Προσευχή για την ανάσταση του Κυρίου

...χαρᾶς ἡμέρα καὶ εὐφροσύνης ἀγαπητοί, ἡμέρα ἀγαλλιάσεως καὶ σωτηρίας, ἡμέρα φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα εἰρήνης καὶ καταλλαγῆς· ἡμέρα ἀναπλάσεως καὶ ἀνακαινισμοῦ τῶν ἡμετέρων ψυχῶν, ἡμέρα ὄντως μεγάλη καὶ θαυμαστὴ καὶ ἐπιφανής· ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησεν ἡμᾶς ὁ Χριστὸς νενεκρωμένους τοῖς παραπτώμασιν· ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν, ἀπολαύειν ἡμᾶς τοῦ ξύλου τῆς ζωῆς· ὅπερ ἐστὶν τὸ τίμιον καὶ ζωοποιὸν αὐτοῦ σῶμα καὶ 69 αἷμα δι' οὗ καθαιρόμεθα καὶ ἁγιαζόμεθα καὶ φωτιζόμεθα καὶ ἐγκαινιζόμεθα. λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν πάντων, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ τοῦ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπό τε ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα ἡγίασεν, ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν· ἡμεῖς δὲ τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων τούτων ὧν ἡμῖν ἀνταπέδωκεν τί ἀνταποδώσομεν ἴσον τῇ ὑπερβαλλούσῃ αὐτοῦ δωρεᾷ τε καὶ χάριτι; ... εὐχαριστήσωμεν καὶ προσπέσωμεν τῷ κυρίῳ καὶ προσκυνήσωμεν αὐτῷ, καὶ προσφέρωμεν τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας· φιλάνθρωπος γάρ ἐστι καὶ φιλάγαθος ὁ δεσ 70 πότης, καὶ πάντα προσδέχεται, εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν καὶ ἡμεῖς, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα καὶ ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δωρεά, συνειδήσεως κάθαρσιν, νέκρωσιν τῶν ἐπὶ γῆς μελειῶν, πορνείας, ἀκαθαρσίας, πάθους, ἐπιθυμίας κακῆς καὶ τῆς πλεονεξίας· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ εὐσταθείας καὶ καρτερίας καὶ ὑπομονῆς· ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν· ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν ... μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας· μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησεν καὶ ἐπάταξε τὸν ἀλαζόνα καὶ ὑπερήφανον ἐχθρὸν ἡμῶν καὶ διάβολον καὶ τὸν θάνατον κατεπάτησε καὶ πάντας ἀνέστησε ζωὴν ἡμῖν αἰώνιον δωρησάμενος. 71 ... ἀπολαύσωμεν πάντες, ἀγαπητοί, τῶν ἀγαθῶν χαρισμάτων ταύτης τῆς καλῆς πανηγύρεως· εἰσέλθωμεν χαίροντες εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν ... ἄρχοντες καὶ ἀρχόμενοι ... πρεσβύτεροι μετὰ νεωτέρων, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, δοξάσατε καὶ μεγαλύνατε κύριον τὸν θεὸν ἡμῶν καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν καὶ φαιδρὰν ἐορτὴν ὑμνήσατε καὶ θαυμάσατε καὶ τιμήσατε, νηστεύοντες καὶ κοπιάσαντες ἐορτάσατε σήμερον. πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον· ἡ τράπεζα γέμει· μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ εὐφράνθητε· γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ κύριος· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· 72 ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος. ἔσωσε γὰρ ἡμᾶς Χριστὸς ὁ θεὸς καὶ τοῦ ᾅδου ἐρρύσατο· ἐξήρπασεν ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρωσεν· ἐπικράνθη ὁ ᾅδης γευσάμενος τῆς τιμίας καὶ ἁγίας σαρκὸς τοῦ δεσπότου καθὼς Ἡσαΐας προεῖπεν· ἐπικράνθη ὁ Ἅιδης συναντήσας σοι κάτω· ἐπικράνθη· καὶ γὰρ κατηργήθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν· ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε· κατέπιεν ὁ θάνατος ἀγνοῶν, καὶ καταπιὼν ἔγνω ὃν κατέπιεν· κατέπιεν ζωήν, κατεπόθη ὑπὸ τῆς ζωῆς· κατέπιεν τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε τὸν ἕνα διὰ τοὺς πάντας. ἥρπασεν ὡς λέων, συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν· ἐν Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέργητος ἔμεινεν. εὔκαιρον οὖν εἰπεῖν· ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. 73 ἀνέστη Χριστὸς καὶ φθορᾶς ἐλυτρώθημεν· ἀνέστη Χριστὸς καὶ κατάρας ἐρρύσθημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς συνανέστημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς ἐζωώθημεν· Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις καὶ ἡ μεγαλοσύνη νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Προσευχή για την ανάσταση του Κυρίου

Λαμπρὰ καὶ μεγάλη καὶ θαυμαστὴ ἡ παροῦσα ἡμέρα, καὶ χαρᾶς ὄντως καὶ εὐφροσύνης ἡμέρα καὶ ἀνέσεως καὶ θυμηδίας πνευματικῆς καὶ ἀγαλλιάσεως, ἡμέρα ἐλευθερίας καὶ φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα καταλλαγῆς καὶ εἰρήνης καὶ σωτηρίας καὶ βοηθείας τῶν ἡμετέρων ψυχῶν. ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησε νενεκρωμένους τοῖς παραπτώμασιν, ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν ἡμῖν ὃν ἔκλεισεν ἡ τῶν προπατόρων ἡμῶν παρακοὴ καὶ παράβασις, ἐν ταύτῃ τοῦ τιμίου καὶ ζωοποιοῦ αὐτοῦ σώματός τε καὶ αἵματος ἀπολαύειν ἡμᾶς ἠξίωσε, δι' ὧν καθαιρόμεθα καὶ φωτιζόμεθα καὶ ἁγιαζόμεθα· λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπὸ τῆς ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· «ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας « καὶ τῆς ἁμαρτίας «γενόμενος ὑπὲρ ἡμῶν κατάρα « ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι «κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα «· ἡγίασεν καὶ ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ «ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν «. «τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων ὧν ἡμῖν ἀνταπέδωκε «, τί ἀνταποδώσομεν τῇ ὑπερβαλλούσῃ τοῦ θεοῦ δωρεᾷ τε καὶ χάριτι; εὐχαριστήσωμεν καὶ προσκυνήσωμεν καὶ προσενέγκωμεν αὐτῷ τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας καὶ ταπεινώσεως· φιλάνθρωπος γάρ ἐστι καὶ συμπαθὴς ὁ δεσπότης, καὶ πάντα προσδέχεται εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κύριον κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος «, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα, ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δάκρυα, συνειδήσεως κάθαρσιν, νέκρωσιν πάσης ἁμαρτίας καὶ ἐπιθυμίας κακῆς· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ καρτερίας καὶ ἐπιμονῆς, ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν ψαλμικῶς τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι «κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν «. «μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας «, μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησε γὰρ καὶ ἐπάταξε τὸν ἐχθρὸν καὶ διάβολον, καὶ τὸν θάνατον κατεπάτησε, καὶ πάντας ἀνέστησε ζωὴν αἰώνιον δωρησάμενος. εἰσέλθωμεν χαίροντες εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν, ὡς δοῦλοι εὐγνώμονες ἀπολαύσωμεν πάντες τῶν ἀγαθῶν χαρισμάτων ταύτης τῆς καλῆς πανηγύρεως, ἄρχοντες καὶ ἀρχόμενοι, δοῦλοι καὶ ἐλεύθεροι, ἄνδρες καὶ γυναῖκες, πρεσβύτεροι καὶ νεώτεροι. δοξάσατε κύριον τὸν θεὸν ἡμῶν, καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν ὑμνήσατε καὶ μεγαλύνατε καὶ θαυμάσατε, νηστεύοντες καὶ μὴ νηστεύοντες εὐφράνθητε σήμερον, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, πλούσιοι καὶ πένητες μετ' ἀλλήλων χορεύσατε. ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ἡ τράπεζα γέμει, μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι «τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός «, πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ εὐφράνθητε· «γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος « θεὸς Ἰησοῦς Χριστὸς ὃς καὶ ἐπέφανεν ἡμῖν. Μηδεὶς θρηνείτω τὰ πταίσματα, συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος· ἔσωσεν ἡμᾶς καὶ ἐκ τοῦ Ἅιδου ἐρρύσατο· ἐξήρπασεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρωσεν. ἐπικράνθη ὁ Ἅιδης γευσάμενος τῆς τιμίας καὶ ἁγίας σαρκὸς τοῦ δεσπότου, καθὼς Ἡσαΐας προανεφώνησεν «ὁ Ἅιδης « λέγων «ἐπικράνθη συναντήσας σοι κάτω «. ἐπικράνθη ἐπειδὴ κατηργήθη· ἐπικράνθη ἐπειδὴ ἐνεπαίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν, ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. κατέπιεν ὁ θάνατος ἀγνοῶν, καταπιὼν δὲ ἔγνω ὃν κατέπιε· κατέπιε ζωήν, κατεπόθη δὲ ὑπὸ τῆς ζωῆς· κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε δὲ διὰ τὸν ἕνα τοὺς πάντας·

«ἥρπασεν ὡς λέων «, συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν, ἐν τῷ Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέργητος ἔμεινε. «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, Ἅιδη, τὸ νῖκος; « ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς καὶ φθορᾶς ἐλυτρώθημεν καὶ κατάρας ἐρρύσθημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς συνανέστημεν καὶ ζωῆς ἠξιώθημεν. «Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο «· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

21
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία