τετρὰς ἐκείνη τῶν ἡμερῶν, Προπαρασκευή τις οὖσα τοῦ νομικοῦ Πάσχα, νενόμιστο.
21
κα΄. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ προαπελθόν-τες, οὐκ ἔφθασαν ἐντυχεῖν τῷ εὐαγγελικῷ κηρύ-γματι τοῦ Θεολόγου Ἰωάννου. Οὗτος δὲ μακροβιώ-τατος γεγονὼς ἐνέτυχε τοῖς ἐκείνων συντάγμασι, καὶ πρὸς τῷ τέλει τῆς ἑαυτοῦ βιοτῆς, ἐν Πάτμῳ τῇ νήσῳ θεόθεν κινηθεὶς, ἐπὶ Δομετιανοῦ βασιλέως τὸ κατ᾿ αὐτὸν ἅγιον Εὐαγγέλιον συνεγράψατο· πολλὰ τῶν παρ' ἐκείνοις ἀσαφῶς εἰμημένων, καὶ παραλε λειμμένων, οἷον τὸ θαῦμα τοῦ Λαζάρου (26), τὸν καιρὸν τοῦ δείπνου, καὶ τινα ἄλλα, τρανώσας καὶ σαφηνίσας καὶ μεγαλοφώνως ἀναφθεγξάμενος. Καὶ παύσασθε διὰ τὸν θεὸν, πρὸς οὕτω φανερὰν ἀλήθειαν ἀντιβαίνοντες· καὶ ὁ ποιεῖν οἱ τῆς Ἐκκλησίας τρό φιμοι παρελάβομεν, τοῦτο καὶ ὑμεῖς ποιεῖτε, τοῖς τέσσαρσιν ἱεροῖς πατριάρχαις ἐπόμενοι· ὅτι τῶν πλειόνων ἡ ψῆφος κρατεῖ (27), εἷς δὲ, οὐδείς· ᾿Αγα-θοὶ δὲ οἱ δύο ὑπὲρ τὸν ἕνα. Ἔνθα δὲ τέσσαρες ὁμοφρονοῦντες (38) τῷ αὐτῷ στιχοῦσι, τίς ἀμφὶ-βάλλει μὴ καὶ θεὸν ἐν αὐτοῖς παρεῖναι; καθά φησιν ὁ Χριστός· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι [Αll. ἐπὶ τῷ ὀνόματί μου], ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
22
κβ'. Καὶ διὰ τοῦτο παρακαλῶ [All. inser. [να] συμ-βῶμεν ἀλλήλοις πνευματικῶς, καὶ γενώμεθα φιλ. άδελφοι μᾶλλον ἢ φίλαυτοι. Οὐ γὰρ πρὸς Χριστοῦ, ἡ τῶν ἀποστόλων, τὰ ἄζυμα ἐσθίειν ἢ προσκομίζειν ἐδιδάχθημεν· ἐπεὶ οὐδὲ Χριστὸς αὐτὸς κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡς ἤδη προλαβόντες εἶπο μεν, έφθασε φαγεῖν τὰ ἄζυμα, μήπω παρὰ τῶν Ἰουδαίων ἑτοιμασθέντα, ὡς εἴρηται· οὔτε οἱ ἀπό στολοι πάλιν παρέδωκαν ὁ οὐ παρέλαβον. Μετὰ γὰρ τὸ δειπνῆσαι, φασὶν οἱ εὐαγγελισταί, Παρέδωκε διὰ τοῦ ἄρτου μυστήριον τῆς Καινῆς Διαθήκης, εἰπών · Επιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν (29), τῆς ὥρας δηλονότι φθασάσης τοῦ πάθους αὐτοῦ.
23
κγ'. Οἱ δὲ τῶν ἀζύμων μετέχοντες κινδυνεύουσι λανθανόντως εἰς τὴν τοῦ ᾿Απολλιναρίου περιπίπτειν αίρεσιν (50). Ἐκεῖνος γὰρ σῶμα μόνον ἄψυχον καὶ ἄνουν ἐτόλμησεν εἰπεῖν, λαβεῖν τὸν Υἱὸν καὶ Λόγον τοῦ θεοῦ ἐκ τῆς ἁγίας Παρθένου, ἀρκεῖν λέγων ἀντὶ ψυχῆς καὶ νοὸς, τὴν θεότητα. Καὶ οἱ τὰ ἄζυμα προσκομίζοντες νεκρὰν σάρκα καὶ οὐχὶ ζῶσαν προσ-φέρουσιν. Ἡ γὰρ προζύμη ἀντὶ ψυχῆς τῷ ἱΑΙΙ. ἐν τῷ] φυράματι γίνεται, καὶ τὸ ἄλας ἀντὶ τοῦ νοός· ὰ μὴ ἔχον τὸ ἄζυμον, πῶς οὐκ ἄψυχόν ἐστι καὶ νεκρὸν καὶ τῷ ὄντι νεκροποιόν; Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τέλειος ὧν Θεὸς καὶ τέλειος ἄν-θρωπος, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν, σῶμα ἔμψυχόν τε καὶ ἔνουν ἐκ τῆς Ἀειπαρθένου προσλαβόμενος, διὰ τελείου ἄρτου εἰκότως παρέδωκε τὸ τῆς καινῆς Διαθήκης μυστήριον · εὐλογήσας αὐτὸν, καὶ κλάσας, καὶ εἰπὼν, Λάβετε, φάγετε · ὃς ἐστιν ὁ ἐπουράνιος ἄρτος καὶ ζωτικὸς καὶ ζωὴν διδοὺς τοῖς ἐσθίουσιν αὐτόν· καθὼς ὁ Χριστὸς ἐπηγγείλατο λέγων· Ο τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
24
κδ΄. Εἰ δὲ καὶ πρὸς τὴν τῶν εἰρημένων δύναμιν . δυσανασχετείτε καὶ φιλονείκως | Αll. φιλονίκως ] διενίστασθε, παρὰ τῶν ἁγίων λέγοντες ἀποστόλων Πέτρου καὶ Παύλου τὴν τῶν ἀζύμων παράδοσιν παραλαβεῖν, συνερχόμεθα κὰν τούτῳ τῇ ὑμετέρα ἀδελφότητι, καὶ δείξομεν σὺν θεῷ, τινὰ τῶν παρὰ τῶν ἀποστόλων παραδοθέντων, ὑπ᾿ ἐκείνων αὐτῶν πάλιν διορθωθέντα [ΑίΙ. ἀναιρεθέντα] καὶ μεταποιη-θέντα πρὸς τὸ εὐσεβέστερον · οἷα τῆς εἰς Χριστὸν πίστεως κρατυνομένης, καὶ τῆς Ἐκκλησίας Θεοῦ χάριτι στερεουμένης καὶ πλατυνομένης. Καὶ τὸ Σάββατον γὰρ Ισα τῇ ἁγίᾳ Κυριακῇ προσετάγημεν τιμᾶν, καὶ φυλάττειν καὶ μηδὲν ἐν αὐτῷ ἐργάζε σθαι· ἀλλὰ τοῦτο νῦν οὐ γίνεται. Καὶ Πέτρος δὲ τοὺς ἐξ ἐθνῶν προσερχομένους τῇ ἀμωμήτῳ πίστει τῶν Χριστιανῶν, τὸ πρῶτον περιέτεμνε, καὶ οὕτως ἐβάπτιζε (31)· καὶ Παῦλος δὲ τὸν Τιμόθεον περι-ἐτεμεν. ᾿Αλλὰ καὶ οἱ κατηχούμενοι τριακονταετεῖς ἐβαπτίζοντο. Καὶ ἄλλας τινὰς νομικὰς παρατηρή σεις οἱ πιστεύοντες ἐφύλαττον. Καὶ ἀρχιερεῖς γυναιξὶ συνεζεύγνυντο. ᾿Αλλ' οὐδὲν ἄρτι τοιοῦτον ἐμπολιτεύεται, τῆς τοῦ θεοῦ Ἐκκλησίας, ὡς εἴρη ται, ἰσχυροποιουμένης καὶ προκοπτούσης ἐπὶ τὸ ἐντελέστερον.
25
αε'. Καὶ τί θαυμαστὸν ἢ ξένον, εἰ τηνικαῦτα μὲν οἱ μαθηταὶ ἐν ἀρχῇ τοῦ κηρύγματος, τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαίνοντες, τινὰ τῶν ἐθίμων αὐτοῖς συνεχώρησαν τελεῖσθαι ὑπ' αὐτῶν τῇ κατά μικρὸν πάντως ὑφαιρέσει σοφῶς ὑπαλλάττοντες αὐτοὺς καὶ μετάγοντες ἐπὶ τὸ Εὐαγγέλιον, ήτ γεγυμνασμένους πρὸς εὐπείθειαν; Μὴ δὲ γὰρ ἂν πτόρθον λοξὴν ἐνεγκεῖν ἀθρόαν μετάκλισιν καὶ βίαν χειρὸς ἀπευθυνούσης · ὡς τις τῶν καθ᾿ ἡμᾶς ἔφη θεολόγων · Οᾶττον μὲν τ᾽ ἂν [All. ins. τοῦτου] πλη γῆναι, ἢ ὀρθωθῆναι. Καὶ διὰ τοῦτο, ὡς εἴρηται, πρὸς καιρὸν μὲν συνεχωρήθη τὰ ἄζυμα· ὅτι μεγάλη τις ἦν Ἑβραϊκὴ τότε εἰς Ῥώμην, καθὼς ἡ βίβλος τῶν Πράξεων τῶν ἀποστόλων διαταφεί. Έπειτα δὲ ἠνίκα καιρὸς, καταλυθῇ [ΑΙΙ. κατελύθη] καὶ ταῦτα. Οπερ καὶ ἐπὶ Μωϋσέως ὁρᾶται παρὰ θεοῦ οἰκονο μούμενον - συγχωρήσαντος (32) μὲν τὰς θυσίας τίως τοῖς Ἑβραίοις, ἵνα ἐγκαταστήσῃ θεόν· ἔπειτα δὲ ἡνίκα καὶ τοῦτο κατωρθώθη [Αll. κατορθωθῇ), καταλύσαντος αὐτὰς ὕστερον. Ἀρκεῖ μοι ταῦ τα (55), πρὸς ἄνδρα πλήρη τυγχάνοντα Πνεύμα τος ἁγίου καὶ συνέσεω; πνευματικῆς. Δίδου γάρ, φησὶ, σεμῷ ἀφορμὴν, καὶ σοφώτερος έσται (31).
26
κς'. Πρὸ καιροῦ δὲ, ἐν ἀρχῇ τῆς ἀρχιερωσύνης μου, συστατικὴν ἔστειλα γραφὴν πρὸς τὸν μακαριώ τατον πάπαν Ῥώμης, πέμψας αὐτὴν διὰ τιο: τῶν κατ᾿ εὐχὴν ἀπερχομένων εἰς Ἱεροσόλυμα, πρὸς τὸν λαμπρότατον μάγιστρον καὶ δοῦκα τῆς Ἰταλίας τὸν ᾿Αργυρὸν (55), ἵνα κατευοδώσῃ αὐτὴν πρὸς τὴν ἀγιωσύνην σου [ΑΙΙ. αὐτοῦ]. Ἔκτοτε δὲ διετία δι ἦλθε· καὶ περὶ ταύτης οὐδὲν ἠδυνήθην μαθεῖν. Καὶ ἰδοὺ πάλιν ταύτην μεταγράψας ἔστειλα πρὸς τὴν θεοφιλίαν σου· ἵνα διὰ τὴν ἡμετέραν ἀγάπην, μᾶλλον δὲ διὰ θεὸν, δι' ὂν καὶ ὑπὲρ οὗ ἡ γραφή Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν ὁ θεῖος ἀπόστολος· διευθετήσῃς αὐτὴν πρὸς τὴν ἐκείνου σεβασμιωτάτην μακαριότητα, καὶ ζητήσῃς ἀντί γραφον καὶ ἀποστείλῃς πρὸς ἡμᾶς.
27
κζ. Εἰ δὲ καὶ τὴν παροῦσαν γραφὴν ἀναγνοῦσα ἡ σεβασμιότης σου, διαπορθμεύσει πρὸς αὐτὸν, εὐάρεστον θεῷ τε καὶ ἡμῖν ἔργον ἐκτελέσειεν. Ἴσως γὰρ θεοῦ ἐπινεύσαντος πρεσβείαις τῶν ἀγίων χοι ρυφαίων ἀποστόλων, προσδέξεται τὰ ἀναγεγραμ μένα, καὶ ἀποδέξεται, καὶ συνέλθοι τοῖς περιπο θοῦσι τὴν αὐτοῦ σεβασμιότητα τιμίοις ἀδελφοῖς καὶ Πατράσι· καὶ κοινῇ πάντες ὁμοθυμαδὸν, τῷ τὰ πάντα εἰρηνοποιοῦντι Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν εὐχαριστήσομεν, καὶ συλλειτουργήσομεν, τὸ αὐτὸ φρονοῦντες, τὴν αὐτὴν ἀναφορὰν ἱερουργοῦντες καὶ προσκομίζοντες.
28
κη΄. Ὡς ἐξ ἡμῶν προσεῖπε τὴν κατὰ θεὸν ἱερὰν καὶ ἁγίαν (All. ins. ἁγίας] σου σύνοδον. Ασπάζεται δὲ καὶ ἡ καθ᾽ ἡμᾶς ἐν φιλήματι ἁγίῳ τὴν ἀγιωσύ νην σου, ἐπικαλουμένη σὺν ἡμῖν τὰς σὰς εὐχὰς [Deest in All.]. Καὶ χαῖρε, καὶ ἔῤῥωσο, εὐφραινόμε-νος ἐν Κυρίῳ πάντοτε, καὶ τῆς ἡμετέρας εὐτελείας ἐν ταῖς σαῖς ἱεραῖς τελεταῖς μνείαν ποιούμενος.