Ἔκθεσις πίστεως κατὰ ἀποκάλυψιν Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας
Εἷς θεὸς πατὴρ λόγου Ξῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀιδίου, τέλειος τελείου γεννήτωρ, πατὴρ υἱοῦ μονογενοῦς" εἷς κύριος, μόνος ἐκ μόνου, θεὸς ἐκ θεοῦ, χαρακτὴρ καὶ εἰκὼν θεότητος, λόγος ἐνεργός, σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτικὴ καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, υἱὸς ἀληθινὸς ἀληθινοῦ πατρός, ἀόρατος ἀοράτου καὶ ἄφθαρτος ἀφθάρτου καὶ ἀθάνατος ἀθανάτου καὶ ἀίδιος ἀιδίου " ἕν πνεῦμα ἅγιον, ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχον καὶ δι᾽ υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις, εἰκὼν τοῦ υἱοῦ τελείου τελεία, τωὴ φτώντων αἰτία, ἁγιότης ἁγιασμοῦ χορηγός, ἐν ὧι φανεροῦται θεὸς ὁ πατὴρ ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσιν καὶ θεὸς ὁ υἱὸς ὁ διὰ πάντων᾽ τριὰς τελεία δόξηι καὶ ἀιδιότητι καὶ βασιλείαι, μὴ μεριφομένη μηδὲ ἀπαλλοτριουμένη.: οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῆι τριάδι οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν, οὔτε οὖν ἐνέλιπέν τοτε υἱὸς πτατρὶ οὔτε νἱῶι πνεῦμα, ἀλλὰ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ τριὰς ἀεί.
Βασιλείου ἐπισκόπου Καισαρείας Καπιταδοκίας ἐκ τοῦ περὶ πίστεως λόγου
Ἧ ἄκτιστος φύσις καὶ ἀκατάληπτος οὐσία, ἡ αὐτεξούσιος δύναμις, ἡ φυσικὴ ἀγα-.
θότης, τὸ δεσποτικὸν ἀξίωμα, πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον.
Ἧ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ αὐγούστων συναχθεῖσα ἐν τῆι Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ὥρισε τὰ ὑποτεταγμένα. Ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε μηδένα πρὸς τὸν πλη-σίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ᾽ ἐπίσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ τιφτανίων ὁ πονηρὸς τοῖς τῆς ἀληθείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀληθείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης ἡμῶν Χριστὸς προνοούμενος τοῦ ἀνθρωπίνου γένους τὸν εὐσεβῆ τοῦτον καὶ πιστότατον πρὸς φτῆλον ἀνέστησε βασιλέα καὶ τοὺς ἁπανταχῆι τῆς ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάριτος τοῦ πάντων ἡμῶν δεσπότου Χριστοῦ συνεργούσης πᾶσαν μὲν τοῦ ψεύδους τῶν Χριστοῦ προβάτων ἀποσείσασθαι λύμην, τοῖς. δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν. ὃ δὴ καὶ πεποιήκαμεν, κοινῆι ψήφωι τὰ τῆς πλάνης ἀπελάσαντες δόγματα, τὴν δὲ ἀπλανῆ τῶν πατέρων ἀνανεωσάμενοι πίστιν, τὸ τῶν τιη σύμβολον τοῖς πᾶσι κηρύξαντες καὶ ὡς οἰκείους τοὺς τοῦτο τῆς εὐσεβείας τὸ σύνθημα δεξαμένους πατέρας ἐπιγραψάμενοι, οἵπερ εἰσὶν οἱ μετὰ ταῦτα ἐν τῆι μεγάληι Κωνσταντινουπόλει συνελθόντες ρν, καὶ αὐτοὶ τὴν αὐτὴν ἐπισφραγισάμενοι πίστιν. ὁρίξφομεν τοίνυν, τὴν τάξιν καὶ τοὺς περὶ τῆς πίστεως τῶν κανόνων ἅπαντας τύπους φυλάττοντες καὶ ἡμεῖς τῆς κατὰ Ἔφεσον ἁγίας συνόδου, ἧς ἡγεμόνες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς Ρωμαίων καὶ Κύριλλος ὁ τῆς ᾿Αλεξανδρέων καὶ ᾿Ιωάννης ὁ τῆς ᾿Αντιοχέων ἐτύγχανον, προλάμπειν μὲν τῆς ὀρθῆς ταὶ ἀμωμήτου πίστεως τὴν ἔκθεσιν τῶν τιη ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν Νικαίαι ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης Κωνσταντίνου τοῦ γενομένου βασιλέως συναχθέντων κρατεῖν τε καὶ τὰ παρὰ τῶν ρον ἁγίων πατέρων ἐν Κωνσταντινουπόλει ὁρισθέντα πρὸς ἀναίρεσιν μὲν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως: --
Τὸ σύμβολον τῶν ἐν Νικαίαι τίη ἁγίων πατέρων
Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε. πάντων καὶ ἀοράτων" καὶ εἰς ἕνα κύριον ᾿Ιησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεφόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι φῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος" καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον. τοὺς δὲ λέγοντας ἣν ποτε ὅτε οὐκ ἧν᾽ καὶ ἱπρὶν γεννηθῆναι οὐκ ἦἧν᾽ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρετττὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίτει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία: ---
ὡσαύτως καὶ τῶν ἁγίων ρν πατέρων τῶν ἐν Κωνσταντινουπόλει συναχθέντων
Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων᾽ καὶ εἰς ἕνα κύριον ᾿Ιησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελ-θόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεφόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι βῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος" καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ Ξωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῶι συμ-προσκυμούμενον καὶ συνδοξαξόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν᾽ εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν : ἁμαρτιῶν, προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ Ξωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν: --
Ἔκθεσις τῶν ἐν Χαλκηδόνι συνελθόντων ἐπισκόπων
Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον περὶ τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον καὶ τοῦ κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. ἀλλ᾽ ἐπειδήπερ οἱ τῆς ἀληθείας ἀθετεῖν ἐπιχειροῦντες τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων τὰς κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς τοῦ κυρίου δι᾽ ἡμᾶς οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρ-θένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῆι συγχύσει τερατευόμενοι, διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη ἡ παροῦσα νῦν αὕτη ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδιδάσκουσα ὥρισε προηγουμένως τῶν τιὴ ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. καὶ διὰ μὲν τοὺς τῶι πνεύματι τῶι ἁγίωι μαχομένους τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως συνελ-θόντων ρν ἁγίων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες᾽ διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας πταραφθείρειν ἐπιχειροῦν-τας μυστήριον καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας πταρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωιδοῦντας τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς ᾿Αλεξανδρέων ἐκκλησίας γενομένου ποιμέ-νος συνοδικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ τοὺς τῆς ᾿Ανατολῆς ἁρμοδίας οὔσας ἐδέξατο, εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἐρμηνείαν δὲ τῶν εὐσεβεῖ τήλωι τοῦ σωτη-ρίου συμβόλου ποθούντων τὴν ἔννοιαν αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ρώμης προέδρου τοῦ ἁγιωτάτου καὶ μακαρίου Λέοντος τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἐπίσκοπον Φλαβιανὸν ἐπ᾽ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τοῦ μεγάλου Πέτρου ὁμολογίαι συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. ποῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται καὶ τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῶι τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας ἀναθεματίϑει. ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῶι πατρί κατὰ τὴν θεότητα καὶ ὁμοού-σιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένον τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα ἕνα καὶ τὸν αὐτὸν Χριστὸν ᾿Ιησοῦν κύριον μονογενῆ, ἐν δύο φύσε-σιν ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως γνωριξόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, σωιξομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἕν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριϑόμενον ἢ διαιρούμενον, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον ᾿Ιησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς ᾿Ιησοῦς Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας καὶ ἐμμελείας παρ᾽ ἡμῶν διατυτωθέντων ὥρισεν ἡ ἁγία. καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως, τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προκομίξειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν ἐξ Ἑλληνισμοῦ ἢ ᾿Ιουδαισμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπί-σκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου εἰ δὲ μονάξοντες ἢ λαικοὶ εἶεν, ἀναθεματίξεσθαι: --
Ι ᾿Αντέωνος ἐπισκόπου ᾿Αρσενόης ἐπιστολὴ πρὸς Πέτρον ἐπίσκοπον ᾿Αντιοχείας ὅτι οὐ δεῖ πάθος ἐν τῶι τρισαγίωι συνάπτειν διὰ τῆς προσθήκης τῆς ὁ σταυρωϑβθεὶς δι᾽ ἡμᾶς ἣν οἱ αἱρετικοὶ προσέθηκαν
Πάνν εἰμὶ ἐστυγνακώς, ἀδελφὲ τιμιώτατε, ὅτι ἐπηύξηται διὰ σοῦ μέγα σκάνδαλον ἀντὶ τοῦ ἐκτεμεῖν σε τὰ σκάνδαλα. καὶ γὰρ ἐπισχεῖν θέλω τὰ ἐπὶ τούτωι δάκρυα καὶ κεκώλυμαι ὑπὸ τῆς σῆς ἐν κακίαι ἐξενηνεγμένης αἱρέσεως, ὅτι παρατέτρωται παρὰ σοὶ τὰ εὐαγγέλια Πράξεις τε καὶ ἀπόστολος, ἐπείπερ παρ᾽ αὐτοὺς ἔδοξας ἐπισοφίφεσθαι τοῦ μὴ Χριστὸν σταυρωθέντα καθαρῶς ὁμολογεῖν, ἀλλὰ τῶι τρισαγίωι τὸν σταυρὸν συνάπτειν ὡς τὰ πρῶτά σου γράμματα τὰ πρὸς ᾿Ακάκιον τὸν Κωνσταντινουπόλεως ποιμένα δείκνυσιν. ἐπειδή γε εἰς ἀσέβειαν ἐμπέπτωκας, διαφόρως διὰστρέφεις τὴν ἐξενεχθεῖσαν ὑπὸ σοῦ ἀδίκως νομήν, ὅπως ἐμπαράμονον καὶ ἑδραίαν αὐτὴν παρὰ πᾶσι κυρώσηις. οὔτε γὰρ τὸ θεῖον λέγομεν παϑητόν, ὡς σὺ λέγεις, οὔτε γυμνὸν λόγον φαμὲν σταυρωθέντα, ἀλλὰ Χριστὸν ᾿Ιησοῦν. ἐν δὲ τῶι τρισαγίωι ποῦ σώματος δήλωσις, ἵνα χώραν ἡ τοῦ σταυροῦ λάβη! προσηγορία; λέγεις γὰρ ἅγιος ὁ θεός᾽,. καὶ τίς οὐκ οἶδεν ὅτι πρῶτος ὁ πατὴρ κατὰ τὴν τάξιν τῆς συνήθους πᾶσι δοξολογίας, εἰ καὶ μὴ καθ᾽ ὑπεροχὴν τῆς θεικῆς ἀξίας; ἔπειτα φάσκεις ἱἅγιος ἰσχυρός᾽. καὶ τίς οὐκ οἶδε κατὰ τὸν προφήτην Ἡσαίαν ὅτι τὸ πεχθὲν ἡμῖν παιδίον Χριστὸς ᾿Ιησοῦς, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὥμου αὐτοῦ καὶ καλεῖται καὶ ἔστι μεγάλης βουλῆς ἄγγελος θεὸς ἰσχυρός; εἰ γὰρ καὶ ἐσταυ-ρώθη ἐξ ἀσθενείας, ἀλλὰ τὸ ἀσθενὲς ἡμῶν ἀναλαβὼν σῶμα τοῦτο πέπονθεν, ἰσχυρὸς δὲ θεὸς τυγχάνων προθύμως πρὸς τὸν σταυρὸν τὸ οἰκεῖον ἐξεδίδου σῶμα, ὡς εἰπεῖν καὶ τὸν προφήτην αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε. θεὸς δὲ καὶ ἄνθρωπος παρὰ πάντων συνωμολόγηται ὁ Χριστός" σὺ δὲ μόνον τὸ ἰσχυρὸν τῆς τοῦ Χριστοῦ θεότητος εἰπών, παραδραμὼν δὲ καὶ τοῦτο ἧκες ἐπὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ ὡμολόγησας, ὡς ἔστιν ἀληθῶς, ἀθάνατον. τίνα οὖν ἐπιφέρεις ἐσταυρωμένον δι᾽ ἡμᾶς μετὰ ταῦτα; τὸν Χριστὸν λέγεις; οὐκοῦν δῆλος γέγονας τετράδα φρονῶν, ἕτερον παρὰ τὸν ἰσχυρὸν θεὸν τὸν Χριστὸν ὀνομάζων. ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον σταυρωθῆναι φάσκεις; καὶ τί τούτου δυσσεβέστερον γένοιτ᾽ ἄν; ἀλλὰ φαντασίαν λέγεις τὴν τοῦ πάθους οἰκονομίαν; οὐκοῦν φαντασία κατὰ τοὺς ἀσεβεῖς Μανιχαίους καὶ ἡ ἡμῶν σωτηρία. ὁρᾶις πῶς πανταχόθεν περικρημνίφηι καὶ ἀγνοεῖς, ἢ καὶ εἰδὼς ἑκὼν κακουργεῖς; ἰδοὺ νῦν ὑπομνησθεὶς ἐντράπηθι περὶ τῆς ἀπαιδευσίας σου καὶ εἶξον, ὡς παρεδέξω παρὰ τοῦ προφήτου, δοξολογεῖν τὸ τρισάγιον᾽ ἀσωμάτως γὰρ ὀνομαξόμενον μηδενὸς προκειμένου τῆς σαρκώσεως τοῦ μονο-γενοῦς αἰνίγματος καθαρῶς ὀφείλει δοξολογεῖσθαι μηδεμιᾶς σταυροῦ προσθήκης ἐπαγο-μένης. ὡς γὰρ ἂν σοφίσηταί τις, ἐκκρημνίξεται τῆς ὀρθοδοξίας. Χριστὸν δὲ παρα-λαβὼν δι’ ἡμᾶς σταυρωθέντα τὸν υἱὸν τοῦ θεοῦ κατὰ τὸν μακάριον Παῦλον φάσκοντα ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ᾿Ιησοῦν καὶ τοῦτον ἐσταυρωμένον, μὴ ἀπαρνοῦ τούτου τὸ ὄνομα καὶ τὸ πάθος᾽ εἰ δὲ μή, προλαβὼν ἐκεῖνος ἔφη" εἴ τις ὑμᾶς εὐαγγε-λίξεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ἐγὼ γάρ φησιν οὐκ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Χριστὸν ᾿Ιησοῦν καὶ τοῦτον ἐσταυρωμένον. εἰ δὲ τοῦτον ἀπαρνεῖσθε σταυρωθέντα καὶ τῶι τρισαγίωι πάθος προσάπτετε, πῶς οὐχ ὑποίσετε τὸν ἀναθεματισμόν; Παῦλός ἐστιν ὁ ἀναθεματίξων, τὸ σκεῦος τῆς ἐκλογῆς. προβαλοῦ Χριστὸν καὶ σταυρὸν μὴ ἀπαρνοῦ' μὴ ἕτερον ἀνθ᾽ ἑτέρου. πλεῖστοι γάρ εἰσιν οἱ σταυρωθέντες, εἷς δὲ ὁ δι᾽ ἡμᾶς. φέρε οὖν ἐν τῶι σταυρῶι τούτου τὸ ὄνομα, ἵνα μὴ ἕτερον ὑποπτευθῆις λέγειν σταυρωθέντα, ὅτι οἶδας ὅτι πολλὰ τὰ ἔνεδρα τοῦ δολίου. διὰ τοῦτο καὶ οἱ τιη καὶ οἱ ρν ἕνα κύριον ᾿Ιησοῦν Χριστὸν παραδιδόασι σταυρωθέντα καὶ οὐ τὸ τρισάγιον᾽ οἱ δὲ νομομοθεστέρους κρίναντες ἑαυτοὺς εἶναι τούτων τῶν πατέρων πῶς οὐ δεικνύουσιν ἑαυτοὺς τούτων ἀλλοτρίους;
Π Φαύστου ἐπισκόπου ᾿Απολλωνιάδος πρὸς τὸν αὐτὸν Πέτρον
᾿Ἐἐπειδήπερ ἐπιτέτραπται νύττεσθαι τοὺς πρώτους ὑπὸ τῶν ἀποκαλυφθέντων Χρι-στοῦ τὸ μυστήριον ἐσχάτων, ἐκείνους δὲ σιγὴν ἄγειν τῆς κακοδιδασκαλίας ὡς γεγονότας κακίστους δογματιστάς, ἤκουσα παρὰ πολλῶν συνεπισκόπων, ἀγαπητέ, ἐκνενευκέναι σε τῆς ὀρθοδοξίας καὶ τοῦτο πανταχοῦ περιήχηται, δι᾽ ὃ ἀναγκαῖον ἡγησάμην πυθέσθαι παρὰ σοῦ εἰ ταῦτα οὕτως ἔχει. δεῖξαι γάρ μοι δέδοκται μὴ οὕτως σε φρονεῖν ὀφείλειν ὥστε τῶι τρισαγίωι σταυρὸν συνάπτειν καὶ πάθει καὶ θνήσει τὸ ἀπαθὲς ὑποβάλλειν, ἀλλὰ καθαρῶς ὡς τὰ σεραφὶμ καὶ εὐσεβῶς δοξολογεῖν. πῶς γὰρ Χριστιανίσουσι τὰ ἔθνη τοῦ ὀνόματος τοῦ σωτῆρος μὴ ἐπιφερομένου τῶι Χριστῶι; πῶς δὲ καὶ αὐτοὶ οἱ Χριστιανοὶ δύνανται πιστοὶ τυγχάνειν μὴ ἀνατιθέντες τῶι σταυρῶι τὸ τοῦ Χριστοῦ ὄνο-μα; ἀκούοντες γὰρ οἱ ἄπιστοι θεὸν ἀθάνατον δι᾽ ἡμᾶς σταυρωθέντα ἐροῦσι σκάνδαλον εἶναι, τὸ πιστεῦσαι Χριστῶι ἀποστρεφόμενοι καὶ λέγοντες" οἱ θεοὶ ἡμῶν οἱ παρὰ τοῖς Χριστιανοῖς κίβδηλοι ὄντες ἀθάνατοι παρ᾽ ἡμῶν ἀναγορεύονται, καὶ πῶς ὁ αὐτῶν θεὸς ἀθάνατος ὧν ἔθανε; δῆλον ὅτι ψευδὴς ἡ ῥῆσις αὕτη εἰ γὰρ ἀπέθανεν, οὐκέτι ἀθάνατος οὐδὲ ἰσχυρός, ἀλλὰ ἀσθενὴς τῆς ἀθανασίας τραπείς. οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ θεοσεβεῖς καὶ ἡμῖν ὁμόπιστοι λέξουσιν ἄν οὗτοι θεοπτασχῖται καὶ οὐχὶ Χριστιανοί εἰσι" Μανιχαῖοι καὶ οὐκ ὀρθοτόμοι᾽ τετραδῖται καὶ οὐ τριαδόδοξοι᾽ Εὐτυχιανισταὶ καὶ οὐκ ὀρθόδοξοι" Νεστο-ριανοὶ καὶ οὐ φιλόχριστοι. εἰ δέ τις τὸν ἐπὶ σταυροῦ κρεμασθέντα ἀκούσει Χριστὸν Ἰησοῦν εἶναι, ὃς τὴν θνητὴν ἡμῶν σάρκα χρισθεὶς φιλανθρωπίαι Χριστὸς εἰκότως κικλή-ὄκεται, δι᾽ ὃ καὶ ἐσταύρωσαν αὐτόν, ὃν ἐλπίξομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ, τότε πεσὼν ἐπὶ πρόσωπον ἐρεῖ" κἀγὼ Χριστιανός εἰμι, πιστεύω εἰς ὃν καὶ οὗτοι ἐπίστευσαν, καὶ ππιστευθήσεται καὶ τὰ πάθη καὶ ἡ θνῆσις τοῦ σώματος αὐτοῦ. καὶ γὰρ διὰ τοῦτο πλείσταις λοιδορίαις ἐβλήθη παρὰ τῶν ἀπίστων ἡ ἐν Χαλκηδόνι τῶν χλ πατέρων ὀρθόδοξος πίστις, ὅτι εἶπον δύο φύσεις εἶναι ἐν τῶι Χριστῶι, μίαν παθητὴν θνητὴν ὁρατήν τε καὶ ἔπαφον, ἥτις ἐστὶν ἡ σὰρξ ἡμῶν, καὶ μίαν ἀπαθῆ ἀθάνατον ἀόρατον ἀψη-λάφητον, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἄχραντος φύσις. τὰ ἑκάτερα οὖν ἐν τῶι Χριστῶι δεῖ ἡμᾶς ὁμολογεῖν, ὧν τῆι ἑνώσει μὴ δῶις διάστασιν μηδὲ τέμηις τὸν θεὸν ἀπὸ τῆς σαρκός, καὶ οὐ φωραθήσηι Νεστοριανός. μηδὲ τὸ διάφορον ἀπαρνήσηι τῶν τοῦ Χριστοῦ φύσεων, καὶ οὐχ ὑπεπτευθήσηι Εὐτυχιανιστὴς εἶναι. καὶ μὴ συγχέηις θεὸν σαρκὸς πά-θεσι, καὶ οὐ λεχθήσηι ᾿Απολιναριαστὴς εἶναι. μηδὲ τὸν ἀπαθῆ καὶ ἀθάνατον τετρά-φθαι λέξηις θεόν, καὶ οὐ προσοχθίσεις εἶναι Μανιχαῖος. μηδὲ ἐν τῶι τρισαγίωι μετὰ θεὸν πατέρα καὶ ἰσχυρὸν αὐτοῦ υἱὸν καὶ ἀθάνατον πνεῦμα προσθῆις Χριστὸν ἐσταυρωμένον, καὶ οὐχ ἕξεις τοῦ Σαμοσατέως τὴν αἵρεσιν καὶ οὐκ ἐλεγχθήσηι τετράδα φρονῶν καὶ οὐ τρι-ἀδα. μηδὲ τὴν τριάδα εἰς Χριστὸν ἀνατιλάσηις αὐτὸν λέγων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ὑποίσεις τὴν Σαβελλίου δίκην. μηδὲ κληθῆναι θέλων καθηγητὴς καὶ οὐκ ἀκόλουθος τῆς Χριστοῦ διδασκαλίας καινοτομήσηις κενοδοξίας αἵρεσιν, καὶ οὐ μωμήσηι σὴν ψυχήν, ὅτι οἶδας τοὺς ἀποστόλους μὴ καθηγησαμένους ἐν καινοτομίαις, ἀλλ᾽ ἰχνηλατή-
᾿ σαντας τὸν μόνον καθηγητὴν καὶ νομοθέτην Χριστόν. βλέπε, ἀγαπητέ, μὴ εἰς πέρας ἄξηις τὸ διαφημιξόμενον περὶ σοῦ, μὴ γέλως γένηι ὡς θεοπασχίτης ἢ τετραδίτης. εἰ δὲ καὶ ἐφήψω τούτων τῶν λόγων ἢ τῆς φρονήσεως ἐν παροιστρήσει, τάχος ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ἵνα, ὡς εὐχόμεθα, ὀρθοτομῆις τὸν λόγον τῆς ἀληθείας Χριστὸν καθομολογῶν σαρκὶ δι᾽ ἡμᾶς παθόντα τὸν υἱὸν τοῦ θεοῦ τοῦ ξῶντος καὶ ἅπαξ τοῦ οὕτως ὁμολογεῖν, μὴ ὑποσκελισθῆις ὑπὸ τῶν αἱρέσεων. πολλοὶ γὰρ πλάνοι ἐξ-ἦλθον εἰς τὸν κόσμον οἱ μὴ ὁμολογοῦντες Χριστὸν ᾿Ιησοῦν ἐν σαρκὶ ἐληλυθέναι.
III Παμφίλου ἐπισκόπου ᾿Αβύδων πρὸς τὸν αὐτὸν Πέτρον
Τὸ πολύθρυπτον τῶν ἐμῶν παίδων, ἀγαπητέ, διεγείρει με κελαδεῖν θρῆνον εἰ γὰρ ἐν οἵωι οἴκωι θνήιϊσκει τις, ἐκεῖσε κλαυθμὸς φοιτᾶι. πῶς οὐκ ἀποδακρύσομαι καὶ ἀτι-οδύρωμαι τὸν ἀλιτηρίως ἐκ τῶν σῶν ἀγγείων καταγγισθέντα τῶν ἐμῶν υἱῶν θάνατον, οὗς ἔδει σε ὡς συναδελφὸν ἐπισπουδάσαι σὺν ἐμοὶ ἄξαι πρὸς τὸν θεόν; τοὐναντίον δὲ πέπρακταί σοι, θεοφιλέστατε᾽ ἐγένου γὰρ αὐτῶν ὀλετὴρ καὶ οὐ τωή, πικρία καὶ οὐχ ἡδύτης, ὄμφαξ καὶ οὐ πέπειρος βότρυς, φιξάνιον καὶ οὐ σῖτος, καλάμη καὶ οὐ χρυσός, ἄκανθα καὶ οὐκ ἄνθος, ἐκταραγμὸς καὶ οὐ γαλήνη. τί γὰρ τῶν προέδρων ἡμῶν καὶ ἐπίσων οὐ προσχὼν τὰ σύμβολα εἴξας μὴ προσθέσθαι τῆι τριάδι τετράδα ἐν τῶι τὸ τρισάγιόν σε φάσκειν ἐν προσθήκηι σταυροῦ; αὕτη γὰρ δρακοντικὴ καὶ ἰοβόλων αἱρέσεων φωνὴ καὶ πύλη ἄιδου καὶ αἰώνιος πυλωρὸς θανάτου, Χριστιανῶν βρόχος, ἀκάκων θή-ρευμα, ὀρθοδόξων μῶμος, πιστῶν πρόπτωσις, σωφρόνων σκάμβωσις, ἀσκητῶν σκάνδαλον, οἷς ὑπώπτευσας γλυκὺς εἶναι σὺν τῆι ἐκφωνουμένηι σον ἐκθέσει τῆι παρακοντιξούση! τὸν ἀποστολικὸν ὅρον καὶ τὰ εὐαγγέλια καὶ τὸ τῶν τιη σύμβολον τῶν τὴν προσθήκην ἐν τῶι τρισαγίωι ἀγνοούντων τὸ νοητὸν δηλητήριον. φράσον μοι οὖν: τίς τὴν. θεότητα ἔφη σταυρὸν ὑπομεμενηκέναι; τί τὸν θεὸν λόγον γυμνοῖς ἀπὸ τῆς στολῆς; τί διχάξεις τὸν ἄτμητον τῆι σῆι σκαιότητι; τί παρατιτρώσκεις τὴν ἀλήθειαν; τί Νεστορίωι καὶ Εὐτυχεῖ τῆι τομῆι τοῦ Χριστοῦ ὑπόσπονδος γίνηι καὶ τῶι Σαμοσατεῖ μεμαϑήτευσαι ῥῆξαι Χριστοῦ τὴν θείαν οὐσίαν ἀπὸ τῆς σαρκὸς καὶ Οὐαλεντίνωι συνηρεύξω, ὡς ἐκεῖνος, φάσκων τὸν ἀθάνατον σταυροῦσθαι καὶ ὑπόδουλον τιθεὶς τοῖς πάθεσι τὴν θείαν φύσιν; τί ἐπίσχω ἢ τί λαλήσω; οὐ Παυλιανιστήν σε φωνήσω; ἀλλ᾽ ἐν τοῖς συγγράμμασιν ἔφης μετὰ τὴν τριάδα φωνεῖν Χριστὸν δι᾿ ἡμᾶς σταυρωθέντα. οὐ Μανιχαῖόν σε λέξω; ἀλλὰ γέγονας αὐτέλεγκτος θεὸν καὶ οὐχὶ Χριστὸν φήσας ἐσταυρωμένον. οὐ Νεστοριανόν σε φράσω; ἀλλ᾽ ἀπέδειξας μετὰ τὸν πατέρα μὴ ὁμολογεῖν τὸν ὑμνούμενον ὑπὸ πιστῶν θεοῦ ἰσχυρὸν υἱὸν σαρκὶ ἐσταυρωμένον. οὐκ ᾿Απολιναριαστήν σε λέξω, ἔφυρας γὰρ ὡς αὐτὸς θεὸν συγχέας σαρκὸς παθέσι. λίαν οὖν λύπηι συσχεθεὶς τάδε σοι προστίθημι σὺν τῶι εἰς τοῦτό με συμβιβάσαντι ᾿Ακακίωι, αὐτὸν δὲ ὁ τῆς Ρωμαίων, τοὺς πάντας δὲ ὁ παντέπισκοπος" τί λυμαίνηι τὴν ἐκκλησίαν, τί σκορπίξεις Χριστοῦ τὴν ποίμνην; εἰ κακῶς λέγω, φράσον μοι σύ’ ζητῶ γάρ σε τῆι διδασκαλίαι τῆι ὀρθοτάτηι ὑπερέχειν με καὶ πλείστους. τί οὖν φράσομεν; ὡς Παῦλος, Χριστὸν ἐσταυρωμένον ἢ ὡς σύ, τὸν ἀθάνατον ἐσταυρωμένον; τί ἐροῦμεν; ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ὡς πολλαχῶς ἔφη ὁ κύριος, παθεῖν ἢ ὡς σὺ κεκαινοτόμηκας, τὴν θεότητα παθεῖν; ἢ τὰ εὐαγγέλια καὶ αἱ Πράξεις καὶ ὁ ἀπόστολος, ὡς σὺ ἔφης, οὐ λέγουσιν ὥσπερ δεῖ, ἀλλὰ εἰσὶ παρὰ σοὶ μεμπτέα καὶ παρὰ τοῖς ἐξηκολουθηκόσι τῆι τοιᾶιδε σου παραφροσύνηι τοῦ τὸ τρισάγιον φωνεῖν ἐσταυρωμένον; ἀποδεδειγμένοι γάρ εἰσι σὺν σοὶ τετράδα ππαρεισφέροντες. εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ἀναγινώσκονται αἱ θεῖαι γραφαί, εἰ αὗται οὐ πιστεύονται, ἀλλὰ σύ; ἄνω γὰρ καὶ κάτω Χριστὸν παραδιδόασι δι᾽ ἡμᾶς ἐσταυρω-μένον καὶ οὐ τὸ τρισάγιον, ὡς σὺ νῦν φάσκεις. ἀλλὰ καὶ ἀποβλητέους εἶπον αἱ γραφαὶ τοὺς θεοπασχίτας. ἤδη δὲ καὶ πρὸ τούτων τῶν γραμμάτων ὡς κυρίωι μον καὶ πατρὶ ὡς ὀρθότατα φρονοῦντι δεδήλωκα ἐπανορθώσασθαι καὶ ἀναρρῆξαι τόδε τὸ παρὰ σοῦ καινισθὲν ἀσεβὲς δόγμα καὶ οὐκ εἶξας. διὰ τοῦτο τοίνυν ὡς πρὸς πρῶτον εὑρετὴν τῶν ἀσεβῶν τούτων λόγων δεδόνημαι τοῖς κατὰ σοῦ ἐπιτιμίοις, ἴσως κἂν διὰ τούτων ἐντραπεὶς ἐπιστομιϑόμενος παρ᾽ ἥσσονος τῆι ἀξίαι θᾶττον εἴξεις ὀρθοδοξεῖν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῶι μηδὲν τούτοις προστιθέναι ἢ ὑφαιρεῖν καὶ ἔχεσθαι τῆς ὑπὲρ ἡμᾶς ἁψῖδος τοῦ θρόνου. εἰ δὲ μηδὲ οὕτως ἀνάσχηι, οἴσω σοι κοινωνίας παραίτησιν" ἔφη γὰρ ὁ ἀπόστολος αἱρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτοῦ εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὧν αὐτο-κατάκριτος. πλὴν θεοῦ ἐσμὲν ἐντεῦκται μὴ γενέσθαι σε αὐτοκατάκριτον, ἀλλὰ ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
IIII ᾿Ασκληπιάδου ἐπισκόπου Τράλλεων πρὸς τὸν αὐτὸν Πέτρον
᾿Ιδού, ἀγαπητέ, πεπλήρωται ὁ κόσμος ἐκ τῆς ἐκθέσεώς σου σκανδάλου καὶ τὰ βασί-λεια ἐμφρόντιστα γέγονε καὶ οἱ ποιμένες διεγείρονται ἐπαξίως ἄξαι ἐπὶ σοὶ ταλανισμόν. δὸς οὖν, παρακλήθητι, φωνὴν μίαν ὀρθοτομίας τοῦ ἐπιπρυτανεύειν τἀληθὲς ἐν τῶι κοινῶι τοῦ τὸν υἱὸν τοῦ θεοῦ τῶι κόσμωι καθομολογεῖν ἐσταυρωμένον καὶ μὴ τοῦτον διαρριπτεῖσ-θαι διὰ σοῦ καὶ τούτου τὸ ὄνομα ἐν τῶι ἑτέρως ἐν διαστροφῆι λέγειν ἐν τῶι τρισαγίωι τούτου τὸν σταυρόν. μὴ σὺ πρῶτος εἶ τῶν ἐν Νικαίαι πατέρων, ἵνα ἄρξηι ὁ ὅρος σου ὑπὲρ αὐτούς; ἀλλά, φησίν, ἐγὼ διὰ Νεστόριον προσέθηκα ἐν τῶι τρισαγίωι τὸν σταυρὸν διὰ τὸ αὐτὸν πταρεξωθεῖσθαι ἐν τούτωι τὴν θεότητα ἐν τῶι σταυροῦσθαι αὐτόν. καὶ τί; μή νεώτερον Νεστορίου τὸ φρόνημα; ἦρξε γὰρ τοῦτο ἀπὸ τοῦ μεταιόφρονος Φωτεινοῦ, ὃν οἱ ἅγιοι πατέρες οἱ ἐν Νικαίαι ἐν φωῆι μὲν οὐ κατέφθασαν, τὸ δὲ δόγμα αὐτοῦ κατέκριναν οὐ διὰ τὸ φράσαι αὐτοὺς τὸ τρισάγιον ἐσταυρωμένον, ἐπειδὴ τοῦτο ἦν ἐν γνώσει αὐτοῖς λίαν δύσφορον, Φωτεινῶι δὲ ἐράσμιον. ὅθεν τὸ μὲν τρισάγιον ἐν μυστηρίοις μόνοις ἀπέθεντο φωνεῖσθαι καθὰ τὰ σεραφίμ, φασι, μηδεμίαν ἐν τούτωι προσθήκην ἢ ὑφαίρεσιν πράξαντες. πάλιν δὲ τοῦτο τὸ ἀσεβὲς ἀνανεωθὲν ἐπὶ τοῦ Σαμοσατέως λίαν ἡδρύνθη καὶ ἐπισυναχθέντες οἱ ἁγιώτατοι τὴν μνήμην πατέρες ἐν τῆι Κωνσταντινουπόλει, εἰ καὶ αὐτὸν οὐ παρέφθασαν, ἀλλὰ τὸ δόγμα αὐτοῦ κατέκριναν τὸ μὴ φρονεῖν δύο υἱούς, δι᾽ ὃ ἕνα καθωμολόγησαν ἐν τῶι ὅρωι αὐτῶν υἱόν. μὴ τὸ τρισάγιον ἔφησαν δι’ αὐτὸν ἐσταυρωμένον, ὅτι τῶι ὅρωι τῶν πρὸ αὐτῶν πατέρων ἐξηκολούθησαν καὶ ἕπεσθαι τοῖς δόγμασιν αὐτῶν ἔκριναν τοῦ τὸ τρισάγιον ἐν τοῖς μυστηρίοις μόνον ἐξακούεσθαι ἀπαθῶς ὡς τὰ σεραφὶμ καὶ μὴ ἐσταυρωμένον; πάλιν δὲ Νεστορίου ἀνακύψαντος καὶ καταρτίφοντος τὰ ἀσεβῆ πρὸ αὐτοῦ δόγματα, φαμὲν δὴ τὰ Φωτεινοῦ καὶ τὰ τοῦ Σαμοσατέως, συναθροισθέντες δι’ αὐτὸν οἱ περὶ Κελεστῖνον καὶ Κύριλλον ἔπαυσαν τὰς τοιάσδε δυσσεβείας οὐκ ἀποθέντες ἐν τῶι τρισαγίωι σταυρόν. ἢ σὺ δοκεῖς πάντων τούτων σοφώτερος εἶναι ἢ ἔχεσθαι παρ᾽ αὐτοὺς πνεύματος ἁγίου, οἷς ἦν γνῶσις; ἡ σὴ τοίνυν ἀποτεθεῖσα ἐν τῶι τρισαγίωι σταυροῦ προσθήκη δυσμενὴς βλασφημία ἐστί. πλὴν καὶ μετὰ τούτους τοὺς ἁγίους πατέρας δυσφόρων κατα-λαβόντων τὴν Κωνσταντινούπολιν σεισμῶν μικρὸς καὶ μέγας, πλούσιος καὶ πένης, δοῦλος καὶ ἐλεύθερος ἐκ τῆσδε ἀπαναχωρήσαντες ἐν τῶι Κάμπωι ἅμα συνέδραμον κρυμοῖς καὶ χειμῶνι ἐκεῖσε μᾶλλον ὀλέσθαι καὶ μὴ συμπεπτῶσθαι τῆι αὐτῆι πόλει. οὗς φειδοῦς ὁ θεὸς ἀξιώσας φιλανθρωπευσάμενος ἀπεκάλυψε τῶι μακαρίωι Πρόκλωι τὸ τρισάγιον εἰς παῦσιν ὀργῆς λιτανεύοντας αὐτοὺς φωνεῖν καὶ τοῦτο ἐμφανῶς, οὐχ ἑνὶ ἢ δευτέρωι γνωσθέν, ἀλλὰ παντὶ τῶι κόσμωι. μὴ ἀπέθετο ὁ θεὸς ἐν αὐτῶι λέγεσθαι σταυρόν; ὅτι οὐδὲν ὁρᾶι εἰς ὕβριν αὐτοῦ: ἔφη γὰρ φάσκειν νἅγιὸς ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. « πῶς οὖν σὺ τετόλμηκας παραθέσθαι σταυρὸν παρὰ τὸν θεὸν ἢ καὶ παρὰ τοὺς πατέρας τὸν πατέρα συγχέων τῶι υἱῶι καὶ τῶι ἁγίωι πνεύματι ἐν τῶι τρισαγίωι φωνῶν τὸν σταυρόν, ὡς παρὰ σοὶ μὴ εἶναι πατέρα τὸν πατέρα μόνον, ἀλλὰ καὶ υἱόν, καὶ τὸν υἱὸν μὴ εἶναι υἱὸν μόνον, ἀλλὰ καὶ πατέρα, καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ εἶναι μόνον πνεῦμα, ἀλλὰ καὶ υἱόν;
διὰ τοῦτο εἴ τις ἀνατιθεῖ ἐν τῶι τρισαγίωι σταυρὸν παρὰ τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα ἔστω.
εἴ τις τετράδα παρεισφέρει ἐν τῶι τρισαγίωι παραθεὶς μετὰ τὴν τριάδα Χριστὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω.
εἴ τις συγχέει τὴν τριάδα αὐτὸν λέγων εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἀνάθεμα ἔστω.
εἴ τις διίστησι τὴν μίαν οὐσίαν τῆς τριάδος εἰς δύο, ἀνάθεμα ἔστω.
εἴ τις τὸν ἕνα υἱὸν διχάξει εἰς δυάδα υἱῶν, ἀνάθεμα ἔστω.
εἴ τις τὸν θεὸν λόγον καὶ τὴν σάρκα μίαν φύσιν λέγει ἀγνοῶν τῶν φύσεων τὸ διά-φορον, ἀνάθεμα ἔστω.
καὶ γὰρ πιστεύομεν ὅτι ἡ Ξτωὴ τωή ἐστι καὶ οὐ μετέπεσεν εἰς θάνατον. σὺ δὲ γνώσηι καὶ ἀποκόψηι ἐφ᾽ οἷς ἀνόμως εἴρηκας" ἔστω δὲ καὶ ἔστι τοῦ θεοῦ ἧ χάρις μετὰ τῶν ὀρθοτομούντων τὸν λόγον τῆς ἀληθείας.
V Ἐπιστολὴ ᾿Ιουστικίνου ἐπισκόπου Σικελίας πρὸς τὸν αὐτὸν Πέτρον ὅτι οὐ δεῖ πρροσθήκην εἶναι ἐν τῶι τρισαγίωι σταυροῦ, ἵνα μὴ δύο εἰσάξηις υἱούς
Δεῖ τὸν στρατιώτην ὁπλίζεσθαι κατὰ τῶν πολεμίων καὶ τὸν ἀθλητὴν τοῖς ἀνθιστα-μένοις" ἡ δὲ πάλη ἡμῶν οὐ σαρκικὴ οὐδὲ ἐπιφανείας σώματος ἀλείμμασιν οὐδὲ σχολάζων τις τῆς πάλης τὸ στέφος ἕξει τῆς θεότητος ἐρραθυμήσας τοῖς ἐπιπλήττουσι μὴ προέσθαι τῆς ἀληθείας τὴν πάλην. καὶ γὰρ καὶ ἀθλητὴς οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσηι, καὶ τὰ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῶι θεῶι πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαι-ρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. δι᾽ ὃ ὡς ἀδελφὸν διανίστημι ἐν ὑπομνήσει ὅτι καλὸν τὸ ὑπείκειν τοῖς πατράσι καὶ ἀπείπασθαι οἰκείας καινοτομίας" πείθου Φίλικος, ἀγαπητέ, ταῖς ὑποθέσεσιν ἐν τῶι μὴ παραθέσθαι σε ἐν τῶι τρισαγίωι δύο υἱοὺς καὶ πείθου τοῖς σεραφὶμ τὴν τριάδα ὡσαύτως δοξολογεῖν καὶ μὴ παρὰ ταῦτα νόσει κενο-δοξίαν τοῦ ποιεῖσθαι κακίστην ἐπισόφισιν. σταυρὸν τῶι ὕμνωι προστιθεὶς πήρωσις πολλοῖς (εἶν γινόμενος. τί οὖν διορύττεις ὄμματα ἰδιωτῶν ἐπισκαλίφων ἀσεβῶν ὁρμάς, Μάνην καὶ Οὐαλεντῖνον καὶ Εὐτυχῆ ὁπλίφων τοῦ φάσκειν παθητὸν τὸ θεῖον, μᾶλλον δὲ Παῦλον τὸν Σαμοσατέα καὶ Νεστόριον, διότι ἐν τῶι τρισαγίωι προστιθεῖς τετράδα; ὅτι ὡς ἐὰν περιστραφῆις, τὸ ἀσεβὲς νόημα εὐσέβειαν οὐκ ἔχει, ἀλλὰ πλείστων αἱρέσεων δείκνυσι μορφάς. Ἴαρειος γὰρ ἐλαττοῖ τὸν υἱὸν καὶ Εὐτυχὴς ὁμοίως διὰ τὸ τὸ πάθος περιθέσθαι τῆι θείαι φύσει τοῦ υἱοῦ, δι᾽ ὃ οὐδὲ ὁμοούσιον φράσειαν, ὡς Εὐνόμιος, τὸν υἱόν. εἰ γὰρ δὴ παρ᾽ αὐτοῖς ὁ πατὴρ ἀπαθής, ὁ υἱὸς δὲ τῆι θεότητι παθητός, πῶς ὁμοούσιος; Μακεδόνιος δὲ τέμνει ἐκ τοῦ πατρὸς τὸ ἅγιον πνεῦμα καὶ Νεστόριος ὡσαύτως διχάϑει εἰς δυάδα υἱῶν τὸν ἕνα υἱὸν καὶ ἡδύνεται, ὡς σὺ ἔφης, φάσκειν ἐν τῶι τρισαγίωι τετράδα, σταυρὸν μετὰ τὸ ὁμολογῆσαι: τὴν τριάδα προστιθεὶς ἀσεβῶς. παῦ-σαι οὖν τῆς τοιαύτης σου ἀσεβοῦς φαραγγώσεως μὴ προσθεῖναι τῶι σκανδάλωι σκάνδαλον καὶ μὴ ἔσηι αἴτιος ἀπωλείας τῶν ἁπλουστέρων ἀνθρώπων, μήπως ὁ πρόεδρος ἡμῶν Φίληξ κατὰ τοὺς κανόνας ἀποφήνηται κατὰ σοῦ καὶ οὐδὲν σε ὠφελήσει τὸ λέγειν νἐγὼ εὐχρήστως τοῦτο ἀπετιθέμην τοῦ τὸν σταυρωθέντα ἐν τῶι τρισαγίωι ὁμολογεῖν. « ἄρον ἀνομίαν ἐκ τῆς οἰκουμένης, μήπως τοῦτο τάχος περιπολάσηι, ὅτι τὸ ἀσεβὲς ῥάιδιον δεκτόν, τὸ δὲ ἄμεινον οὔ. δέξαι οὖν ὡς ἀδελφοῦ σου παραίνεσιν καὶ σβέσον τὸ φρύαγμα τῶν αἱρετικῶν καὶ γενοῦ ποιμὴν τῶν προβάτων καὶ οὐ λύκος. καὶ τῶι μακαρίωι Πρόκλωι ἀκόλουθος γενοῦ καὶ τῆι αὐτοῦ ἐν τῶι Κάμπωι ἀποκαλύψει φόβων ὄντων λιτῶς φάσκειν τὸ τρισάγιον εἰς πταῦσιν ὀργῆς καὶ μὴ ἐγείρειν ἔτι θυμὸν ἰσχυρόν. εἰ δὲ μή, ὄψει σύ" ἡ δὲ ἀδελφότης μου ἀθῶιος ἔσται κἀγὼ μετ᾽ αὐτῶν καὶ οἱ σὺν ἐμοὶ γράψαντές σοι περὶ τούτων. φρούρει σεαυτόν, ἀγαπητέ, ἀπὸ τῶν σκανδάλων. ἔμαθες ἀπὸ τοῦ Ἡσαίου ἅγιος ἅγιος ἅγιος λέγειν" μὴ σταυρὸν ἔφη σοι λέγειν; ἀλλά, φησί, τότε ὁ υἱὸς οὐκ ἐσταυρώθη καὶ διὰ τοῦτο οὐ παρέδωκε τότε τὸ ὁ σταυρωθείς. τί οὖν; νῦν τὰ σεραφὶμ ἐν τῶι τρισαγίωι προσέθηκαν τὸν σταυρόν, ὅτι σὺ λέγεις; καί φησιν “οὐκ οἶμαι.᾿ καὶ εἰ οὐκ οἶδας, ττῶς ἀσεβεῖς; καὶ γὰρ καὶ τότε ἔφη τὰ πάθη τῆς σαρκὸς τοῦ λόγου ὁ προ-φήτης καὶ ὑμνολογεῖ σεμνῶς τὸ τρισάγιον. πλὴν πῶς καὶ λέγεις δεδέχθαι τὴν ἐν Χαλκη-δόνι σύνοδον, καὶ ὡς αὐτὴ παραδίδωσί σοι, οὐ δοξολογεῖς τὸ τρισάγιον, ἀλλ᾽ ἀπειθεῖς κἀκείνηι καὶ οὐκ ἐφοβήθης λεγούσης αὐτῆς ὁ μὴ φρονῶν οὕτως ἀνάθεμα ἔστω; ὑγιῶς δοξολόγει, καὶ ὑγιὴς ἔσηι" εἰ δὲ μή γε, μόνος ἀντλήσεις τὰ κακά.
VΙ Φίληκος ἐπισκόπου Ρώμης πρὸς τὸν αὐτὸν Πέτρον καθαιροῦσα αὐτόν
᾿Επειδὴ δυστήνων ἐξεμαγεύθης ἐν ἀσεβείαι λόγων καὶ οὐκἔκρινας εἶξαι τοῖς πτροτεταγ-μένοις ἁγίοις πατράσι τοῖς κατακοσμήσασι τὸν θρόνον τοῦ τῆς μακαρίας μνήμης καὶ πολυ-άθλου ᾿Ιγνατίου τοῦ μάρτυρος, οὗ καὶ ἀνάξιος ὧν οὐκ οἶδα ὅπως ἐμπετήδηκας ἄρξαι, καὶ μώμοις σου βεβήλοις καὶ ἀσεβέσι δόγμασι καινοτομίαν τῆι καθολικῆ! ἐκκλησίαι ἐνέκρινας τοῦ μὴ Χριστὸν σταυρωθέντα δι᾽ ἡμᾶς δεῖν εἰπεῖν, ἀλλὰ πάθος τῶι ἀπαθεῖ θεῶι ἀνόμως ἐπεισ-ἀξαι καὶ τῶι ἀθανάτωι πνεύματι θάνατον ἐπιθεῖναι καὶ οὐκ ἐφρικίασας ἃ οὐ παρεδέξω ἔκ τε τῶν θείων εὐαγγελίων καὶ ἀποστόλων καὶ τῶν ἀνδραγαθησάντων εὐφήμων πατέρων, κακίστως ἐπισοφισάμενος ταῦτα ἐπιστροβῆσαι καὶ οἰκείας φρονήσεως λύμην ἐμπαραθέσθαι τοῖς ἁπλουστέροις καὶ σκάνδαλον τοιαύτης αἱρέσεως, ὡς οὐδὲ ἴσα ταῖς προτέραις αἱρέσεσιν ἀνθεῖν, ὑπεράγειν δὲ μᾶλλον πολλαχῶς, καὶ οὐχ ὥρμησας τῆι ἀληθείαι καὶ τοῖς ἐπὶ δὶς γράμμασιν ἡμῶν ἐνωτίσασθαι, νῦν ἠρξάμην ἀποφήνασθαι κατὰ σοῦ, μᾶλλον δὲ ὁ κορυ-φαιότατος τῶν ποιμαντικῶν θρόνων, ὁ ἐν ἁγίαις εὐφημίαις κομῶν, ὁ ἄριστος τῶν ἀποστό-λων ἀληθῶς Πέτρος, οὐ μόνον δὲ κατὰ σοῦ, οὗ τὸ ὄνομα ἔπισος εἶ, ἀλλ᾽ οὐ τῆι γνώμηι οὐδὲ τῆι πίστει, ὅτι ὑπεράγαν ἐκ τούτου ἐκκεκλικὼς εἶ τοῦ ὀρθοῦ σκοποῦ καὶ τῆς ἀμωμήτου πίστεως, ἀλλὰ μὴν καὶ κατὰ τῶν μὴ ἐρυθριασάντων τοὺς τῶν σεπττῶν εὐαγγελιστῶν χα-ρακτῆρας καὶ τῶν τούτοις ἑπομένων ἀποστόλων καὶ τελείων ἀνδρῶν διδασκάλων τοὺς λόγους, ἀστάτωι γνώμηι ἐπερειδομένων τῆι ἐκ σοῦ παρανομουμένηι ἐκθέσει ὡς ἡδύτατα περιέπεσθαι ἐπὶ τὸ τῆς κακοδοξίας ὄντως πικρότατον καὶ οὐκ ἀποστραφέντων τὴν τοιάνδε δυσσέβειαν. λέξομεν οὖν σοι, ὡς καὶ κατ᾽ ἐκείνων, ἐπειδὴ ἠγάπησας κακίαν ὑπὲρ (ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ» τὸ λαλῆσαι δικαιοσύνην, ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν, διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος οὐ μόνον ἀπὸ τῆς ᾿Αντιοχέων ἐκκλησίας, ἀλλὰ καὶ ἀπὸ πάσης πόλεως καί γε πεπαγιωμένως ἔστω σου ἡ καθαίρεσις αὕτη ὑπ᾽ ἐμοῦ καὶ τῶν διεπόντων μετ᾽ ἐμοῦ τὸν ἀποστολικὸν θρόνον καὶ ᾿Ακακίου τοῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ποιμένος καὶ τῶν αὐτῶι τιμίων ὑποκειμένων περιορίων ἐπισκόπων ὡς καὶ τῶν αὐτῶν μὴ ἀνασχο-μένων ὑπομνημάτων. ὁτὲ μὲν γὰρ ἔφης τριάδα δι᾽ ἡμᾶς σταυρωθῆναι καὶ οὐχὶ Χριστόν, ὁτὲ δὲ τὸ ἀθάνατον πνεῦμα Μανιχαίξων, ὁτὲ δὲ ἐκ τούτων φυγὼν διακατελεγχόμενος ὑπὸ τῶν ἐμῶν ὑποθηκῶν καὶ λόγων Χριστὸν μετὰ τὸ ἀθάνατον πνεῦμα ἔλεξας ὑπομεμενηκέναι ὡς ὁ Σαμοσατεὺς καὶ Νεστόριος τὸ πάθος τὸν ἕνα υἱὸν διχάφοντες εἰς δυάδα υἱῶν. ὅτε δὲ καὶ ἐπὶ τούτωι εἶξας μὴ διασύρεσθαι, ἧκες ἐπὶ τὸ κάκιον τὸ τὸν χερουβικὸν ὕμνον εὐπαρέ-δρωι τρόμωι ἀνενδοιάστως ὡσαύτως τὴν τριάδα μὴ δοξολογεῖν, ἀλλὰ τὸν πάντα ὕμνον εἰς τὸν υἱὸν ἄγειν, ἐθέλων ἐνστήσασθαι ἣν κατὰ τῶν ἀκάκων ἐξήνεγκας νομῆς γάγγραιναν, καὶ παντοίαις ἐντεῦθεν ἀγχόναις αἱρέσεων μεγίστως περικρημνιφόμενος ἐκνεύων τῆς ἀλη-θείας τοῦ τὸν Χριστὸν μὴ κηρύττειν δι᾽ ἡμᾶς σταυρωθέντα τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τὸν ἐν μέσωι πατρὸς καὶ ἁγίου πνεύματος εὐσεβῶς δοξολογούμενον. τί γὰρ τούτου ἀπαγο-ρευτικώτερον, πατρὸς παρ᾽ ὑμῶν καὶ ἁγίου πνεύματος ἀδοξουμένον καὶ συκοφαντίαν τοῖς σεραφὶμ ὑμῶν παρεισφερόντων ὅτι οὐ τὴν τριάδα φάσκουσι δοξολογεῖν ἅγιος ἅγιος ἅγιος, ἀλλὰ μονοπροσώπως τὸν υἱόν; καὶ ποία φαραγκώδης αἱρέσεων οὕτως ἀπηναισχύντησεν ὡς ὑμεῖς; πλὴν καὶ ἐν τούτωι διατρέχοντες ἔτι καινοτέρως ἐπέβητε ταῖς στραγγαλιώδεσι τῶν ὑπὸ θεοῦ ἀπειπαμένων δυσφημιῶν τὸν υἱὸν πατέρα καὶ ἅγιον πνεῦμα λέγοντες Σαβελλιανίφοντες καὶ συναλείφειν κρίνοντες τὴν τριάδα ὁμολόγως ἀπηρνήσασθε, εἰς ἣν ἐβαπτίσθημεν καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν. τίς οὖν οὐκ ἀποδύρεται τοὺς οὕτω φάσκοντας περὶ τοῦ τρισαγίου τοῦ ἀχράντον; ὃ ἐμοὶ λίαν πρέπει ἀπείπασθαι καὶ κλαυθμὸν δοῦναι ἐπαξίως τῶν ἐπὶ τούτωι διασυλωμένων ἁπλουστέρων ψυχῶν τῶν τὸ ἀσεβὲς ὡς εὐσεβὲς δραματουργησάντων. οὗς καὶ ἀλλοτρίους ἡγούμεθα τῆς ὀρθοδόξου πίστεως καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας τοῦ ἡμῶν ἡγουμένου ἐνδόξου προέδρου Πέ-τρου τοῦ τὰς κλεῖς τῆς βασιλείας παρὰ τοῦ σωτῆρος ἡμῶν εἰληφότος. οἱ δὲ τοῦ ἀπο-στόλου θέλοντες εἶναι κοινωνοὶ ἄγονται καὶ τῆι διδαχῆι τούτου τοῦ τὸν Χριστὸν φάσκειν καὶ πιστεύειν δι᾽ ἡμᾶς σταυρωθέντα καὶ μὴ τοῦτον ἀπαρνήσασθαι ὡς καὶ ὁ ἀρτίως καθηι-ρημένος Πέτρος διὰ τὸ ἀλλοκότως καὶ δυσμενῶς ἐν τῶι τρισαγίωι προσκεκαινοτομηκέναι τὸ ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς, εἰδότες ὅτι οὐ τριάδα παρὰ τῶν ἀποστόλων σταυρωθεῖσαν παρε-δέξασθε, οὐ πατέρα, οὐ πνεῦμα ἅγιον, εἰ μὴ σαρκὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ μονώ-τατον. φεύγετε τοίνυν ἀπὸ τῆς δυσμενοῦς τούτου κοινωνίας καὶ ἔσομαι ὑμῶν κοινωνὸς καθότι καὶ ὑμεῖς ἐμοὶ τοῦ δολεροῦ φάσματος πόρρω ὑμῶν τῆς ὀρθοδοξίας ἐκπεπηδηκότος. φυλάξατε, Χριστοῦ μαθηταί, ἐμοῦ δὲ υἱοί, τὰς παραδόσεις ἃς παρελάβετε ἀπὸ τῶν θείων γραφῶν.
VII ᾿Ἐπιστολὴ Κυντιανοῦ ἐπισκόπου ᾿Αρκουλιανῶν πρὸς Πέτρον ἐπίσκοπον ᾿Αντιοχείας
Πολυτρόπως καὶ πολυμερῶς ἐξένευσας, ἀγαπητέ, τῆς ἀληθείας τἀναντία πράτ-τῶν τοῦ δεσποτικοῦ μυστηρίου, μὴ ἑπόμενος τοῖς εὐαγγελίοις ἢ τοῖς ἀποστόλοις ἢ τοῖς ἁγίοις πατράσι. καὶ γὰρ βαρεῖαν φέρει κατ᾽ αὐτῶν καινοτομίαν τῆς καθολικῆς ἐκκλη-σίας ἡ ἔκθεσίς σου καὶ μέντοιγε οὐκ ἀπείπτω ταύτης πολλῶν ἐπισκόπων ὑπομεμνηκότων σε, μάλιστα τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Φίληκος τοῦ ταύτης ἀποστραφῆναί σε καὶ εὐθῆ καὶ ὀρθοτόμον εἶναι τοῦ σωτηρίου κηρύγματος. ἀλλ᾽ οὖν γε ἀντιποιούμενος αἱρέσεων τὸ τῆς θείας διδασκαλίας τάλαντον ἀπεκρύψω εἰς τὴν γῆν καὶ οὐ μᾶλλον τοῦτο προβα-λέσθαι ἐπὶ τράπεζαν εἶξας οἷον ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις τὴν ὑγιῆ διδασκαλίαν, ἀλλὰ τοὐναντίον ζιξάνια ἔσπειρας. καὶ τίς ἔτι ἀνέξεταί σου διαστρέφοντος τὸ τοῦ Χρι-στοῦ εὐαγγέλιον; οὐ τὸν ἐν δύο φύσεσιν ἕνα υἱὸν τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν, τοῦτον κηρύσσοντος ἐσταυρωμένον, ἀλλὰ τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ἀθάνατον οἷον τὴν μίαν τῆς τριάδος οὐσίαν φάσκοντος ἐσταυρωμένην, καὶ οὐ μόνον, ἀλλάγε καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς φής. καὶ εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, μία δὲ φύσις τοῦ θεοῦ πατρὸς καὶ τοῦ λόγον, πῶς οὐ μία καὶ ἡ αὐτὴ φύσις τοῦ πατρὸς καὶ τοῦ σώματος καὶ τοῦ λόγου; εἰ δὲ οὐ μία φύσις θεοῦ πατρὸς καὶ σαρκὸς ἀνθρωπείας καὶ τοῦ λόγου, φράσον πῶς μία φύσις τοῦ λόγου καὶ τῆς σαρκός. πῶς γὰρ κτιστὴ καὶ ἄκτιστος μία φύσις; εἰ δὲ τοῦτο ἀδύνατον, πῶς ἡ κτιστὴ σὰρξ καὶ ὁ ἄκτιστος λόγος μία φύσις καὶ οὐ δύο ἐνηλλαγμέναι; εἰ δὲ φύσεως μιᾶς ἐστιν ὁ Χριστὸς καὶ οὐ δύο, τί οὐ λέγεις τὸν Χριστὸν κτιστὸν ὡς ὁ ἤαρειος ἢ ἄκτιστον ὡς ὁ Μανιχαῖος; ποῦ δὲ καὶ ἡ χρονικὴ Χρι-στοῦ γεννήσεως φύσις καὶ ἡ τῆς θεότητος αὐτοῦ προαιώνιος γέννησις; ποῦ τὸ σήμερον γεγέννηκά σε καὶ τὸ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε καὶ τὸ ᾿Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; πῶς δὲ καὶ λέγεις ττρὸ τῆς ἑνώσεως τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς δύο, εἰ μὴ προυπῆρχεν ἡ κατ᾽ οὐσίαν ἐκ παρ-θένου ἕνωσις; καὶ γὰρ εἰ μὴ προυπάρχει ἡ τοῦ Χριστοῦ σὰρξ πρὸ Μαρίας κατὰ τὸν Οὐαλεν-τίνου ἀσεβῆ λόγον, πῶς δύο προυπῆρχον φύσεις πρὸ Μαρίας; τίνος δὲ καὶ αὕτη ἡ ἔκ-φρασις; οὐχὶ Εὐτυχοῦς τοῦ μᾶλλον ἀτυχοῦς τὸ ἐκ δύο λέγειν φύσεων μίαν γεγενῆσθαι φύσιν; εἰ δὲ ταὐτὰ ἐκείνωι φρονεῖς, πῶς τοῦτον ἀποβάλληι ὁ τὰ αὐτοῦ παραδεχόμενος κάκιστα καινίσματα; εἴπερ ἐπ᾽ ἀληθείας τοῦτο πέπρακτο, τοὺς κατ᾽ αὐτοῦ ἁγίους πατέρας τοὺς ἐν Χαλκηδόνι εἶχες δεκτούς. πλὴν φράσον μοι πῶς ἡνωμένως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα λέγεται τριάς, μόνος ὧν θεός, εἰ οὐ παραδέχηι λέγειν ἐν ἑνὶ υἱῶι δύο φύσεις. καὶ εἰ ἡ τριὰς εἷς θεός, πτῶς ὁ θεὸς καὶ τὸ ἡμῶν σῶμα αὐτῶι ἑνωθὲν οὐκ ὀφείλει λέγεσθαι εἷς υἱὸς ἐν δύο φύσεσιν; εἰ δὲ μία φύσις ὁ θεὸς λόγος καὶ ἡ σάρξ, δῆλον ὅτι τραπεὶς ὁ λόγος οὐκέτι λόγος, ἀλλὰ σάρξ, καὶ εἰ ἡ σὰρξ τραπεῖσα γέγονε λόγος, οὐκέτι εἴη σάρξ. εἰ δὲ ἐν τούτοις οὐ γέγονε τροπή, πῶς οὔκ εἰσιν ἐν Χριστῶι δύο φύσεις; ἡ γὰρ σὰρξ σάρξ ἐστιν, εἰ καί ἐστι θεοῦ σάρξ, καὶ ὁ λόγος λόγος ἐστίν, εἴ γε καὶ ἀνέλαβε τὴν ἡμῶν πρόσληψιν. εἰ δὲ ἐτράπη, πῶς οὐχ ὁμοούσιος ἡ σὰρξ καὶ συναίδιος τῶι πατρὶ καθὸ καὶ ὁ λόγος; εἰ δὲ ἑτερο-οὐσιός ἐστιν ἡ σὰρξ τῶι πατρί, καθότι αὕτη μὲν πρόσφατος, ὁ δὲ πατὴρ ἄχρονος, πῶς οὐχὶ πρόσφατος καὶ ὁ λόγος, καθὸ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τοῦ θεοῦ λόγον λέγεις καὶ τῶι πατρὶ ἑτεροούσιον αὐτὸν λέγεις; εἰ δὲ οὐχ ἡ αὐτὴ φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, πῶς οὐκ εἰσὶ δύο ἡ σὰρξ καὶ ὁ λόγος; εἰ δὲ πᾶσα ἡ θεότης σὰρξ γεγένηται, πῶς ἔμεινεν ὁ λόγος ὃ ἦν; πῶς δὲ καὶ ἄτρεπτος σαρκωθείς; καὶ εἰ οὐκ ἔστι Χριστὸς ἐν δύο φύσεσι, πῶς σαρκωθεὶς ὁ θεὸς λόγος ἔμεινεν ὃ ἦν; καὶ εἴ ἐστιν ὁ θεὸς λόγος παϑητός, ἀπαθὴς δὲ ὁ πατήρ, πῶς εἷς καὶ μόνος ἐστὶν ὁ θεός; πτῶς δὲ καὶ τούτων μία ἐστὶν ἡ φύσις; εἰ δὲ καὶ ἀπτα-θὴς ἡ τριάς, πῶς ὁ θεὸς λόγος ἔπαθεν ὑπὲρ ἡμῶν; εἰ δὲ οὐκ ἔπαθε, πτῶς ἡ ἑτέρα φύσις τῆς σαρ-κὸς οὐκ ἔπαθε; καὶ εἰ πτᾶν τὸ πάσχον κτιστόν, πῶς ὁ θεὸς λόγος οὐ κτιστὸς πάσχων σαρκί; εἰ δὲ πάσχει σαρκὶ ὁ θεός, πτῶς οὐ πάσχει θεότητι; εἰ δὲ οὐ πάσχει θεότητι, τίνι πάσχει σαρκί; εἰ δὲ σαρκὶ πάσχει, πτῶς οὐ πάσχει καὶ ἑαυτῶι ὁ θεός; εἰ δὲ ταὐτὸν τὸ εἰπεῖν θεοῦ. παθόντος σαρκὶ τῶι εἰπεῖν Χριστοῦ παθόντος σαρκί, πῶς οὐκ ἔσται ταὐτὸν τὸ εἰπεῖν πνεῦμα θεῖον πάσχει σαρκί, ἐπειδὴ πνεῦμα ὁ θεός; εἰ δὲ οὐχ ὅμοιον τὸ εἰπεῖν θεοῦ πιαθόν-τος σαρκὶ τῶι εἰπεῖν Χριστοῦ παθόντος σαρκί, πτῶς δυνατὸν πλέον οἰκειοῦσθαι τὸν θεὸν λόγον τὰ τῆς σαρκὸς οὗ οἰκειοῦται τὰ τοῦ θεοῦ λόγου ὁ πατήρ; πῶς δὲ καὶ εἰ οἰκειώσει ὁ θεὸς λόγος πάσχει σαρκί, οὐκ ἔσται οἰκειώσει καὶ ὁ πατὴρ τῶι θεῶι λόγωι πάσχων; καὶ: εἰ ἀπέθανεν ὁ θεὸς λόγος σαρκί, πῶς ἐστιν ὁμοούσιος τῶι πατρὶ τῆι ἀθανασίαι; ὁ γὰρ θανὼν ὑπὲρ ἡμῶν οὔκ ἐστιν ἀθάνατος" ἀπέθανε γὰρ κατὰ τὰς γραφάς. καὶ εἰ εἷς τῆς τριάδος ἀπέθανε, ποτὲ δυὰς ἡ τριάς" καὶ εἰ δυὰς ἡ τριὰς οὐ γέγονέ ποτε, πῶς εἷς τῆς τριάδος ἀπέθανεν, εἴγε ἡ ἑτέρα φύσις τοῦ θεοῦ λόγου οἷον ἡ τῶν ἀνθρώπων φύσις οὐκ ἔθανεν; εἰ δὲ ἡ τρισαγία φωνὴ τριὰς οὐχ ὑφίσταται, δῆλον ὅτι μιᾶς ὑποστάσεως εἶναι λέγεις τὴν τριάδα, καὶ πῶς οὐ δείκνυσαι εἶναι Σαβελλιανός; εἰ δὲ ἐν τρισὶν ὑποστάσεσι μία φύσις ὑφίσταται τῆς τρισαγίας φωνῆς, πῶς οὐχὶ τὴν τριάδα σταυρωθεῖσαν λέγεις καὶ ἄθεον ἑαυτὸν ὡς οἱ Μαρκιωνισταὶ εἶναι οὐ λέγεις;
Πᾶς γοῦν ὅστις λέγει μίαν φύσιν θεοῦ λόγου καὶ σαρκὸς καὶ οὐ δύο ἡνωμένας καὶ ἀδιαιρέτους, καθαιρείσθω.
καὶ εἴ τις φύρει τὰς δύο τοῦ Χριστοῦ φύσεις λέγων θεὸν παθόντα σαρκὶ καὶ οὐ πα-θόντα Χριστὸν σαρκὶ κατὰ τὸν ἀπόστολον, καθαιρείσθω.
καὶ εἴ τις τὸν ἀπαθῆ καὶ ἀθάνατον θεὸν λόγον λέγει τετράφθαι εἰς πάθος καὶ εἰς θνῆσιν καὶ οὐκ ἀποδιδῶι τῆι αὐτοῦ σαρκί, καθαιρείσθω.
καὶ εἴ τις τὴν τρισαγίαν λέγει δι᾽ ἡμᾶς σταυρωθεῖσαν θεότητα καὶ οὐχὶ τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, καθαιρείσθω.
καὶ εἴ τις μετὰ τὴν τρισαγίαν φωνὴν Χριστὸν λέγει σταυρωθέντα καὶ οὐχὶ μᾶλλον τὸν ἕνα υἱὸν τὸν ἐν μέσωι τῆς τρισαγίας φωνῆς ἀνυμνούμενον, καθαιρείσθω.
καὶ εἴ τις ἄνθρωπον λέγει τὸν δι᾽ ἡμᾶς σταυρωθέντα ἤτοι θεὸν χωρίζων τὰς φύσεις καὶ οὐ συνάπτων ἐν τῶι σταυροῦσθαι αὐτόν, καθαιρείσθω.
καὶ εἴ τις ψιλὸν ἄνθρωπον λέγει ὡς Παῦλος ὁ Σαμοσατεὺς ἢ ὥσπερ Φωτεινός, ἀναϑε-ματιξέσθω.
καὶ εἴ τις θεανθρωπίαν λέγει καὶ οὐχὶ θεὸν καὶ ἄνθρωπον μᾶλλον λέγει, ἀναθεμα-τιξέσθω.
καὶ εἴ τις ἑτεροούσιον λέγει τῆς ἡμετέρας σαρκὸς τὴν σάρκα τοῦ Χριστοῦ καὶ οὐχὶ δὴ μᾶλλον ἡμῖν ὁμοούσιον χωρὶς ἁμαρτίας, καθαιρείσθω.
καὶ εἴ τις λέγει ἄνουν καὶ ἄψυχον τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν καὶ ἀντὶ ψυχῆς ἔχειν τὴν θεότητα καὶ ὡς ἐκ τούτου πάσχειν σαρκὶ τὸν θεὸν λόγον λέγειν καὶ οὐχὶ δὴ μᾶλλον νουνεχῆ τὴν ψυχὴν τὴν λογικὴν ἀνειληφέναι τὸν θεὸν λόγον καὶ ἀπαθῆ λέγει αὐτὸν τῆι θεότητι, παθητὸν δὲ τῆι ἀνθρωπότητι, καθαιρείσθω.
Ταύτας τὰς δώδεκα καθαιρέσεις ἀπέστειλά σοι, ὅπως φοβηθεὶς τούτων τὰς κρίσεις διεστηκὼς ἔσηι τῆς πανδεινοτάτης σου καινοτομίας εἰδὼς ὅτι χρὴ ἐξακολουθεῖν τῆι ἀπο-καλύψει τοῦ ὁσιωτάτου τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἐπισκόπου Πρόκλου, πῶς ἐν τῶι Κάμπωι καταδραμὼν σὺν παντὶ τῶι λαῶι κυματιξομένης ὑπὸ σεισμῶν τῆς αὐτῆς πό-λεως καὶ θρήνου ὑπὸ πάντων ἀναπεμπομένου ἄφνω παῖδα εἰς τὸν ἀέρα ἀρθῆναι συνέβη ὑπό τινος δυνάμεως καὶ τούτωι ἐνθέσθαι τοῦ λιτανεύειν τὸ τρισάγιον καὶ λέγειν ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς, καὶ ταῦτα τοῦ ἀπαγγεῖλαι τῶι ἐπισκόπωι προσετάχθη. ὃς καὶ μετὰ τρίωρον ἔστη ἐν τῶι τριβουναλίωι παρὰ τοὺς πόδας τοῦ αὐτοῦ ἐπισκόπου καὶ ταῦτα διηγήσατο καὶ οὕτως λιτανευσάντων ἔστησαν οἱ σεισμοί. οὕτως οὖν καὶ σὺ λιτάνευε καὶ πταύσεται ἡ κατὰ σοῦ μελετωμένη ἐξενεχθῆναι ὀργή᾽ εἰ δὲ μή, ἥξει ἐπὶ σὲ καθαίρεσις ὑπὸ τοῦ πάπα ἡμῶν Φίληκος. φυλάξει δὲ ὁ θεὸς τὸν κόσμον ἀπὸ τῶν σκανδάλων, ὧι ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
᾿Ἐπιστολὴ ᾿Ακακίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς Πέτρον ἀρχιεπίσκοπον ᾿Αντιοχείας ὅτι οὐ δεῖ ἐν τῶι τρισαγίωι ἐντίθεσθαι τὸ ὁ σταυρωϑθεὶς δι᾽ ἡμᾶς
᾿Ἐξέστη ὁ οὐρανὸς καὶ ἔφριξεν ἡ γῆ, ἐσαλεύθη δὲ καὶ τὰ θεμέλια τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, θρῆνος δὲ καὶ κλαυθμὸς κατείληφε τοὺς ἱερεῖς τοῦ Χριστοῦ ἐφ᾽ οἷς ἐγώ τε καὶ ἡ κατὰ θεοῦ ἐπίνευσιν ἐνταῦθα ἀθροισθεῖσα ἁγία σύνοδος ἀκη-κόαμεν πεπρᾶχθαι ὑπὸ σοῦ, ἀδελφέ. ποία γραφή σε ἐδίδαξε τὸ ἅγιον πνεῦμα λέγειν ἐσταυρῶσθαι ἢ δύο υἱοὺς δογματίφειν ἢ νοθεύειν τὴν τρισάγιον ὑμνολογίαν ἢ τετράδα ἀντὶ τριάδος δοξολογεῖν ἢ ἀγγέλων ἁγιώτερον καὶ νουνεχέστερον ἑαυτὸν ἀποφαίνειν; ἐν γὰρ τῶι λέγειν σε ἅγιος ἰσχυρός᾽ καὶ πάλιν κατωτέρω ἐπάγειν ἱὁ σταυρωϑθεὶς δι᾽ ἡμᾶς᾽ δύο υἱοὺς σημαίνεις, ἕνα ἰσχυρὸν καὶ ἕνα τὸν σταυρωθέντα ὅταν δὲ πάλιν εἴπηις ἱἅγιος ἀθάνατος ὁ σταυρωθβεὶς δι᾽ ἡμᾶς᾽, εὑρίσκεσαι τῶι ἁγίωι πνεύματι τὸν σταυρὸν ἐπιφέρων᾽ περὶ γὰρ αὐτοῦ εἴρηται τὸ ἅγιος ἀθάνατος᾽. καὶ τὰ τοιαῦτά σου φρονήματα πάσης αἱρετικῆς κακονοίας ἴδια, μᾶλλον δὲ Μανιχαικῆς μανίας ἰνδάλματα. καὶ γὰρ ἐκεῖνος, καϑάπερ καὶ σύ, παντελῶς ἀπαρνησάμενος τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ τὴν παρ-θενικὴν ὠδῖνα ἔφησε τὸ ἅγιον πνεῦμα τὸ ἐν εἴδει περιστερᾶς κατελθὸν ἐκ τῶν οὐρανῶν ἐν τῶι ᾿Ιορδάνηι ποταμῶι σεσωματῶσθαι ἐκ τῶν ὑδάτων καὶ τοῖς ἀνθρώποις συναστρα-φῆναι καὶ τῶι σταυρῶι προσηλῶσθαι καὶ τὸν θάνατον ὑπομεμενηκέναι τὸν ὑπὲρ ἡμῶν. πῶς δὲ καὶ ἐπιβαίνειν νῦν οὐκ ἐρυθριᾶις τῶι ἱερατικῶι θρόνωι, ὃν ἐμόλυνας διὰ τῶν σῶν βλασφημιῶν, ἔξω τοῦ ἱερατικοῦ τάγματος καὶ ἀλλότριος γεγονὼς τοῦ ποιμνίου τοῦ Χριστοῦ; οὐ μόνον γὰρ τὸν χερουβικὸν ὕμνον ἐνόθευσας, δι᾽ οὗ καὶ ἡ ἡμετέρα πόλις ἐστερε-ὦθη σαλευομένη ποτὲ ὑπὸ ἀνενδότων σεισμῶν, παιδὸς νηπίου περὶ τὸν ἀέρα ἁρπαγέντος ἐπ᾽ ὄψεσι πάσης τῆς πόλεως ἕως τρίτου οὐρανοῦ κατὰ τὸν θεσπέσιον Παῦλον κἀκεῖ ἀκηκοότος τὴν ἄρρητον ταύτην ὑμνολογίαν καϑ᾽ ἣν ὥραν ἐν τῶι Κάμπωι τὰ πλήθη μετὰ δακρύων ἀνεβόων τὸ κύριε ἐλέησον πρὸς τὸν θεὸν ἅμα τῶι ἐν ἁγίοις Πρόκλωι τῶι γεγονότι : πατρὶ ἡμῶν καὶ ἀρχιεπισκόπωι ταύτης τῆς βασιλίδος καὶ φιλοχρίστου πόλεως" ἀλλὰ γὰρ πολυτρόπως πειρᾶσαι τὰ ἐναντία φρονεῖν οὐ μόνον τῶν ἁγίων συνόδων τῆς τε ἐν Νικαίαι καὶ ἐν ταύτηι τῆι βασιλίδι πόλει καὶ τῆς ἐν Χαλκηδόνι, ἀλλὰ καὶ τῶν θείων γρα-φῶν, μὴ βουλόμενος κατὰ τὴν αὐτῶν παράδοσιν λέγειν Χριστὸν τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν τὸ πάθος ὑπομεμενηκέναι σαρκὶ κατὰ τὴν πιαράδοσιν τοῦ κορυφαίου τῶν ἀποστόλων. : γράφων γὰρ αὐτὸς οὕτω φράξει Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανε, δί-καιος ὑπὲρ ἀδίκων, θανατωθεὶς μὲν σαρκί, τωοποιηθεὶς δὲ πνεύματι, ἐν ὧι καὶ τοῖς ἐν φυλακῆι πνεύμασι πορευθεὶς ἐκήρυξε, φυλακὴν τὸν ἄιδην καλῶν. κρύψας γὰρ τὸ ἄγκιστρον τῆς αὐτοῦ θεότητος ἔνδον τῆς ψυχῆς τοῦ ἁγίου αὐτοῦ σώματος, οὕτως τῶι ἄιδηι συνεκρίθη καὶ τὴν αὐτοῦ παμφάγον γαστέρα ἀνέτεμε καὶ τοὺς ἀπ᾽ αἰῶνος: θανόντας ἐξωοποίησε κατὰ τὸν ᾿Ιὼβ τὸν λέγοντα ἄξεις δράκοντα ἐν ἀγκίστρωι. σὺ δὲ ἀπὸ τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψας ἐπὶ τοὺς μύθους ἐξετράπης κατὰ τὸν Αρειον καὶ ᾿Απολινάριον λέγων τὸν ἕνα τῆς τριάδος παθεῖν, ὅς ἐστιν ἡ ἄρρητος σοφία τοῦ θεοῦ καὶ πατρὸς τό τε αὐτοῦ ἀταύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, λόγος συνάναρχος καὶ συναίδιος" ἐν ἀρχῆι ἣν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν. θεὸν καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὕτως δὲ φρονεῖν ἔσπευσας, ἐπειδὴ ἀπηρνήσω τὴν σωτήριον τοῦ λόγου ἐνανθρώπησιν, ἣν καὶ ὑπὲρ ἡμῶν αὐτὸς ὁ λόγος καὶ θεὸς λύτρον δέδωκε τῶι θανάτωι καὶ ἀναστὰς ἐκ νεκρῶν ἀνήγαγεν εἰς οὐρανούς. περὶ ἧς καὶ τῶι ᾿Αβραὰμ ἔλεγεν ὁ ϑεὸς ἐν τῶι σπέρματι σου εὐλογηθήσονται πάντα τὰ ἔθνη, ὃ καὶ βεβαιῶν ἔλεγεν ὁ ἀπόστολος τῶ: Ἁβραὰμ ἐλέχθησαν αἱ ἐπαγγελίαι καὶ τῶι σπέρματι αὐτοῦ. οὐ λέγει ἱκαὶ τοῖς σπέρμασιν αὐτοῦ᾽ ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς ἱκαὶ τῶι σπέρματί᾽ σον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός. ἐσπούδασται δέ σοι τὸ οὕτως φρονεῖν καθότι οὐδὲ τὴν τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐπωνυμίαν προσδέχηι [ἤτοι] τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἄρα πάντως περὶ σοῦ ἂν εἴη τὸ γεγραμμένον “εἴ τις οὐχ ὁμολογεῖ τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, ἤτω ἀνάθεμα᾽ καὶ τὸ ὑπὸ ᾿Ιωάννου λεγόμενον πᾶν πνεῦμα ὃ ὁμολογεῖ ᾿Ιησοῦν Χριστόν, ἐκ τοῦ θεοῦ γεγέννηπαι καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ ᾿Ιησοῦν Χριστόν, ἐκ τοῦ θεοῦ οὐ γεγέννηται. οἱ οὖν ἐκ θεοῦ γεννηθέντες Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ πάθος γεγενῆσθαι λέγουσι κατὰ τὰς προαγγελθείσας περὶ αὐτοῦ προφητείας καὶ τὰ τῶν ἀποστόλων διδάγματα. Χριστὸν γὰρ λέγων τὸν τοῦ θεοῦ τοῦ παντοκράτορος υἱὸν τὸν σταυρὸν ὑπομεμενηκέναι τὰ ἑκάτερα λέγεις ἐν τῶι ἑνί, τήν τε αὐτοῦ θεότητα καθ᾽ ἣν θεός ἐστιν ἀπαθὴς καὶ ὁμοούσιος τοῦ θεοῦ καὶ πατρός, καὶ (τὴν ἀνθρωπότητα καθ᾽ ἣν ἐστιν) ἄνθρωπος ὁ αὐτὸς θνητὸς καὶ ὁμοούσιος τῆι παρθένωι μητρί τὸ δὲ λέγειν τὸν ἕνα τῆς τρι-ἀδος παθεῖν δείκνυσιν αὐτὸν τὸν λόγον παϑητόν. ἐὰν οὖν ὁ λόγος παθητός, ὁμοίως καὶ ὁ πατήρ᾽ εἰ δὲ ὁ πατὴρ καὶ ὁ λόγος παθητός, παθητὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐπειδὴ μία οὐσία καὶ μία ἡ τούτων θεότης. ἐὰν δὲ εἴπτηις φεύγων τὸ τῆς υἱοπατορίας ἔγκλημα παθητὸν μὲν τὸν λόγον, ἀπαϑῆ δὲ τὸν πατέρα καὶ τὸ πνεῦμα, ἔλυσας τὸ ὁμοούσιον, ἐπηύξησας δὲ καὶ τὴν πολυθείαν. ἵνα οὖν μὴ ἄτριπτον καὶ ἄβατον τρίβον διοδεύων κρημνισθῆις εἰς τὴν τῶν αἱρέσεων φάραγγα, γένηι δὲ καὶ ὑπαίτιος τῆς τῶν πολλῶν ἀπω-λείας καὶ τῆς τοῦ θεοῦ ἱερατείας ἀλλότριος, τῆι βασιλικῆι ὁδῶι σεαυτὸν καὶ τὴν ποίμνην σου ὁδήγησον, καθ᾽ ἣν, καὶ οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες βαδίσαντες κατέλαβον τὸν οὐρανόν. ἐπεὶ ἔσο γινώσκων ὅτι ἡ ἀξίνη πρὸς τὴν ῥίφαν τῶν ἀκάρπων δένδρων κεῖται, καὶ ὑπ᾽ αὐτῆς ὡς ἀγριέλαιος ἐκκοπήσηι, τοῦτ᾽ ἐστὶ τῆι τοῦ ἁγίου πνεύματος δυνάμει, ἵνα ἡ εἰρήνη καὶ ὁμόνοια ἀρραγὴς διαμείνηι τοῖς ἱερεῦσι τοῦ Χριστοῦ.
ΝΙΠῚ ᾿Εἐπιστολὴ Φίληκος ἐπισκόπου Ῥώμης πρὸς Πέτρον ἐπίσκοπον ᾿Αντιοχείας παραινοῦσα ὅτι οὐ δεῖ προστιθέναι ἐν τῶι τρισαγίωι τὸ (ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς᾽
Τίς δώσει τῆι κεφαλῆι μου ὕδωρ καὶ τοῖς βλεφάροις μον πηγὴν δακρύων; ποῖον δὲ καὶ ἄξιον ὀδυρμὸν προσοίσω τῆι ἐμαυτοῦ ψυχῆι συναλγῶν τῆι τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν Χριστοῦ ἁγίαι καϑολικῆι καὶ ἀποστολικῆ! ἐκκλησίαι; κλαί-ουσα ἔκλαυσεν αὕτη ἐπὶ υἱοῖς καὶ θυγατράσιν αὐτῆς καὶ οὐχ ὑπάρχει ὁ παρα-καλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν’ ἅπαντες οἱ καταδιώ-κοντες αὐτὴν τύραννοί τε καὶ αἱρεσιάρχαι κατέλαβον αὐτὴν διὰ σοῦ, ἀδελφὲ τιμι-ὦτατε, καὶ οἱ ἐκθλίβοντες αὐτὴν ἐγένοντο εἰς κεφαλὴν αὐτῆς" πᾶσα ἡ εὐπρέπεια αὐτῆς τὸ ὅσον ἐπὶ σοί, ἐγένετο εἰς οὐδέν. ἰδόντες οἱ ἐχϑροὶ αὐτῆς ἐχάρησαν ἐπὶ τῆι ἀπωλείαι τῶν τέκνων αὐτῆς" οὗς γὰρ ἐξέθρεψεν, οὗς ἐτιθηνήσατο, οὗς εἰς μέτρον ἡλικίας ἀνήγαγε γαλακτοτροφήσασα προφητικοῖς καὶ ἀποστολικοῖς δόγμασι, τούτους ἐν μιᾶι καιροῦ ῥοπῆι διὰ δηλητηρίου ἐφόνευσας. καθ᾽ ὃν γὰρ τρόπον οἱ τὴν ἁλιευτικὴν μετερ-χόμενοι βρώματι τὸ ἄγκιστρον καλύπτουσι καὶ ἀπροόπτως τοὺς ἰχθύας ἀγρεύουσιν, οὕτως καὶ σὺ τῆι τῶν ἀγγέλων ὑμνολογίαι προσθήκην ἐπήγαγες καὶ τῆι τρισαγίαι λιτῆι ὡς ἐκ προσώπου εὐσεβείας ἀσέβειαν ἐπενόησας δεινήν. ἐκ πολλῶν γὰρ ἐπαρχιῶν τῶν κατὰ τὴν ᾿Ανατολὴν γράμματα ἐδεξάμεθα τὰ σημαίνοντα ἡμῖν ὡς ὅτι ἣ σὴ θεοφίλεια τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα ἀνέλαβε καὶ ἀθετεῖται παρ᾽ ὑμῶν ἡ σωτήριος ἐναν-θρώπησις καὶ ὅτι εἰς τὸ Μανιχαίων δόγμα ᾿Αρείου τε καὶ ᾿Απολιναρίου καὶ Παύλου τοῦ Σαμοσατέως περιηνέχθητε. τὸ γὰρ μὴ λέγειν τὸν μονογενῆ υἱὸν καὶ κύριον ἡμῶν ᾿Ιἰησοῦν Χριστὸν εἶναι τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι αὐτόν τε τὸ πάθος τὸ τοῦ σταυροῦ ὑπομεμενηκέναι, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἄψυχόν τε καὶ ἄνουν τὸ τοῦ κυρίου σῶμα τὴν ᾿Απολιναρίον αἵρεσιν κρατύνει, μὴ ἐγνωκότος ἐκείνου ὅτι κατ᾽ αὐτὴν τὴν ἔναρξιν τῆς κοσμοποιίας. πρῶτον ἡ ψυχὴ τοῦ πρωτοπλάστου καὶ προπάτορος ἡμῶν ἐθανατώθη καὶ εἶθ᾽ οὕτως τὸ σῶμα: ἐλέχθη γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἧι δ᾽ ἂν ἡμέραι φάγηι ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονη-ρόν, θανάτωι ἀποθανεῖται᾽ κατὰ οὖν τὴν ἀπόφασιν τὴν ὑπὸ τοῦ θεοῦ κατ᾽ αὐτοῦ ἐπενεχθεῖσαν ἐν ἧι ἡμέραι ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἐν αὐτῆι ἐθανατώθη ψυχικῶς" ὁ γὰρ τοῦ σώματος αὐτοῦ θάνατος γέγονε μετὰ ἐνακόσια καὶ τριάκοντα ἔτη. ὁ τοίνυν θεὸς οὐχ ἡμιτελὲς τὸ δῶρον αὐτοῦ ἐποίησεν, ἀλλ᾽ ὅλον ὁμοῦ τὸν ᾿Αδὰμ ἐκ μήτρας παρθενικῆς ἀνέλα-βεν, ἵνα καὶ ὅλον τὸν ἀπολωλότα διασώσηι᾽ δι᾽ ὃ καὶ ἔλεγεν ὁ κύριος ἐγὼ τὴν ψυχήν μον τίθημι ὑπὲρ τῶν προβάτων. κρατύνειν δὲ βούλει καὶ Οὐαλεντίνου καὶ Μαρ-κίωνος Μανιχαίων τε καὶ Βασιλειδιανῶν, ἔτι μὴν καὶ Ἑλλήνων τὰ θρηισκεύματα. εἰ γὰρ θεός εκ ὁ ἀποθανὼν διαιρετῶς καὶ οὐσιωδῶς, ὡσαύτως δὲ καὶ τὸ ἅγιον πνεῦμα θεὸς καὶ αὐτὸ διαιρετῶς καὶ οὐσιωδῶς, εὑρεθήσονται ὡς κατὰ τὸν σὸν καὶ τὸν ἐκείνων λόγον τρεῖς θεοί, καὶ διὰ τούτου κρατυνθήσεται τῆς πολυθείας ἡ πλάνη, καὶ ὅσον ἐπὶ σοί, δι-εἐσκέδασται τὸ ἄκουε ᾿Ισραήλ, κύριος ὁ θεός σον κύριος εἷς ἐστι καὶ ὅπερ ἔλεγεν ὁ “Ἱερεμίας, οὗτος ὁ θεὸς ἡμῶν’ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁμοίως δὲ καὶ ὁ κύριος ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν. καὶ τῆς θείας γραφῆς ἕνα θεὸν τὴν ἁγίαν καὶ ἀδιαίρετον τριάδα κηρυττούσης, σὺ καὶ οἱ πρὸ σοῦ αἱρεσι-ἀρχαι τρεῖς θεοὺς ἐδογματίσατε, ἄλλον μὲν λέγοντες θεὸν τὸν πατέρα παρὰ τὸν υἱὸν καὶ ἕτερον θεὸν τὸν υἱὸν παρὰ τὸν πατέρα καὶ πάλιν ἄλλον θεὸν τὸ πνεῦμα τὸ ἅγιον παρὰ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸν μὲν θνητὸν καὶ νεογενῆ, τὸν δὲ ἄναρχον καὶ ἀθάνατον.
ἐπὶ τούτοις δὲ τοῖς βλαβεροῖς σου ῥήμασι βουλόμενος τὰ ἐναντία φρονεῖν τῶν τε ἐν Νικαίαι ἀθροισθέντων καὶ ἐν τῆι Κωνσταντινουπόλει καὶ ἐν Χαλκηδόνι ἁγίων πατέρων τῶν καὶ τὸ ὁμοούσιον κρατυνάντων καὶ μίαν τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κεκραγότων κατὰ τὴν ᾿Αρείου φρενοβλάβειαν καὶ σὺ ἐπ᾽ ἐκκλησίας ἐτόλμησας εἰπεῖν ὅτι ὁ εἷς τῆς ἀκτίστου καὶ ἀδιαιρέτου τριάδος τὸ πάθος ὑπέμεινε, καὶ διὰ τούτου ἐδοκίμασας λύειν καὶ τὸ ὁμοούσιον καὶ ἀριθμῶι ὑποβάλλειν τὸ θεῖον. εἰ γὰρ εἷς τῆς ἁγίας τριάδος τῆς ἀκτίστου καὶ συναίδιος ὁ σταυρωθεὶς θεός, τουτέστιν ὁ υἱός, δύο δὲ τῆς τριάδος ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα, λέγονται δὲ θεοὶ καὶ οὐχὶ κατὰ τὸν εὐθῆ λόγον θεός, καθὼς παραδεδώκασιν ἡμῖν οἱ αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγον, εὑρεθήσεται [καὶ οὕτως] λυόμενον μὲν τὸ ὁμοούσιον (θνητὸν γὰρ καὶ ἀθάνατον ὁμοούσια εἶναι ἔτι οὐ δύνανται), κρατυνθήσεται δὲ καὶ οὕτως ὁ τῆς πολυθείας λόγος ἐν τῶι τρεῖς θεοὺς τὸν Χριστιανισμὸν καταγγέλλειν. ὁπότε οὖν γέγραπται ὅτι ὁ λόγος σὰρξ γέγονε καὶ θεὸς ἦν ὁ λόγος, οὐχ ἕτερος θεὸς ὁ λόγος παρὰ τὸν πατέρα εὑρεθή-σεται. λόγος γὰρ οὐχ ἁπλῶς, ἀλλὰ λόγος ἐνυπόστατος καὶ θεὸς ὁ υἱὸς εἴρηται, ἵνα ἐκ τῆς ἡμῶν εὐτελείας γνῶμεν τὸ ταὐτὸν τῆς οὐσίας τοῦ πατρός καὶ τοῦ λόγου καὶ τοῦ πνεύ-ματος τοῦ ἁγίου. καὶ γὰρ ἡμεῖς οὐχ ἕτεροι παρὰ τὸν ἡμέτερον λόγον εὑρεθησόμεθα. ἐπεὶ οὖν καθὸ λόγος, ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς οὐκ ἠδύνατο εἰς ἰδίαν οὐσίαν παθεῖν, ἵνα μὴ καὶ εἰς τὴν τοῦ παντοκράτορος θεοῦ καὶ πατρὸς τὸ πάθος λογισθῆι (μία γὰρ θεότης “πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος), πάσχει τὸ γεγονὸς ἴδιον τοῦ λόγου ἔμψυχον σῶμα, ὅπερ αὐτὸς ὁ τοῦ θεοῦ ἐνυπόστατος λόγος ἐξ αὐτῆς τῆς μήτρας τῆς ἁγίας καὶ ἀπειρογάμου παρθένου ἑνώσας ἑαυτῶι προῆλθεν ἐκ γυναικός, περὶ ἧς προμυθούμενοι οἱ θεηγόροι ἄνδρες ἔλεγον ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευ-σεν ἡ δεξιά σον, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας ἑαυτῶι, ἄμπελον καὶ υἱὸν ἀνθρώπου ὃν ὁ λόγος ἐκραταίωσε συντρῖψαι τὰ τοῦ ἄιδου κλεῖθρα καὶ τωοποιῆσαι τοὺς ἀπὸ τῶν αἰώνων θανόντας, τὴν σωτήριον τοῦ λόγου ἐνανθρώπησιν καλοῦντες᾽ δι᾽ ὃ καὶ [ὁ κύριος] ἔλεγε τοῖς ἑαυτοῦ μαθηταῖς ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι καὶ μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα-δίδοσθαι εἰς χεῖρας ἁμαρτωλῶν. ὁ γὰρ τοῦ πατρὸς ἐνυπόστατος καὶ θεὸς λόγος δι᾽ ἀκοῆς εἰσπηδήσας τῆς ἁγίας παρθένου μυστικῶς τὴν κυοφορίαν εἰργάσατο. καϑὸ τοίνυν ὁ μονογενὴς υἱός ἐστι τοῦ πατρὸς ὁμοούσιος καὶ εἷς τῆς ἀδιαιρέτου τριάδος ἄκτιστός τε καὶ ἀθέατος, μεμενήκει ἀπαθὴς καὶ ἀθάνατος. τὸ οὖν ἄκτιστον καὶ ἀθάνατον τῆι κτίσει μὴ σύναπτε καὶ τὸν τῆς πολυθείας λόγον μὴ κράτυνε διὰ τοῦ λέγειν τεθνάναι τὸν ἕνα τῆς τριάδος. καθὸ δὲ πάλιν ἐκ γυναικὸς ἐγεννήθη καὶ ἔστιν ἡμῖν ὁμογενὴς καὶ ὁμόφυλος καὶ ὁμοούσιος ἄνευ ἁμαρτίας, τὸ πάθος ὑπέμεινεν. ὅτι δὲ οὐ μόνον ὁμοούσιος ἡμῖν ὁ υἱὸς τὸ κατὰ σάρκα, ἀλλὰ καὶ συγγενής, διδάσκει αὐτὸς ὁ κύριος ἐν τῶι λέγειν ποτὲ μὲν ἐν εὐαγ-γελίοις τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ποτὲ δὲ καὶ ἐν ψαλμοῖς ἀταγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. πόθεν δέ σοι καὶ ἡ τοσαύτη κακίστη ἔννοια ὑπεισῆλθεν, ὥστε σεαυτὸν καὶ τῶν ἁγίων ἀγγέλων εὐσυνετώ-τερον καὶ σοφώτερον λογίσασθαι; ἐν τούτοις κλαίω, ἐν τούτοις ὀδύρομαι τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἣ κοιλία καὶ ἡ δόξα ἐν τῆι αἰσχύνηι αὐτῶν. οὐκ ἐνενόησας ὅτι τὸ σκανδαλίσαι καὶ μόνον ἕνα τῶν πιστευόντων εἰς τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν, ἀλλ᾽ οὕτως ἀπαραφυλάκτως, καθάπερ ὁ ὄφις τῆι Εὔαι, καὶ αὐτὸς τὸν ἰὸν τῆς ἀπάτης τῶι πλήθει τῶν πιστῶν ταῖς ἀκοαῖς ἐπέχεας καὶ τὸν παραδοθέντα ἡμῖν ὑπ᾽ ἀγ-γέλων τρισάγιον αἶνον ἐνόθευσας ἐνθέμενος ἐν αὐτῶι ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς; ἄρα οὐκ ἐνενόησας ἀσεβέστερον σαυτὸν ὁριξόμενος Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ καὶ ᾿Αρτεμᾶ τῶν δύο υἱοὺς τοῦ θεοῦ ὁρισαμένων, ἕνα προαιώνιον καὶ ἕνα νεογενῆ, ὅτι καὶ σὺ πλεονασμὸν τῆι τριάδι ἐνέθου δύο υἱοὺς τοῦ θεοῦ εἰπών, ἕνα ἰσχυρὸν καὶ ἕνα τὸν σταυ-ρωθέντα; ἐπὶ τούτοις δὲ καὶ εἰς ἔννοιαν οἴεσαι ἄγειν τὸ πιστότατον Χριστοῦ ποίμνιον ὡς
ὅτι κατὰ τὸν Μανῆ λόγον τὸ ἅγιον πνεῦμα ἐσταυρώθη. μετὰ γὰρ τὸ εἰπεῖν ἅγιος ἀθάνατος, ὅπερ ἐστὶ τὸ πνεῦμα τὸ ἅγιον, τότε ἐπάγεις ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς, ἐλέησον ἡμᾶς, καὶ τετράδα, οὐ τριάδα εὑρίσκηι τὸν λαὸν ἐκδιδάσκων. καὶ εἰ μὲν ἐξ ἀνθρωπίνης
παραδόσεως ὑπῆρχεν ὁ αἶνος, καὶ οὕτως μετὰ παραφυλακῆς ἂν τὸν σταυρὸν ἐν τῶι τρισ-αγίωι παρέθηκας, ἔνθα ἡ τοῦ υἱοῦ προσηγορία, ἥτις ἐν τῶι τρισαγίωι ἰσχυρὸς εἴρηται" ὁπότε δὲ ὑπ᾽ ἀγγέλων ὁ τρισάγιος οὗτος αἶνος ἡμῖν ἐξεδόθη, οἵτινες πρὸ μὲν τοῦ σταυροῦ ἔλεγον ἅγιος ἅγιος ἅγιος, ὡς ἠξιώθη ᾿Ησαίας θεάσασθαι, μετὰ δὲ τὸν σταυρὸν ὑμνολόγουν ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ὥσπερ ὁ κομιδῆι νήπιος παῖς σειομένης τῆς Κωνσταντινουπόλεως καὶ τοῦ λαοῦ ἐν τῶι Κάμπωι ἱκετεύοντος ἡρπάγη εἰς τὸν αἰθέρα ὡς ἐπὶ ὥραν μίαν τοῦ ὅλου πλήθους θεωροῦντος καὶ Πρόκλου τοῦ τῆς πόλεως ἐπισκόπου, κἀκεῖ μεμαθηκὼς τὸν αἶνον καὶ πάλιν κατενεχθεὶς ἀπήγγειλεν ἅπερ ἐδιδάχθη ἐν τῶι αἰθέρι, εἰπὼν ἐξ οὐρανῶν ὡς ὑπὸ πλήθους πολλοῦ φέρεσθαι εἰς τὰ ὦτα αὐτοῦ ταύτην τὴν ὑμνωι-δίαν καὶ ὅτι ἐρρέθη αὐτῶ! ἐξειπεῖν τῶι λαῶι τὴν τοιαύτην ὑμνολογίαν. ἧς ἐναρξάμενοι οἱ λαοὶ τὴν πόλιν κατέλαβον καὶ τὸν θεὸν διὰ τῆς τοιαύτης ὑμνωιδίας ἐξευμενισάμενοι ἔλυ-τρώθησαν τῆς ἐπικειμένης ὀργῆς. σὺ δὲ ἀφειδῶς κατετόλμησας, ὡς τὰς λοιπὰς θείας γραφάς, καὶ τὴν τῶν ἀγγέλων ὑμνωιδίαν διαστρέψαι. τίς οὖν οὐ μὴ θρηνήσηι ἐν τού-τοις; τίς οὐ μὴ στενάξηι; ὁποῖον δὲ ἄλγος κατὰ τὸ ἄλγος τῆς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Χριστοῦ ἐκκλησίας εὑρεθήσεται; θεωρεῖ σε τὸν ταχθέντα φῶς εἶναι τῶν ἐν σκότει καὶ παιδευτὴν τῶν ἀφρόνων μᾶλλον ἀφροσύνης διδάσκαλον καὶ τὸ φῶς εἰς σκότος μετα-ποιοῦντα, θεωρεῖ σε τοὺς λαοὺς τοὺς ἅπαξ φωτισθέντας καὶ καλὰ γευσαμένους θεοῦ ῥητά, θεοῦ ἐντάλματα, θεοῦ προφητικὰ προρρήματα, θεοῦ ἀποστολικὰ καὶ εὐαγγελικὰ διδάγ-ματα μᾶλλον ὑπὸ σοῦ διαστρεφομένους καὶ ἐκδιδασκομένους μὴ μόνον ἀνασταυροῦν τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίξειν, ἀλλὰ καὶ ἐναντία φρονεῖν τῶν θείων γραφῶν, ἀπαρνήσασθαι δὲ καὶ τὰς συνθήκας ἃς συνέθεντο αὐτοὶ προσιόντες τῶι ἁγίωι βαπτίσματι. συν-θέμενοι γὰρ ἐπὶ πάντων τῶν χερουβικῶν δυνάμεων καὶ τῶν προφητικῶν καὶ ἀποστολικῶν ταγμάτων ἐν τῶι τοῦ ἁγίου βαπτίσματος καιρῶι πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντο-κράτορα, νῦν εἰς θεοὺς τρεῖς πιστεύειν αὐτοὺς ἐξεπαίδευσας. πάλιν συνθεμένων πι-στεύειν εἰς ἕνα κύριον ᾿Ιησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν σαρκωθέντα καὶ ἐνανθρωπή-σαντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, σὺ ἐκδιδάσκεις αὐτοὺς μὴ λέγειν τὸν κύριον ᾿Ιησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν σταυρὸν ὑπομεμενηκέναι, ὅς ἐστι θεὸς κατὰ τὴν ἐκ θεοῦ πατρὸς προαιώνιον καὶ ἀπαθῆ γέννησιν καὶ ἄνθρωπος ὁ αὐτὸς κατὰ τὴν ἐπ᾽ ἐσχάτων ἐκ γυναικὸς γέννησιν, καθ’ ἣν καὶ τὸ πάθος ὑπέμεινεν, ἀλλ᾽ ὅτι ὁ εἷς τῆς τρι-ἀδος ἀπέθανεν, ὅς ἐστιν αὐτὸς ὁ θεὸς λόγος. ὡμολόγησαν πάλιν τὸ ἅγιον πνεῦμα ζωο-ποιὸν καὶ ἀθάνατον, εἰπόντες πιστεύειν εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ κύριον καὶ φωοποιόν᾽ καὶ σὺ θνητὸν ὑποτίθεσαι εἶναι τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ λέγειν ἅγιος ἀθάνατος ὁ σταυ-ρωθεὶς δι’ ἡμᾶς. ἀπόφυγε, παρακαλῶ, τὴν τοιαύτην πλάνην ἔπεσες, μὴ ἐπιμείνηις τῶι πτώματι ἥμαρτες, μηκέτι ἁμάρτανε᾽ ἀναμένει σε ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περιπτύ-ξασθαί σε μετανοοῦντα ἐπὶ τοῖς ματαίοις σου προβλήμασι καὶ σὺν αὐτῆι θεολογοῦντα τὸν Χριστὸν καὶ μὴ ἀπαρνούμενον τὴν αὐτοῦ ἔμψυχον ἐνανθρώπησιν, καθ᾽ ἣν καὶ τὸ πάθος ὑπομεῖναι λέγεται, καὶ βοᾶι σοι δι᾽ ἡμῶν δεῦτε πρός με πάντες οἱ κοπιῶντες κἀγὼ ἀναπαύσω ὑμᾶς: οὐ βούλεται ὁ θεός, ἀδελφὲ τιμιώτατε, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ τῆν αὐτόν. μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν κατὰ τὸ εὐαγγέλιον, μνημόνευε τοῦ μακαρίου Ματθαίου γράφοντος βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ υἱοῦ Δανὶδ υἱοῦ Αβραάμ, μνημόνευε Παύλου ἐπιστέλλοντος ἀφωρισ-μένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο αὐτὸς ὁ θεὸς ἐν γραφαῖς ἁγί-αἷς περὶ τοῦ νυἱοὺ αὐτοῦ τοῦ γενομένον ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ, μνημόνευε καὶ ᾿Ιωάννου βοῶντος ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, ὡς καὶ ἔστι, καὶ θεὸς ἦν ὁ λόγος καὶ ὅτι σὰρξ γέγονεν ἐνανθρωπήσας καὶ ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε. ταῦτά σοι γεγρά-φηῆκα ἅμα τῆι συνούσηι μοι ἁγίαι συνόδωι, πταρεγγυώμενός σε ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων ἵνα ταῦτα διδάσκηις καὶ ταῦτα φρονῆις μεθ᾽ ἡμῶν, ἵνα ἀνόθευτος ἡ πίστις ἡμῶν διαμείνηι εἰς δόξαν θεοῦ.
Χ Ισα γραμμάτων ἀποσταλέντων Ζήνωνι βασιλεῖ παρὰ Φίληκος ἐπισκόπου ἱρώμης, ἐν οἷς σημαίνει Πέτρου ἐπισκόπου ᾿Αντιοχείας τὴν καθαίρεσιν, διότι ἐν τῶι τρισαγίωι ἐνέθετο τὸ ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς
Τῶι ἐνδοξοτάτωι καὶ γαληνοτάτωι υἱῶι Ζήνωνι αὐγούστωι Φίληξ ἐπίσκοπος ἐν κυρίωι χαίρειν. Πρέπει τῆι σῆι φιλανθρωπίαι ταῦτα ἃ πρέπει τῆι τῶν πραγμάτων τάξει, ἀπαγγεῖλαι, ἅπερ καὶ ἀνῆκεν ἀπαγγεῖλαι εἰς ἀσφάλειαν τοῦ τῆς σῆς γαληνότη-τος κράτους. καὶ καθάπερ ἐγγὺς τυγχάνων παρακαλῶ τὴν ἐμὴν ἱκετηρίαν δέξασθαι ταῖς φιλαγάθοις ὑμῶν ἀκοαῖς ὡς Χριστιανικώτατος ὧν βασιλεύς, μηδαμῶς τε ἡ σὴ εὐσέβεια διανοηθείη ἕτερόν τινα μετὰ καθαρᾶς τῆς διανοίας ὑμᾶς ἀγαπᾶν πλὴν ἐκείνου τοῦ βουλο-μένου σε μετὰ τοῦ θεοῦ τὴν εἰρήνην ἔχειν, ἐπειδήπερ ἐκ πιστῆς ὡρμημένος τῆς διανοίας οὐκ ἀμφισβητεῖς τοῦ προσκαίρου θρόνου τὴν ἐξουσίαν καὶ τῆς αἰωνίου φτωῆς τὴν ἀντί-δοσιν ἐκ τῆς ἄνωθεν ῥοπῆς ἠρτῆσθαι, διά τε τῆς ἡμῶν βραχύτητος δέξασθαι καταξίωσον τὴν σεπτὴν καὶ θεόφραστον ὁμολογίαν τοῦ μακαριωτάτου Πέτρου τοῦ πρωτοστάτου τῶν ἀποστόλων, ὃς καὶ τὰς τῆς βασιλείας κλεῖς ὑπὸ τοῦ σωτῆρος πιστευθεὶς προευ-πρεπίσει τῆι φιλοχρίστωι ὑμῶν βασιλείαι τὴν ἐν ὑψίστοις μετ᾽ ἀγγέλων διαγωγήν. ὃς καὶ τὴν ἀπαράλλακτον καὶ ἀμώμητον πίστιν εἰς τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν πρῶτος ἐκθέμενος ἐμακαρίσθη ὑπ᾽ αὐτοῦ τοῦ σωτῆρος. εἰπόντος γὰρ αὐτοῦ πρὸς τὸν κύριον σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀκήκοε παρ᾽ αὐτοῦ μακάριος εἶ, Σίμων βὰρ ᾿Ιωνᾷ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκἀλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μον ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ ταύτηι τῆι ὁμολογίαι οἰκοδομή-σω μον τὴν ἐκκλησίαν καὶ πύλαι ἄιδου οὐ κατισχύσουσιν αὐτῆς. τοῦ οὖν σωτῆρος φήσαντος, ὅτι πύλαι ἄιδου οὐ κατισχύσουσι τῆς αὐτοῦ ἐκκλησίας τοῦ ἐξᾶραι ἀπ᾽ αὐτῆς τὴν αὐτοῦ ἐπωνυμίαν, ἥτις εἴρηται Χριστὸς ᾿Ιησοῦς καὶ θεοῦ τοῦ παντο-κράτορος υἱός, Πέτρος ὁ πρωτότοκος υἱὸς τοῦ διαβόλου ὁ ἀναξίως εἰσπηδήσας τῆι ᾿Αντιο-χέων ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι καὶ μιάνας τὸν τῆς ἀρχιερωσύνης θρόνον ᾿Ιγνατίου τοῦ μάρτυρος, ὃς τῆι δεξιᾶι Πέτρου τὴν ἀρχιερωσύνην ἐδέξατο, καὶ Εὐσταθίου τοῦ ὁμο-λογητοῦ καὶ προέδρου τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἀθροισθέντων λέγειν ἐτόλμησεν ὅτι οὐ δεῖ τὸν Χριστὸν καὶ υἱὸν τοῦ θεοῦ ὀνομάξειν κατὰ τὴν θείαν τοῦ σωτῆρος νομοθεσίαν καὶ τὴν τῶν θείων γραφῶν παράδοσιν καὶ ἔκθεσιν τῶν πατέρων, ἀλλὰ τὸν ἕνα τῆς τριάδος τὸ πάθος τὸ ὑπὲρ ἡμῶν ὑπομεῖναι εἰς τὴν τῆς θεότητος οὐσίαν κατὰ τὴν ᾿Αρείου καὶ ᾿Απολιναρίου καὶ Ευνομίου παράδοσιν, βουλόμενος διὰ τῆς τοιαύτης φωνῆς ἀθετῆσαι μὲν τὴν σωτήριον ἐνανθρώπησιν καθ᾽ ἣν ὁ Χριστὸς καὶ τὸ πάθος ὑπέμεινε, λέγεται δὲ καὶ εἷς ἐξ ἡμῶν ὡς τοῦ σπέρματος ᾿Αβραὰμ ἐπιλαβόμενος, ἐπαυξῆσαι δὲ καὶ τὴν πολυθείαν. ὁ γὰρ νοῦς τοῦ λόγου τρεῖς θεοὺς παρεισάγει, ἕνα τεθνεῶτα καὶ δύο ζῶντας, λύει δε καὶ τὸ ὁμοούσιον καὶ τὰς ἁγίας συνόδους ἐξωθεῖται τήν τε ἐν Νικαίαι καὶ ἐν Κωνσταντινουπόλει καὶ ἐν Χαλκηδόνι. ἀλλὰ καὶ τὴν ἁγίαν παρθένον Μαρίαν μὴ προσδεχόμενος εὑρεθήσεται. εἰ γὰρ μὴ ἐξ αὐτῆς σαρκωθεὶς ὁ λόγος ἐνηνθρώπησε, τίς χρεία τῆς παρθένου; διὰ τί δὲ καὶ ὁ Γαβριὴλ ἔλεγε πρὸς αὐτὴν τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ καὶ δώσει αὐτῶι κύριος ὁ θεὸς τὸν θρόνον Δανὶδ τοῦ πατρὸς αὐτοῦ; ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ἀσεβέσι καὶ βλασφήμοις αὐτοῦ τολμήμασι καὶ τὴν τρισάγιον λιτὴν νοθεῦσαι βουληθεὶς διὰ τοῦ ἐνθέσθαι ἐν αὐτῆι ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς μυρία ἄτοπα εἰργάσατο καὶ πολλὰ παρ᾽ ἡμῶν καὶ τῆς ἐν Χριστῶι ἀδελφότητος ἡμῶν τε καὶ τῶν ἐν τῆι ᾿Ανατολῆι καὶ τοῦ θεοσεβεστάτου ἀρχιεπισκόπου ᾿Ακακίου τῆς παρ᾽ ὑμῶν βασιλενομένης καὶ φιλοχρίστου πόλεως παραινεθεὶς ἐπιστρέψαι οὐκ ἠβουλήθη. καὶ διὰ τοῦτο νῦν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ταῖς μητρικαῖς σε φωναῖς ὡς [πρὸς] τὸν ἔξοχον αὐτῆς υἱὸν προσφθεγγομένη οὐ παύεται: “ὦ φιλόχριστε βασιλεῦ, τῆς ἐμῆς τιμιότητος τὸν δεσμὸν ἐν ὧι περισφίγγονται τὰ πλήθη τῶν πιστῶν, μὴ συγχω-ρήσηις διαλυθῆναι" τὴν τοῦ δεσπότου Χριστοῦ καὶ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἐπωνυμίαν μὴ συγχωρήσηις παραβαθῆναι" τὴν τρισάγιον ὑμνωιδίαν, ἥτις καὶ τὴν ὑμετέραν πόλιν διέσωσε κινδυνεύουσαν, ὡς ἀγγέλων παράδοσιν ἀνόθευτον διαφύλαξον Πέτρον τὸν τῆι
᾿Αρειανικῆι θρηισκείαι ἐπακολουθήσαντα τῆς τῶν ᾿Αντιοχέων ἐκκλησίας ἀπέλασον. τίνος ἕνεκεν Πέτρος τὴν ἐμὴν πίστιν ἀθετήσας ῥηγνύει τοῦ κόσμου τὴν σύνεσιν; τίνος ἕνεκεν Πέτρος ῥηγνύει τὸν χιτῶνά μου τὸν ἄνωθεν ὑφαντόν; ὁ θεὸς καὶ πατὴρ ἐνε-τείλατο τῶι κορυφαίωι τί δέοι καλεῖσθαι τὸν αὐτοῦ υἱόν: ὁ μονογενὴς υἱὸς ἐν τῆι ὁμο-λογίαι τοῦ κορυφαίου τῶν ἀποστόλων ἐθεμελίωσέ με΄ τὸ ἅγιον πνεῦμα ἐφ᾽ ἑκάστης διαμαρτύρεταί μοι λέγον, μὴ κρίνηις εἰδέναι τι εἰ μὴ ᾿Ιησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. οἱ ἐχθροί, οἱ ἀπειθεῖς, οἱ ἐπίβουλοι, οἱ ἔξω τοῦ ἀμπελῶνος τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σφαγιάσαντες καὶ λιθοβολήσαντες καὶ τῶι ξύλωι τοῦ σταυροῦ προσπήξαντες οὐ διεῖλον τὸν αὐτοῦ χιτῶνα, καὶ Πέτρος τῆς πίστεώς μου τὸν χιτῶνα διαρρήσσει; αἱ τοῦ ἄιδου πύλαι οὐκ ἴσχυσαν κατ᾽ ἐμοῦ, καὶ Πέτρος πειρᾶται τὸ τεῖχός μου καταβάλαι; ἐγώ, εὐσεβέστατε βασιλεῦ, ὠθισθέντα σε τῆς βασιλείας αὖθις ἐπαν-ἤγαγον καὶ τοὺς πονηροὺς καὶ ἀπειθεῖς τῶν ἐν ἐμοὶ θείων δογμάτων δέδωκα ἀντὶ τῆς ταφῆς σου δυνάμεώς τε ὁδὸν ἠνέωιξα ἔμπροσθέν σου" τοὺς σοὺς ἐχθροὺς καταβέβληκα μετὰ τοῦ ἀθεμίτου αὐτῶν δόγματος" τὸ ἀρχαῖον κράτος ἐξηιτησάμην σοι παρὰ τοῦ ἐν ὑψίστοις βασιλεύοντος θεοῦ, ἐξ οὗ καὶ τὸ βασιλεύειν εἴληφας. ἀπόβλεψον εἰς τὸν προηγησάμενόν σου εὐσεβέστατον βασίλέα Μαρκιανὸν καὶ τὴν ἐκείνου πίστιν ἀσμένως ἀσπάξου᾽ τὴν αἱρετικὴν Πέτρου τυραννίδα διὰ τάχους ἐκρίξωσον᾽ τὸν Οὐαλεντίνου καὶ Εὐτυχέος μαθητὴν ἀποδίωξον τῆς ἀκροπόλεως καὶ τῆς ἐκκλησιαστικῆς διοικήσεως, ἅμα τοῦ ἱερατικοῦ ἀξιώματος κατενεχθῆναι θεσπίσατε. θεώρησον, ὦ γνησιώτατε υἱὲ καὶ ἀήττητε βασιλεῦ, ὁποία τῆι ἐν Χαλκηδόνι συνόδωι ἀναμφισβήτητος ἐκδίκησις γέγονε, καὶ τοὺς οὺς πολεμεῖ, ἐκδίκησον καὶ τῆς αἱρετικῆς διδασκαλίας Πέτρου τοὺς δήμους ἐκ-λύτρωσον.᾽ ταῦτα πρεσβεύει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ἵνα τὸν ὑπ᾽ αὐτῆς καθαιρεθέντα διὰ τὰς εἰρημένας αἰτίας εἰς κοινωνίαν τοῦ λοιποῦ μὴ προσδέξησθε, ἀλλὰ διὰ θείων ὑμῶν συλλαβῶν τῆς ᾿Αντιοχέων πόλεως ὑπερόριον γενέσθαι παρασκευάσητε, ἀντ᾽ αὐτοῦ δὲ καταστῆσαι ἄνδρα ἔργοις τὴν ἱερωσύνην κοσμοῦντα φύλακά τε ἀκριβῆ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου καὶ τῶν ἐν αὐτῆι βεβαιωθέντων. Ὃ παντακράτωρ θεὸς διαφυλάξει τὸ ὑμέτερον κράτος ἐν εἰρήνηι διὰ παντός.
Τάδε ἔνεστιν ἐν τῆι παρούσηι βίβλωι
ἃ Τὰ κατὰ Σεβήρου Ζωόρα καὶ Πέτρου καὶ ᾿Ανθίμου πεπραγμένα παρὰ Μηνᾶι πατριάρχηι Κωνσταντινουπόλεως ἐν οἷς φέρονται
βὶ Λίβελλος τῶν ἐν δευτέραι Συρίαι ἐπισκόπων πρὸς ᾿Ιουστινιανὸν βασιλέα
Ὑ Λίβελλος τῶν μοναχῶν τῶν τε ἐνταῦθα μοναστηρίων καὶ τῶν ἐν “Ἱεροσολύμοις καὶ τῆι ἐρήμωι καὶ δευτέραι Συρίαι καὶ τῶι ὄρει Σινᾶ καὶ τρισὶ Παλαιστίναις πρὸς τὸν αὐτόν
δ Λίβελλος τῶν αὐτῶν πρὸς τὴν ἐνδημοῦσαν ἐνταῦθα σύνοδον
ε ᾿Ἐπιστολαὶ ᾿Ορμίσδου πάπα Ῥώμης πρὸς τοὺς ἐν δευτέραι Συρίαι κληρικοὺς καὶ ἀρχιμανδρίτας καὶ λοιποὺς ὀρθοδόξους ἐν οἱωιδήποτε κλίματι τῆς ᾿Ανατολῆς
ς Ἑτέρα ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς ᾿Επιφάνιον ἀρχιεπίσκοπον Κωνσταντινου-πόλεως
ζ Δέησις κληρικῶν καὶ μοναχῶν ᾿Αντιοχείας πρὸς ᾿Ιωάννην ἀρχιεπίσκοτον Κωνσταντινουπόλεως καὶ τὴν ἐνδημοῦσαν ἐνταῦθα σύνοδον
η ᾿Αναφορὰ πρὸς ᾿Ιωάννην ἀρχιεπίσκοπον παρὰ τῆς ἐνδημούσης συνόδου
θ Λίβελλος παρὰ τῶν ἀρχιμανδριτῶν Κωνσταντινουπόλεως πρὸς τὴν ἐνδημοῦσαν σύνοδον, ὧιτινι συνέζευκται καὶ πότε καὶ πτῶς ἐκηρύχθησαν αἱ δ ἐν τῆι ἐκκλησίαι σύνοδοι
ι Ἐπιστολὴ ᾿Ιωάννου πατριάρχου πρὸς ᾿Ιωάννην τὸν “Ἱεροσολύμων
ια Ἑτέρα ἐπιστολὴ τοῦ αὐτοῦ πατριάρχου πρὸς Ἐπιφάνιον ἐπίσκοπον Τύρου
ιβ ᾿Αντίγραφα ᾿Ιωάννου “Ἱεροσολύμων καὶ τῶν ὑπ᾽ αὐτὸν ἐπισκόπων πρὸς ᾿Ιωάννην τὸν Κωνσταντινουπόλεως
ιγ Ἐπιστολὴ ᾿Ἐεπιφανίου ἐπισκόπου Τύρον καὶ τῶν ὑπ᾽ αὐτὸν ἐπισκόπων πρὸς τὴν ἐνδημοῦσαν ἐν Κωνσταντινουπόλει σύνοδον καὶ ἐκβοήσεις τοῦ ἐν Τύρωι πιστοῦ πλήθους καὶ ἀναθεματισμὸς Σεβήρου καὶ τοῦ φρονήματος αὐτοῦ
Ιδ ᾿Επιστολὴ τῶν ἐν δευτέραι Συρίαι ἐπισκόπων πρὸς ᾿Ιωάννην πατριάρχην καὶ τὴν ἐνδημοῦσαν σύνοδον
ιε Πρᾶξις συστᾶσα παρὰ τῶι τῆς ἐπαρχίας ἄρχοντι κατὰ Πέτρου τοῦ ᾿Απαμείας
᾿ις Ἑτέρα πρᾶξις παρὰ τῶι αὐτῶι
ιζ Λίβελλοι ἐπιδοθέντες παρὰ τῶν μοναχῶν ᾿Απαμείας τοῖς ἐπισκόποις δευτέρας Συρίας κατὰ Σεβήρου καὶ Πέτρου τοῦ ᾿Απαμείας
ιν Ψῆφος τῶν ἀπὸ τῆς ᾿Ιταλίας ὄντων ἐνταῦθα κατὰ Σεβήρον καὶ Πέτρου
ιθ ψῆφος Ἐπιφανίου πατριάρχου Κωνσταντινουπόλεως 'καὶ τῆς ἐνδημούσης ἐν-ταῦθα συνόδου κατὰ Σεβήρον καὶ Πέτρου
κ ψῆφος Μηνᾶ πατριάρχου κατὰ Σεβήρου Πέτρου καὶ Ζωόρα
Τάδε ἔνεστιν ἐν τῶι δευτέρωι βιβλίωι τῶν κατὰ ᾿Ανθίμου πεπραγμένων
Θεία διάταξις ᾿Ιουστινιανοῦ βασιλέως κατὰ ᾿Ανθίμου Σεβήρου Πέτρον καὶ Ζωόρα πρὸς Πέτρον ἀρχιεπίσκοπον “Ἱεροσολύμων
Τὰ πεπραγμένα ἐν Ἱἱεροσολύμοις παρὰ Πέτρωι ἀρχιεπισκόπωι κατὰ ᾿Ανθίμου, ἐν οἷς ἐμπεφάνισται καὶ τὰ ἐν Κωνσταντινουπόλει παρὰ Μηνᾶ! πτατριάρχηι περὶ τοῦ αὐτοῦ πραχθέντα ἐν τέτρασι πραξειδίοις: ὥντινων ἐνταγέντων καὶ αὐτὸς Πέτρος ὁ “Ἱεροσο-λύμων τὴν κατ᾽ αὐτοῦ ψῆφον ἐποιήσατο. καὶ ἐν τούτοις δὲ τινὰ κατὰ Σεβήρου καὶ τῶν αὐτοῦ συγγραμμάτων εὑρίσκεται. ᾿Ιστέον ὅτι πρῶτα ἐπράχθη παρὰ Μηνᾶι τῶι πατριάρχηι τὰ κατὰ ᾿Ανθίμον, ἅπερ καὶ ἐντάξιμα γέγονε τῶν παρὰ Πέτρωι τῶι “Ἱεροσολύμων πεπραγμένων. ἡ μὲν γὰρ τελευταία πρᾶξις τῶν κατὰ ᾿Ανθίμου παρὰ Μηνᾶι γεγονότων, ἔνθα καὶ ἡ ψῆφος ἀνέγνω-σται, φέρει τὴν κα τοῦ Μαίον μηνὸς ἰνδικτιῶνος τιδ, εἶτα ὕστερον τῆι δ τοῦ ᾿Ιουνίου μηνὸς τῆς αὐτῆς ιδ ἰνδικτιῶνος ἐπράχθη τὰ κατὰ Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα παρὰ τῶι αὐτῶι Μηνᾶι καὶ διὰ τῶν προκομισθέντων ἐδείχθη ὅτι καὶ πάλαι καὶ πρόπαλαι ἀνεθε-ματίσθησαν. ὁ δὲ νόμος πρὸ ὀκτὼ Εἰδῶν Αὐγούστων ἰνδικτιῶνος 1δ, τὰ δὲ ἐν Ἱἱερο-σολύμοις ἐπ᾽ ἐμφανείαι τῶν κατὰ ᾿Ανθίμου πραχθέντων συνέστη πρὸ τγ Καλανδῶν ᾽Οκτωβρίων ἰνδικτιῶνος Ἰε. οὐκοῦν πρώτη ἐστὶν ἡ κατὰ ᾿Ανθίμου ψῆφος ἐν Κων-σταντινουπόλει, δευτέρα δὲ ἡ ἐν Κωνσταντινουπόλει ψῆφος κατὰ Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα, τρίτη ἡ διάταξις, τετάρτη δὲ ἡ ἐν “Ἱεροσολύμοις πρᾶξις. πάντα δὲ ταῦτα τὰ προειρημένα γέγονε καὶ συνέστη ἐν μησὶ τέτρασι.
Μετὰ τὴν ὑπατείαν Φλ Βελισαρίου τοῦ λαμπροτάτου τῆι πρὸ μιᾶς Νόνων ᾿Ιουνίων ἰνδικτιῶνος 1ιδ ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι
προκαθεξομένου τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου οἰκουμενικοῦ ἀρχιεπισκόπου καὶ πατριάρχου Μηνᾶ ἐν τῶι μεσαύλωι τῶι δυτικῶι τοῦ σεβασμίου οἴκου τῆς ἁγίας δεσποίνης ἡμῶν ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τοῦ ὄντος πλησίον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας
καὶ ἐκ μὲν τοῦ δεξιοῦ μέρους συνεδρευόντων αὐτῶι καὶ συνακροωμένων κατὰ εὐσεβῆ κέλευσιν τοῦ φιλοχρίστου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως ᾿Ιουστινιανοῦ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων
Σαβίνου τοῦ Κανουσίου
Ἐπιφανίου Ἐκλάνων
᾿Αστερίου τῆς Σαλερνιτῶν
Λεοντίου Νολάνων
Ῥουστίκου τῆς Φεσουλάνων
Θεοφάνους διακόνου Ῥώμης
Πελαγίου διακόνου Ῥώμης ὄντων τῶν πάντων ἐκ τῆς ᾿Ιταλῶν χώρας, πρώην μὲν ἀπεσταλμένων ἐκ τῆς ἀποστολικῆς καθέδρας, ὕστερον δὲ συνόντων παραγενομένωι ἐνταῦθα ᾿Αγα-πητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης
Πέτρου τῆς μητροπόλεως ᾿Ιουστινιανουπόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας
᾿Ιωάννου τῆς μητροπόλεως Βοσπόρου
Θαλασσίου τῆς μητροπόλεως Βηρυτοῦ
ΜΥΠῚ ογ78
28
12
13
14
15
ι6
17
18
19
20
21
22
23
24
25
26
27)
28
29
30
31
32
33
34
35
36
37
38
39
40
4“
42
43
44
45
“46
47
48
49
50
ΟΟΙΈΟΤΙΟ ΒΑΒΒΑΙΤΙΟΑ 5
Μεγάλου τῆς μητροπόλεως Βεροίας
᾿Ιωάννου Γαβάλων
Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου
Δαβίθου τοῦ Κιρκενσίου
Αἰθερίου Μαριάμμης
᾿Αλεξάνδρου Βαρκουσῶν
Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης
᾿Ανδρέου τοῦ Πανίου
᾿Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου
Θεοδώρου Γόρδου
Εὐσεβίου Καράνων ἐπαρχίας Περσαρμενίας
Κυριακοῦ Θεοδοσιουπόλεως ἐπαρχίας Φρυγίας Πακατιανῆῇς
᾿Ιωάννου Τραιανουπόλεως ἐπαρχίας Φρυγίας Σαλουταρίας
Κυριακοῦ Σωφανηνῆς ἐπαρχίας ᾿Αρμενίας πρώτης
Κασσισᾶ τῆς Βελαβιτηνῆς
ἐκ δὲ τοῦ εὐωνύμου μέρους
Ὑπατίου τῆς μητροπόλεως ᾿Εφέσου
Κωνσταντίνου Ἡρακλείας τῆς Εὐρωπαίων μητροπόλεως
Εὐσεβίου τῆς μητροπόλεως Κυξίκου
Θαλασσίου τῆς μητροπόλεως Νικομηδείας
Θεαγένους τῆς μητροπόλεως Συνάδων
Βάκχον ᾿Αντιοχείας τῆς μητροπόλεως Πισσιδίας
ἽἹλαριανοῦ τῆς μητροπόλεως Πέργης
Βοσπορίου τῆς μητροπόλεως Νεοκαιϊισαρείας Πόντου Πολεμωνιακοῦ
Παύλου τῆς μητροπόλεως Τυάνων
᾿Ακακίου τῆς μητροπόλεως Πισινοῦντος
᾿ΕἘπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως ᾿Ονωριάδος
᾿Ἡδίστου τῆς μητροπόλεως Κίου
᾿Αρχελάου Κωρύκου
᾿Ιωάννου Ζωόρων
᾿Αναστασίου ᾿Ιωτάβης
Δομετιανοῦ Ζικχίας
Πελαγίου Παρνασσοῦ
«Αβραμίου Κρατίας
᾿Αλεξάνδρου Κολωνείας
Παύλου τοῦ Στεκτορίου
᾿Ανδρέου Πελτῶν
Θεοδώρου Μηροῦ
᾿Ιωάννου Καισαρείας Βιθυνίας
Εὐσταθίου Τιβεριουπόλεως
10
1ὸ
20
380
8ὅ
4
Μεγάλου τῆς μητροπόλεως Βεροίας
᾿Ιωάννου Γαβάλων
Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου
Δαβίθου τοῦ Κιρκενσίου
Αἰθερίου Μαριάμμης
᾿Αλεξάνδρου Βαρκουσῶν
Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης
᾿Ανδρέου τοῦ Πανίου
᾿Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου
Θεοδώρου Γόρδου
Εὐσεβίου Καράνων ἐπαρχίας Περσαρμενίας
Κυριακοῦ Θεοδοσιουπόλεως ἐπαρχίας Φρυγίας Πακατιανῆῇς
᾿Ιωάννου Τραιανουπόλεως ἐπαρχίας Φρυγίας Σαλουταρίας
Κυριακοῦ Σωφανηνῆς ἐπαρχίας ᾿Αρμενίας πρώτης
Κασσισᾶ τῆς Βελαβιτηνῆς
ἐκ δὲ τοῦ εὐωνύμου μέρους
Ὑπατίου τῆς μητροπόλεως ᾿Εφέσου
Κωνσταντίνου Ἡρακλείας τῆς Εὐρωπαίων μητροπόλεως
Εὐσεβίου τῆς μητροπόλεως Κυξίκου
Θαλασσίου τῆς μητροπόλεως Νικομηδείας
Θεαγένους τῆς μητροπόλεως Συνάδων
Βάκχον ᾿Αντιοχείας τῆς μητροπόλεως Πισσιδίας
ἽἹλαριανοῦ τῆς μητροπόλεως Πέργης
Βοσπορίου τῆς μητροπόλεως Νεοκαιϊισαρείας Πόντου Πολεμωνιακοῦ
Παύλου τῆς μητροπόλεως Τυάνων
᾿Ακακίου τῆς μητροπόλεως Πισινοῦντος
᾿ΕἘπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως ᾿Ονωριάδος
᾿Ἡδίστου τῆς μητροπόλεως Κίου
᾿Αρχελάου Κωρύκου
᾿Ιωάννου Ζωόρων
᾿Αναστασίου ᾿Ιωτάβης
Δομετιανοῦ Ζικχίας
Πελαγίου Παρνασσοῦ
«Αβραμίου Κρατίας
᾿Αλεξάνδρου Κολωνείας
Παύλου τοῦ Στεκτορίου
᾿Ανδρέου Πελτῶν
Θεοδώρου Μηροῦ
᾿Ιωάννου Καισαρείας Βιθυνίας
Εὐσταθίου Τιβεριουπόλεως
καὶ Λεοντίου Ἑλενουπόλεως
συμπαρόντων δὲ αὐτῶι καὶ συνακροωμένων
Θεοφάνους καὶ Πελαγίου τῶν θεοφιλεστάτων διακόνων τῆς ἀποστολικῆς κα-θέδρας καὶ Μηνᾶ καὶ Πέτρου τῶν θεοσεβεστάτων νοταρίων καὶ τινῶν εὐλα-βεστάτων ὑποδιακόνων καὶ ἐκδίκων καὶ λοιπτῶν κληρικῶν τοῦ αὐτοῦ ἀποστο-λικοῦ θρόνου, οἵ καὶ συνόντες ἐτύγχανον παραγενομένωι ἐνταῦθα ᾿Αγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ρώμης
καὶ Μάγνου πρεσβυτέρου καὶ “Ηρακλείου διακόνου καὶ ἀποκρισιαρίων Ἐφραι-μίου τοῦ ὁσιωτάτου πατριάρχου τῆς ἐν Θεουπόλει ἁγιωτάτης ἐκκλησίας Σαβίνου διακόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ᾿Αναστάσεως πληροῦντος τὰς ἀποκρίσεις Πέτρου τοῦ ὁσιωτάτου πατριάρχου “Ἱεροσολύμων
Στεφάνου διακόνου καὶ ἀποκρισιαρίου Σωτηρίχου τοῦ ὁσιωτάτου ἐπισκόπου Καισαρείας τῆς μητροπόλεως Καππαδοκίας πρώτης
Γαιανοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου ᾿Ἐλπιδίου τοῦ ὁσιωτάτου ἐπισκόπου ᾿Αγκύρας τῆς μητροπόλεως Γαλατίας πρώτης
Διονυσίου καὶ Καλλινίκου διακόνων καὶ ἀποκρισιαρίων Φωτίου τοῦ ὁσιωτάτου ἐπισκόπου τῆς μητροπόλεως Κορίνθου
παρόντος καὶ τοῦ εὐλαβοῦς κλήρου τῆς βασιλευούσης πόλεως
Εὐφήμιος ὁ θεοσεβέστατος διάκονος καὶ πριμικήριος νοταρίων εἶπεν Οἱ κατὰ τήνδε τὴν βασιλίδα πόλιν εὐλαβέστατοι μοναχοὶ καί τινες ἐκ τῆς Θεουπολιτῶν καὶ Ἱἱεροσολυ- : μιτῶν ὁρμώμενοι δεήσεις προσδεδώκασι τῶι εὐσεβεστάτωι καὶ γαληνοτάτωι ἡμῶν βασιλεῖ καὶ λιβέλλους τῆι ὑμετέραι μακαριότητι. κατὰ κέλευσιν τοίνυν εὐσεβῆ τοῦ θεοφυλάκτου ἡμῶν βασιλέως συνελθούσης τῆς ἁγίας ὑμῶν συνόδου ἑστήκασι πρὸ τοῦ εὐαγοῦς ὑμῶν σηκρήτου ἅμα Θεοδώρωι τῶι περιβλέπτωι ῥαιφερενδαρίωι οἷα παρὰ τοῦ γαληνοτάτον ἡμῶν δεσπότου πρὸς ὑμᾶς ἐσταλμένωι ἐπικομιξόμενοι τὰς ἐπιδοθείσας παρ᾽ αὐτῶν δε-: ἤήσεις καὶ ἀξιοῦσιν εἰσόδου τυχεῖν καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.
Ὃ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν" Εἰσίτωσαν Θεόδωρός τε ὁ περίβλεπτος ῥαιφε-ρενδάριος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως καὶ οἱ εὐλαβεῖς μοναχοί.
Καὶ εἰσήλθοσαν Θεόδωρός τε ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥαιφερενδάριος τοῦ θεοφυλάκτου ἡμῶν δεσπότου καὶ Μαριανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἡγού-. μενος μονῆς Δαλματίου τοῦ τῆς ὁσίας μνήμης καὶ ἔξαρχος καὶ σὺν αὐτῶι οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ ἀρχιμανδρῖται καὶ μοναχοὶ οἱ καὶ ὑπογράψαντες τῶι ἐπιδοθέντι παρ᾽ αὐτῶν λιβέλλωι τῶι δεσπότηι ἡμῶν τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι οἰκουμενικῶι ἀρχι-επισκόπωι καὶ πατριάρχηι Μηνᾶι.
Ὃ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπε" Λεγέτω κατὰ πρώτην τάξιν Θεόδωρος ὁ περί-βλεπτος τὴν αἰτίαν ἐφ᾽ ἧι παραγέγονε πρὸς ἡμᾶς.
Θεόδωρος ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥαιφερενδάριος τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου εἶπεν Οἱ θεοφιλέστατοι ἐπίσκοποι τῆς δευτέρας Σύρων ἐπαρχίας ἀναφο-ρᾶι ἐχρήσαντο περί τινων ἐκκλησιαστικῶν κεφαλαίων πρὸς τὸν εὐσεβέστατον καὶ θειότατον
ἡμῶν δεσπότην, οὐ μὴν ἀλλὰ καὶ οἱ εὐλαβέστατοι ἀρχιμανδρῖται τῶν εὐαγῶν μοναστηρίων ταύτης τῆς βασιλίδος πόλεως καὶ τινὲς τῶν ἐκ τῆς ᾿Ανατολικῆς διοικήσεως καὶ οἱ ὑπὸ τὰ “Ἱεροσόλυμα εὐλαβέστατοι μοναχοὶ δεήσεις ἐπιδεδώκασι τῶι καλλινίκωι ἡμῶν δεσπότηι θεσπίσαι τε κατηξίωσε τὸ αὐτῶν κράτος ταύτας δι᾽ ἐμοῦ ἀποδοθῆναι τῆι ὑμετέραι μακα-ριότητι καὶ τοῖς ἐκ τῆς πρεσβυτέρας Ῥώμης ὁσιωτάτοις ἀνδράσι καὶ τῆι λοιπῆι ἐνδη-μούσηι εὐαγεῖ συνόδωι, ἀγαγεῖν δὲ παρ᾽ ὑμᾶς καὶ αὐτοὺς τοὺς τὰς δεήσεις ἐπιδεδωκότας εὐλαβεστάτους ἄνδρας, ἐφ᾽ ὧι ταύταις ἐντυγχάνοντας ὑμᾶς πέρας αὐταῖς ἐπιθεῖναι.
Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν" ᾿Αναγινωσκέσθω τὰ παρὰ Θεοδώρου τοῦ περι-βλέπτου προισχόμενα.
Καὶ λαβὼν Διόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος τὰς δύο δεήσεις, τήν τε ἐκ προσώπου τῶν ἐπισκόπων καὶ τὴν ἐκ προσώπου τῶν μοναχῶν, ἀνέγνω
Λίβελλος ἐπισκόπων τῶι βασιλεῖ ᾿Ιουστινιανῶι
Τῶι εὐσεβεστάτωι καὶ γαληνοτάτωι ὅλης τῆς οἰκουμένης μετὰ θεὸν δεσπότηι Φλ ᾿Ιουστινιανῶι τῶι φιλοχρίστωι καὶ αἰωνίωι αὐγούστωι καὶ αὐτοκράτορι παρὰ Παύλου ἐπισκόπου ᾿Απαμείας καὶ τῶν λοιπῶν ἐπισκόπων τῆς δευτέρας Σύρων ἐπαρχίας. Ἐμε-γάλυνε καὶ νῦν κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι, καθὼς γέγραπται, εὐσεβέστατε καὶ φιλόχριστε βασιλεῦ. δικαίως γὰρ τὰ δίκαια διώ-κοντες καὶ τὰ ἀληθῆ καὶ ὀρθόδοξα δόγματα τῶν ἁγίων ἡμῶν πατέρων ὁσημέραι ἀναξη-τοῦντες καὶ κρατύνοντες κηρύττετε ἐμφανῶς πᾶσι τοῖς ὀρθοδόξοις λαοῖς Χριστὸν τὸν θεὸν ἡμῶν βασιλέα τῶν ἁπάντων καὶ κεφαλὴν τῆς ἐκκλησίας αὐτοῦ τῆς ἁγίας, ἣν τῶι ἰδίωι αἵματι περιεποιήσατο λυτρωσάμενος ἡμᾶς ἐκ θανάτου οὗ ἐπήγαγεν ἡμῖν ὁ ἀλάστωρ διά-βολος διὰ τῶν ὑποθηκῶν αὐτοῦ τῶν πονηρῶν, καὶ ἀληθῶς ἔγνωμεν ὅτι ἐμεγάλυνε κύριος τὴν ἱερὰν ὑμῶν καὶ δικαίαν βασιλείαν καὶ πάντας τοὺς ἐναντιουμένους ὑποχειρίους τοῦ κράτους ὑμῶν πεποίηκεν, ὅτι τὴν ἄμωμον καὶ ἁγίαν πίστιν ἐκδικοῦντες τὸν μὲν σῖτον τὸν καθαρόν, τοῦτ᾽ ἐστὶ τὰ ὀρθὰ δόγματα ὡς θυμίαμα προσφέρετε τῆι αὐτοῦ ἀγαθότητι, τὸ δὲ ἄχυρον κατακαίετε πυρὶ ἀσβέστωι, φαμὲν δὴ τοὺς αἱρετικοὺς τοὺς μὴ δεχομένους τὰς ἁγίας τέσσαρας συνόδους ὡς ἕνα ὅρον πίστεως ἀληθοῦς, τήν τε τῶν τι καὶ τὴν τῶν ρν καὶ τὴν ἐν Ἐφέσωι πρώτην καὶ τὴν ἐν Χαλκηδόνι ἁγίαν οἰκουμενικὴν σύνοδον, μεθ᾽ ὧν καὶ τὴν τιμίαν καὶ σε-βασμίαν ἐπιστολὴν τοῦ ἐν ἁγίοις πάπα Λέοντος ἀσπαφόμεθα τὴν ὄντως στήλην ὀρθο-δοξίας ὑπάρχουσαν. οἵτινες ἅγιοι ἡμῶν πατέρες πᾶσαν αἱρετικὴν πλάνην καὶ κακο-δοξίαν καϑελόντες πόρρω τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν πεποιήκασι διδάξαντες ἡμᾶς γεγεννῆσθαι μὲν ἀχρόνως ἐκ τοῦ πατρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἶναι αὐτοῦ ὁμοούσιον κατὰ τὴν θεότητα καὶ τὸ πνεῦμα τὸ ἅγιον πατρὶ καὶ αὐτῶι τῶι υἱῶι συμπροσκυνεῖσθαι καὶ συνδοξάφεσθαι καὶ μίαν εἶναι πτπατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὴν οὐσίαν καὶ τὴν θεότητα καὶ ἐν τρισὶν ὑποστάσεσιν, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν προαιώνιον υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι καὶ γεννηθῆναι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς κατὰ ἀλήθειαν θεοτόκου καὶ ἀειπαρθένου καὶ γενέσθαι ἡμῖν ὁμοούσιον καὶ εἶναι τὸν αὐτὸν τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπό-τῆτι, τὰς τῶν δύο φύσεων ἰδιότητας μὴ ἀποβαλλόμενον, ἀλλ᾽ ἐν ἑκατέραι φύσει γνωριϑόμενον τὸν αὐτὸν ἐν ἑνὶ προσώπωι καὶ μιᾶι ὑποστάσει ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως, ὡς ἐντεῦθεν τὰ Νεστορίου καὶ Εὐτυχοῦς βδελυρὰ καὶ θεομισῆ δόγματα κατὰ κράτος ἐκ-βάλλεσθαι καὶ ἐκ ῥιφῶν ἀνασπᾶσθαι τὰ ζιξάνια ἃ ταῖς ὀρθοδόξοις ἐκκλησίαις ἐνέσπειραν. ὅθεν τοῦ μὲν φρενοβλαβοῦς καὶ ἀνθρωπολάτρου Νεστορίου τὴν διαίρεσιν ἀποφεύγοντες ὁμο-λογοῦμεν ὅπερ ἐκεῖνος ἠρνήσατο, τὴν ἁγίαν ἄχραντον καὶ ἀειπάρθενον μητέρα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν ᾿Ιησοῦ Χριστοῦ θεοτόκον, Εὐτυχοῦς δὲ τοῦ λήρου καὶ παράφρονος τὸ βδελυρὸν καὶ ἀνόητον δόγμα ἀναθεματίξοντες παντελῶς καὶ ἐξοστρακίξοντες τὴν δια-φορὰν τῶν φύσεων ἐπιγινώσκομεν καὶ ὁμολογοῦμεν δύο φύσεις μετὰ τὴν ἕνωσιν ἐν μιᾶι ὑποστάσει ἐν τῶι ἑνὶ Χριστῶι τῶι θεῶι ἡμῶν καὶ οὐχ ὥσπερ οἱ ἀνόητοι Εὐτυχιανισταὶ μετὰ τοῦ διδασκάλου αὐτῶν Εὐτυχοῦς καὶ Διοσκόρου τοῦ δεξαμένου αὐτὸν οὐκ ὀρθῶς πρὸ τῆς ἑνώσεως δύο λέγομεν φύσεις, μίαν δὲ μετὰ τὴν ἕνωσιν. τοῦτο γάρ ἐστιν ἀρνήσασθαι παντελῶς τὴν τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος οἰκονομίαν καὶ ἄτρεπτον ἐνανθρώπησιν, ἣν κατεδέξατο διὰ τὴν ἡμετέραν σωτηρίαν. οἱ γὰρ τὰ εἰρημένα βλασφημήσαντες ἀνόητοι καὶ ἀλλότριοι τῆς ὁμολογίας ἧς ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ὡμολόγησεν εἰπὼν σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ Ξῶντος᾽ ἡμεῖς δὲ οἱ τῆς ὑμετέρας ὑπερευχόμενοι εὐσεβοῦς βασιλείας, τῆς καθαρᾶς πηγῆς τῶν ναμάτων τῆς ὀρθοδοξίας μετέχοντες καὶ μετα-διδόντες τοῖς ὀρθοδόξοις λαοῖς καὶ ταύτηι τῆι πίστει τὴν ὑμετέραν γαληνότητα στεφα-νουμένην ὁρῶντες καὶ νικῶσαν πάντα ἐχθρὸν καὶ ὑπεναντίον τῆς εὐσεβοῦς ὑμῶν βασιλείας, παρακαλοῦμεν ἀποστραφῆναι τὸν ἐν σκαμβῆι καρδίαι καὶ μὴ ἐξ ὅλης καὶ καθαρᾶς διανοίας δεξάμενον τὰ ὀρθὰ καὶ ἀνεπίληπτα δόγματα τῶν εἰρημένων ἁγίων πατέρων, ἀλλ᾽ ἐν ὑπο-κρίσει μὲν σχηματισάμενον δέξασθαι τὰς ἁγίας τέσσαρας συνόδους καὶ τὴν ἀοίδιμον ἔπιστο-λὴν τοῦ ἐν ἁγίοις πάπα Λέοντος διὰ τὸ ἀξιόπιστον τῶν προσώπων, ἔργοις δὲ ἀρνησάμενον καὶ μὴ ὁμολογήσαντα τὴν ἀγαθὴν αὐτῶν πίστιν καὶ ὀρθόδοξον καὶ ἰδικῶς τὰς φωνὰς ἐκείνας δι᾽ ὧν Εὐτυχῆ τὸν παράφρονα τῆς ἐκκλησίας ἐξέτεμον, καὶ ἀπελάσαι τοῦτον τῆς ὑμε-πέρας εὐσεβοῦς πολιτείας, φαμὲν δὲ "Ανθιμον. Σεβῆρον δὲ καὶ Πέτρον τοὺς ἀναθεμα-τισθέντας καὶ νῦν ἀποστρεφόμεθα καὶ ἀναθεματίξομεν καὶ ἀλλοτρίους ἔχομεν τῆς τῶν ὀρθοδόξων κοινωνίας αἱρετικοὺς ὄντας καὶ χαίροντας ἀεὶ τῆι διαιρέσει τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν μεθ᾽ ὧν καὶ τὸν προειρημένον Διόσκορον οὐκ ὀρθῶς, ὡς εἴρηται, δεξάμενον Εὐτυχέα τὸν δυσώνυμον ἀποστρεφόμεθα καὶ ἀναθεματίξομεν. οὕτω γὰρ ἔχοντες καὶ οὕτω φρονοῦντες καὶ τῶι τῆς ὁσίας μνήμης πάπαι καὶ ἀρχιεπισκόπτωι τῆς πρεσ-βυτέρας Ῥώμης ᾿Αγαπητῶι τῶι ἐπ᾽ εὐεργεσίαι πασῶν τῶν ἐκκλησιῶν καὶ τῆς ὑμετέρας εὐσεβοῦς πολιτείας ἐπιστάντι καὶ ἀξιωθέντι τῶν εὐσεβῶν ὑμῶν ἰχνῶν διὰ μετρίας ἐπιστολῆς περὶ τούτων αὐτῶν ἐγνωρίσαμεν καὶ ὡς ἡγούμεθα, οὐκ ἔφθασε ταύτην ἀπολαβεῖν προσ-κληθεὶς ὑπὸ Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ὃν ὁ κύριος μετέστησεν, ἵνα τὸ πλήρωμα τῆς κατορθώσεως τῆι ὑμετέραι φυλάξηι γαληνότητι. ὑμᾶς δὲ ὁ κύριος τῆς δόξης φυλάξοι τοὺς εὐσεβεῖς καὶ Ξηλωτὰς καὶ φύλακας τῆς ὀρθοδόξου πίστεως, ἣν παραδεδώκασιν ἡμῖν οἱ προλεχθέντες ἅγιοι ἡμῶν πατέρες, πάσηι τῆι οἰκουμένηι καὶ ταῖς ἁγιωτάταις αὐτοῦ ἐκκλησίαις ἐν εἰρήνηι καὶ εὐφροσύνη: καὶ νίκηι τῆι κατὰ τῶν ἐναντίων προνοουμένους καὶ κυβερνῶντας τὴν ἐγχειρισθεῖσαν ὑμῖν παρὰ τῆς αὐτοῦ ἀγαθότητος βασιλείαν.
Ὑπογραφαί
τ Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας ᾿Απαμείας ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην
2 Σεβηριονὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας ᾿Αρεθούσης ὑπερευχόμενος τῆς ᾿εὐσε-βοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην
3 Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Βαλανεωτῶν ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην
4 Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Λαρίσσης ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην
5 Νόννος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Ἱρεφανίας ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτον βασιλείας ἐδεήθην
6 Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Σελευκοβήλου ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην
7 Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας ᾿Επιφανείας ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην.
Λίβελλος τῶν μοναστηρίων
Βασιλεῖ θεοφιλεστάτωι καὶ πανευσεβεστάτωι ᾿Ιουστινιανῶι αὐτοκράτορι αὐγούστωι δέησις καὶ ἱκεσία παρὰ Μαριανοῦ ἐλέει θεοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Δαλ-ματίου τοῦ μακαριωτάτου καὶ ἐξάρχου τῶν εὐαγῶν μοναστηρίων τῆσδε τῆς πόλεως καὶ ἀρχιμανδριτῶν τῶν αὐτῶν εὐαγῶν μοναστηρίων καὶ τῶν ἐν αὐτῆι ἐνδημούντων ἀπὸ τῆς ὑπὸ τὰ “Ιεροσόλυμα ἐρήμου ἀρχιμανδριτῶν καὶ μοναχῶν καὶ τῆς δευτέρας Συρίας καὶ τοῦ ἁγίου ὄρουςσινᾶ καὶ τῶν τριῶν Παλαιστινῶν. Τὴν ἐν χειρὶ θεοῦ καρδίαν τῆς ὑμετέρας εὐσεβείας οὗ δᾶν θέληι, κλινομένην ὁρῶντες καὶ διὰ τοῦτο τῶν συνεχόντων πραγμάτων τὴν καλλίστην ὑμῶν πολιτείαν προτιμῶσαν καὶ τὴν τῶν ἁγιωτάτων ἐκκλησιῶν εἰρήνην καὶ τῶν πιστῶν λαῶν τὴν ἡσυχίαν, εἰκότως θαρροῦμεν παρενοχλεῖν τῶι θεοφυλάκτωι ὑμῶν κράτει περὶ τῶν κοινῆι πᾶσι Χριστιανοῖς συμφερόντων. διδάσκομεν τοίνυν ὡς εἰσόδου τετυχηκότες πρὸ τούτων φανερῶν ἡμερῶν παρὰ τῆι ὑμετέραι εὐσεβείαι ἐδεήθημεν τῶν εὐσεβῶν ὑμῶν ἰχνῶν τὸν ἐπιδεδομένον παρ᾽ ἡμῶν λίβελλον τῶι ἁγιωτάτωι καὶ μακαριω-πτάτωι πατριάρχηι Μηνᾶιϊ προσδεχθῆναι καὶ κανονικῶς πραχθῆναι. ἐπεὶ τοίνυν ὑπὲρ τῶν αὐτῶν δεόμεθα, θεσπισάτω ἡ ὑμετέρα φιλόθεος γαληνότης δι᾽ εὐσεβοῦς ὑμῶν κελεύ-σεῶς καταπεμπομένης πρὸς τὸν εἰρημένον μακαριώτατον ἄνδρα τὸν εἰρημένον λίβελλον τὸν γενόμενον κατὰ τῶν λυμαινόντων τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, φαμὲν δὴ Σεβήρου καὶ Πέτρου τῶν δυσσεβῶν καὶ τῶν τὰ ὅμοια τούτοις φρονούντων ἀπὸ Εὐτυχοῦς καὶ Διοσ-κόρου καταγομένων ᾿Ακεφάλων αἱρετικῶν, ὧν εἷς ἐστιν καὶ ὁ μάλιστα διαταράξας τό γε ἐπ᾽ αὐτῶι τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν Ζωόρας τις Σύρος ἀλόγιστος πλήρης πάσης. ἀνοίας καὶ μανίας καὶ μηδὲν ἕτερον π᾿αρὰ τούτων μαϑὼν ἢ ἀναθεματίξειν τοὺς ἁγίους ἡμῶν πατέρας καὶ τοὺς τούτοις κοινωνοῦντας καὶ ἀπαιτεῖν τοὺς πρὸς αὐτὸν παραγινομένους τοῦτο ποιεῖν καὶ παρασυνάγειν καὶ παραβαπτίξειν, ὡς ἐδεήθημεν, προσδεχθῆναι καὶ κανονικῶς τά γε ἐγκείμενα αὐτῶι πέρας δέξασθαι συνιόντων κατὰ ταὐτὸν τοῦ τε εἰρημένου πατριάρχου Μηνᾷ καὶ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων Ῥωμαίων καὶ τῆς ἐνδημούσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν ἁγίας συνόδου. τούτου γὰρ τυχόντες μειξόνως καὶ ἐπιτεταμένως τὰς ὑπὲρ τῆς ὑμετέρας εὐσεβείας ἱκεσίας ἀναπέμψομεν τῶι φιλανθρώπωι θεῶι ἐφ᾽ ὧι τε δωρηθῆναι ἡμῖν ἐπὶ μηκίστους χρόνους τὸ ὑμέτερον εὐσεβὲς ὄνομα καὶ πρᾶγ-μα καὶ τὴν ὑμετέραν βασιλείαν φρουρουμένην ὑπὸ τῆς πάντα νοῦν ὑπερεχούσης τοῦ θεοῦ εἰρήνης καὶ ταύτην χορηγοῦσαν ταῖς ἁπανταχοῦ ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ ἐκποδὼν ποιουμένην τούτων πάντα τὸν μὴ κοινωνοῦντα ταύταις καὶ τῶι ἀποστολικῶι θρόνωι.
Ὑπογραφαί
ι Μαριοανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Δαλμα-τίου καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ταύτης τῆς βασιλίδος πόλεως ὑπο-γράψας ἐδεήθην: --
2. ᾿Αγαπητὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Δίου δεηθεὶς ὑτ-ἐγραψα: --
3 ᾿Αγάπιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς θείας μνήμης Θαλασσίου ὑπογράψας ἐδεήθην: --
4 ᾿Αλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις «Ἁαβραμίου ὑπογράψας ἐδεήθην: --
5 Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Ιὼβ ὑπογράψας ἐδεήθην: --
6. ᾿Ἐἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου μάρτυρος Κυριακοῦ ὑπογράψας ἐδεήθην: --
7 Διόσκορος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος {μονῆς) τῶν ᾿Ολυβρίου ὑπογράψας ἐδεήθην: --
8 Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν Ῥωμαίων πλησίον τῶν Πατροΐνου ὑπογράψας ἐδεήθην: --
9 Κοσμᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου προδρόμου καὶ βατπ-τιστοῦ ᾿Ιωάννου τοῦ ἐν τοῖς Στουδίου ὑπογράψας ἐδεήθην: --
10 lvlianus MISERICORDIA DEI PRESBYTER ET HEGVMENVS MONASTERII ROMANORVM SVB-SCRIPSI ET SVPPLICAVI: —
τι ᾿Ιώαννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ὑπογράψας ἐδεήθην: --
12. ᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῆς εὐαγοῦς μονῆς τοῦ ἁγίου καὶ (ἐνδόξου) ἀρχαγγέλου Μιχαὴλ ὑπογράψας ἐδεήθην: --
13 Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐφημίου ὑπο-γράψας ἐδεήθην: --
14 Δημήτριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Φωκᾶ ὑπογράψας ἐδεήθην: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Τρύφωνος ὑπο-γράψας ἐδεήθην: --
Φωκᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Ιωνᾷ ὑπογράψας ἐδεήθην: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Προμώτου ὑπο-γράψας ἐδεήθην: --
Δάδας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Καιουμᾶ ὑπογράψας ἐδεήθην: --
᾿Αλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου ὑπο-γράψας ἐδεήθην: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κώνστα ὑπογράψας ἐδεήθην: --
Γεννάδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κυριακοῦ ὑπο-γράψας ἐδεήθην: --
Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Σύρων ὑπογράψας ἐδεήθην: --
᾿Αττικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐκρατάδων ὑπο-γράψας ἐδεήθην: --
Κυρίων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Αἰγυπτίων ὑπο-γράψας ἐδεήθην: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαρωνίου ὑπογράψας ἐδεήθην: --
Τιμόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Αστερίου ὑπο-γράψας ἐδεήθην: --
Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαξιμίνου ὑπο-γράψας ἐδεήθην: --
Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδώρου ἀπὸ ἐκ-σκεπτόρων ὑπογράψας ἐδεήθην: --
᾿Ανδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεο-πόκου καὶ ἀειπταρθένου Μαρίας τῆς τῶν Βεσσῶν ὑπογράψας ἐδεήθην: --Διονύσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρκου ὑπογράψας ἐδεήθην: --
Στρατόνικος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Δομετίου ὑπογράψας ἐδεήθην: --
Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Κυρίκου ὑπογράψας ἐδεθήην: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Ισαακίου ὑπογράψας ἐδεήθην: --
Ζώιλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδότου ὑπογράψας ἐδεήθην: --
Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Γεωργίου ἐν τῶι Ζηροκέρκωι ὑπογράψας ἐδεήθην: --
Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Παυλίνου ὑπογράψας ἐδεήθην: --
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ζηνοβίου ὑπο-γράψας ἐδεήθην: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Ολυμπίου ὑπο-γράψας ἐδεήθην: --
᾿Ιάκωβος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν ᾿Αββίβου ὑπογράψας ἐδεήθην: --
Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπιλεγομένης “Ἱερουσαλὴμ ὑπογράψας ἐδεήθην: --
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Σαμουὴλ κατὰ τὸν Σκύθην ὑπογράψας ἐδεήθην διὰ Ζωτικοῦ διακόνου: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδώρον ἐν τῆι πέτραι ὑπογράψας ἐδεήθην: --
Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Νέωνος ὑπογράψας ἐδεήθην: --
Μόδεστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπίκλην τῶν Λυκαόνων ὑπογράψας ἐδεήθην διὰ χειρὸς Φλαβιανοῦ πρεσβυτέρου καὶ δευτεραρίου: --Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κύρου ὑπογράψας ἐδεήθην: --
᾿Αντώνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Εὐσεβίου ὑπογράψας ἐδεήθην: --
Τρύφων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μανονηλίου ὑπο-γράψας ἐδεήθην: --
Θεόκτιστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεο-τόκου καὶ ἀειπαρθένου Μαρίας ὑπογράψας ἐδεήθην: --
Ζήνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς (τῆς) διακειμένης ἐν Καλῶι ἀγρῶι τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου ὑπογράψας ἐδεήθην: --Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Ἑρ-μιόνης τῆς διακειμένης πλησίον τῶν ᾿Ελλεβίχου ὑπογράψας ἐδεήθην διὰ χειρὸς Μαρίνου ἀναγνώστου: --
Σίλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Ηλία ὑπογράψας ἐδεήθην: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Μάρα πλησίον τῆς ᾿Αετίου κινστέρνης ὑπογράψας ἐδεήθην: --
Βασίλειος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Συμεὼν ἐπίκλην [τῶνl Κυρακωνᾷᾶ ὑπογράψας ἐδεήθην: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ὑπ᾽ ἐμοῦ χάριτι Χριστοῦ συστάσης ὑπογράψας ἐδεήθην: --
Βαβύλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ τῆς ὁσίας μνήμης Δανιὴλ τοῦ ἐν τῶι στύλωι καὶ τοῦ ἁγίου ᾿Ιωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ καὶ τοῦ ἁγίου ἀποστόλου ᾿Ανδρέου ὑπογράψας ἐδεήθην: --
Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου ἀρχαγ-γέλου Μιχαὴλ τοῦ ἐν τῶι αἰθρίωι διὰ ᾿Αναστασίου μοναχοῦ δεηθεὶς ὑπέγραψα: --᾿Αναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Ῥωμαίων τῆς ἐν τῶι Πετρίωι δεηθεὶς ὑπέγραψα: --
᾿Ανδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων δεηθεὶς ὑπέγραψα: --
᾿Ἐἐλπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Βασιανοῦ δεηθεὶς ὑπ-ἐγραψα: --
Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Λυκαόνων δεηθεὶς ὑπέγραψα: --
Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κρητικῶν δεηθεὶς ὑπέγραψα: --
᾿Ιωσὴφ ἡγούμενος τῆς ἁγίας ἐνδόξου καὶ ἀειπαρθένου θεοτόκου Μαρίας τῆς οὔσης ἐν τῶι λιθοστρώτωι δεηθεὶς ὑπέγραψα διὰ χειρὸς Στεφάνου πρεσβυτέρου καὶ δευτεραρίου μου: --
“Ῥόδων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Θεοδώρου δεηθεὶς ὑπέγραψα: --
Ζωτικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τοῦ ἁγίου ᾿Ανδρέου πλησίον τῆς Σατορνίνου πόρτης δεηθεὶς ὑπέγραψα: --
Μαρτύριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Οὐάλεντος τῆς τοῦ ἁγίου ᾿Ιωάννου τοῦ βαπτιστοῦ δεηθεὶς ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς πλησίον τοῦ ἀγωγοῦ δεηθεὶς ὑπέγραψα: --
Ἡσύχιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου ποιούμενος τὸν λόγον ὑπὲρ πάσης τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: --
Δομετιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρ-τυρίου ποιούμενος τοὺς λόγους ὑπὲρ πάσης τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: --
Κασιανὸς ἐλέει θεοῦ πρεσβύτερος λαύρας [μονῆςl τοῦ μακαρίου Σάββα ποιούμενος τὸν λόγον ὑπὲρ τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: --Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης λαύρας τῶν πυργίων ποιού-μενος τὸν λόγον ὑπὲρ πάντων τῶν ἐν τῶι ᾿Ιορδάνηι δεηθεὶς ὑπέγραψα: “--Νέσταβος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τοῦ μακαρίου Φιρ-μίνου ποιούμενος τὸν λόγον ὑπὲρ τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: --
Τερέντιος ἐλέει θεοῦ πρεσβύτερος τῆς Νέας λαύρας ποιούμενος τὸν λόγον ὑπὲρ τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: --
Τραιανὸς ἐλέει θεοῦ πρεσβύτερος τῶν πυργίων τῶν ἐν τῶι ᾿Ιορδάνηι καὶ ὑπὲρ πάντων τῶν αὐτόθι μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Λεόντιος ἐλέει θεοῦ μοναχὸς ποιούμενος τὸν λόγον ὑπὲρ τῶν κατὰ τὴν ἔρημον ἁγίων πατέρων δεηθεὶς ὑπέγραψα: --
Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Κύρικος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς αὐτῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Πολύευκτος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: ---᾿Αναστάσιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς μονῆς τοῦ μακαρίου Μαρτυ-ρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι μοναχῶν δεηθεὶς ὑπέγραψα: --Νίκων ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --Μάμας ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “ἱἱἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
᾿Ιουλιανὸς ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “ἱἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Σαββάτιος ἐλέει θεοῦ μοναχὸς τῆς λαύρας τοῦ μακαρίου Σάββα καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Μαρτύριος ἐλέει θεοῦ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Βασίλειος ἐλέει θεοῦ μοναχὸς τοῦ ᾿Ιορδάνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι ᾽Ιορ-δάνηι μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Θεόδωρος ἐλέει θεοῦ μοναχὸς τῆς λαύρας τοῦ μακαρίου Φιρμίνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: --Θεωνᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀποκρισιάριος τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῆς ἐρήμου Ῥαιθοῦ καὶ τῆς κατὰ Φαρὰν ἁγίας ἐκκλησίας ποιούμενος τοὺς λόγους ὑπὲρ πάντων τῶν ὄντων μοναχῶν ἐν τοῖς εἰρημένοις ἐρήμοις τόποις δεηθεὶς ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τῶν ἀμμίων τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι πεδιάδι μοναχῶν δεηθεὶς ὑπέγραψα: --Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Σεργίου τῆς ἐν τῆι πεδιάδι καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῆι μοναχῶν δεηθεὶς ὑπέγραψα: --Κοσμᾶς ἐλέει θεοῦ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι πρώτηι Παλαιστίνηι μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Στρατήγιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι δευτέραι Παλαιστίνη μοναχῶν δεηθεὶς ὑπέγραψα: --
Σαλαμίνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι τρίτηι Παλαιστίνηι ἀρχιμανδριτῶν καὶ μοναχῶν δεηθεὶς ὑπέγραψα: --
᾿᾽Ἡλίας ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Αὐγουστο-πόλει μοναχῶν τῆς τρίτης Παλαιστίνης δεηθεὶς ἐπέδωκα: --
᾿Αναστάσιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Πέτραις μοναχῶν τῆς τρίτης Παλαιστίνης δεηθεὶς ἐπέδωκα: --
Φωτεινὸς ἐλέει θεοῦ μοναχὸς τοῦ ἁγίου Στεφάνου τοῦ ἐν Μαωτᾶ ᾿Ιαμνίας πρώτης Παλαιστίνης καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῶι μοναχῶν δεηθεὶς ἐπέδωκα: --᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι ᾿Αιλᾶ τῆς τρίτης Παλαιστίνης μοναχῶν δεηθεὶς ἐπέδωκα: --
Παῦλος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Μάρωνος τῆς ἐξαρχούσης τῶν ἐν τῆι δευτέραι Συρίαι εὐαγῶν μοναστηρίων ποιούμενος τοὺς λόγους τῶν ἐν τῆι αὐτῆι δευτέραι. Συρίαι ἀρχιμανδριτῶν καὶ μοναχῶν δεηθεὶς ἐπέδωκα: --
Ὃ ἁγιώτατος ἀρχιεπίσκοπος εἴπεν᾽ Θεόδωρος μὲν ὁ περίβλεττος ῥαιφερενδάριος ἀναχωρείτω πράξας ἐφ᾽ ὧι παραγέγονεν, ἀναγινωσκέσθωσαν δὲ καὶ οἱ ἡμῖν ἐπιδοθέντες λίβελλοι παρὰ τῶν αὐτῶν εὐλαβῶν μοναχῶν.
Καὶ λαβὼν Διόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω
Λίβελλος μοναχῶν πρὸς Μηνᾶν πατριάρχην
Τῶι δεσπότηι ἡμῶν τὰ πάντα ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιεπισκόπωι καὶ πατριάρχηι τῆς βασιλίδος Μηνᾶι καὶ τοῖς ἐνδημοῦσιν αὐτῆι ὁσιωτάτοις ἐπισκόποις τῆς ᾿Ιταλῶν χώρας καὶ θεοφιλεστάτοις ἀρχιδιακόνοις τοῦ ἀποστολικοῦ θρόνου καὶ τῆι ἐνδημούσηι τῆιδε τῆι φιλοχρίστωι πόλει ἁγιωτάτων ἐπισκόπων συνόδωι παρὰ Μαριανοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Δαλματίου καὶ ἐξάρχου τῶν εὐαγῶν μοναστηρίων τῆς βασιλίδος πόλεως καὶ ἀρχιμανδριτῶν τῶν εἰρημένων εὐαγῶν μοναστηρίων καὶ τῶν ἐνδημούντων ἐν αὐτῆι ἀρχιμανδριτῶν καὶ μοναχῶν τῆς ὑπὸ τὰ “Ἱεροσόλυμα ἐρήμου καὶ ἀπὸ τῆς δευτέρας Συρίας καὶ τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῶν τριῶν Παλαιστινῶν. Τῆς ἐπὶ ᾿Ανθίμωι κρίσεως πληρωθείσης καὶ τῆς κατ᾽ αὐτοῦ ψήφου παρ᾽ ὑμῶν τῶν ἁγιωτά-τῶν δικαίως ἐξενεχθείσης, ὅτι καὶ περὶ τοὺς θείους κανόνας ἡμαρτηκὼς ἑάλω καὶ τὰ τῆς καθολικῆς ἐκκλησίας ὁμολογῆσαι δόγματα μέχρι τέλους ἠπείθησεν, εὐχαριστοῦμεν τῶι θεῶι τῶι διὰ τῆς σπουδῆς τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως τὸν ἱερὸν ὑμῶν σύλλογον εἰς ἕν ἀγαγόντι, ἵνα καϑαρίσηι τὴν αὐτοῦ ἐκκλησίαν καὶ παραστήσηι αὐτὴν ἑαυτῶι, ὡς ἀεί, ἔνδοξον μὴ ἔχουσαν σπῖλον ἢ ῥντίδα ἤ τι τῶν τοιούτων αἱρετικῶν βιξανίων. καὶ ἦν μὲν ἡμῖν δι᾿ εὐχῆς τῶι ἰδίωι σχολάζοντας ἐπαγγέλματι τούτωι προσανέχειν καὶ μόνωι ὑπὸ μηδενὸς τῶν ἔξωθεν περιισταμένων διακοπτομένους᾽ ἀλλ᾽ ἐπει-δὴ ὁ μισόκαλος δαίμων ὁ τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων ἀεὶ ἐποφθαλμιῶν ἐπιτήδεια ὄργανα εὑρὼν Σεβῆρον καὶ Πέτρον δι᾽ αὐτῶν ταράττων τὴν εἰρήνην τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν οὐ παύεται, τούτου χάριν περὶ αὐτῶν καὶ ἐν τοῖς παρ᾽ ἡμῶν ἐπιδεδομένοις λιβέλλοις τῶι ἐν ἁγίοις πάπαι ᾿Αγαπητῶ!ι τοῖς καὶ ἀναγνωσθεῖσιν ἐπὶ τῆς ὑμετέρας μακαριότητος κατὰ τὴν προτέραν σύνοδον καὶ ἐν τῆι προσδοθείσηι τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ δεήσει τῆι καὶ καταπεμφθείσηι τῆι ὑμῶν ἁγιωσύνηι παρὰ τῆς αὐτοῦ εὐσεβείας διὰ Θεο-δώρου τοῦ περιβλέπτου ῥαιφερενδαρίου, διακομίσαντος καὶ τὴν αὐτοῦ εὐσεβῆ κέλευσιν προστάττουσαν τῆι ἁγίαι ὑμῶν συνόδωι περὶ πάντων τῶν περιεχομένων ἐν τῆι δεήσει ὑμᾶς διασκοπῆσαι, διεξήλθομεν μέρος τι, οὐ γὰρ οἷόν τε πάντα τὰ παρ᾽ αὐτῶν καὶ τῶν τὰ ὅμοια τούτοις φρονούντων ἀπὸ Εὐτυχοῦς καὶ Διοσκόρου καταγομένων ᾿Ακεφάλων αἱρετικῶν κατὰ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἔν τε τῆι βασιλίδι ταύτηι πόλει καὶ ἐν ἑτέραις πόλεσι τολμηθέντα καὶ τολμώμενα διεξελθεῖν. οὗτοι γὰρ ὥσπερ μικρὰ λογισάμενοι τὰ ἤδη παρ᾽ αὐτῶν τολμηθέντα, ᾿Ανατολὴν πᾶσαν διαταράξαντες καὶ παντοίοις ἀνθρω-πίνοις αἵμασι καταμολύναντες ὁσίων καὶ ἑτέρων ἀνδρῶν, φιλονεικοῦσι πάντως καὶ τήνδε τὴν βασιλίδα πόλιν τοιούτοις περιβαλεῖν, εἴπερ ἰσχύσουσι, κακοῖς. ἅπερ βουλόμενοι συντόμωι λόγωι ἀνακεφαλαιώσασθαι οὐκ ἴσμεν τί πρῶτον ἢ τί ὕστερον διηγησόμεθα ἢ τί σιωπήσαντες ὡς βραχὺ τί ὡς μεῖφον φανερώσομεν πάντων τῶν παρ᾽ αὐτῶν δραματουργη-: θέντων κατὰ σύγκρισιν ὁμοτίμων ὄντων καὶ οὐδενὸς καθ᾽ ἑτέρου τὴν ὑπεροχὴν ἔχειν δυνα-μένου. τί γὰρ εἴποιμεν; τὰ τῶν δικαίων αἵματα ὧν αἱ χεῖρες αὐτῶν πλήρεις; ἀλλὰ τοὺς ἀναθεματισμοὺς οὃς κατὰ τῶν ἁγίων καὶ θεοφόρων τῆς ἐκκλησίας διδασκάλων τὰ μιαρὰ αὐτῶν ἐξενεγκεῖν ἐτόλμησαν στόματα καὶ μάλιστα κατὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ μακαρίου πάπα Λέοντος; ἀλλὰ τὰ σχίσματα τῶν ἁγίων ἐκκλησιῶν καὶ τῶν πιστῶν : λαῶν τὰ σκάνδαλα; ἀλλὰ τοὺς συνωθισμοὺς οὗς κατὰ θεοφιλῶν ἀρχιμανδριτῶν καὶ ὁσίων ἀρχιερέων εἰργάσαντο, πλῆθος ἀνδρῶν αὐτοῖς περιστοιχίσαντες͵, ἵνα τοὺς κατὰ τῶν ἁγίων ἀναθεματισμοὺς ἀπαιτήσωσιν; ἀλλὰ τὰς ἐγγράφους ὁμολογίας περιεχούσας ἀναθέματα κατὰ τῶν εἰρημένων ἁγίων πατέρων; ἅπερ βίαι καὶ ἀνάγκηι καὶ πάσηι στρεβλώσει ὑπο-βάλλοντές τινας τῶν ὑπ᾽ αὐτοὺς ἀρχιερέων ἐκομίσαντο παρ᾽ αὐτῶν, ἡνίκα ὃ μὲν τὸν τῆς 3 Θεουπολιτῶν ἐκκλησίας, ὃ δὲ τὸν τῆς ᾿Απαμείας ἀθέσμως καὶ παρὰ πάντα ἱερὸν κανόνα ὑφήρπασαν καὶ κατεμόλυναν τό γε ἐπ᾽ αὐτοῖς θρόνον, καίτοιγε οὐδὲ εἰς μοναστὰς ἢ κληρι-κοὺς τελέσαντες κανονικῶς τούτου τυχεῖν ἠξιώθησαν. ἀλλὰ τί εἴποιμεν τοὺς συγκλα-σθέντας δακτύλους τῶν ἁγίων, οἷς περιέσχον τὰ θυσιαστήρια, ὡς ἐπί τινα τόπον ἄσυλον ἐπ᾿ αὐτὰ καταφυγόντες διὰ τὴν τῶν εἰρημένων μιαιφονίαν; ὅθεν ἐξελκόμενοι ὑπτὸ ἀνδρῶν : ἀνηλεῶν βιαίωι θανάτωι παρεδίδοντο ἢ καὶ ἐν αὐτοῖς τοῖς σεβασμίοις τόποις ὑπὸ τῆς τού-τῶν μανίας διεχειρίφοντο μὴ δυναμένων τόπου διαφορὰν διακρῖναι ἁγίου τε καὶ κοινοῦ. σιωπῶμεν τὰς ἀπὸ νεκρᾶς χειρὸς ἐπιθέσεις τοῦ βδελυκτοῦ καὶ ψευδοῦς αὐτῶν ἀρχιερέως καὶ τοὺς ὑπὲρ τοῦ νεκροῦ Ξῶντος ἐπὶ τοῖς χειροτονουμένοις ῥήματα ἐπικλήσεως προ-τεμένους, οὐκ ἐκ θείας χάριτος ἀλλ᾽ ἐκ κοιλίας κενολογοῦντας καὶ ἀπὸ γῆς φθεγγομένους. 9 σιωπῶμεν τὰ δεσμωτήρια καὶ τὰ δεσμὰ καὶ τὰς κατὰ τῶν εὐαγῶν μοναστηρίων νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν ληιστρικὰς ἐφόδους καὶ ἁρπαγὰς τῶν ἐν αὐτοῖς καὶ τῶν ἀσκουμένων τὰς βιαίας σφαγάς: σιωπῶμεν τὰς ἐν ταῖς ὁδοῖς κατὰ τῶν ἁγίων ἐνέδρας καὶ τὸ ἐκχεθὲν αὐ-τῶν ἀθῶον αἷμα, ὅτε φήλωι θείωι κινηθέντες τὴν πορείαν ἐπὶ τὴν μάνδραν τοῦ ἁγίου Συμεῶνος ἐποιοῦντο κοινῆς χάριν σκέψεως τῶν κατὰ τῆς ἐκκλησίας παρὰ τούτων κινου-μένων. συλλέξαντες γὰρ πλῆθος παρανόμων ληιστῶν ᾿Ιουδαίων ἐπαφῆκαν τοῖς τι-μίοις ἐκείνοις ἀνδράσιν, ἐφ᾽ ὧι ἀποσταλέντες οἱ ἀπάνθρωποι τούτων ὑπηρέται ἐνήδρευον ποὺς εἰρημένους ὁσίους ἄνδρας κατὰ τὴν ὁδὸν καὶ παριοῦσιν αὐτοῖς ἐπαναστάντες ἐκ τοῦ λόχου καὶ αἰφνίδιον ἐπελθόντες καὶ μηδὲ τὴν πολιὰν αἰδεσθέντες, ἔργον μαχαίρας τούτους ποιησάμενοι περὶ τοὺς τριακοσίους πεντήκοντα τὸν ἀριθμὸν ὄντας διέσπειραν αὐτῶν τὰ κῶλα κατὰ τὴν λεωφόρον, μηδὲ ταφῆι παραδεδωκότες τὰ τίμια ἐκείνων λείψανα μηδὲ τῶν σκηνῶν αὐτῶν φεισάμενοι, πρὸς ἀτιμίαν τοῦ πιστοῦ λαοῦ οἱ τὸ μιαρὸν τῶν ᾿Ιουδαίων ἔργον καὶ τότε ἐπαγόμενοι. καὶ οὐ θαυμαστὸν εἰ τοιαύτας ἐπεδίδουν τοῖς ὑπ᾽ αὐτῶν θεραπενομένοις δαίμοσιν ἀνθρωποθυσίας καὶ μάλιστα Σεβῆρος, οὔπω καὶ τήμερον τὴν Ἑλληνικὴν ἀποθέμενος δεισιδαιμονίαν. ἐκείνων γὰρ ἦσαν μαθηταὶ περὶ ὧν καὶ ὁ Δαυὶδ βοᾶι λέγων καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. τίς γὰρ οὐκ ἐπίσταται τὸν ἐκ νέας κομιδῆι ἡλικίας αἰσχρὸν καὶ μυσαρὸν αὐτῶν βίον καὶ δαίμοσι προσανακείμενον καὶ ὅτι ἐπὶ μαγγανείαις Σερῆρος ἁλοὺς κατὰ τὴν Βη-ρυτίων ὁ τῶν δαιμόνων θεραπευτὴς καὶ τὴν ἐκ τούτου κατηγορίαν διαφυγεῖν βουλόμενος ἐσχηματίσατο μετατίθεσθαι τὴν δαιμονικὴν αὐτοῦ δόξαν καὶ προσιέναι, ὥς φησιν αὐτός, τῶι βαπτίσματι κατὰ τὸν ἐν Τριπόλει προσκυνητὸν οἶκον τοῦ ἁγίου καὶ καλλινίκου μάρ-τυρος Λεοντίου καὶ μήπω τῶν ἐπὶ τοῖς βαπτιξομένοις ἡμερῶν τελεσθεισῶν, ὡς εἶδεν ὁ τὴν ἀλήθειαν πρὸς μικρὸν ὑποκρινάμενος ὅτι πάλιν προφανῶς ἐπὶ τὸν ἀρχαῖον τῆς Ἑλληνικῆς αὐτοῦ δόξης ἔμετον ὑποστρέφειν οὐ δύναται, δι᾽ ἑτέρας ὁδοῦ εἰς τὸ σπουδαξόμενον καταν-τᾶι. ἀρνεῖται γὰρ εὐθὺς τὴν ἐκκλησίαν καὶ τὸν τοῦτον βαπτίσαντα προσχωρήσας τοῖς τὰ Εὐτυχοῦς φρονοῦσιν ᾿Ακεφάλοις αἱρετικοῖς καὶ αἱρέσεως καὶ ἀσεβείας καλῶν κατ-αγώγια τοὺς ἁγίους τοῦ θεοῦ οἴκους, διὰ τούτου ἀθετῶν ὅπερ φησὶν εἰληφέναι βάπτισμα, ὥστε ἐπ’ αὐτῶι πληροῦσθαι τὸ προφητικὸν λόγιον ὅ φησιν ἐπὶ τοῖς τοιούτοις ἀπηλλο-τριώθησαν ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ, θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. ὅτι δὲ καὶ αὐτὴν ὑπεκρίνατο τῶν ᾿Ακεφάλων τὴν θρηισκείαν, ἐκ τῶν ἐφεξῆς πρόδηλον ἅπασι γέγονε. προστατῶν γὰρ τοῦ κατ᾽ αὐτὸν ᾿Ακεφάλου τμήματος καὶ τὸ λεγόμενον ἑνωτικὸν οὐ προσιέμενος, ἀλλὰ κενωτικὸν αὐτὸ καὶ διαιρετικὸν καλῶν καὶ ἀναθεματίξων ἐν ἰδίοις αὐτοῦ συγγράμμασιν, ἐπειδὴ καιρὸν ἔσχεν ὑφαρπάσαι τὸν τῆς Θεουπολιτῶν εὐαγῆ θρόνον, εἰρωνεύεται πάλιν ἐξ ἀντιστρόφου τοῦτο δέχεσθαι, τὸν ᾿Αλεξανδρείας πρόεδρον ὑποτρέχων καὶ Πέτρον, ὃν καλοῦσι Μογγόν, κατὰ τὸν καιρὸν τοῦ αὐτοῦ ἑνωτικοῦ τὸν τῆς ᾿Αλεξανδρέων ὑφαρ-πάσαντα θρόνον ἐν τοῖς ἱεροῖς τῆς Θεουπολιτῶν ἐκκλησίας τίθησι διπτύχοις, καταλιπὼν πάντας τοὺς ἀποπλανηθέντας παρ᾽ αὐτοῦ ἐπὶ τούτωι καὶ διδαχθέντας παρ᾽ αὐτοῦ διὰ Πέτρον ὀφείλειν ἀπορρήγνυσθαι τῆς κατὰ ᾿Αλεξάνδρειαν ἐκκλησίας. ἐμμένει δὲ οὐδὲ τού-τοῖς καθάπαξ. γνώμη γὰρ ἦν αὐτῶι θορύβους κινεῖν καὶ μηδέποτε ἐπὶ τῶν αὐτῶν ἵστασθαι. πῶς γὰρ οἷόν τε ἦν τὸν μὴ διὰ πίστιν Χριστιανικὴν ἀγωνιξόμενον μὴ τοῦτο μόνον πραγματεύεσθαι τὸ διαταράττειν ἐκ πάσης προφάσεως ἀεὶ τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας; τοιγαροῦν καὶ τὸν Ἴβηρα Πέτρον κατὰ ταυτὸν δέχεται, κοινωνεῖ δὲ καὶ τοῖς λοιτοῖς ᾿Ακεφάλοις, ὡς ἐνόμισεν, ἀπεσχισμένοις τῆς ᾿Αλεξανδρέων ἐκκλησίας, ἧς τὴν ἕνωσιν ἀσπά-3εσθαι τότε προσεποιεῖτο, καθὼς ἀνωτέρω εἴρηται. πρὸς τούτοις δὲ πᾶσιν οὐδὲν ἦν αὐτῶι πρὸς τὸ τῆς συνεχοῦς παραβασίας ἐμπόδισμα,. τὴν γὰρ ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐφ᾽ ἑκάστης ὡς εἰπεῖν ἀναθεματίφξειν τολμῶν, ἐκοινώνει ταύτηι, πολλοὺς τῶν συνεδρευσάντων ἐν αὐτῆι τῆι κατὰ Χαλκηδόνα ἁγίαι συνόδωι τῶν ὑπ᾽ αὐτὸν ἐπισκόπων ἐν τοῖς ἱεροῖς ἐχόντων διπτύχοις. ἀλλ᾽ οὐδὲ ἡ ἐπὶ κακῶι δεξαμένη αὐτοὺς τῶν ᾿Αλεξαν-δρέων πόλις διέφυγε τοὺς αὐτῶν θορύβους. ἐφ᾽ ἑαυτῆς γὰρ ἡσυχάξουσαν, ὅπως ποτὲ καὶ διέκειτο, ταύτην εὑρόντες εἷς ἀνατροπὴν τελείαν κατέστησαν, προσθέντες αὐτοῖς τμήματα καὶ κατ᾽ ἀλλήλων τὸν ἐκεῖσε λαὸν κινήσαντες, ὥστε καὶ ἐμφυλίους γενέσθαι πο-λέμους καὶ πολλῶν μὲν οἴκων γενέσθαι καύσεις, πολλῶν δὲ ἀνθρώπων αἵματα χεθῆναι καὶ τούτους μόλις ποτὲ φυγῆι τὰς ἐπὶ τούτοις ποινὰς διαφυγεῖν. οὗπερ ἐκεῖνοι διαμαρ-τόντες ἀναθέματι γοῦν αὐτοὺς καθυπέβαλον καὶ ἑτέραις πλείοσιν ἐπ᾽ ἐκκλησίας ἀραῖς, αἱρετικοὺς καὶ αὐτοὶ δικαίως ἀποκαλοῦντες, ὡς περιγενέσθαι αὐτοῖς ἐκ τῆς τοῦ θεοῦ κρίσεως τὸ εἰς βόθρον ἐμπεσεῖν, ὃν εἰργάσαντο, καὶ ἐπιστρέψαι τὸν πόνον αὐτῶν εἰς κεφαλὴν αὐτῶν. πᾶσαν γὰρ ἐκκλησίαν ἀδίκως ἀναθεματίσαι τολμήσαντες ὑπὸ πάσης ἐκκλησίας αὐτοὶ δικαίως ἀνεθεματίσθησαν. πολλὰ μὲν οὖν καὶ ἕτερα τετολμήκασιν, ἅτινα πᾶσίν ἐστιν τοῖς κατὰ τὴν ᾿Ανατολὴν ἐγνωσμένα, δι᾽ ὅπερ καὶ τὸν ὄγκον τούτων φεύγοντες καὶ αἰδοῖ τοῦ τῆς ὑμετέρας μακαριότητος συλλόγου καὶ τοῦ καθ᾽ ἡμᾶς εὐαγοῦς σχήματος τὰς αἰσχρὰς τούτων πράξεις ἀπεσιωπήσαμεν. οὕτω δὲ οἰκτρῶς, ὡς προείρηται, τήν τε ᾿Ανατολὴν καὶ ᾿Αλεξάνδρειαν διαθέντες καταλαμβάνουσι καὶ τὴν βασιλίδα ταύτην πόλιν οἱ παρὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ἀποπλανηθέντες, πρόδρομοι ὥσπερ τῆς ἐκείνων κακίας ὑπάρχοντες καὶ προομαλίσαι αὐτοῖς τὴν τοῦ μύσους ὁδὸν ὀφείλοντες, καὶ μετ᾽ ἐκείνους πάλιν Πέτρος, ἐφεξῆς δὲ τούτοις καὶ Σεβῆρος, καὶ τούς τε ἰδιωτικοὺς οἴκους τάς τε ἐκκλη-σίας τοῦ θεοῦ καὶ αὐτὴν τὴν πολιτείαν, ὅσον γε τὸ ἐπ᾽ αὐτοῖς, λυμαινόμενοι καὶ παρα-συνάξεις καὶ παραβαπτίσματα προφανῶς καὶ μετὰ πάσης ἀναιδοῦς παρρησίας δημοσίαι τε καὶ ἰδίαι τολμῶντες, παρεμβάλλοντες δὲ ἑαυτοὺς καὶ μεσιτείαι χρηματικῶν πραγμάτων φόβον καὶ πλοῦτον οὐ τὸν τυχόντα ἐκ τούτου καὶ ἐκ πολλῶν οἴκων ἑαυτοῖς περιεποιήσαντο. δι᾽ ὧν τὰς μὲν τῶν ἀκεραιοτέρων ψυχὰς ἐξηπάτησαν, τὰς δὲ τῶν δεινοτέρων κατεκτύπησαν, τὰς δὲ τῶν πρὸς χρήματα ἢ δόξαν ἢ τρυφὴν κεχηνότων ὑπέσυραν " ἀλλὰ μὴν καὶ ἐνδύνοντες εἰς οἰκίας αἰχμαλωτίφουσι ψυχὰς ἀστηρίκτους ἀνδρῶν τε καὶ γυναικῶν, καὶ οὐ μόνον ψυχ!-κῶς, ἀλλὰ δὴ καὶ σωματικῶς ταύτας διαφθείροντες τῶι τῆς ἀσεβείας καὶ ἀσελγείας βαρά-θρωι ἐγκατορύττουσι. καὶ τί δεῖ περὶ τούτων τὸν λόγον ἐπεκτείνειν πάντων τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐπισταμένων τὰς ἀνοσίους πράξεις τῶν εἰρημένων ᾿Ακεφάλων αἱρετικῶν Σεβήρου καὶ Πέτρου καὶ τὰς μιαρὰς αὐτῶν καὶ ἀθέους καὶ βλασφήμους καὶ φόνοις χαιρούσας ψυχάς; ταῦτα γὰρ φανερῶς δείκνυσι τά τε ἐν τῆι πρεσβυτέραι Ρώμηι, ἡνίκα ὁ τῆς ὁσίας μνήμης ᾿Ορμίσδας τὸν ἀποστολικὸν ἐκεῖνον διεῖπτε θρόνον, καὶ ἐν ταύτηι τῆι βασιλίδι πόλει καὶ ἐν Θεουπόλει καὶ ἐν Ἱεροσολύμοις πραχθέντα τε καὶ συστάντα ὑπο-μνήματα τὸν μυσαρὸν ἐκείνων βίον ἅπασι διαγγέλλοντα καὶ τοὺς αἰωνίους καὶ ἀλύτους ἀναθεματισμοὺς οἷς βέβληνται οἱ εἰρημένοι διὰ τὰς ἀπηγορευμένας αὐτῶν πράξεις ἃς εἰργάσαντο. ἐφ᾽ οἷς ἐγκαλύπτεσθαι ὀφείλοντες καὶ λέγειν τοῖς ὄρεσι πέσατε ἐφ᾽ ἡ μᾶς καὶ καλύψατε ἡμᾶς ἢ ἐν τοῖς βάθεσι τῆς γῆς ἐγκατορύττεσθαι καὶ κρείττονα τῆς πα-ρούσης ζωῆς τὸν θάνατον ἡγεῖσθαι διὰ τὸ μόνους αὐτοὺς τῶν πάντων αἱρετικῶν αἰωνίοις καὶ ἀλύτοις ἀναθέμασιν ὑποβεβλῆσθαι, τοῦτο μὲν οὐκ ἐποίησαν, ὡς ἐπὶ σεμνοῖς δὲ τοῖς αἰσχίστοις ἐγκαυχώμενοι εἰσέφρησαν, ὡς εἴρηται, τῆιδε τῆι πόλει, καὶ ὃ μὲν ἡμέραν ἐξ ἡμέρας τῆι ἀσεβείαι προστίθησιν ἀδικίαν εἰς τὸ ὕψος λαλῶν καὶ τῶν ἁγίων κατεξανιστά-μενος πατέρων καὶ τὰ τούτων ὀρθὰ διασύρων καὶ βλασφημῶν δόγματα, ὁ δὲ Πέτρος τὰ αὐτὰ βλασφημῶν καὶ παντὶ αἰσχρῶι καὶ μυσαρῶι ἐγχειρήματι ἑαυτὸν παρεμβάλλειν οὐ παραιτούμενος, θεὸν ἔχων τὴν κοιλίαν καὶ τὴν ἑπομένην ταύτηι ἀσωτίαν καὶ τὴν δόξαν ἐν τῆι αἰσχύνηι αὐτοῦ ἐφ᾽ ὕψους τε σοβαρῶς καθήμενος πρόεισι δημοσίαι ἐμττομπεύων πᾶσι τὴν αὐτοῦ ἀναίδειαν καὶ ὑπὸ τῶν παρεπομένων καὶ προπεμπόντων πάντας τοὺς παρατυγχάνοντας συνωθῶν πᾶσιν ἑαυτὸν δυνατὸν ἐπιδεικνύναι διὰ τούτου βούλεται. ὦ τίς “Ἱερεμίας θρήνους πάθεσιν ἐξισοῦν δυνάμενος τὰ ἡμέτερα θρηνήσει κακά; μᾶλλον δὲ τὴν ἡμετέραν ῥαθυμίαν ὅτι τοιοῦτον ἔχοντες ὀρθόδοξον βασιλέα καὶ διαπύρωι φήλωι τὴν ὀρθὴν περιέποντα πίστιν καὶ τὴν εἰρήνην τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ὡσεὶ κόρην ὀφθαλμοῦ φυλάττειν προθυμούμενον παρασιωπῶμεν καὶ ἀνεχόμεθα οὕτως αἰσχρῶς καὶ ἀναιδῶς πολιτευομένους ὁρῶντες καὶ μετὰ πάσης παρρησίας τοὺς εἰρημένους ἀνοσίους ᾿Ακεφάλους. ἐφ᾽ οἷς ἀλγοῦντες οὐ ξενιξόμεθα μὲν ὑπὸ τοῦ ἀποστόλου προδιδαχθέντες ὅτι πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι, ὁρῶντες τούτους οὕτως ἀναιδῶς παρρησιαξομένους, τῆς δὲ ἀσφα-λείας τῶν πιστῶν πάντων μηδὲν ἔμπροσθεν τίθεσθαι ὑμᾶς καὶ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα πιστεύοντες καὶ τῆς ἐπιστροφῆς τῶν ἐξαπτατηθέντων παρ᾽ αὐτῶν καὶ τοῦ στηριγ-μοῦ τῶν ἔτι καὶ νῦν σαλευομένων διὰ τῆς ἐκείνων ἑτεροδιδασκαλίας προνοεῖσθαι πεπεισ-μένοι καὶ μάλιστα διὰ μνήμης ὑμᾶς φέρειν εἰδότες τὸ προηγορευμένον φοβερὸν κρίμα τῶ! ἕνα τῶν μικρῶν σκανδαλίφοντι, καὶ ὅτι πρὸ ἡμῶν πάντως σκοπήσετε τὸ τῶι κοινῆι συμφέροντι λυσιτελοῦν, ἐπειδή, τὰ μέγιστα, ὡς οὐδέποτε ἢ ἄλλοι αἱρετικοὶ ἢ ἐν ἄλλοις και-ροῖς, κατὰ πάντα ἐλυμήναντο τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν οὗτοί τε καὶ οἱ τὰ ὅμοια τού-τοις φρονοῦντες, τοῦτο παρακαλοῦμεν ὑμᾶς, μᾶλλον δὲ καὶ ἐνορκοῦμεν, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ πιστοτάτου καὶ Χριστιανικωτάτου ἡμῶν βασιλέως καὶ τῶι θεῶι διὰ τὴν ὀρθὴν αὐτοῦ πίστιν πεφιλημένου ἐξακολουθοῦντας τῆι ἀποφάσει τοῦ ὁσίου καὶ ἀποστο-λικοῦ ἀνδρὸς ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥρώμης καὶ τοῖς τὸν ταύτης τῆς βασιλίδος πόλεως ἀρχιερατικὸν διακοσμήσασι θρόνον καὶ τοῖς μακαριωτάτοις πατριάρχαις Θεου-πόλεως καὶ Ἱεροσολύμων καὶ τοῖς ἄλλοις ἀρχιερεῦσι πρότερον μὲν τῶι κατὰ τῶν αὐτῶν αἱρετικῶν παρὰ τῶν εἰρημένων ἁγίων ἀνδρῶν προενεχθέντι κρίματι καὶ ἀναθέματι ἀρτίως καὶ πρὸ τοῦδε, τούτωι καὶ ὑμᾶς ὑποβαλεῖν, κατ᾽ ὄνομα πᾶσι φανερούντων καὶ ἀναθεμα-τιξόντων ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἑκάστου ὑμῶν, Σεβῆρον καὶ Πέτρον καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας καὶ μὴ μεταγνόντας ἀλλ᾽ ἐπιμένοντας τῆι ἐκείνων πλάνηι καὶ τὰ ἀσεβῆ Σεβήρου δόγματα καὶ τοὺς ταῦτα δεχομένους καὶ τοὺς τούτων συμμύστας, ὥσ-περ ἐπὶ Νεστορίωι καὶ Εὐτυχεῖ καὶ Διοσκόρωι καὶ τοῖς ἄλλοις αἱρετικοῖς τοῖς λαοῖς παρα-διδόντες ποιεῖν εἰώθατε, διδάσκοντες τούτους διὰ τοῦ ἀναθέματος πάντηι τὸν ἐκείνων θανα-τηφόρον ἰὸν ἀποστρέφεσθαι, εὐθύς τε ἅμα πᾶσιν ἡμῖν πρὸς τὰ ἴχνη τοῦ εὐσεβεστάτου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως δραμεῖν καὶ διδάξαι τὴν αὐτοῦ εὐσέβειαν πάντα μὲν τὰ παρ-ακολουθήσαντα, δυσωπῆσαι δὲ τὴν αὐτοῦ ἡμερότητα ἐκεῖνα πρᾶξαι, ἅπερ ἡ φιλόχριστος αὐτῶν καὶ θεία ψυχὴ ἐφ᾽ ἑκάστης ποιεῖν πέφυκεν ἐπὶ τῆι εἰρήνηι τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τὴν αὐτοῦ θεοφύλακτον βασιλείαν ἀτάραχον καὶ ἀνενόχλητον διαφυλάττει, καὶ τοὺς παρ᾽ ἡμῶν ἐξονομασθέντας καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας ἐξελάσαι τῆσδε τῆς πόλεως καὶ παῦσαι τὰς γινομένας π᾿ααρασυνάξεις καὶ παραβαπτίσματα καὶ ταραχάς. ἀλλὰ μὴν καὶ Ζωόραν τινὰ Σύρον ἀλόγιστον τοῦ αὐτῶν ἐμέτου καὶ ἰοῦ τυγχάνοντα δυσω-ποῦμεν ὑπαχθῆναι τούτοις, πάσης ἀνοίας καὶ ἀλαφονείας πλήρη ὄντα καὶ μηδὲν ἕτερον μα-θόντα ἢ ὃ παρέλαβε παρ᾽ ἐκείνων, τὸ κατὰ τῶν ἁγίων ἡμῶν πατέρων ἀνάθεμα καὶ τῶν τούτοις κοινωνούντων καὶ τὸ τοὺς πρὸς αὐτὸν παραγινομένους τοῦτο ποιεῖν ἀναγκάξειν καὶ παρασυνάξεις καὶ παραβαπτίσματα καινοτομεῖν καὶ θορύβους ταῖς ἁγίαις τοῦ θεοῦ κινεῖν ἐκκλησίαις, αὐτούς τε τούτους καὶ τοὺς ἄλλους ἐμφωλεύοντας ἐν διαφόροις οἴκοις καὶ προαστείοις τῆσδε τῆς πόλεως ὥσπερ τινὰ θηρία ὑπεξαγαγεῖν καὶ τῶι πρέποντι αὐτοῖς τόπωι καταδικάσαι, οἷα μὴ βουληθέντας ἐν ταῖς ὑπὸ τὴν αὐτοῦ εὐσέβειαν εὐνομου-μέναις πόλεσι σωφρόνως καὶ ἡσύχως διάγειν μηδὲ ἐνταῦθα γενομένους κρείττους ἑαυτῶν γενέσθαι ἐκ τῆς περὶ αὐτοὺς ἐπιδειχθείσης ἀφάτου καὶ χρονίας μακροθυμίας καὶ θεραπείας καὶ τιμῆς, τοῦ εὐσπλάχνου ἡμῶν βασιλέως τὴν ἐκείνων σωτηρίαν πραγματευσαμένου, ἀλλὰ τῆς ὑπερβαλλούσης φιλανθρωπίας ὑπεριδόντας ἀναξίους ταύτης πεφηνέναι καὶ εἰς τοσοῦτον ἀπονοίας καὶ ἀλαξονείας ἀρθῆναι, εἰς ὅσον καὶ τετίμηνται καὶ ἀδεῶς πάντα πράττειν παρακεχώρηνται:" γενικήν τε διάταξιν πανταχοῦ καταπέμψαι πρός τε τοὺς ὁσίους ἀρχιερεῖς πρός τε τοὺς δημοσίους ἄρχοντας πάντα τὰ εἰρημένα γίνεσθαι ἀπαγορεύουσαν, ἀλλὰ καὶ τοῦτο θεσπίζουσαν ὥστε τοὺς οἴκους καὶ τὰ προάστεια ἐν οἷς αἱ τοιαῦται πααρασυνάξεις γίνονται, προσκυροῦσθαι ταῖς κατὰ τόπον ἁγιωτάταις ἐκκλησίαις. καὶ οἱ βασιλικοὶ γὰρ νόμοι θεσπίζουσι πάντα τόπον καὶ πρᾶγμα ἐν ὧι καὶ δι᾽ οὗ εἴτε κατὰ πλάνην εἴτε κατὰ ἀλήθειαν ἱερόν τι ἐπετελέσθη, ταῖς ἁγίαις τοῦ θεοῦ προσήκειν ἐκκλησίαις καὶ τοῦτο ἡμῖν εἰσηγεῖται ἡ θεία γραφή, ὅτε Μωσῆς ὁ τοῦ θεοῦ θεράπων τὰ οὐχ ἱερατικὰ πυρεῖα εἰς κατασκευὴν τῶν τοῦ ναοῦ προχωρῆσαι θεόθεν διδαχθεὶς ἐνομοθέτησεν, ἐπειδὴ εἰ καὶ ἀλλό-τριον πῦρ, ὅμως γοῦν ἐν αὐτοῖς προσήνεγκαν καὶ ἐτέλεσαν τὴν ἀπηγορευμένην αὐτοῖς ἱερα-τικὴν λειτουργίαν Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ οἱ τότε τῆς ἱερωσύνης καὶ τοῦ προφήτου καὶ τοῦ θεοῦ ἀναισχύντως κατεξαναστάντες, καθάπερ νῦν οὗτοι πρὸς ἀσέ-βειαν ἑαυτοὺς ἐκμισθοῦντες ψευδώνυμοι ἱερεῖς. καὶ ἀληθεῖς ἀντίχριστοι τοῖς οἴκοις ἐπεισῆλ-θον καὶ ἀλλότρια ἤγειραν θυσιαστήρια καὶ καταβαπτιστήρια ὠικοδόμησαν ἐξ ἐναντίας τοῦ ἀληθινοῦ θυσιαστηρίου καὶ τῆς ἁγίας κολυμβήθρας. θεσπίσαι δὲ καὶ τοῦτο ἱκετεύομεν τὸ αὐτοῦ εὐσεβὲς κράτος πάντα τὰ κατὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ μακα-ρίου Λέοντος Σερήρου ἀσεβῆ συγγράμματα ὁπουδήποτε εὑρισκόμενα πυρὶ παραδίδοσθαι" τοῦτο γὰρ καὶ ἐπὶ τοῖς Μάνεντος καὶ Νεστορίου ἀσεβέσι συγγράμμασι γίνεσθαι εὐσεβεῖς διαγορεύουσι διατάξεις. τὰ δὲ κανονικῶς πραχθέντα ἐπὶ τοῖς εἰρημένοις προσώποις δυσωποῦμεν τὴν ὑμετέραν μακαριότητα καὶ τὸν ἱερὸν ὑμῶν σύλλογον ἐπιβητῆσαι παρά τε τῶν συνεδρευόντων ὑμῖν ὁσιωτάτων Ῥωμαίων καὶ τῶν προσκαρτερούντων ὑμῖν θεοσε-βεστάτων νοταρίων, ἔτι γε μὴν καὶ τῶν τὰς ἀποκρίσεις ποιουμένων θεοφιλῶν ἀνδρῶν τῆς ᾿Ανατολικῆς διοικήσεως, ὥστε τούτων φανερῶν γινομένων ἐξακολουθῆσαι τὴν ὑμετέραν μακαριότητα καὶ τὴν συνεδρεύουσαν ὑμῖν ἁγίαν σύνοδον τοῖς ὁρισθεῖσι κατ᾽ αὐτῶν παρὰ τῶν τοὺς εἰρημένους πατριαρχικοὺς θρόνους κατακοσμησάντων ἁγίων ἡμῶν πατέρων καὶ ἀναθεματίσαι τοὺς εἰρημένους Σεβῆρον καὶ Πέτρον καὶ τοὺς τούτων ἀκολούθους καὶ τοῦ αὐτῶν φρονήματος ὑπάρχοντας καὶ μάλιστα τὸν μνημονευθέντα Ζωόραν ὡς ἐπίσης τού-τῶν ἢ καὶ πλεῖον τὴν ἐκκλησίαν τοῦ θεοῦ διαταράξαντα καὶ καθόλου πάντα ἐκκήρυκτον γενόμενον ὑπό τε τοῦ ἀποστολικοῦ θρόνου καὶ πάσης ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ὡς μὴ θέλοντα τούτοις ἀκολουθῆσαί τε καὶ κοινωνῆσαι.
Ὑπογραφαί
1 Μαριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Δαλ-ματίου καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ταύτης τῆς βασιλίδος πόλεως ὑπο-γράψας ἐπέδωκα: --
2 ᾿Αγαπητὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Δίου δεηθεὶς ὑπέγραψα: --
3 ᾿Αγάπιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Θαλασσίου ὑπογράψας ἐπέδωκα: --
4 ᾿Αλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις ἱαβραμίου ὑπογράψας ἐπέδωκα: --
5 Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἰὼβ ὑπογράψας ἐπέδωκα: --
6 ᾿Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Κυριακοῦ ὑπογράψας ἐπέδωκα: --
7 Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Ολυμπίου ζὑπογράψας» ἐπέδωκα: --
8 Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Σύρων ὑπογράψας ἐπέδωκα: --
9 Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Τρύφωνος ὑπογράψας ἐπέδωκα: --
10 Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κώνστα ὑπογράψας διὰ χειρὸς ᾿Ιακώβου ἐπέδωκα: --
11 Παύλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ὑπογράψας ἐπέδωκα: --
lvlianvs ELEI THEOY PRESBYTERVS CAE HEGVMENVS MONES TON ROMAEON YPOGRA( PSA )S EPEDOCA: —
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ὑπογράψας ἐπέδωκα: --
Κοσμᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου ὑπογράψας ἐπέδωκα: --
Διόσκορος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Ολυβρίου ὑπο-γράψας ἐπέδωκα: —
Δημήτριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Φωκᾶ ὑπογράψας ἐπέδωκα: --
Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐφημίου ὑπογράψας ἐπέδωκα: --
᾿Αλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου ὑπο-γράψας ἐπέδωκα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου καὶ ἐνδόξου ἀρχαγγέλου Μιχαὴλ ὑπογράψας ἐπέδωκα: --
Φωκᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Ιωνᾶ ὑπογράψας ἐπέδωκα: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Προμώτου ὑπο-γράψας ἐπέδωκα: --
Δάδας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Καιουμᾶ ὑπογράψας ἐπέδωκα: —
Γεννάδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κυριακοῦ ὑπογράψας ἐπέδωκα: --
Κυρίων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Αἰγυπτίων ὑπο-γράψας ἐπέδωκα: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαρωνίου ὑπο-γράψας ἐπέδωκα: --
Διονύσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρκου ὑπογράψας ἐπέδωκα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδώρου ἐν τῆι πέτραι ὑπογράψας ἐπέδωκα: --
᾿Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Νέωνος ὑπογράψας ἐπέδωκα: --
Ζώιλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδότου ὑπογράψας ἐπέδωκα: --
Τιμόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Αστερίου ὑπογράψας ἐπέδωκα: --
Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Κυρίκου ὑπογρά-was ἐπέδωκα: --
᾿Ανδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ὑπογράψας ἐπέδωκα: --
Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Γε-ὠργίον ἐν τῆι Ζηροκέρκωι ὑπογράψας ἐπέδωκα: --
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν ἁγίων Πέτρου καὶ Παύλου τῶν ἀποστόλων, Σεργίου καὶ Βάκχου τῶν μαρτύρων ὑπογράψας ἐπέδωκα: --᾿Αττικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐκρατάδων ὑπο-γράψας ἐπέδωκα: --
Στρατόνικος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Δομετίου ὑπογράψας ἐπέδωκα: ---
Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδώρου ὑπογράψας ἐπέδωκα: --
Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαξιμίνου ὑπο-γράψας ἐπέδωκα: --
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ζηνοβίου ὑπο-γράψας ἐπέδωκα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Ισαακίου ὑπογράψας ἐπέδωκα: --
᾿Ιάκωβος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Αββίβου ὑπογράψας ἐπέδωκα: --
Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κύρου ὑπογράψας ἐπέ-δωκα: --Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Σαμουὴλ κατὰ τὸν Σκύθην ὑπογράψας διὰ Ζωτικοῦ διακόνου ἐπέδωκα: --
Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπίκλην “Ἱερουσαλὴμ ὑπο-γράψας ἐπέδωκα: --
Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Παυλίνου ὑπογράψας. ἐπέδωκα: -- ᾿
Μόδεστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπίκλην τῶν Λυκαόνων ὑπογράψας διὰ χειρὸς Φλαβιανοῦ πρεσβυτέρου ἐπέδωκα: --
᾿Αντώνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Εὐσεβίου ὑπογράψας ἐπέδωκα: --
Τρύφων ἐλέει θεοῦ πρεσβύτερος μονῆς τῶν Μανουηλίου ὑπογράψας ἐπέδωκα: --Θεόκτιστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεο-πόκου καὶ ἀειπαρθένου Μαρίας ὑπογράψας ἐπέδωκα: --
Ζήνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς διακειμένης ἐν Καλῶι ἀγρῶι τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου ὑπογράψας ἐπέδωκα: --
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Ἑρμιόνης ἐν τοῖς ᾿Ελλεβίχου ὑπογράψας διὰ χειρὸς Μαρίνου ἀναγνώστου ἐπέδωκα: --
Σίλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Ηλία ὑπογράψας ἐπέ-δωκα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρα πλησίον τῆς ᾿Αετίου κινστέρνης ὑπογράψας ἐπέδωκα: --
Βασίλειος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Συμεῶνος ἐπίκλην Κυρακωνᾶ ὑπογράψας ἐπέδωκα: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ὑπ᾽ ἐμοῦ χάριτι Χριστοῦ συστάσης ὑπογράψας ἐπέδωκα: --
Βαβύλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ τῆς ὁσίας μνήμης Δανιὴλ τοῦ ἐν τῶι στύλωι καὶ τοῦ ἁγίου ᾿Ιωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ καὶ τοῦ ἁγίου ἀποστόλου ᾿Ανδρέου ὑπογράψας ἐπέδωκα: --
Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν τῶι αἰθρίωι ὑπογράψας δι᾽ ᾿Αναστασίου μοναχοῦ ἐπέδωκα: --᾿Αναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ρωμαίων ὑπο-γράψας ἐπέδωκα:
᾿Ανδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν Ῥωμαίων ὑπογράψας ἐπέδωκα: --
Ῥόδων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδώρου ὑπογράψας ἐπέδωκα: --
᾿Ἐλπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Βασιανοῦ ὑπογράψας ἐπέδωκα: --
Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Λυκαόνων πλησίον τοῦ ἁγίου Λαυρεντίου ὑπογράψας ἐπέδωκα: ---
Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κρητικῶν ὑπογράψας ἐπέδωκα: --
᾿Ιωσὴφ ἡγούμενος τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας τῆς οὔσης ἐν τῶι λιθοστρώτωι ὑπογράψας διὰ χειρὸς Στεφάνου πρεσβυτέρου καὶ δευτε-. ραρίου μου ἐπέδωκα: --
Ζωτικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου ᾿Ανδρέου πλησίον τῆς Σατορνίνου πόρτης ὑπογράψας ἐπέδωκα: --
Μαρτύριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Οὐάλεντος τοῦ ἁγίου ᾿Ιωάννου τοῦ βαπτιστοῦ ὑπογράψας ἐπέδωκα: -- 8 ᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς πλησίον τοῦ ἀγωγοῦ ὑπογράψας ἐπέδωκα: ---
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων πλησίον τοῦ ἁγίου Γεωργίου Συκῶν ὑπογράψας ἐπέδωκα: --
Σαββάτιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ὑπατίου ὑπὸ Φωτει-νὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα διὰ χειρὸς ᾿Ιωάννου διακόνου τοῦ αὐτοῦ μοναστηρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μεγάλης μονῆς τῶν ᾿Ακοιμήτων τῆς ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων -λαμπρᾶς μητροπόλεως ὑπέγραψα: ---
Κυπριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ᾿Οσίας ὑπὸ Φω-πεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: --᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἑξαγώνου ὑπὸ Φω-τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: --Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Ορχάδων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: --Τρύφων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς Ἱἱερίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: --Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κράνων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: --Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Αλαπέδων ὑπὸ Φω-τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων. μητροπόλεως ὑπέγραψα: --Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς Πηγῆς ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: -“--
Σεβηριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Σύρων ὑπὸ Φω-τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --
Εἰρηνικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ζωγραφητῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --Μεγαλήμερος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κρανίδων ὑπὸ Φω-τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --Μαρκελλῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἐνδόξου ἀρχαγγέλου Μιχαὴλ Ῥουφινιανῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Βαρνάβα ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Απολλωνίου ὑπὸ Φω-τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Γαλακρηνῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ᾿Αντιοχειανῶν ὑπὸ Φω-πεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ἁγίων τεσσαράκοντα ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Δωρόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Πατιόρων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
᾿Ελπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ Κριθίνου ὑπὸ Φω-πτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --
Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ρωμαίων πλησίον τῶν ουφινιανῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητρο-
πόλεως ὑπέγραψα διὰ χειρὸς Γεωργίου ἀναγνώστου διὰ τὸ ὀλιγογράμματον εἶναί με: --
᾿Ιορδάνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς πέτρας ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --
Μάρκελλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ Δαλματίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
᾿Ιούλιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Βάσσης ἐν τῶι “Ἱἱμερίωι ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --᾿Ισίδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἰδίας τῆς οὔσης ἐν φυτοῖς πλησίον τοῦ ἁγίου μάρτυρος ᾿πιμάχονυ ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον Χαλκηδονίων ὑπέγραψα: --
Εὐγένιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ Λευκαδίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα διὰ χειρὸς Παύλου διακόνου τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου διὰ τὸ ἐμὲ μὴ δεδυνῆσθαι ὑπογράψαι ἐκ τοῦ γήρους: --Φωτεινὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Πλάτωνος ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα διὰ χειρὸς Γεωργίου δια-κόνου τοῦ αὐτοῦ μοναστηρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Βρόχθων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Στεφανᾶ ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --
Εὐγένιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Διαπέτρων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: --
Κόνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ᾿Ιουλιανοῦ Βρόχθων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἀνδριάντων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς βρύων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
᾿Αρδαβούριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Θεοδώρου τῶν σμιλακίων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ζαχαρίου τοῦ Στιβαραχίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Θωμᾶ ἐπὶ δρόμων τῶν ἄνω ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα διὰ Κυρεῶνος πρεσβυτέρου τῆς αὐτῆς μονῆς καὶ δευ-τεραρίου μου διὰ τὸ ἐμὲ ἀγράμματον εἶναι: --
Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Στεφάνου τῶν Λύδα ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κοκκίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον Χαλκηδονίων ὑπέγραψα: --
Εὐσέβιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Χριστοφόρου τῶν Ταρυλλίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέ-γραψα: --
᾿Ιάκωβος ἐλέει θεοῦ. πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου τοῦ κάτω ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: --
᾿Ἡσύχιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου ποιού-μενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μο-ναχῶν ὑπογράψας ἐπέδωκα: --- ᾿ Δομετιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Κασσιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τῶν Σάββα ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν : ὑπογράψας ἐπέδωκα: --
Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης λαύρας τῶν πυργίων ποιού-μενος τὸν λόγον καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι ᾿Ιορδάνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Νέσταβος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τοῦ μακαρίου Φιρμίνου . ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Τερέντιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας Νέας ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: -- : Τραιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς τῶν πυργίων τοῦ ᾿Ιορδάνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι ᾿Ιορδάνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: --Κύρικος ἐλέει θεοῦ πρρεσβύτερος καὶ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: ---Λεόντιος ἡγούμενος καὶ μοναχὸς ἰδίου μοναστηρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι καὶ ᾿Ιορδάνηι ἁγίων πατέρων ὑπογράψας ἐπέδωκα: --Θεόδωρος διάκονος καὶ μοναχὸς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Πολύευκτος διάκονος καὶ μοναχὸς τῆς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --᾿Αναστάσιος διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --Νίκων μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Μάμας μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱἱἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --
᾿Ιουλιανὸς μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --
᾿Ιωάννης μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Σαββάτιος μοναχὸς λαύρας τοῦ μακαρίου Σάββα καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Μαρτύριος μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων {τῶν ἐν τῆι ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα): --
Βασίλειος μοναχὸς τοῦ ᾿Ιορδάνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι ᾿Ιορδάνηι μο-ναχῶν ὑπογράψας ἐπέδωκα: --
Θεόδωρος μοναχὸς λαύρας τοῦ μακαρίου Φιρμίνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι “Ἱἱεροσολύμων μοναχῶν ὑπογράψας ζἐπέδωκα): --
Θεωνᾶς ἐλέει θεοῦ πρεσβύτερος τοῦ ἁγίου ὄρους Σινᾶ καὶ ἀποκρισιάριος τῆς ἐρήμου Ῥαιθοῦ καὶ τῆς ἁγιωτάτης ἐκκλησίας Φαρὰν ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ὄντων ἐν τοῖς εἰρημένοις τόποις μοναχῶν ὑπογράψας ἐπέδωκα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος λαύρας τῶν ἀμμίων τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι αὐτῆι πεδιάδι μοναχῶν ὑπογράψας ἐπέδωκα: --Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Σεργίου τοῦ ἐν τῆι πεδιάδι καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι αὐτῆι μονῆι μοναχῶν καὶ τῶν ἐν τῆι πεδιάδι ὑπέγραψα: --
Κοσμᾶς ἐλέει θεοῦ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι πρώτηι Παλαιστίνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Στρατήγιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι δευτέραι Παλαιστίνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Σαλαμάνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι τρίτηι Παλαιστίνηι ἀρχιμανδριτῶν καὶ μοναχῶν ὑπογράψας ἐπέδωκα: ---
᾿Ἡλίας ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Αὐγουστο-. πόλει τῆς τρίτης Παλαιστίνης μοναχῶν ὑπογράψας ἐπέδωκα: --᾿
Αναστάσιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Πέτραις τῆς τρίτης Παλαιστίνης μοναχῶν ὑπογράψας ἐπέδωκα: --
Φωτεινὸς ἐλέει θεοῦ μοναχὸς τοῦ ἁγίου Στεφάνου τοῦ ἐν Μαωξᾶ ᾿Ιαμνίας πρώτης Παλαιστίνης καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῶι μοναχῶν ὑπογράψας ἐπέδωκα: --᾿
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι ᾿Αἴλᾶ τῆς τρίτης Παλαιστίνης μοναχῶν ὑπογράψας ἐπέδωκα: --
139 Παῦλος ἐλέει θεοῦ μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Μάρωνος τῆς ἐξαρχούσης τῶν ἐν τῆι δευτέραι Συρίαι εὐαγῶν μοναστηρίων ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι αὐτῆι δευτέραι Συρίαι ἀρχιμανδριτῶν καὶ μοναχῶν ὑπέγραψα: --
Ὃ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν" Δήλων ὄντων τῶν περιεχομένων τοῖς ἀνεγνω-σμένοις λιβέλλοις κατὰ πρώτην τάξιν οἱ ἐκ τῆς πρεσβυτέρας Ῥώμης συμπαρόντες ἡμῖν ὁσιώτατοι καὶ θεοφιλέστατοι ἄνδρες εἴ τι τῆς προκειμένης ἕνεκεν ὑποθέσεως ἴσασι πε-πραγμένον, εἰπεῖν ἀξιούτωσαν ᾿ τοῦτο γὰρ καὶ τῶν εὐλαβεστάτων μοναχῶν ἠιτηκότων ἀκηκόσσι.
Καὶ ἀνέγνω φωνὴν Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης καὶ σεκουνδοκήριος νοτα-ρίων τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ρώμης ἔχουσαν οὕτως
SANCTI EPISCOPI PARTIVM ltaliae ET VIRI VENERABILES SEDIS APOSTOLICAE DIACONI DIXERVNT: QVO
ln LOCO VEL NVMERO SEVERVM ATQVE PETRVM lamdvdvm APOSTOLICAE SEDIS HABERE DECREVERINT
CONSTITVTA, ln EPISTVLAM SANCTAE RECORDATIONIS PAPAE ORMISDAE AD SECVNDAE SYRIAE MON-
ACHOS VEL AD BEATAE MEMORIAE EPIPHANIVM HVIVS REGIAE VRBIS ARCHIEPISCOPVM DESTINATAM
LEGITVR DEFINITVM. QVARVM PRAESTO HABETVR AVCTORITAS, QVAM PRAESENTIBVS ACTIS PORRIGIMVS RECENSENDAM.
Ἑρμηνεία τῆς προκειμένης διαλαλιᾶς
Οἱ ἁγιώτατοι ἐπίσκοποι τῶν μερῶν τῆς ᾿Ιταλίας καὶ οἱ εὐλαβέστατοι τῆς ἀποστο-λικῆς καθέδρας διάκονοι εἶπον: Ἐν ποίωι τόπωι ἢ ἀριθμῶι Σεβῆρον καὶ Πέτρον ἤδη πάλαι τῆς ἀποστολικῆς καθέδρας τὰ θεσπίσματα εἶναι ἐψηφίσαντο, ἐν ταῖς ἐπιστολαῖς τοῦ τῆς ἁγίας μνήμης πάπα ᾿Ορμίσδα πρός τε τοὺς τῆς δευτέρας Συρίας μοναχοὺς καὶ πρὸς τὸν μακαριώτατον Ἐπιφάνιον ταύτης τῆς βασιλίδος πόλεως ἀρχιεπίσκοπον δη-λοῦται ὡρίσθαι: ὧν ἔχοντες ἐν ἑτοίμωι τὴν αὐθεντίαν, ταύτην ἐν τοῖς παροῦσιν ὑπο-μνήμασιν ἐπιδίδομεν ἀναγνωσθησομένην.
Ὃ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν ᾿Αναγινωσκέσθω.
Καὶ ἀνέγνω Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης καὶ σεκουνδοκήριος νοταρίων τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ρώμης ἐκ τῶν παρ᾽ αὐτοῖς ἄκτων δύο Ῥῥωμαικὰς ἐπιστολὰς γραφείσας ὑπὸ ᾿Ορμίσδου τοῦ τῆς ὁσίας μνήμης γενομένου πάπα τῆς πρεσ-βυτέρας Ρώμης" ὧν μετὰ τὴν ἀνάγνωσιν Χριστοφόρος ὁ θεοσεβέστατος διάκονος νοτάριος καὶ σηκρητάριος τὴν ἑρμηνείαν ἀνέγνω
᾽Ορμίσδας ἐπίσκοπος πρεσβυτέροις διακόνοις καὶ ἀρχιμανδρίταις τοῖς ἐν δευτέραι Συρίαι οὖσι καὶ λοιποῖς ὀρθοδόξοις ἐν οἷωιδήποτε ᾿Ανατολικῶι κλίματι διάγουσι καὶ ἐν τῆι τῆς ἀποστολικῆς καθέδρας κοινωνίαι διαμένουσιν. ᾿Αναγνωσθέντων τῶν γραμμάτων τῆς ὑμετέρας ἀγάπης, δι᾽ ὧν ἡ τῶν ἐχθρῶν τοῦ θεοῦ ἀφροσύνη ἐφανερώθη, καὶ τῶν ἀπίστων ἡ ἐπίμονος μανία λυπηρῶς δήλη γέγονεν, οἵτινες ἐπειδὴ τῶι κακῶς φῶντι πνεύματι ἐμίσησαν τὸν κύριον, τὰ μέλη ἐκείνου ἀσεβῶς διώκουσιν, ὅσον ἀπὸ τῆς ὑμετέρας βεβαιό-τητός ἐστι γνῶναι, ηὐλόγησα τὸν κύριον τὸν τὴν πίστιν τῶν ἑαυτοῦ στρατιωτῶν μεταξὺ τῶν ἐναντίων φυλάττοντα. καὶ πάλιν τῶν ἐκκλησιῶν τὸν σάλον καὶ τῶν δούλων τοῦ θεοῦ τὰς ἐπαχθείας καὶ τοὺς κόπους κατανοήσας, στενάζων κατὰ τὸν προφήτην ἐκέκραξα ἀνάστα, κύριε, δίκασον τὴν δίκην σον: μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, ἡδέως καὶ τὰ ἐφεξῆς ὁμοίως ἐπάγων μὴ ἐπιλάθηι τῆς φωνῆς τῶν τητούντων σε, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ. καὶ γὰρ ὥσπερ χρὴ ἡμᾶς τὸ ἑδραῖον τῆς πίστεως φυλάττειν, οὕτως οὐχ ἁρμόξει περὶ τῆς δικαιοσύνης τῆς θείας κρίσεως ἀπιστεῖν. οὐκ ἔστι νέος, ἀδελφοί, τῆς ἐκκλησίας οὗτος ὁ κόπος ὅμως ἐν αὐτῶι τῶι ταπεινοῦσθαι ὑψοῦται καὶ δι᾽ ἐκείνων δι᾿ ὧν πτωχεύειν δοκεῖ, πλουτίζεται. ἐν πείραι ἐστὶ τοῖς πιστοῖς τοῦ θεοῦ τὸ διὰ τοῦ θανάτου τῶν σωμάτων τὴν Ξωὴν κερδαίνειν τῶν ψυχῶν ἀποβάλλονται μὲν τὰ ῥέοντα, ἀλλ’ ἐμπορεύονται τὰ αἰώνια, καὶ ἐν τῶι τὸν διωγμὸν ὁδοποιεῖν τῆι δοκιμῆι αἰτία γίνεται τῆς ἀξίας ἡ δοκιμή. ἀνόητοι καὶ ἐν τῆι τυφλώσει μαινόμενοι ἀγνοοῦσιν ὅτι οὗς ἐκ τῆς τῶν ἀνθρώπων ἀναστροφῆς χωρίξειν δύνασθαι νομίξουσιν, τούτους εἰς τὴν βασιλείαν ἄγουσι τοῦ θεοῦ. ἐντεῦθεν ἐν αὐτοῖς τοῖς κινδύνοις αἱ εὐ-φροσύναι καὶ ἡ περὶ τὸ πάσχειν σπουδή" ἐκδέχεται γὰρ τοὺς ἀγῶνας τῶν ἰδίων ὁ τῶν μεγάλων δωρεῶν ἀνταποδότης. τίς γὰρ οὐκ ἂν ὀκλάσειεν ἐν τοῖς κακοῖς, εἰ μὴ διὰ τῶν ἐπάθλων παραμυθηθείη τὰ ἐναντία; ἐκείνη ἐστὶν ἡ ἐλπὶς ἡ μὴ συγχωροῦσα ἐν τῆι ἀνελπιστίαι ἡμᾶς ἀτονεῖν. ἀποκλείει τῶν θλίψεων τὸ πικρὸν ἡ γλυκεῖα γεῦσις τῶν ἀρετῶν. τίς γὰρ ἂν οἰηθείη τὰ παρόντα μεγάλα, ἐννοῶν τὰ μέλλοντα; τίς τὸν θάνατον ἀπαρνήσεται, εἰ τῶν μελλόντων τὴν ἀντίδοσιν κατανοήσειεν; ἔνστητε, ἀγαπητοί μου, καὶ ἀσάλευτον τὴν πίστιν βεβαίωι λογισμῶι φυλάττοντες, τῆς ὑπομονῆς τὸν ἔπαινον, ἐν ὧι ἐστιν ἡ σωτηρία καὶ τῶν ἀγαθῶν ἔργων τὸ βραβεῖον, καρπώσασθε- μεγάλα εἰσὶν εἰς ἃ καλούμεθα οἱ ἀνάξιοι. μὴ βραδυνάτω ἡ ἀσθένεια, ὅτι ὁ καλῶν ἀνταποδότης πιστὸς καὶ δυνατὸς βοηθός ἐστι μὴ τῆι τῶν καταθυμίων ἐλπίδι ἀπατηθῶμεν μήτε τῶν ἡδέων, μήτε προκρίνωμεν τὰ εὐχερῆ οὐ τρυφηλὰ ἡμῖν ὁ κύριος ἡμῶν, οὐ κολακευτικὰ ἐπηγγείλατο: ἐκεῖνος ἔπαθλα ὑπέσχετο, οὐκ ἀργίας. οὐ συμβαίνουσιν ἔπαινος καὶ ῥαθυμία τίς τῆς ἀνταμείψεως ἔσεται τόπος, εἰ οὐδεμία ἐστὶ φροντὶς τῆς ἀρετῆς; στενὴ ἡ πύλη, ἀλλὰ πλατέα τὰ βασίλεια ὀλίγοις ἡ εἴσοδος, ἀλλὰ τοῖς δοκίμοις. οὐχ οὗτοί εἰσιν οἱ πρῶτοι λόγοι πρὸς ἐκείνους οὺς ἐδίδαξε διώξουσι καὶ ἐν ταῖς συναγωγαῖς μαστιγώσουσιν ὑμᾶς; διὰ τῆς ὑπομονῆς, καϑὼς γέγραπται, κτησώμεθα τὰς ἑαυτῶν ψυχάς, μήποτε ταύτας διὰ τῆς οὐχ ὑπομονῆς ἀλγήσωμεν ἀπολέσαντες. πρῶτος εἰς τὸν σταυρὸν ὁ κύριος ἡμῶν καὶ τῆς ὑπομονῆς ἑαυτοῦ διδάσκαλος ἀνῆλθεν, ἐν τῶι ἰδίωι τυπτῶν ὑποδείγματι ἐκείνους οἷς ἔμελλε βοηθεῖν: αὐτὸς μεταξὺ τῶν ἀρετῶν καὶ τῶν κόπων τὸν Ξυγὸν κατέχει, ἱστάμενος κατὰ τῶν δηλητηρίων τῶν μεμηνότων, ἵνα κατὰ τὴν ὀργὴν τοῦ διωγμοῦ αὐτὸς καὶ τῆς αἰωνίου βασιλείας τοὺς στεφάνους τταράσχηι. ἀναλογίσασθε ποία τῶν Μακκαβαίων ἡ ἔξοδος (τοῖς καρτερικοῖς ἡ πάλαι ἱστορία τῶν ἐπαίνων ἐφέπεται), ποίαι ᾿Ιούδας κἀκείνη τῶν πιστῶν ἀδελφῶν ἡ φάλαγξ θανάτου τιμῆι ἀναγορεύεται, ἐν ποίοις ἐστὶ στόμασιν ὁ λαὸς ὁ ἐν τῶι ὄρει ἀναλωθείς. καὶ αὗται πᾶσαι αἱ δυνάμεις ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς, ὁμοιώματα καὶ σκιαὶ τῶν μελλόντων οὖσαι, ἠξιώθησαν παραδειγμάτων τοσούτων ἡμεῖς ἐν τοῖς πατράσιν ἑωράκαμεν, ἐψη-λαφήσαμεν, ἐδοκιμάσαμεν τίνι ἀκολουθήσομεν. τί οὐκ ἐφαρμόξει τῆι ὑποθέσει; τί ἀπάιδει τῆς ἀληθείας; τί οὐκ ὀφείλεται τῶι λυτρωτῆι; καταθυμίως κοινωνοῦμεν ἐν τούτοις ὑμῖν τοῖς δόγμασι" λέγει γάρ που ὁ σοφώτατος Σολομὼν “μακάριος ὁ κηρύττων λόγον εἰς ἀκοὴν ὑπακούοντος.᾿ εὐφροσύνη μὲν οὖν ἐστι τὸ διαλέγεσθαι τοῖς ἐθέλουσιν καὶ πρὸς τὴν ὀρθὴν ὁδὸν τοὺς μὴ ἀντιπαλαίοντας προτρέπεσθαι. κατέχομεν γὰρ ἐνέχυρον τῆς πίστεως τῆς ὑμετέρας τὴν ὑπὸ τῶν γραμμάτων ὁμολογηθεῖσαν ἔνστασιν δι᾽ ἧς ἐκ τῆς τῶν παραβατῶν λύμης χωρισθέντες εἰς τὰ τῆς ἀποστολικῆς καθέδρας δόγματα καὶ ἐντολὰς ἐπτανέρχεσθε, ὀψὲ μὲν ἐπιβάντες τῆς ὁδοῦ τῆς ἀληθείας, ἀλλ᾽ εὐλογητὸς ὁ θεὸς ὃς οὐκ εἰς τέλος ἐπιλανθάνεται, ὃς παιδεύει καὶ ἰᾶται καὶ οὐδὲ τῆς ἡνωμένης αὐτοῦ ποίμνης τὰ πρόβατα καρτερεῖ τῶν ἐπιβουλευόντων λύκων τῆι ἁρπαγῆι διασπᾶσθαι, ὃς διὰ τῆς κεκραμένης αὐστηρίας οὐδὲ τῆς ἀσφαλείας τῶν ἰδίων ὑπερορᾶι οὐδὲ τῆς σωτηρίας. ἀλλὰ τί θαυμαστὸν εἰ τὰ πρόβατα καταλειφθέντος ἐκείνου τοῦ ἑνὸς καὶ ἀληθινοῦ ποιμένος διασκορπισθέντα ὁ πανοῦργος ὁ αἵμασι πεφυρμένος καὶ ἅρτταξ ταῖς ἐνέδραις ἐτάραξεν; οἱ τὴν ἀσφάλειαν τὴν ἰδίαν καταλιμπάνοντες αὐτοὶ ἑαυτοὺς τοῖς κινδύνοις ὑφ᾽ ὧν σπαράτ-τονται, ἐμβάλλουσιν. ὥστε κἂν νῦν γοῦν στερροῖς βήμασιν ἐν τῆι ὁδῶι τῶν πατέρων πρὸς ἢν ἀνεδράμετε, ἔνστητε. δύναται γὰρ τὸ τοῦ θεοῦ ἔλεος καὶ τὴν τῶν ἄλλων ὁμοίως διόρθωσιν τῶι ὑμετέρωι μισθῶι, εἰ πταρ᾽ ὑμῶν πρὸς τὸ εὐθὲς ὁδηγηθεῖεν, λογίσασθαι. ἀλλ᾽ ἑαυτοὺς καθόλου ἀπὸ τοῦ βορβόρου ἐν ὧι οἱ αἱρετικοὶ καταποθέντες κεκράτηνται, ἀποσπάσατε καὶ ἐκτινάξαντες τὴν ἀκαθαρσίαν τοῦ κονιορτοῦ τοῦ κολληθέντος γενικῶς ἅπαντας τοὺς ἀπὸ τῶν ἀποστολικῶν δογμάτων ἀποκλίναντας εὐσεβεῖ ἀποκηρύξει κατακρίνατε. οὐδεμία τῶι σκότει πρὸς τὸ φῶς κοινωνία οὔτε οἱ διὰ τῶν εὐθειῶν ὁδῶν βαδίφοντες τὰ ἑαυτῶν ἴχνη μετὰ τῶν ἀποκλινόντων πλάνης συνάπτουσι. κατα-σχετέος ἐστὶ τῆς πίστεως ὁ σύνδεσμος καὶ παραιτητέα ἡ ἐκ τῆς ἀπίστου κοινωνίας λύμη, ὅτι κατὰ τὸν ἀπόστολον ὃν τρόπον ὁ ἑαυτὸν προσκολλῶν τῶι κυρίωι ἕν πνεῦμά ἐστιν, οὕτως ὁ κολλώμενος τῆι πόρνηι ἕν γίνεται σῶμα. ἀγαπῶσιν αἱ ἀρεταὶ τὰς ἀλλήλων κοινωνίας, καὶ τοὺς κολλωμένους αὐτῆι μεθ᾽ ἑαυτῆς ἡ ἀσέβεια ἐν τῶι βυθῶι καταποντίξει. ἐν ὀφθαλμοῖς, ἐν τῶι στόματι, ἐν αὐταῖς ταῖς χερσίν εἰσι τῶν πατέρων τὰ δόγματα, ἃ φυλάττειν ἐντελλόμεθα᾽ καθ᾽ ἑκάστην πρὸς τὴν φυλακὴν ἑαυτῶν αἱ σεβάσμιαι σύνοδοι περισφίγγουσι. μακρηγορία ἐστὶ καθ᾽ ἕκαστον πάντα φανεροῦν᾽ τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἐν ἧι πασῶν τὸ σέβας περιέχεται, ἀλλὰ καὶ τὰ παρὰ τοῦ σεβασμιωτάτου Λέοντος προενεχθέντα ἐξ αὐτῆς τῶν ἀποστόλων τῆς καρδίας ὁρίσματα καὶ γινώσκειν ἡμᾶς πτροσήκει καὶ τηρεῖν. ἐν τούτοις τὸ σεβάσμιον τῆς πίστεως, ἐν τούτοις οἱ προμαχῶνες τῆς ἀληθείας, ἐν τούτοις ὁ Χριστὸς γινώσκεται, ἐν τούτοις τῆς λυτρώσεως τῆς ἡμετέρας ἡ ἐλπὶς καὶ ἡ ὑπόθεσις φυλάττεται. οὗτός ἐστιν ἐκεῖνος ὃν ἐν τῶι ἀποστόλωι ἀνέγνωμεν, θεμέλιος ἐν ὧι ἑαυτόν τις παραλογίξεται, εἴ τις ξύλα χόρτον καλάμην καταναλισκόμενα τῶι πυρὶ ἐποικοδομῆσαι πειραθῆι. ἐν ταύταις ἀνηιρέθη τὰ Εὐτυχοῦς καὶ Νεστορίου ταῖς συνόδοις δηλητήρια, οἵτινες ἐξ ἐναντίας τῆς δεσποτικῆς τοῦ σωτηριώδους μυστηρίου οἰκονομίας, ἐν ὅσωι ἐναντίωι μεταξὺ ἑαυτῶν συλλογισμῶι φιλονεικοῦσιν, ὑπό τινι τῆς ἱεροσυλίας ἰσότητι συμφωνοῦσιν, ἄνισοι ταῖς γνώμαις καὶ ὁμόψυχοι τῆι ἀσεβείαι. ὧν ὁ ἕτερος μὴ θέλων τὴν παρθένον Μαρίαν θεοῦ εἶναι γεννήτριαν, ἅπερ ἐν τῶι κυρίωι ἡμῶν εἰσιν ἡνωμένα, διαιρεῖ, ὁ δὲ ἕτερος, ἐν ὅσωι τῶν συνελθουσῶν φύσεων τὰ ἴδια καὶ τὰ ἀληθῆ συγχεῖ, τὸ μυστήριον τῆς ἡμετέρας λυτρώσεως σβέννυσιν, ἄλλος Φωτεινοῦ τὴν θρηισκείαν, ἕτερος τοῦ Μάνεντος τὴν ἀφροσύνην ἀσεβεῖ συγγενείαι συνάπτων. κατὰ τούτων, ἀδελφοὶ ἀγαπητοί, προενοήθησαν ἰατρεῖαι" ἐκείνας τῆι τοῦ λογισμοῦ δυνάμει διεκδικήσατε, ἐπειδὴ εἰς ἀνατροτὴν αὐτῶν ὁρᾶτε τοὺς αἱρετικοὺς διὰ τῆς ἀσεβείας μαχο-μένους. μὴ ἔστω ἐν ὄκνωι τῆς διδασκαλίας ἡ ἀλήθεια" ποίαι χρὴ σπουδῆι τὴν σωτηρίαν ἀγαπᾶσθαι, ὁπότε ὁρᾶτε τὴν θανατηφόρον ἀπώλειαν οὕτω στεργομένην; αἰδεσθῶμεν νωχελῶς σαφηνίξεσθαι τῆς ἀληθείας τοὺς νόμους, ὁπόταν ἐπιμόνως διεκδικῶνται αἱ πλάναι. κἀὶ τοὺς ἀρχηγοὺς μὲν τῶν κακῶν ἐφευρέσεων, ἃ προείπομεν συνοδικὰ θεσπίσματα δικαίαις κατακρίσεσι μετέρχονται ἀλλ᾽ ἡμεῖς καὶ τούτων τοὺς ἀκολούθους ὅπως ἐκκλίνητε ὁμοίως ὑπομιμνήϊισκομεν, οὃς ἡ ἀποστολικὴ καθέδρα καὶ κατέλαβε παρα-πλησίους ὄντας" τοῖς ἑαυτῶν διδασκάλοις καὶ τοῖς κατακριθεῖσι συνέξευξε, Διόσκορον καὶ Τιμόθεον τὸν πατραλοίαν καὶ Πέτρον τοὺς ᾿Αλεξανδρεῖς, ᾿Ακάκιον τὸν Κωνσταντινου-πολίτην μετὰ τῶν ἑαυτοῦ ἀκολούθων, ὡσαύτως Πέτρον τὸν ᾿Αντιοχείας τῶι πρρολεχθέντι ὅμοιον τῆι τε πλάνηι καὶ τῶι ὀνόματι, ἀλλὰ καὶ Σεβῆρον τοῦ αὐτοῦ τόπου οὐδὲν ἧττον καὶ τοῦ ἰοῦ, Ζενέαν τὸν Ἱἱεραπολίτην, Κῦρον τὸν ᾿Εδέσσης, Πέτρον τὸν ᾿Απαμείας, οὐ μόνον ὑπὲρ τῆς οἰκείας, ἀλλὰ καὶ ὑπὲρ τῆς τῶν ἄλλων ὁμοίως ἀπωλείας κατακριτέους᾽ οἵτινες ἐν ὅσωι ἑαυτοὺς τοῖς ῥύποις τῆς ἰδίας δόξης ἀπαύστως ἐγκυλίουσιν, ἄλλους ὁμοίως ἐν τῶι διδάσκειν τοὺς κακῶς αὐτοῖς ἀκολουθήσαντας ἐμόλυναν. διὰ γενικῆς σωτηριώδους ἐντολῆς ὑμῖν παραινῶ’ πᾶν ὁτιοῦν ἐξ ἐναντίας τῶν πατρικῶν κανόνων ἐξ οἱωνδήποτε ὑπομνήμάτων προενεχθείη, ἀπώσασθε: μηδεὶς ὑμᾶς ἀπροσφόροις προ-στάγμασιν ἢ νεωτέροις ὁρίσμασι καινισάτω. εἰ μὲν γάρ εἰσι κοσμικοί, οὐ δύνανται τὰς ἐκκλησίας κατέχειν, ἐπειδὴ τούτοις ἁρμόφει τὸ διδάσκεσθαι μᾶλλον ἢ διδάσκειν ἀθέμιτον γὰρ τοῖς σεβασμίοις θυσιαστηρίοις ξένας προσφέρειν σπονδάς, ἐπειδὴ σαφεῖς εὐσεβέσιν ἐπιστήμαις ὅρους (ὁ θεὸς» ἐν αὐτοῖς ὁμοίως τῆς ἰδίας τιμῆς τοῖς πτροοιμίοις προέγραψε. μεταξὺ Λευιτῶν καὶ τοῦ οἰκείου λαοῦ διεῖλε τὴν λειτουργίαν" ἄλλη ἐστὶν ἡ τῶν ἀνθρώπων ἐξουσία, ἄλλαι αἱ ὑπηρεσίαι τῶν ἱερέων. παρώξυνε μᾶλλον τὸν κύριον ἤπερ ἐξιλεώσατο ὃς ἀλλότριον πῦρ ἐν τοῖς θείοις ἀδύτοις τὰ ἱερὰ μολύνας ἐπεισή-νεγκε. τίς ἐστιν ὃς ἑαυτῶι ἐν ἀλλοτρίοις θεσπίσμασι τοῦ κελεύειν τὴν αὐθεντίαν δύναται προσλαβεῖν; καὶ γὰρ οὔκ ἐστιν ἀμφίβολον προσφέροντα τιμὴν κεχρεωστημένην ὑπὲρ μόνης τῆς ἐγχειρήσεως τῆς λειτουργίας τετιμωρῆσθαι ἐν τῶι ναῶι. ᾽Οφίας ἐν τῆι εὐλαβείαι καὶ τῆι ὑπηρεσίαι διέμεινεν, εἰ νουθετηθεὶς τῶι ὑποδείγματι τῆς τοσαύτης ἐπιπλήξεως ἀπὸ τῶν ἱερῶν διατάξεων ἐφοβήθη μᾶλλον ἢ κατετόλμησε τούτων, ἄμεινον ἂν ἐβασίλευσεν. ἀλλ᾽ ἐπειδὴ μηδὲ κωλυόντων τῶν ἐπιμελητῶν τοῦ ναοῦ ὁ ἐπίμονος παραβάτης ἀπέστη, ἐν αὐτοῖς βδελύγματι λέπρας πληγεὶς τοῖς θυσιαστηρίοις τὴν λει-τουργίαν τῆς βασιλείας ἀπώλεσε, τὴν ὑπηρεσίαν τοῦ ἱερέως ὑπελθών. γινωσκέτωσαν τοιγαροῦν μὴ εἶναι θεῶι προσδεκτὰ ἅπερ ἐκ τῶν αὐτοῦ ἐντολῶν παρὰ τῶν τολμηρῶν ὑφαρπάφεται, ὁπότε ἕνα πρὸς ἐπίδειξιν τῆς ἀποφάσεως τῆι τῆς μεγάλης ἀκοσμίας τιμωρίαι ἐφύλαξεν, ἄλλους ταχινὴ φλὸξ κατηνάλωσε. δι᾿ ὃ δὴ εἴπερ τινά εἰσί τινι σχήματι θρηισκείας δεδεγμένα, ἰσχὺν ἔχειν οὐ δύνανται, τοσαύταις αὐθεντίαις καταπαλαιόμενα. βοᾶι Παῦλος ὁ ἀπόστολος κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίξηται ὑμᾶς παρ᾽ δεὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. οὐχ ἅπαξ εἰρηκὼς τοῦτο ἠρκέσθη, ἐπανέλαβε δὲ τὴν ὑγιαίνουσαν ἐντολήν" ὡς προείπομεν, καὶ ἄρτι πάλιν λέγω: εἴ τις ὑμᾶς εὐαγγελίσεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. φυλάττοι τοιγαροῦν τὴν προενεχθεῖσαν ὑπὲρ τῆς φυλακῆς τῆς πίστεως ἀπόφασιν, εἴ τις τῆι ἀποστολικῆι ἀκολουθεῖ διδασκαλίαι. καὶ ἡμῖν μὲν οὐ φροντὶς ἐνέλειψε- καὶ γὰρ τῆι τῆς διπλῆς πρεσβείας ὑπηρεσίαι, εἴ τι ἐν ταῖς δεήσεσι ταπεινόν, εἴ τι ἐν ταῖς δικαιολογίαις εὔλογον, εἴ τι ἐν ταῖς ἐντολαῖς ὑγιές, ἐπηνέγκαμεν. ἀλλὰ μὴ διὰ τοῦτο ἀμελητέα ἐστὶν ἡ ὁδὸς τῆς δικαιοσύνης, ἐπειδὴ τὰς ἰδίας πλάνας ἀγαπᾶι μετὰ ἀπονοίας ἡ ἀπιστία; οὐκ ἔστι συνάπτεσθαι μετὰ τοῦ τῶν πιπτόντων ὀλισθήματος. ἄνευ τῆς ἡμετέρας λύμης ἀπολλύσθω-σαν οἱ ἀπὸ τῶν οἰκείων ἀσεβειῶν μηδὲ μαστιγουμένης τῆς πλάνης ἐκκλίνοντες.
Καὶ ἑτέραι χειρὶ ὁ θεὸς ὑμᾶς ὑγιαίνοντας διαφυλάξοι, τέκνα ἀγαπητά.
Ἐδόθη πρὸ τεσσάρων Εἰδῶν Φεβρουαρίων μετὰ τὴν ὑπατείαν ᾿Αγαπητοῦ τοῦ λαμπρωτάτου
Ἐπιστολὴ Ὃὁρμίσδου πρὸς ᾿Επιφάνιον
Ὃὁρμίσδας Ἐπιφανίωι ἐπισκόπωι Κωνσταντινουπόλεως. Πολλῆς ἐπλήσθην χαρᾶς, ὅτι περὶ τὴν εἰρήνην τῆς ἐκκλησίας καὶ τοῦ ἁγιωτάτου βασιλέως καὶ τῆς σῆς ἀγάπης τοιαύτη σπουδή, οἵαν διὰ τῶν γραμμάτων ἐμήνυσας καὶ διὰ τῆς τῶν ἐμῶν πρέσβεων καταθέσεως ἔγνων. σαφὴς γὰρ ἐντεῦθεν τῆς οὐρανίου εὐσπλαχνίας ἀπόδειξις πρόεισιν, ὅταν καὶ οἱ τοῦ κόσμου βασιλεῖς τὰς ὑποθέσεις τὰς περὶ τῆς πίστεως μετὰ τῆς διοικήσεως τῆς πολιτείας συφευγνύωσι καὶ οἱ τῶν ἐκκλησιῶν ἡγούμενοι τὰ συντείνοντα εἰς τὴν ἰδίαν οἰκονομίαν μεμνημένοι τοῦ καθήκοντος ἐκτελῶσι. τοιούτων ἔχρη!ιξε μετὰ τὰς τῆς διχονοίας καταιγίδας ἡ Χριστιανικὴ θρηισκεία ἰθυντήρων, οἵτινες κατευνασθεισῶν προνοητικωτάτηι διατυτώσει τῶν θυελλῶν τὴν ἐπὶ πολὺ ξενωθεῖσαν εἰρήνην ἐξωσθέντος τοῦ χειμῶνος ἐπανάξουσι καὶ εἰς τοὺς μέλλοντας μετὰ ταῦτα αἰῶνας τῆς ἰδίας προθέσεως τὰ ὑποδείγματα ἐπεκτείνοντες ἑαυτοῖς ἐπιγεγράφθαι ἀναμφιβόλως ἐπιδείξουσιν, εἴ τι τῶι θεῶι ἀρέσκον οἱ μεταγενέστεροι ἀπὸ τῆς αὐτῶν μιμήσεως ποιήσουσιν. εὐλογήσωμεν τὸν θεόν, ἀδελφοί, ταῖς ἡμῶν τοῦτο ἡμέραις συγκεχωρημένον γεγονέναι καὶ πάσαις εὐχῶν καὶ μεριμνῶν δυνάμεσιν ἐπερεισθῶμεν ἵνα ἅπερ διὰ τῆς τοῦ θεοῦ ἡμῶν συνεργίας καλῶς ἤρχθη, αὐτοῦ βοηθοῦντος ἐν πᾶσι πληρωθῶσιν. ἐλπὶς γάρ ἐστιν ὅτιπερ εἰς τὴν ἁρμονίαν τοῦ οἰκείου σώματος καὶ τὰ λοιπὰ καὶ ἔτι νῦν διηιρημένα μέλη σπουδάσουσι καὶ ἀπὸ τῶν κρεισσόνων τὰ ἥσσονα οὐ διαφωνήσουσιν. εἰς ὃ ἐπείπερ με ἣ σὴ διάθεσις τῆι σπουδῆι τῆς Χριστιανικῆς ἀγάπης προτρέπεται, ὀφείλει εἰς ὃ διεγείρει ἀκολουθῆσαι καὶ ὅπερ ἀγαπᾶσθαι συμβουλεύει, περιτττύξασθαι. ὁμοίαν γὰρ λοιπὸν τῆς πίστεως φροντίδα χειρίφοντες διὰ τῆς εὐσεβοῦς ὑπομονῆς ἴσον καὶ τὸ ἔπαθλον τοῦ ἀγαθοῦ ἔργου ἐκβάσει ἐλπίφομεν. οὔτε γὰρ ταῖς δυσχερείαις ἐστὶ παραχωρητέον᾽ οὐ καταπονεῖται τοῖς τραχέσιν ἡ πίστις οὐδὲ εἰς τὰ τῶν οὐρανῶν ὑψώματα διὰ κατωφεροῦς τις ἐπεκτείνεται οὔτε τῆς ἀνταμείψεως ἄνευ τῆς τοῦ καμάτου γυμνασίας τις ἀξιοῦται. δι᾿ ὃ ἵνα μὴ ἐκκακῶμεν τὸ ἀγαθὸν ποιοῦντες, ἰδικῶς ὑπομιμνησκόμεθα᾽ καὶ γὰρ μακάριοι, ὡς μαρτυρεῖ ὁ ψαλμωιδός, οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῶι, ὅτι οὐχ ἡ ἀρχὴ τοῦ καμάτου τὴν ἀντάμειψιν τοῦ ἐπάθλου εἴωθεν εὑρίσκειν, ἀλλὰ τὸ τέλος. τοιγαροῦν ἴσην σπουδὴν τῆς μερίμνης ἀναλαβόμενοι, οἷς ἐστι μία ἐν τῆι κοινωνίαι καὶ τῆι πίστει ἡ ἑταιρία, ὃν τρόπον περὶ τῆς ἑνωθείσης τῶι ἀποστολικῶι θρόνωι τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἐπίσης ἀγαλλιῶμεν ἐν κυρίωι, οὕτω καὶ περὶ τῆς τῶν λοιπῶν, καθὼς ἐνδιαθέτως παραινεῖς, ἀποκαταστάσεως φροντίσωμεν πρῶτον ἵνα τὴν πίστιν καὶ τὴν τελειότητα ἡμῶν ἄσπιλον ἀπὸ παντὸς μιάσματος φυλάξωμεν. καὶ γὰρ οἶσθα, ἀδελφὲ τιμιώτατε, ποῖοι τὴν ἐκκλησιαστικὴν φυλάττουσιν ὁμόνοιαν σύν-δεσμοι, τίνα ἡμᾶς ἀπὸ τῶν αἱρετικῶν διαφυλάττουσιν ἐπιβουλῶν καὶ διὰ ποίων ἡ τῶν κανόνων φυλάττεται αὐθεντία. τούτων ἐν τῆι ἰδίαι ἰσχύι πάσηι προσοχῆι φυλατ-τομένων ἴασις τοῖς ἐλπίφουσι προσενεχθήσεται. ἔχει γὰρ τῶν ἐκκλησιαστικῶν κανό-νων ἡ τάξις καὶ αὐτῆς τῆς δικαιοσύνης ὁ τύπος, ὅπως εὔλογος θεραπεία τοῖς καλοθελῶς καὶ πιστῶς ἐλπίφουσι μὴ ἀρνηθείη, οὐδέ τίς ἐστιν οὕτως ἀπὸ τῆς φιλανθρωπίας διηιρη-μένος, ὃν οὐχὶ ἀπὸ τῆς σκληρότητος τοῦ δεσμοῦ ἐπικάμψει ἡ ἀπάνουργος ἁπλότης. ἀλλ᾽ ἵνα ἀσφαλῶς τοῦτο καὶ χωρὶς μέμψεως ἢ τινὸς ἐφόδου πλάνης ἰσχύσειε προελθεῖν, ἀγαπητὲ ἀδελφέ, τὸ ἐμὸν πρόσωπόν σε ἐν τούτωι χρὴ ὑπελθεῖν, ἐπιστάμενον ἐν ταῖς ποιαύταις ὑποθέσεσι, καθὼς προείρηται, τί ποιητέον εἴη, τί φυλακτέον, οὕτω πάντων προνοούμενον, ὡς μὴ ἀμφιβάλλοντα λόγον᾽ ταύτης τῆς διατυπώσεως τῶι θεῶι ἀπο-δώσοντα, οὕτω μέντοι ἵνα τούτους οἵτινες ὑμῖν τῆι κοινωνίαι συναφθεῖεν καὶ δι᾽ ὑμῶν τῶι ἀποστολικῶι θρόνωι, τὰ ὑμέτερα γράμματα ἡμῖν δηλώσωσιν οἷς καὶ τὰ περιεχόμενα τοῖς λιβέλλοις οὺς ἂν προσενέγκοιεν, ἐμφερέσθω. οὕτω γὰρ καὶ τῆς Σεβήρου καὶ τῶν τούτωι συμπλεκομένων καὶ τῶν ὁμοίων ἀπολυθήσονται “πλάνης καὶ οὐδὲ τούτων οἵτινες ἰαθῆναι δυνήσονται, τὴν φτημίαν ὑπομείνωμεν. ὅπερ διὰ τοῦτο ὑμῖν ἰδικῶς ὠιήθημεν ἐπιθεῖναι πρὸς τὴν ὑμετέραν ἐπιμέλειαν τὰ ἡμέτερα μεταφέροντες βάρη, ἐπείπερ οὐ μικρὰς ἤδη ἀποδείξεις τοῖς αἱρετικοῖς ἀνθιστάμενοι δεδώκατε καὶ οὐ χρὴ περὶ τούτου διστάφειν, ὃν καλῶς συνέβη δόκιμον ἀποδειχθῆναι. ἅμα προσλαβέσθαι τὰς θεραπείας τῆς ἰάσεως, ἅμα φώσασθαι τὴν αὐθεντίαν τῆς δικαιοσύνης καὶ οὕτως περὶ τοὺς ἱκέτας τῆι φιλανθρωπίαι ἁπαλύνεσθαι, ἵνα τοὺς ἐν τῶι τῶν αἱρετικῶν μιάσματι ἐπιμένοντας ἢ τούτους οἵτινες τὸ ἀνεύθυνον ὑποκρίνονται καὶ μετὰ τῶν ἡμετέρων μόνηι τῆι φωνῆι συμφωνοῦσιν, ἀπὸ τούτων ὧν ὑπὲρ τῆς ἀποκαταστάσεως τῆς ἐκκλησίας φροντὶς καὶ πρόνοια ἐστίν, ἀποκινήσηις. οὐδὲ γὰρ λυσιτελεῖ περὶ τούτους τὴν ἐκκλησιαστικὴν κεράσαι αὐστηρίαν᾽ οὐ γὰρ ἔσται λοιπὸν τοῦ ἐλέους τὰ ἀγαθὰ διὰ τὴν τῶν προνοηθῆναι ὀφειλόντων ἀνάγκην συναχθέντα, ἐὰν ἀδιακρίτως ἔσονται κοινὰ καλοῖς καὶ κακοῖς. καὶ ἐπειδὴ τῶν “Ἱεροσολυμιτῶν ὁμοίως ποιήσασθαι ὠιήθη ἐν τοῖς οἰκείοις γράμμασι μνήμην ἡ σὴ ἀγάπη, ὧν καὶ πρὸς ἡμᾶς ἠνέχθη τις ὁμολογία, ἀναγκαῖον ἡγησάμεθα καὶ ἀνα-γνῶναι τὰ γραφέντα καὶ ἀποκρίνασθαι τὰ πρόσφορα. οἵτινες εἰ τὰς τῶν ἁγίων πατέρων διατυπώσεις φυλάττουσιν, εἰ ἐκείνης τῆς πίστεως τοὺς θεμελίους σέβονται, [καὶl ἀπὸ τούτων τῶν δι᾽ αὐτῶν τοῦ ἁγίου πνεύματος κατανύσσοντος ὁρισθέντων οὐκ ἀναχωρή-σουσιν. ἢ γάρ εἰσι τέλεια, ὥσπερ εἰσί, καὶ προσθήκης οὐ δέονται, ἢ καλῶς βέβαια καὶ διὰ τοῦτο οὐκ ἀμειπτέα, ὁπότε δι᾽ αὐτῶν πάντα τὰ τῶν αἱρετικῶν δηλητήρια κατεπιέ-σθη. οὐδέ τι ἡ ἐν Χαλκηδόνι σύνοδος, ὅπερ χρήσιμον οἷἱαδήποτε ἐπιμέλεια ἠδύνατο ἐπι-νοῆσαι, παρέδραμεν. ἥτις τῶν προλαβουσῶν ὁμοίως τὰ δόγματα ἢ τηλαυγέστερον ἐφανέρωσεν ἢ ἐπαναληφθείσηι τῆι αὐθεντίαι ἐβεβαίωσεν ἰδικόν τινα κατὰ Νεστορίου καὶ Εὐτυχοῦς ἀναδεξαμένη ἀγῶνα, τοῦ μὲν ἑτέρου τὴν τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ θεότητα ἀπὸ τῆς σαρκὸς χωρίξοντος καὶ διὰ τοῦτο τὴν ἁγίαν Μαρίαν θεοῦ γεννήτριαν ἐξαγγέλλειν ἐκκλίνοντος, τοῦ δὲ ἑτέρου τὴν ἀλήθειαν τῆς σαρκὸς ἐν τῶι κυρίωι ἀπαναινο-μένου, ὁπότε ὁ κύριος ἡμῶν ᾿Ιησοῦς Χριστὸς, ὁ αὐτὸς υἱὸς θεοῦ, ὁ αὐτὸς ἄνθρωπος, ἕν πρόσωπον ἐν δύο φύσεσι καὶ θεότητος καὶ σαρκὸς οὐδὲ τῶν φύσεων ἐν τῆι ἑνώσει συγχυ-θεισῶν, οὐχ ὡς τετάρτου προσώπου προστεθέντος τῆι τριάδι, ἀλλ᾽ αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ ἐκένωσεν ἑαυτὸν καὶ μορφὴν δούλου ἔλαβε: δι᾽ ὃ καὶ μίαν καὶ οὐ διαιρετὴν ὁμολο-γοῦμεν οὐσίαν τῆς τριάδος καὶ τὴν ἰδίαν ὅμως ἰδιότητα ἴσμεν ἐνεῖναι τοῖς προσώποις. ἕν γὰρ τοῦ πατρὸς ὁμολογοῦμεν εἶναι πρόσωπον, ἕν τοῦ υἱοῦ τοῦ θεοῦ μετὰ τῆς προσ-ληφθείσης σαρκός, ἕν τοῦ πνεύματος τοῦ ἁγίου, καὶ τὰ πρόσωπα ταῖς ἰδιότησι σημαί-νοντες καὶ διὰ τῆς ἑνότητος τῆς οὐσίας τὸ ἀχώριστον τῆς τριάδος μυστήριον ὁμολογοῦντες. οὔτε γὰρ δυνατὸν ἀμφιβάλλεσθαι τὸν λόγον τοῦ θεοῦ ἐν τοῖς τῆς μητρὸς σπλάγχνοις διὰ τῆς σαρκὸς τὴν ἀνθρωπείαν προσεϊληφέναι φύσιν καὶ μὴ μετὰ τὴν παρ᾽ αὐτοῦ γενο-μένην ἐν τῆι μήτραι τῶν φύσεων ἕνωσιν διηιρημένον. καθάπερ γὰρ οὐκ ἔστιν ἐν αὐτῶι ἀνθρωπότης ἄνευ θεοῦ γεννηθεῖσα, οὕτως ἐν τῶι σταυρῶι ἡ ἀπαθὴς θεότης οὐκ ἔστιν ἀπὸ τοῦ τῆς σαρκὸς πάθους διηιρημένη, ὅπερ ὁ τῆς παρθένου τόκος καὶ ἡ ἄχραντος γονιμότης καὶ ἡ ἐξαίρετος ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ εἰς οὐρανοὺς δείκνυσιν ἄνοδος. ταῦτα εἰ καθὼς παρὰ τῶν πατέρων ὡρίσθη, φυλάττουσι, πιστευέτωσαν καὶ μηδὲ τὰ ὡρισμένα παραβαινέτωσαν. ἀφ᾽ ἧς τρίβου οἱ ἐκκλίνοντες αὐτοὶ ἑαυτοῖς νέφος ἀμφιβολίας περιχέ-ουσιν, ἡμῖν δὲ ἐκεῖνο τὸ ἀποστολικὸν τοῖς φιλονείκοις ἀποκρίνασθαι ἀνάγκη ἐστίν" ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ ἡ ἐκκλησία τοῦ θεοῦ. ταῦτα διὰ τοῦτο διὰ βραχέων, ἐπειδὴ οὔτε ἀμφιβάλλεσθαι προσήκει περὶ πραγμάτων τῶν περὶ τῆς πίστεως πολλάκις ὁρισθέντων καὶ πταντελῶς περιττή ἐστιν ἡ δικαιολογία ἡ προσφερομένη τοῖς παρεσκευασμένοις, ὁπότε περὶ τούτου τοῦ πράγματος καὶ πρὸς τὸν ἐνδοξότατον καὶ φιλανθρωπότατον βασιλέα τὸν ἡμέτερον υἱὸν οὐκ ὀλίγα ἐσημάναμεν. καὶ ἐπειδὴ περὶ τῆς τῶν ἱἱἱεροσολυμιτῶν ὁμολογίας ἀπεκρινάμεθα, καὶ τοῦτο ὑπελάβομεν τῆς τούτων σωτηρίας χάριν ἁρμοδίως προσθεῖναι, ἵνα ἐὰν τῆς καθολικῆς κοινωνίας ἐπιποθῶσι τὴν ἕνωσιν, τῆς ἰδίας ὁμολογίας τὸ ὕφος, ἐγγράφως μηνυθεῖσαν ἣν τοῖς ἡμετέροις πρεσβευταῖς ἐν Κωνσταντινονπόλει διάγουσι προσήνεγκαν, διὰ τῶν ἰδίων πρὸς ἡμᾶς ἀποστείλωσιν ἢ τῆι ὑμετέραι ἀδελφότητι δώσουσι, τῆι αὐτῆι μέντοι, καθὼς εἴπτον, δυνάμει συγγεγραμ-μένην, ἥτις πρὸς ἡμᾶς πᾶσι τρόποις δι᾽ ὑμετέρας διατυττώσεως κομισθήσεται. “περὶ γὰρ τῶν Θεσσαλονικέων, ὧν πρὸς ἡμᾶς οἱ πρέσβεις διὰ τῆς τοῦ πιστοτάτου καὶ ἐνδοξοτάτου βασιλέως τοῦ ἡμετέρου υἱοῦ διατυπώσεως ἦλθον, ἵνα μή τι παραλελοιπέναι δόξωμεν, γινώσκειν ὑμᾶς βουλόμεθα κατὰ ταῦτα ἅπερ τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐμπνέοντος ἤρεσαν, τὴν ὑπόθεσιν πᾶσαν τῆι ἡμετέραι διασκέψει ψηλαφητέαν καί, εἰ ὅπερ χρὴ πληρώ-σουσι, διατυτωτέαν. ταῦτα διὰ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν τοῦ σεβασμιω-τάτου ἀνδρὸς ᾿Ιωάννου, ἀλλὰ καὶ διὰ τῶν υἱῶν ἡμῶν “Ἡρακλειανοῦ τοῦ πρεσβυτέρου καὶ Κωνσταντίνου τοῦ διακόνου τῆς ἐκκλησιαστικῆς τιμῆς ἀξίων τὰ πρὸς τὴν ὑπόθεσιν ἀνήκοντα ἀρκεσθέντες ἀντιγράψαι, ἥσθημεν ἐν ἀνδρὶ τῆς ἡμετέρας τάξεως ἴσην ἀξίαν καὶ εὐλαβῆ πρόθεσιν ἡμᾶς εὑρηκέναι καὶ μετὰ τῶν τῆς πρεσβείας ἐντολῶν τῆι φρονήσει καὶ τοῖς τρόποις συνάιδοντα. εὐκταῖον γὰρ πρᾶγμα καὶ πλῆρες χαρᾶς, ἵνα ὦσι κεκριμένως δόκιμοι οὺς τῆς κοινωνίας καὶ τῆς τάξεως συνέβη εἶναι συγκλήρους. Καὶ ἄλληι χειρί ὁ θεός σε ὑγιῆ διαφυλάττοι, ἀδελφὲ τιμιώτατε.
Ὃ ἁγιώτατος ἀρχιεπίσκοπος εἴπε: Νῦν καὶ οἱ θεοσεβέστατοι νοτάριοι τῆς ἁγιωτά-τῆς ἡμῶν ἐκκλησίας, εἴ τινές εἰσι πταρ᾽ αὐτοῖς χάρται τὴν παροῦσαν ὁρῶντες ὑπόθεσιν, δήλους ἡμῖν τούτους ποιείτωσαν.
Καὶ προκομισθέντων τῶν χαρτῶν διὰ Κοσμᾶ τοῦ θεοσεβεστάτου διακόνου νοταρίου καὶ χαρτοφύλακος Μακάριος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος τὸν ἐκ προσώπου τῶν Θεουπόλεως κληρικῶν λίβελλον καὶ τὴν ἀναφορὰν τῆς ἐνδημούσης τηνικαῦτα τῆι βασιλίδι πόλει συνόδου, ἀμφότερα πρὸς τὸν ἐν ἁγίοις ᾿Ιωάννην ἀρχιεπίσκοπον γενόμενον τῆς αὐτῆς βασιλίδος πόλεως, ἀνέγνω καὶ Καλώνυμος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀπὸ κώδικος τὴν πρὸς ᾿Ιωάννην τὸν τῆς ὁσίας μνήμης ἀρχιεπίσκοτπον γενόμενον ἱἱεροσο-λύμων ἐπιστολὴν καὶ τὴν πρὸς ᾿Επιφάνιον τὸν τῆς θεοφιλοῦς μνήμης τῆς Τυρίων γενόμενον ἐπίσκοπον ἀνέγνω, ἔτι μὴν καὶ τὴν πεμφθεῖσαν ὑπό τε αὐτοῦ ᾿Ιωάννου τοῦ τῆς Ἱἱεροσο-λυμιτῶν ἐπισκόπου καὶ τῆς ὑπ᾽ αὐτὸν συνόδου πρὸς τὸν ἐν ἁγίοις ᾿Ιωάννην ἐπιστολὴν ἀνέγνω" καὶ Στέφανος ὁ θεοσεβέστατος νοτάριος καὶ διάκονος τὴν σταλεῖσαν ἀναφορὰν σὺν τοῖς πεπραγμένοις παρὰ Ἐπιφανίου ἐπισκόπου γενομένου Τύρου καὶ τῆς ὑπ᾽ αὐτὸν συνόδου ἀνέγνω, καὶ Παῦλος ὁ θεοσεβέστατος νοτάριος καὶ διάκονος τὴν σταλεῖσαν ἀναφορὰν σὺν τοῖς πεπραγμένοις ὑπὸ τῶν ἐπισκόπων δευτέρας Συρίας πρὸς τὸν ἐν ἁγίοις ᾿Ιωάννην γενόμενον ἀρχιεπίσκοπον τῆς βασιλίδος πόλεως" ἅτινα συμπάντα καὶ ἐντέ-τακται.
Δέησις κληρικῶν καὶ μοναχῶν ᾿Αντιοχείας πρὸς ᾿Ιωάννην τὸν πατριάρχην καὶ τὴν ἐνδημοῦσαν σύνοδον κατὰ Σεβήρου
Τῶι ὁσιωτάτωι καὶ ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιετισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι ᾿Ιωάννηι καὶ τῆι ἐνδημούσηι ἁγίαι συνόδωι ἀξίωσις παρὰ κληρικῶν καὶ μοναχῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς ᾿Αντιοχέων μεγαλοπόλεως ἁγίας τοῦ θεοῦ καθολι-κῆς ἐκκλησίας. Νῦν εἴπερ ποτὲ καιρός, ὦ μακαριώτατοι, πάσας τῆς οἰκουμένης τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὡς ἐξ ἑνὸς στόματος τὸ προφητικὸν ἐκεῖνο ἐκβοῆσαι εὐφραι-νέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῆι, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ. τὸ γὰρ τὰ σκῆπτρα Ῥωμαίων τοὺς οὕτως εὐσεβεῖς καὶ φιλο-χρίστους ἐγχειρισθῆναι βασιλέας, ἐλευθερίαν δὲ χαρισθῆναι καὶ παρρησίαν τοῖς τὴν ὀρθό-δοξον πρεσβεύουσι θρηϊισκείαν πῶς οὐχὶ ταύτην πείθει εἰκότως τοὺς πιστοὺς βοῆσαι φω-νήν; ἀλλ’ ἐν οὕτω κοινῆι τῆς οἰκουμένης ἑορτῆι μία ἐκ πάντων ἢ κομιδῆι σὺν ὀλίγαις ἡ τῶν Αντιοχέων ἐκκλησία κατηφείας πεπλήρωται καὶ θρήνων. λύκον γὰρ ἀντὶ ποιμένος οὐκ οἴδαμεν ὅπως δεξαμένη κακοπαθεῖ. ποίαν γὰρ τραγωιδίαν οὐκ ἀπέκρυψε τὰ τολ-μηθέντα παρὰ Σεβήρου κακά; ὃς πρῶτον μέν, ἵν᾿ ὅπως βεβίωκε παραλίπωμεν φειδοῖ τῶν ὑμετέρων ἀκοῶν, οὐδεμιᾶι πτώποτε φαίνεται κοινωνήσας ἐκκλησίαι, εἶτα συκοφαντίας βέλεσι κατατοξεύσας τε καὶ παρασκευάσας ἐξελαθῆναι τὸν ἔνθεσμον ποιμένα Φλαβιανὸν τὸν μακαριώτατον, τὸν ἐκείνου θρόνον βιαίως καὶ ἀκανονίστως ὑφήρπασε κἀντεῦθεν μισθωτοῦ δίκην οὐ μόνον οὐκ ἐπήμυνε τῆι ποίμνηι τοῦ Χριστοῦ οὐδὲ ἔφυγεν, ὅπερ ἦν ἀγαπητόν, ἀλλ᾽ αὐτὸς τὰ τῶν θηρίων ἔδρα σφάττων τε καὶ διασκορπίξων τὰ πρόβατα, κενοφωνίας δὲ καὶ βλασφημίας κατὰ τοῦ θεοῦ πλαττόμενος οὐδενὸς τῶν ἁγίων ἡμῶν πατέ-ρῶν ἐφείσατο, διατελεῖ δὲ πᾶσαν ἡμέραν ὡς εἰπεῖν τὰς ὑπὲρ εὐσεβείας ἀθροισθείσας ἀποκη-ρύττων συνόδους. ὁ γὰρ τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀναθεματίσαι τε καὶ πολε-μῆσαι τολμήσας τὴν μάλιστα βεβαιώσασαν τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων, ἀποδεξαμένην δὲ καὶ τοὺς ρν ὁσίους καὶ ἁγίους πατέρας, ἔτι μὴν καὶ τοὺς ἐν Ἐφέσωι κατὰ. Νεστορίου τοῦ δυσσεβοῦς συνελθόντας ὁμοίως ὁσίους πατέρας, εὔδηλον ὡς καὶ τὰς εἰρη-μένας ἀποστρέφεται καὶ μισεῖ ὡς ταύτης ἀδελφάς. καὶ ὅσους μὲν φόνους ἁγίων εἰργά-σατο μοναχῶν ᾿Ιουδαικαῖς χερσὶ τὴν τοιαύτην ἐγχειρίσας σφαγήν, οὔτε ὑμᾶς, ὁσιώτατοι, οὔτε τῶν ἄλλων ἔλαθεν οὐδένα. θέαμα γὰρ ἦσαν κείμενοι δεινὸν ἄνδρες ἀσκητικοῖς ἀγῶσι μέχρι πολιᾶς ἐναθλήσαντες γυμνοὶ καὶ ἄταφοι ἐρριμμένοι, ὑπὲρ τοὺς τριακοσίους ὄντες, ἐκ : τῆς δευτέρας Σύρων ἐπαρχίας ὁρμώμενοι, κυσὶ σπαράγματα καὶ οἰωνοῖς προκείμενοι. ὅμοια δὲ καὶ ὡσαύτως ἐλεεινὰ καὶ ὅσα ἐν τοῖς ξενῶσιν αὐτῶι πέπρακται" δεσμωτήρια γὰρ δομᾶται νῦν κἀκεῖσε πολλοὺς ὑπὲρ εὐσεβείας καθείργων ἐν σκότει καὶ μαστίξων ἀναιρεῖ. οἷα δέ, ὁσιώτατοι, καὶ περὶ τὰς ἐν Δάφνηι πηγὰς πρᾶξαι τετόλμηκε μαγείαις τε χρώμενος αὐτόθι καὶ θυμιάμασι μυσαροῖς θεραπεύων τοὺς δαίμονας, καὶ τοῦτο πᾶσα ἐκείνη ἡ μεγάλη ὁ ἄιδει πόλις. οὐ μὴν οὐδὲ αὐτῶν ἐφείσατο τῶν ἁγίων θυσιαστηρίων οὐδὲ τῶν ἱερῶν σκευῶν, τὰ μὲν ξέων ὡς ἐναγῆ, τὰ δὲ χωνεύων καὶ ῥογεύων τοῖς ὁμοτρόποις. τετόλ-μηται δὲ αὐτῶι καὶ τοῦτο, ὦ μακαριώτατοι. τὰς γὰρ εἰς τύπον τοῦ ἁγίου πνεύματος χρυσᾶς τε καὶ ἀργυρᾶς περιστερὰς κρεμαμένας ὑπεράνω τῶν θείων κολυμβηθρῶν καὶ θυ-σιαστηρίων μετὰ τῶν ἄλλων ἐσφετερίσατο λέγων οὐ χρῆναι ἐν εἴδει περιστερᾶς ὀνομά-3εσθαι τὸ ἅγιον πνεῦμα. τὰ μέντοι χρήματα καὶ οἰκήματα καὶ ὅσα ἐν τοῖς καλλίστοις χω-ρίοις ὑπῆρχε τῆι ἐκκλησίαι, πάντα ἐκφορήσας ἐξεδαπάνησε καὶ βαρυτάτοις δανείσμασι τὴν ἐκκλησίαν κατέχωσεν. ἀλλ᾽ οὐχ οἷόν τε, ὦ μακαριώτατοι, πάντα διεξελθεῖν τὰ ἐκείνωι τετολμημένα, δι᾽ ὃ τοῖς ὀλίγοις τούτοις καίπερ οὖσι τηλικούτοις ἀρκούμενοι δεόμεθα τῆς ὑμετέρας ἁγίας συνόδου ὀψὲ καὶ μόλις στῆσαι τὰ συνέχοντα κακὰ τὴν ἡμετέραν ἐκκλησίαν καὶ πᾶσαν σχεδὸν τὴν ᾿Ανατολικὴν διοίκησιν καὶ τοῦ τε πταμπονήρου ἀνδρὸς ἡμᾶς ἔλευθϑε-ρῶσαι ἀπαιτουμένον κατὰ τοὺς θείους κανόνας καὶ τοὺς πολιτικοὺς νόμους δίκας ὧν ἔπραξε, πρόνοιαν δὲ ποιῆσαι καὶ τῶν ὑπολειφθέντων πραγμάτων, εἰ γέ τι μεμένηκε, πείθοντας τὴν εὐσεβῆ καὶ καλλίνικον κορυφὴν ἀποσταλῆναί τινας ἐν τάχει ἐπ᾽ ἀγαθοῖς μαρτυρου-μένους τρόποις τινὸς τῶν ἐξ ἡμῶν συνερχομένου καὶ τοῖς πράγμασιν ἐφεστῶτος, ἐφ᾽ ὧι συσχεθῆναι μὲν καὶ λογοθετηθῆναι τοὺς ἐξ ἀρχῆς καὶ μεχρὶ νῦν εἰς ταῦτα ὑπουργήσαντας καὶ εἰς ἑαυτοὺς τὰ πολλὰ κεκλοφότας, ἐξασφαλισθῆναι δὲ καὶ τὰ εὑρισκόμενα, ἵνα μὴ τε-λέως ἅπαντα ἐκφορηθῆι. οὐ γὰρ παύεται ὁ χρηστὸς ἄνθρωπος κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ τὰ διαφέροντα αὐτῆι διασκορπίφων᾽ πάσης γὰρ ἐλπίδος εἰκότως ἐκττεσὼν τοῦ θεοῦ εἰς ἄνδρας πονηροὺς καὶ ἐκ τῶν τοιούτων τρεφομένους τὰς ἐλπίδας ἔχει. πρεσ-βεῦσαι δὲ παρακαλοῦμεν καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, εἴτε ἐπίσκοποι εἶεν εἴτε κληρικοὶ ἢ μοναχοὶ ἢ καὶ λαικοί, ὅπως ἀνακληθέντες ἀποδοθεῖεν ταῖς οἰκείαις πόλεσι καὶ τάξεσιν. ἐπὶ τούτοις πᾶσι, συγγνώμην αἰτοῦντες διὰ τὴν συνέχουσαν ἡμᾶς ὀδύνην, ἐνορκοῦμεν τὴν ὑμετέραν μακαριότητα τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην καὶ διαμονὴν τῶν δεσποτῶν ὅλης τῆς οἰκουμένης ᾿Ιουστίνου καὶ Εὐφημίας τῶν αἰωνίων αὐγούστων κινηθῆναί τε ὑμᾶς δεόντως καὶ μὴ περιιδεῖν ἡμῶν τὰς αἰτήσεις, ἀναγαγεῖν δὲ ταῦτα πάντα ἐπὶ τοὺς εὐσεβεῖς καὶ φιλοχρίστους ἡμῶν βασιλέας καὶ πεῖσαι τὴν αὐτῶν γαληνότητα πάντα τὰ κατὰ τὴν ἁγιωτάτην ἡμῶν ἐκκλησίαν τῆς αὐτῶν τε καὶ ὑμῶν προνοίας τυχεῖν.
Ὑπογραφαί
Θεοδόσιος ἐλέει θεοῦ πρεσβύτερος ᾿Αντιοχείας ἐπέδωκα: --Λογγῖνος διάκονος ὁμοίως ἐπέδωκα: ---
Στέφανος διάκονος ὁμοίως ἐπέδωκα: --
Μαυρίκιος ὑποδιάκονος ὁμοίως ἐπέδωκα: --
᾿Ιουλιανὸς διάκονος ὁμοίως ἐπέδωκα: --
Θωμᾶς διάκονος ὁμοίως ἐπέδωκα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος ὁμοίως ἐπέδωκα: ---᾿Ανδρέας ἐπέδωκα: “--
Ιουλιανὸς [ὁμοίωςl ἐπέδωκα: --
το Μάρκελλος διάκονος ὁμοίως ἐπέδωκα: --
᾽οσοο συ κων
Σέργιος ἐλεεινὸς ὁμοίως ἐπέδωκα: ---
᾿Ιωάννης ἐλεεινὸς ὁμοίως ἐπέδωκα: ---
Μωσῆς θεοῦ χάριτι πρεσβύτερος ὁμοίως ἐπέδωκα: ---
᾿Ιωάννης ὑποβολεὺς ἐπέδωκα: --
᾿Ιωάννης μοναχὸς μονῆς τοῦ μακαρίου Μάρωνος ὁμοίως ἐπέδωκα: --᾿Ιάκωβος μοναχὸς μονῆς τοῦ μακαρίου Βίφου ὁμοίως ἐπέδωκα: ---Κωνσταντῖνος μοναχὸς καὶ ἀποκρισιάριος τοῦ τῆς ὁσίας μνήμης ᾿Αστερίου ἐπέδωκα: --
Νόννος διάκονος μονῆς τοῦ μακαρίου Παύλου ἐπέδωκα: --
Σολομὼν μοναχὸς μονῆς τοῦ μακαρίου Οὐαλεντίνου τοῦ Καπροέλης ἐπέδωκα: --Συμεὼν μοναχὸς μονῆς τοῦ μακαρίου ᾿Αγαπητοῦ ὁμοίως ἐπέδωκα: --
Σέργιος μοναχὸς μονῆς τοῦ μακαρίου Συμεῶνος ὁμοίως ἐπέδωκα: --
Λλφιος μοναχὸς μονῆς τοῦ μακαρίου ᾿Ιακώβου ὁμοίως ἐπέδωκα: --
Φίληξ μοναχὸς μονῆς τοῦ μακαρίου ᾿Ιωάννου ὁμοίως ἐπέδωκα: --
Συμεώνης μοναχὸς μονῆς ἰουγάτων τοῦ μακαρίου Παύλου ἐπέδωκα: ---Παῦλος μοναχὸς μονῆς τοῦ μακαρίου ᾿Ἡσυχίου ὁμοίως ἐπέδωκα: --
Κυριακὸς μοναχὸς μονῆς τοῦ μακαρίου Δωροθέου ὁμοίως ἐπέδωκα: --
᾿Αναφορὰ πρὸς ᾿Ιωάννην πατριάρχην παρὰ τῆς ἐνδημούσης συνόδου
Τῶι δεσπότηι ἡμῶν τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ πατέρων ἀρχι-επισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι ᾿Ιωάννηι ἣ ἐνδημοῦσα κατὰ τὴν φιλόχριστον ταύτην καὶ βασιλίδα πόλιν σύνοδος ἐν κυρίωι χαίρειν. Ἐπειδὴ ὁ θεὸς ὁ πάντων δε-σπότης ἐπὶ συμφέροντι τῆς ὀρθοδοξίας καὶ συστάσει τῆς καθολικῆς ἐκκλησίας κατὰ τὴν παρελθοῦσαν κυριακήν τε καὶ δευτέραν λειτουργίας ἐπιτελουμένης ἐν τῆι ἁγίαι τοῦ θεοῦ μεγάληι ἐκκλησίαι τῆς βασιλίδος ταύτης πόλεως μιᾶι φωνῆι ἐκίνησε τὸν ἀναριθμήτων μυριά-δων λαόν, ὥστε ζήλωι θείωι τοῦτον ἐκκαυθέντα ἐπὶ πολὺ καὶ ἐπιμόνως αἰτῆσαι τὴν ὑμετέραν μακαριότητα ἐπὶ τοῦ ἄμβωνος ἀνελθεῖν καὶ προσφωνῆσαι ὑπὲρ τῆς ὀρθῆς πίστεως, ὑπὲρ ἧς ἀεὶ ἠγωνίσασθε καὶ ἀγωνίφεσθε, καὶ τοῦτο ποιησάντων ὑμῶν ἐκβοήσεις γεγόνασι, καθὼς εἴρηται, πλεῖσται καὶ ἐπίμονοι τοῦ λαοῦ, ὑμᾶς μὲν ἐπὶ τῆι ὀρθοδοξίαι εὐφημοῦντος, τοὺς δὲ πρὸ ὑμῶν ἐκβληθέντας πατέρας ἀνακληθῆναι ἐξαιτοῦντος, ὁ δὲ ὑμέτερος ἄγγελος τῆι ἡμετέραι δοκιμασίαι τὸ πτᾶν ἀποδεδωκὼς τὰ δέοντα σκοπῆσαι προσέταξεν, ἀναγκαῖον ἐλογισάμεθα τὰ παρακολουθήσαντα καὶ τυπωθέντα παρ᾽ ἡμῶν δι᾽ ἀναφορᾶς πρῶτον τῆι ὑμετέραι μακαριότητι ἀναγάγαι καὶ τότε δι᾽ ὑμῶν καὶ τῶι εὐσεβεστάτωι καὶ κρατίστωι ἡμῶν βασιλεῖ δῆλα καταστῆσαι ἔστι δὲ ταῦτα. κατὰ τὴν εἰκάδα τοῦ ἐνεστῶτος ᾿Ιουλίου μηνὸς τῆς παρούσης ἑνδεκάτης ἐπινεμήσεως, ὑπατείας Μάγνου τοῦ λαμπροτάτου, ἅπαν τὸ μοναχικὸν τάγμα τῆς φιλοχρίστου ταύτης καὶ βασιλίδος πόλεως ἐκ διαφόρων συνελθὸν μοναστηρίων, τοῦτο μὲν ἀρχιμανδριτῶν, τοῦτο δὲ καὶ τῶν λοιπῶν, λιβέλλους προσδέδωκε τῆι ἐνδημούσηι ταύτηι πάσηι ἡμῶν συνόδωι, αἰτοῦν καὶ ἀναγνωσθῆναι τούτους καὶ τὰ περιεχόμενα τοῖς λιβέλλοις κεφάλαια δοκιμασθέντα παρ᾽ ἡμῶν πέρατι παραδοθῆναι, μᾶλλον δὲ τύπωι συνοδικῶι ὑποβληθῆναι. ἀναγνωσθῆναι τοίνυν ποιήσαντες τοὺς λι-βέλλους, οὺς καὶ ὑπετάξαμεν τῶιδε τῶι τύπωι, ταῦτα περιέχειν ἐν τούτοις ἐγνώκαμεν.
Πρώτην αἴτησιν οἱ λίβελλοι περιέχουσιν ὥστε τοὺς ἐν ὁσίαι τῆι μνήμηι Εὐφήμιον καὶ Μακεδόνιον ἐκβληθέντας καὶ ἐν ἐξορίαι τετελευτηκότας δικαίως καὶ κανονικῶς ἀνακλη-θῆναι καὶ ἀποδοθῆναι τῶι καταλόγωι τῶν πρὸ αὐτῶν ἐνταῦθα ἐν κυρίωι ἀναπαυσαμένων ἀρχιεπισκόπων, πάντων ἀργῶν μενόντων τῶν κατ᾽ αὐτῶν ὁπωσοῦν γενομένων, ἐντε-θῆναι δὲ καὶ τοῖς ἱεροῖς διπτττύχοις τὰς τούτων προσηγορίας, καθὼς ἅπας ὁ λαὸς καὶ τὸ μοναχικὸν τάγμα ἐπιμόνως καὶ ἐπὶ πολὺ ἐξεβόησαν. ἡμεῖς δὲ τάξιν εὔτακτον τῆι αἰτήσει ἐπιθεῖναι σπουδάσαντες ἐξητήσαμεν τὰ πεπραγμένα ἐπ᾽ αὐτοῖς καὶ γνόντες διὰ τῆς ἀναγνώσεως ὡς τὰ πλεῖστα τούτων οὔτε σὺν ἀκριβείαι προῆλθεν οὔτε πίστεως ἕνεκα δικαίως τὴν ἐκβολὴν ὑπέμειναν οἱ μνημονευθέντες πτατέρες οὔτε ὡς παρασαλεύοντές τι τῶν πρότερον τῆι ὀρθοδοξίαι πεφυλαγμένων, ἀναγκαῖον ἐλογισάμεθα ταῖς αἰτήσεσι, παντὸς τοῦ λαοῦ σὺν γυναιξὶ καὶ παισὶ καὶ πάσης ἀξίας καὶ στρατείας ἀλλὰ μὴν καὶ τοῦ μοναχικοῦ τάγματος ἐπιμόνως ἐκβοησάντων, κατὰ τοὺς προσδοθέντας λιβέλλους τὸ ἱκανὸν μετὰ τῆς ἀληθείας ποιῆσαι, ἵνα καϑὼς καὶ οἱ ἐν ἁγίοις τὴν μνήμην Παῦλος καὶ ᾿Ιω-άννης καὶ Φλοβιανὸς πατέρες ταύτης τῆς βασιλίδος πόλεως γενόμενοι ἀνεκλήθησαν, οὕτω καὶ αὐτοὶ τῆς αὐτῆς τιμῆς καὶ τῆς ἐν ταῖς ἱεραῖς δέλτοις μνήμης ἀξιωθῶσιν. ἃ οὖν συνεωρακότες ἐτυπώσαμεν, πρέπον ὠιήθημεν ἀναγάγαι τῆι ὑμετέραι μακαριότητι καὶ δι᾽ αὐτῆς τωι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ.
Δεύτερον κεφάλαιον τοῖς λιβέλλοις περιείχετο ὥστε τοὺς διὰ τὴν αἰτίαν τῶν εἰρη-μένων πατέρων, Εὐφημίου φαμὲν καὶ Μακεδονίου, ἐξορισθέντας καὶ φυγαδευθέντας ἐπανελ-θόντας ἀποδοθῆναι τοῖς ἰδίοις βαθμοῖς. ἐπεὶ οὖν εὔλογος ἡ αἴτησις καὶ ἀκόλουθος τῆι προτέραι, συνείδομεν ὥστε τοὺς εἰρημένους βοηθηθῆναι καὶ ἀνενεχθῆναι ἐπὶ τὸν εὐσεβέστα-τον καὶ γαληνότατον ἡμῶν βασιλέα.
Τρίτον κεφάλαιον τῆι αἰτήσει περιείχετο ὥστε τὴν ἁγίαν καὶ μεγάλην σύνοδον τῶν τιη πατέρων τῶν συναχθέντων κατὰ τὴν Νικαέων τῶν καὶ τὸ ἅγιον σύμβολον τῆς πίστεως καὶ ὁρισάντων καὶ ἐκφωνησάντων, εἰς ὃ καὶ ἐβαπτίσθημεν καὶ βαπτίξομεν, καὶ τὴν ἐν Κωνσταντινουπόλει ἐπὶ Νεκταρίου τοῦ τῆς ὁσίας μνήμης συνελθοῦσαν καὶ κυρώσασαν τὸ προειρημένον ἅγιον σύμβολον τῶν αὐτῶν τιη ἁγίων πατέρων καὶ τὴν ἐν Ἐφέσωι ὁμοίως βεβαιώσασαν τὸ αὐτὸ ἅγιον σύμβολον τῶν τιη ἁγίων πατέρων καὶ τὴν ἐν Χαλκηδόνι ἐπισφραγίσασαν ὡσαύτως τὸ προειρημένον ἅγιον σύμβολον τῶν τιη ἁγίων πατέρων ἐν-τεθῆναι τοῖς ἱεροῖς διπτύχοις. ἐπεὶ οὖν εὔλογος ἡ αἴτησης, ἐπὶ συμφέροντι γὰρ τῆς ἐκκλησιαστικῆς καταστάσεως τὸ γινόμενον γίνεται, ἄξιον ἐκρίναμεν κατὰ τὰς ἐκβοήσεις τοῦ λαοῦ καὶ τὰς προσφωνήσεις τῆς ὑμετέρας μακαριότητος καὶ κατὰ τὸν ἐπιδοθέντα λί-βελλον παρὰ τῶν εὐσεβεστάτων ἀρχιμανδριτῶν τε καὶ μοναχῶν τὰς ἁγίας ταύτας συνό-δους ἀναγορεύεσθαι τοῖς διπτύχοις.
Τέταρτον κεφάλαιον τῆι αἰτήσει τῶν εὐλαβεστάτων μοναχῶν περιείχετο ὥστε τὸ ὄνομα τοῦ τῆς ὁσίας μνήμης προέδρου γενομένου τῆς Ῥωμαίων, Λέοντος φαμὲν τοῦ μακαριωτάτου, ἐν ταῖς ἱεραῖς δέλτοις ὁμοίως ἀναγορεύεσθαι, καθὼς καὶ αἱ ἐκβοήσεις τοῦ λαοῦ ἀνενδότως καὶ ἐπιμόνως γεγένηνται. ἐπεὶ οὖν ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος οὐ μόνον Λέοντος τοῦ ἐν ὁσίαι τῆι μνήμηι, ἀλλὰ καὶ Κυρίλλου τοῦ τῆς ᾿Αλεξανδρέων γενομένου θεοφιλοῦς ποιμένος μνήμην ἐπὶ τῆι ὀρθοδοξίαι πεποίηται καὶ Κυρίλλος μὲν ὁ τῆς ᾿Αλεξανδρέων ἐν τοῖς διπτύχοις ἀναγορεύεται, Λέων δὲ ὁ τῆς ὁσίας μνήμης οὐκ ἀναφέρεται, εὔλογον ἐκρίναμεν τὸ λεῖττον ἀναπληρωθῆναι καὶ τοὺς ἴσως παρὰ τῆς ἁγίας ταύτης συνόδου ἐπὶ συστάσει τῆς ὀρθοδοξίας τιμηθέντας ὁμοίως καὶ ἐν τοῖς ἱεροῖς δι-πτύχοις ἐπὶ ὠφελείαι καὶ εἰρήνηι τῆς ἐκκλησίας κηρύττεσθαι.
Πέμπτον κεφάλαιον ἐν ταῖς αὐταῖς δεήσεσιν ἐνέκειτο ὥστε τὸν τολμήσαντα κατὰ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου νεανιεύσασθαι καὶ βλάσφημα ῥήματα κατ᾽ αὐτῆς ἐκχέαι, Σεβῆρον φαμὲν τὸν ἐν ᾿Αντιοχείαι ἀτάκτως καὶ προπετῶς ἐνεχθέντα, ἀναθέματι ὑπο-βληθῆναι, καθὼς καὶ αἱ ἐπίμονοι βοαὶ πααντὸς τοῦ λαοῦ ἐγένοντο. ἐπεὶ τοίνυν ἔδει καὶ περὶ τούτου τύπον τὸν ἁρμόζοντα ἐκκλησιαστικῆι καταστάσει ἐξενέγκαι, ἀναγκαῖον ἐκρίναμεν πρῶτον τοὺς βλασφήμους αὐτοῦ λόγους ἐν μέσωι τῆς πάσης ταύτης συνόδου ἀναγνωσθῆναι πρὸς ἔλεγχον τῶν παρ᾽ αὐτοῦ τολμηθέντων. ἔχει τοιγαροῦν τὰ παρ᾽ αὐτοῦ κατὰ τῆς ἁγίας συνόδου τολμηθέντα τε καὶ βλασφημηθέντα ἐπὶ λέξεως οὕτως. “τὰ ἐν Χαλκηδόνι ὑπὸ τῆς κατ᾽ ἐκεῖνο καιροῦ συνεϊλεγμένης συνόδου τυπωθέντα καὶ τῶν ὑπὲρ ταύτης ἀγωνιξομένων ἀναθεματίφομεν.᾿ αὕτη τῆς μιαρᾶς αὐτοῦ φωνῆς ἡ βλασφημία, οὐ μόνον δὲ αὕτη, ἀλλὰ καὶ ἕτεραι πολλαὶ δυσφημίαι ἐν βίβλοις αὐτοῦ πομπεύονται κατὰ ταύτην τὴν βασιλίδα πόλιν, αἷς οἱ τῆς ὀρθοδοξίας ἐρασταὶ ἐντυγ-χάνοντες ἐπεγγελῶσι τῆι αὐτοῦ φρενοβλαβείαι ἀλλοκότως φερομένου. ἐπεὶ οὖν: αὐτοκατήγορον ἔχει τὸν ἔλεγχον οὐ μόνον ἐκ τῆς εἰρημένης ταύτης φωνῆς, ἀλλ᾽ ὡς προ-γέγραπται, καὶ ἐξ ἑτέρων πλείστων τῆς αἰσχίσης αὐτοῦ γλώσσης δυσφημιῶν κατὰ τῆς ἁγίας ταύτης συνόδου, τοῦτον δικαίως ἀναθέματι αἰωνίωι καὶ ἡμεῖς ὑπεβάλομεν, παντὸς πράγματος ὀνόματος ἀξίας ἐνεργείας Χριστιανῶι ἢ ἱερατικῶι ἀρμοφούσης ἢ ἁρμόσαι δυναμένης ἀλλοτριώσαντες καὶ γυμνὸν τῆς θείας κοινωνίας κατὰ τοὺς ἐκκλη-σιαστικοὺς κανόνας καταστήσαντες, ἀνθ᾽ ὧν καὶ βλασφημῆσαι καὶ συκοφαντῆσαι τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐπεχείρησεν ἰδικῶς ἐπισφραγίσασαν τὸ σύμβολον τῶν τιὴ ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων ἀσάλευτόν τε καὶ ἀπαρεγχείρητον τοῦτο ὑπάρχειν κηρύξασαν, καθὼς καὶ οἱ ἐν Κωνσταντινουπόλει καὶ οἱ ἐν ᾿Εφέσωι συναχθέντες ὅσιοι πάτερες ὁμοίως ἐβεβαίωσαν, μεθ᾽ ὧν καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος τὰ ὅμοια ἐκδικεῖ προλάμπειν πανταχοῦ τοῦτο κελεύσασα. ἕνεκεν τούτου οὐ μόνον ὡς βλάσ-φημον, ἀλλὰ καὶ ὡς συκοφάντην καὶ πάσας τὰς ἁγίας συνόδους διὰ τῆς συνόδου ταύτης ὑβρίσαντα τὸν προειρημένον Σεβῆρον ἔρημον πάσης τιμῆς καταστήσαντες ἀναθέματι ὑπεβάλομεν. ταῦτα παρ᾽ ἡμῶν δοκιμασθέντα καὶ τυπωθέντα ἐπὶ τὸν ὅσιον ἄγγελον τῆς σῆς μακαριότητος ἐσπουδάσαμεν δυσωπήσαντες καὶ ὑπογράψαντες ἕκαστος τῆι ἰδίαι χειρὶ ἀναγαγεῖν καὶ ὑποτάξαντες τοὺς προσδοθέντας ἡμῖν λιβέλλους πρὸς ἐπίγνωσιν ἀληθείας, ὥστε διὰ τῆς ὑμετέρας μακαριότητος ταῦτα ἐλθεῖν καὶ εἰς τὸν κράτιστον καὶ γαληνότατον ἡμῶν βασιλέα καὶ τὴν εὐσεβεστάτην καὶ φιλόχριστον αὐγούσταν καὶ τὴν ἔνδοξον αὐτῶν καὶ μεγάλην σύγκλητον.
Θεόφιλος ἐλέει θεοῦ ἐπίσκοπος “Ἡρακλείας Εὐρώπης ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Βασιλίσκος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυξικηνῶν μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
᾿Αναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Μαρκιανὸς κατὰ φιλανθρωπίαν θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Θεόδοτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαγγρηνῶν μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Ὑπάτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς 'Ονω-ρεατῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι : --
AMANTIVS EXIGVVS EPISCOPVS NICOPOLITANAE CIVITATIS MYSIAE SECVNDAE SVBSCRIPSI PROPRIA MANV; —
Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας Καππα-δοκῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν τῆς ᾿Ισαύρων χώρας ὑπέγραψα τῆι ἀναφορᾶι: --
Σχολαστίκιος ἐλέει θεοῦ ἐπίσκοπος Ναφιαν:οῦ ὑπέγραψα τῆι ἀναφορᾶι: --᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος Βοσπόρου ὑπέγραψα τῆι ἀναφορᾶι: --Πυθαγόρας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σινωπέων τῆς Ἑλενοποντίων ἐπαρχίας ὑτι-ἐγραψα τῆι ἀναφορᾶι: --
᾿Ανδρέας χάριτι θεοῦ ἐπίσκοπος τῆς Τιανῶν τῆς “Ονωρεατῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ ᾿Αδριανούπολιν ἁγίας τοῦ θεοῦ ἐκ-κλησίας τῆς “Ονωρεατῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: --
Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος Δορυλαίου ὑπέγραψα τῆι ἀναφορᾶι: --Δωρόθεος ἐλάχιστος ἐπίσκοπος τῆς Κώων νήσου ὑπέγραψα τῆι ἀναφορᾶι: --᾿Αμμώνιος συγχωρήσει θεοῦ ἐπίσκοπος τῆς ᾿Αβυδηνῶν ὑπέγραψα: -- 3 Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Φιλαδελφέων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: --
Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κρατιανῶν πόλεως ὑπέγραψα: --
Φωκᾶς ἐλέει θεοῦ ἐπίσκοπος Δαρδάνου ὑπέγραψα: --
Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεοκαισαρέων τῆς Βιθυνῶν ἐπαρχίας ὑπέγραψα
τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: --
Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος Καισαρείας Βιθυνίας ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος Φαναγορέως ὑπέγραψα τῆι ἀναφορᾶι: --
᾿Ακύλας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πρυμνησίων πόλεως ὑπέγραψα: --
Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αναστασιουπόλεως τῆς Φρυγῶν Πακατιανῆς
ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: --
Πελάγιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Αἰξανιτῶν πόλεως ὑπέγραψα τῆι ἀναφορᾶι: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαργαρέων ἐπαρχίας ᾿Ασίας ὑπέγραψα: --
Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος Βασιλινουπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑματῶν πόλεως τῆς Παμφύλων χώρας ὑπέ-
γρᾶαψα: --
Φωτεινὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Οὐαμανενδεωτῶν πόλεως τῆς Παμφύλων
χώρας ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος Μητροπόλεως τῆς Πισιδῶν χώρας ὑπέγραψα τῆι
ἀναφορᾶι: --
Κόνων ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αδριανουπόλεως ὑπέγραψα: --
Μάμας ὁ ἐλάχιστος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αριστιανῶν πόλεως ἐπαρχίας
Φρυγίας Πακατιανῆς ὑπέγραψα: --
Μακεδόνιος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Ελούξων ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ὑδητῶν πόλεως ὑπέγραψα: --
Μαρκιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Μαρκιανὴν τὴν πόλιν ἁγιωτάτης
ἐκκλησίας ὑπέγραψα τῆι ἀναφορᾶι: -- :
᾿Αντίπατρος ἐλέει θεοῦ ἐπίσκοπος ὑπέγραψα τῆι ἀναφορᾶι: --
Γοργόνιος ἐπίσκοπος οὐραδίας ὑπέγραψα: --
Φώτιος ἐλάχιστος ἐπίσκοπος ἐλέει θεοῦ τῆς Εὐδοκιατῶν τῆς Λυκίων ἐπαρχίας
ὑπέγραψα τῆι ἀναφορᾶϊι χειρὶ ἐμῆι: --
᾿Ιωάννης ἁμαρτωλὸς ἐπίσκοπος ᾽Ολύμπου τῆς Λυκίων ἐπαρχίας ὑπέγραψα τῆι :
ἀναφορᾶι χειρὶ ἐμῆι: --
Νικόλαος ἐλάχιστος ἐπίσκοπος τῆς Ῥοδιαπολιτῶν ἁγίας τοῦ δεσπότου θεοῦ
ἐκκλησίας, ἥτις ἐστὶ μία τῆς Λυκίων ἐπαρχίας, ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ
ἐμῆι: --
Λιβελλος τῶν μοναχῶν πρὸς τὴν ἐνδημοῦσαν σύνοδον, ὧιτινι συνέζευκται καὶ ὅπως ἐκηρύχθησαν αἱ τέσσαρες ἐν τῆι ἐκκλησίαι σύνοδοι
Τοῖς θεοφιλεστάτοις καὶ ὁσιώτατοις πατράσι καὶ ἐπισκόποις Θεοφίλωι Βασιλίσκωι ᾿Αναστασίωι Μαρκιανῶι Θεοδότωι Ὑπατίωι Θεοδώρωι ᾿Ιωάννηι Πυθαγόραι καὶ τῆι λοιπῆι εὐαγεῖ συνόδωι ἐνδημούση κατὰ ταύτην τὴν βασιλίδα πόλιν πταρὰ ᾿Αλεξάνδρου Κώνστα Διογένους Εὐηθίου ᾿Αντωνίου ᾿Ακακίου ᾿Ιωάννου Δόμνου Λεοντίου ᾿Ιωάννου Πολυχρονίου ᾿Ανατολίου Μαρτυρίου Κυριακοῦ ᾿Ιουλιανοῦ ᾿Αλεξάνδρου ᾿Ιακώβου Χριστί-νου ᾿Ιωάννου Βασιλίσκου Βαβύλα Ὑπατίου Μάρκου καὶ τῶν λοιπῶν πρεσβυτέρων καὶ ἀρχιμανδριτῶν τῶν εὐαγῶν μοναστηρίων τῶν διακειμένων κατὰ τὴν φιλόχριστον καὶ βασιλίδα πόλιν καὶ παντὸς τοῦ μοναχικοῦ τάγματος. Μέλει μὲν τῆι ὑμετέραι ἁγιω-: σύνηι τῆς πίστεως τῆς ὀρθῆς καὶ τῆς ἄλλης εὐταξίας τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ πρὸ τῆς ἡμετέρας αἰτήσεως ἐπειδὴ δὲ καὶ ἡμᾶς ἔδει μέρος γενέσθαι τῶν εἰς δόξαν θεοῦ συν-τελούντων, δίκαιον ἡγησάμεθα πρῶτον μὲν εὐχαριστῆσαι τῶι σκοπῶι τῆς ὑμετέρας ἁγιωσύνης καὶ τῶι εὐσεβεῖ φήλωι τῶν καλλινίκων ἡμῶν βασιλέων, εἶθ᾽ οὕτως ἐπὶ τὴν παροῦσαν ἰδεῖν δέησιν, δι᾿ ἧς ἀξιοῦμεν πάντες ἡμεῖς καὶ δι᾽ ἡμῶν ὁ λοιπὸς κατάλογος τῶν εὐλαβεστάτων μοναχῶν ὡς ἐκ μιᾶς γνώμης τὰ καλῶς καὶ συμφερόντως κινηθέντα ἐν τῆι ἁγιωτάτηι μεγάληι ἐκκλησίαι τῆς βασιλίδος ταύτης πόλεως παρὰ τοῦ πιστοτάτου λαοῦ καὶ τὰ προσφωνηθέντα πρὸς τὸν αὐτὸν φιλόχριστον λαὸν παρὰ τοῦ τὰ πάντα ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν καὶ οἰκουμενικοῦ πατριάρχου ᾿Ιωάννου, ταῦτα διὰ φωνῆς τῆς ἁγίας ὑμῶν συνόδου ἐγγράφως δέξασθαι τὸ κῦρος καὶ τοὺς οὐκ. ἴσμεν ὅπως ἐξεωθέντας ἐν ὁσίαι τῆι μνήμηι γενομένους πτατέρας ἡμῶν, φαμὲν Εὐφήμιον καὶ Μακεδόνιον, τούτους ἐπὶ τοῦ παρόντος δικαίως καὶ κανονικῶς ἀνακληθῆναι καὶ ἀποδοθῆναι τῶι καταλόγωι τῶν πρὸ αὐτῶν ἐνταῦθα ἐν κυρίωι ἀναπαυσαμένων ἀρχιεπισκόπων, πάντων ἀργῶν μενόντων τῶν κατ᾽ αὐτῶν ὁπωσοῦν γενομένων, προστεθῆναι δὲ ταῖς ἁγίαις δέλτοις σὺν αὐτοῖς καὶ τὸ θεοφιλὲς ὄνομα τοῦ τῆς Ρωμαίων ἀρχιεπισκόπου γενο-. μένον Λέοντος. τὸ δὲ πάντων μέγιστον καὶ πάντας διεγεῖρον πρὸς τὴν ὀρθοδοξίαν, αἰ-τοῦμεν ὑμᾶς, ὁσιώτατοι, ὅπως καὶ τὰς κατὰ καιρὸν ὑπὲρ εὐσεβείας συναθροισθείσας ἁγίας συνόδους ἐντεθῆναι ταῖς αὐταῖς δέλτοις, τουτέστι τήν τε ἐν Νικαίαι ἐκφωνήσασαν τὸ ἅγιον σύμβολον, ἐν ὧι ἐβαπτίσθημεν καὶ βαπτίξομεν, καὶ τὴν ἐν Κωνσταντινουπόλει τοῦτο κυρώσασαν καὶ τὴν ἐν ᾿Εφέσωι ὁμοίως βεβαιώσασαν καὶ τὴν ἐν Χαλκηδόνι ὡσαύτως ἐπι-σφραγίσασαν. πρὸς τούτοις δὲ παρακαλοῦμεν προστεθῆναι καὶ τοῦτο ὥστε καὶ Σε-βῆρον τὸν ἄθεσμα κατὰ τῆς ἐκκλησιαστικῆς εὐταξίας τολμήσαντα εἰπεῖν ἀναθεματισθῆναι. ὁμοίως δὲ ἐξαιτοῦμεν καὶ τοὺς διὰ τὴν αἰτίαν τῶν προειρημένων ὁσιωτάτων πατέρων ἐξελαθέντας ἐπισκόπους τε καὶ κληρικοὺς καὶ ἀρχιμανδρίτας καὶ μοναχοὺς καὶ λαικούς, τούτους διὰ πρεσβείας ὑμετέρας γινομένης πρός τε τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχι-ἐπίσκοπον ἡμῶν καὶ οἰκουμενικὸν πατριάρχην ᾿Ιωάννην καὶ τοὺς εὐσεβεστάτους καὶ καλλι-νίκους ἡμῶν βασιλεῖς ἐπανακληθῆναι καὶ ἀποδοθῆναι τῆι οἰκείαι τάξει. καὶ ἵνα μὴ εἰς πλῆθος λόγων ἐκτείνωμεν τὰς ἱκετείας, παρακαλοῦμεν τάς τε ἐκβοήσεις παντὸς τοῦ φιλο-χρίστον λαοῦ καὶ τὰς προσφωνήσεις τὰς γενομένας ἐν τῆι εἰρημένηι ἁγιωτάτηι μεγάληι ἐκ-κλησίαι παρὰ τοῦ αὐτοῦ ἁγιωτάτον ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου διὰ ἱερᾶς ὑμῶν φωνῆς καὶ ὑποσημειώσεως καὶ εὐσεβοῦς τύπου τοῦ καλλινίκου ἡμῶν βασιλέως βεβαιωθῆναι. τὰς δὲ ἐκβοήσεις καὶ πτροσφωνήσεις ὑπετάξαμεν.
Ἴσον ὑπογραφῶν
᾿Αλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Δαλματίου καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ὑπέγραψα χειρὶ ἐμῆι: --
Κώνστας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Δίου προτάξας τῆι ἰδίαι μον χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Στρατονίκου πρεσβυτέρου καὶ δευτεραρίου μου: --
Διογένης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Θαλασσίου τῶν ἐπίκλην ᾿Ανυποδέτων προτάξας τῆι ἰδίαι! μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου ὑπέγραψα διὰ Χρηστοῦ ἀναγνώστου διὰ τὸ ἐμὲ γήραι κρα-πεῖσθαι καὶ μὴ δυνάμενον τὰ ὅλα δι᾽ ἑαυτοῦ ὑπογράψαι: --
Εὐήθιος διάκονος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τῶν ᾿Ακοιμήτων ὑπέγραψα χειρὶ ἐμῆι: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ ἡγού-μενος μονῆς τοῦ ἐν ἁγίοις Εὐσεβίου ὑπέγραψα τοῖς λιβέλλοις χειρὶ ἐμῆι: --᾿Αντώνιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τῶν ᾿Αβραμίου ὑπέγραψα χειρὶ ἐμῆι: --
᾿Ακάκιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τοῦ ἁγίου Κυριακοῦ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις: --
Δόμνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης ᾿Ιὼβ προ-τάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὰ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα διὰ χειρὸς Γυμνασίου μοναχοῦ καὶ ἀποκρισιαρίου μου διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ ἀσθενῆ καὶ μὴ δυνάμενον τὰ ὅλα δι᾽ ἑαυτοῦ ὑπογράψαι: --
᾿Ιωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Μανουη-λίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Τρύφωνος πρεσβυτέρου μου διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ μὴ δύνασθαι τὰ ὅλα ὑπογράψαι: --
Λεόντιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Τρύφωνος ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις χειρὶ ἐμῆι: --
᾿Ιωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν ἐπίκλην Κώνστα προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ
χειρὸς Σεργίου τοῦ ἐμοῦ διακόνου καὶ ἀποκρισιαρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: ---
Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐν τῶι αἰθρίωι ὑπέγραψα: --
Σωφρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην ἐν τῶι καλάμωι ὑπέγραψα: --
᾿Ανατόλιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ᾿Αστερίου ὑπέγραψα τοῖς λιβέλλοις χειρὶ ἐμῆι: --
Μαρτύριος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς κατὰ Βασιανὸν τὸν τῆς ὁσίας μνήμης προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου: τὰ λοιπὰ ὑπέγραψα διὰ χειρὸς ᾿Ιωσηφίου διακόνου καὶ μοναχοῦ τοῦ αὐτοῦ μοναστηρίου διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ μὴ δύνασθαι τὰ ὅλα ὑπογράψαι: --Κυριακὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην τῶν Σύρων ἐπιδοὺς τούσδε τοὺς λιβέλλους καὶ αἰτήσας πάντα τὰ προγεγραμμένα ὑπέγραψα χειρὶ ἐμῆι: -- ᾿ ᾿Ιουλιανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Φωκᾶ ὑπέγραψα τοῖς λιβέλλοις διὰ χειρὸς Δημητρίου τοῦ ἐμοῦ διακόνου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: --
᾿Ιάκωβος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Ῥωμαίων τῆς ἐν τῶι Πετρίωι ὑπέγραψα χειρὶ ἐμῆι: --Χριστῖνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Θεοδώρου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Θεοδώρου μοναχοῦ διὰ τὸ ἐμὲ ἀσθενεῖς ἔχειν τὰς χεῖρας: --᾿Ιωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου ᾿Ιωάννου τῶν Στουδίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου: τὰ λοιπὰ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Θεοδώρου ἀναγνώστου καὶ μοναχοῦ διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ ἀσθενῆ: --
Βασιλίσκος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς ἁγίας Εὐφημίας τῆς ἐν τοῖς ᾿Ολυβρίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα διὰ χειρὸς ᾿Ανδρονίκου πρεσβύτερου τοῖσδε τοῖς λιβέλλοις. διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ τρέμειν: --
Βαβύλας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Δανιὴλ τοῦ ἐν τῶι στύλωι ὑπέγραψα χειρὶ ἐμῆι: --
Ὑπάτιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς ᾿Ολυμπίου ὑπέγραψα: --Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς ἐπίκλην “Ἱερουσαλὴμ. ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις αἰτήσας πάντα τὰ ἐν αὐτοῖς ἐμφερόμενα: --Κυριακὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς ᾿Αναστασίου ἐν τῶι ἀγωγῶι προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα διὰ χειρὸς Σαββα-τίον τοῦ ἐμοῦ ἀποκρισιαρίου τοῖσδε τοῖς λιβέλλοις: --
Σωφρόνιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Θεοδώρου Αἰγυπτίου ὑπέ-γραψα: --
Ἠλίας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Εὐφημίου ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις χειρὶ ἐμῆι: ---
αβουλᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην τοῦ τῆς ὁσίας μνήμης ᾿Ηλία ὑπέγραψα διὰ χειρὸς Θωμᾶ διακόνου διὰ τὸ ἐμὲ μή εἰδέναι Ἑλ-ληνιστί: --
᾿Ανδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην Κυριακοῦ τοῦ τῆς ὁσίας μνήμης ὑπέγραψα: --
᾿Αρίστων πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην ᾿Ιωάννου ὑπέγραψα τοῖς λιβέλλοις διὰ χειρὸς ᾿Ακακίου διακόνου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: ---Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Μαξιμίνου αἰτήσας πάντα τὰ ἐμφερόμενα τοῖς λιβέλλοις ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κύρου πλησίον τοῦ ἁγίου Ῥωμανοῦ ἐν τοῖς Ἑλλεβίχου ὑπέγραψα τοῖς λιβέλλοις: --Τιμόθεος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα: --
Ζώιλος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Θεοδότου ὑπέγραψα τοῖς λι-βέλλοις: --
Δωρόθεος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Θεοδώρου ὑπέγραψα τοῖς λιβέλλοις προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν διὰ χειρὸς Πέτρου. διακόνου διὰ τὸ ἐμὲ ἐγκλίνιον εἶναι: --
Ζωτικὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τοῖς λιβέλλοις: --Παντολέων πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπιλεγομένης Βεναντίου ἐπιδοὺς τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι: --
Ὑπάτιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Χαρισίου προ-: τάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς ᾿Ελευθερίου διακόνου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: ---
Εὐγένιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Γεωργίου ἐν τῶι Ξζηροκίρκωι προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖς λιβέλλοις διὰ χειρὸς ᾿Ελευθερίου διακόνου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: ---Εὐτύχιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Λυκαόνων πλησίον τοῦ ἁγίου Λαυρεντίου ἐπιδοὺς τοὺς λιβέλλους ὑπέγραψα: --
᾿Αλέξανδρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τοῖς λιβέλλοις: --Συμεὼν πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῶν Καιουμᾶ ὑπέγραψα: --᾿Ἐλευθέριος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Παυλίνου ὑπέγραψα: --᾿Αμβρόσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἁγίας Μαρίας τῆς ἐν τῶι λιθοστρώτωι ἐπιδοὺς τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι: --
᾿ Σάβας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Θωμᾶ πλησίον τῆς κινστέρνης ὑπέγραψα τοῖς λιβέλλοις δι᾽ ᾿Αουλσαβοῦ πρεσβυτέρου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: --
᾿ Παῦλος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Λυκαόνων ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς ᾿Ιουλιανοῦ ἀναγνώστου διὰ τὸ ἐμὲ ἀσθενείαι συσχεθῆναι καὶ μὴ δυνηθῆναι ὑπογράψαι: --
᾿ Βιβέντιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην τῶν Ῥωμαίων ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Στεφάνου μοναχοῦ τοῦ αὐτοῦ μο-ναστηρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: ---᾿Αλέξανδρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κυκλωπίων ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Φωκᾶ μοναχοῦ καὶ ἀποκρισιαρίου διὰ τὸ ἐμὲ τὰς χεῖρας ἀλγεῖν καὶ μὴ δύνασθαι ὑπογράψαι: --᾿Ιορδάνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἁγίας Μαρίας πλησίον τοῦ ἁγίου Λουκᾶ ὑπέγραψα: --Ζηνόβιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Μαρωνίου ἐν Συκαῖς ὑπέγραψα τοῖς λιβέλλοις: --᾿Ανατόλιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Φιλίππου ὑπέγραψα τοῖς λιβέλλοις χειρὶ ἐμῆι: --᾿Ιάκωβος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἁγίας Μαρίας πλησίον τῶν Βουκολίων ἐπιδοὺς τούσδε τοὺς λιβέλλους ὑπέγραψα διὰ χειρὸς Εὐσταϑίου μοναχοῦ διὰ τὸ ἐμὲ ὀλιγογράμματον εἶναι προτάξας τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου: --᾽Ἡλίας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Σαμουὴλ τοῦ τῆς ὁσίας μνήμης τοῦ ὄντος ἐν Συκαῖς ἐπιδοὺς τούσδε τοὺς λιβέλλους ὑπέγραψα διὰ χειρὸς Κοσμᾶ μοναχοῦ διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον στἀυρόν: --Λεόντιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν τοῖς Πουσέου ἐπιδοὺς τούσδε τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι: --
Ὅπως ἐκηρύχθησαν ἐν τῆι ἐκκλησίαι αἱ σύνοδοι
Εἰσόδου γενομένης κατὰ τὸ σύνηθες ἐν τῆι ἁγιωτάτηι ἡμῶν μεγάληι ἐκκλησίαι ἐν ἡμέραι κυριακῆι τῆι πεντεκαιδεκάτηι τοῦ ἐνεστῶτος ᾿Ιουλίου μηνὸς τῆς ἑνδεκάτης ἐπινε-μήσεως παρὰ τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπον καὶ οἰκουμενικοῦ πατρι-άρχου ᾿Ιωάννου, ὡς οὐκ ἀγνοεῖ καὶ ἡ ὑμετέρα θεοφίλεια, ἐν τῶι γενέσθαι αὐτὸν σὺν τῶι εὐαγεῖ κλήρωι περὶ τὸν ἄμβωνα φωναὶ γεγόνασιν ἀπὸ τοῦ λαοῦ λέγουσαι"
Πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστας, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου" ἀκοινώνητοι διὰ τί μένομεν ἐπὶ τοσαῦτα ἔτη; διὰ τί οὐ κοινωνοῦμεν; ἐκ τῶν χειρῶν σου κοινωνῆσαι θέλομεν. ἐὲς ἄνελθε εἰς τὸν ἄμβωνα, ἐὲς πεῖσον τὸν λαόν σου. διὰ πολλῶν ἐτῶν κοινωνῆσαι θέλομεν. ὀρθόδοξος εἶ, τίνα φοβῆσαι; ἄξιε τῆς τριάδος" ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. ἄξιε τοῦ θρόνου" ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐὖ-γούστας: Σεβῆρον τὸν Μανιχαῖον ἔξω βάλε: ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν. ἀνασκαφῆι τὰ ὀστέα τῶν Μανιχαίων. τὴν ἁγίαν σύνοδον ἄρτι κήρυξον. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου ἄξιε τῆς τριάδος, ἡ ἁγία σύνοδος ἄρτι κηρυχθήτω. ἄξιε τῆς τριάδος, ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. ἄξιε τοῦ θρόνου, ἡ ἁγία Μαρία θεοτόκος ἐστίν: ἡ ἁγία σύνοδος τοῦτο εἶπεν. ὁ μὴ λαλῶν Μανιχαῖός ἐστι. νικᾶι ἡ πίστις τῆς τριάδος, νικᾶι ἡ πίστις τῶν ὀρθοδόξων. τὴν ἁγίαν σύνοδον ἄρτι κήρυξον: ὀρθόδοξος βασιλεύει, τίνα φοβῆσαι; νικᾶι ἡ πίστις τοῦ βασιλέως, νικᾶι ἡ πίστις τῆς αὐγούστας. τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη, τῆς νέας Ελένης πολλὰ τὰ ἔτη πολλὰ τὰ ἔτη τοῦ πατριάρχον᾽ ἄξιε τῆς τριάδος" ᾿Ιουστῖνε αὔ-γουστε ΤΥ ΙΝΟΑΒ΄ τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη" ἢ ἐξέρχηι ἢ κηρύοσσεις. πολ-λὰ τὰ ἔτη τοῦ βασιλέως" ᾿Ιουστῖνε αὔγουστε τνινοαα8᾽ τὴν σύνοδον Χαλκηδόνος ἄρτι κήρυξον: ᾿Ιουστῖνος βασιλεύει, τίνα φοβῆσαι; Σεβῆρον τὸν Μανιχαῖον ἔξω βάλε. τὴν σύνοδον Χαλκηδόνος ἄρτι κήρυξον. ὁ μὴ ἀναθεματίξων Σεβῆρον Μανιχαῖός ἐστιν. ἀνάθεμα Σεβήρωι τῶι Μανιχαίωι: ὁ μὴ λαλῶν Μανιχαῖός ἐστι. Σεβῆρον ἔξω βάλε, τὸν νέον ἰούδαν ἔξω βάλε, τὸν ἐπίβουλον τῆς τριάδος ἔξω βάλε. τὴν ἁγίαν σύνοδον ἄρτι κήρυξον. ἐὲς μαρτύρομαι" ἢ κηρύσσεις ἢ ἐξέρχηι. πίστις ἐστίν, οὐκ ἔνι θεωρεῖν... ἀδελφοὶ Χριστιανοὶ μία ψυχή. ᾿Ιουστῖνε αὔγουστε τντνοαδβ᾽ εἰ φιλεῖς τὴν πίστιν, Σεβῆρον ἀναθεμάτισον. ἐὲς μαρτύρομαι ἐὲς σύρω σε, ἐὲς τὰς θύρας κλείω. ὁ μὴ λαλῶν Μανιχαΐός ἐστιν. μαρτύρομαί σε᾿ οὐδὲν παρ᾽ ἐμέ. ὀρθόδοξος βασιλεύει, τίνα φοβῆ-σαι; τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη Σεβῆρον τὸν ἐπίβουλον τῆς τριάδος ἔξω βάλε, τὸν νέον Ιούδαν ἔξω βάλε: ὁ μὴ λαλῶν Μανιχαΐός ἐστιν. ἐὲς σύναξιν τῆι συνόδωι, : ἐὲς ἄρτι κήρυξον. μὰ τὸ εὐαγγέλιον, οὐδὲν τπταρ᾽ ἐμέ, ἐὲς μαρτύρομαι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη, τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη Σεβῆρον ἔξω βάλε, τὸν νέον ᾿Ιούδαν ἔξω βάλε, τὸν ἐπίβουλον τῆς τριάδος ἔξω βάλε. πολλὰ τὰ ἔτη τοῦ βασιλέως" ἀδελφοὶ Χριστιανοὶ μία ψυχή. πίστις ἐστίν, οὐκ ἔνι ἁπλῶς. ἡ ἁγία Μαρία θεοτόκος ἐστίν: ταῦτα καὶ ἧ᾿ σύνοδος εἶπε.
Ταῦτα αὐτῶν ἐκβοησάντων ἐδόθη αὐτοῖς ἀπόκρισις παρὰ τοῦ ἁγιωτάτου καὶ μακα-ριωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πιαατριάρχου ᾿Ιωάννου αὕτη μακροθυμήσατε, ἀδελφοί, ἵνα πρότερον προσκυνήσωμεν τὸ ἅγιον θυσιαστήριον, καὶ μετὰ τοῦτο δίδωμι ὑμῖν ἀπόκρισιν. καὶ εἰσελθόντος αὐτοῦ εἰς τὸ ἅγιον θυσιαστήριον ἐπέμειναν κρά-ϑοντες᾽ Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστας᾽ ἐὲς μαρτύρομαι" οὐκ ἐξέρχηι, ἐὰν μὴ ἀναθεματίσηις Σεβῆρον. ἀνάθεμα Σεβήρωι φανερῶς εἰπέ. ἐὲς ἀπόκλεισον" ἐὲς μαρτύρομαι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως.
Καὶ λοιπὸν ἀνελθὼν ἐπὶ τοῦ ἄμβωνος ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχι-ἐπίσκοπος καὶ οἰκουμενικὸς πατριάρχης ᾿Ιωάννης προσεφώνησε ταῦτα: Οἴδατε τοὺς ἐμοὺς ἀγῶνας, ἀγαπητοί, οὗς καὶ ἐν τῶι πρεσβυτερίωι ὧν κατεβαλόμην, καὶ νῦν ἀντεσχό-μὴν τῆς ὀρθοδοξίας καὶ ἀντέχομαι ἕως θανάτου. οὐ χρεία τοίνυν ταραχῆς ἢ θορύβου" οὔτε γάρ τι παρεβάθη τῆς ὀρθῆς πίστεως οὔτε ἁγίαν σύνοδον τολμᾶι τις ἀναθεματίσαι, ἀλλὰ πάσας τὰς ἁγίας συνόδους τὰς βεβαιωσάσας τὸ ἅγιον σύμβολον τῶν τιὴ πατέρων τῶν συνελθόντων κατὰ τὴν Νικαέων ὀρθοδόξους γινώσκομεν καὶ μάλιστα τὰς ἁγίας τρεῖς συνόδους ταύτας, τουτέστι τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἐν ᾿Εφέσωι καὶ τὴν μεγάλην τὴν ἐν Χαλκηδόνι. ἰδικῶς γὰρ τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων, εἰς ὃ βαπτιβόμεθα, αὗται αἱ ἅγιαι τρεῖς σύνοδοι ὁμοφρόνως ἐβεβαίωσαν.
Καὶ μετὰ τὴν προσφώνησιν ἐπιμενόντων αὐτῶν ἐπὶ πλείστας ὥρας ταῖς αὐταῖς φωναῖς καὶ προσθέντων: Οὐ κατέρχηι, ἐὰν μὴ ἀναθεματίσηις: πολλὰ τὰ ἔτη τοῦ πατρι-άρχον. ἄξιε τῆς τριάδος, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης᾽ τὴν σύναξιν τῆς συνόδου Χαλκηδόνος ἄρτι κήρυξον. οὐκ ἀναχωρῶ, ἐὰν μὴ κηρύξηις. ἕως ὀψὲ ὧδε ἐσμέν. τὴν σύναξιν εἰς τὴν αὔριον κήρυξον. τὴν μνήμην τῶν πατέρων αὔριον κήρυξον. τῶν ἐν Χαλκηδόνι πατέρων τὴν σύναξιν αὔριον κήρυξον. σήμερον ἐὰν κηρύ-ξηις, αὔριον ἐπιτελεῖται. οὐκ ἀναχωρῶ, ἐὰν μὴ κηρύξηις. τοὺς ἀναθεματίσαντας Νεστό-ρῖον καὶ Εὐτυχέα εἰς τὴν αὔριον κήρυξον. ἐὰν μὴ λάβω ἀπόκρισιν, ἕως ὀψὲ ὧδε εἰμί,
[καὶl προσεφώνησεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος ἡμῶν καὶ οἰκου-μενικὸς πατριάρχης ᾿Ιωάννης οὕτως" Επειδὴ σύναξιν ἠιτήσατε τῶν ἁγίων πατέρων τῶν ἐν Χαλκηδόνι ἐπιτελεσθῆναι, γινώσκοντες γνώσεσθε ὅτι καὶ τοῦτο ποιήσομεν γνώμηι τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως.
᾿Επιμενόντων δὲ αὐτῶν καὶ τὰς αὐτὰς φωνὰς ἐκβοώντων καὶ προσθέντων: Οὐκ ἀναχωρῶ μὰ τὸ εὐαγγέλιον τὴν σύναξιν τῶν πατέρων ἄρτι κήρυξον τῶν ἐν Χαλκηδόνι πατέρων τὴν σύναξιν αὔριον ποίησον, ἐκηρύχθη ἡ σύναξις διὰ Σαμονὴλ διακόνου οὕτως" Γνωρίξομεν τῆι ὑμετέραι ἀγάπηι ὅτιπερ τῆι αὔριον μνήμην ἐπιτελοῦμεν τῶν ἐν ἁγίοις πατέρων ἡμῶν καὶ ἐπισκόπων γενομένων τῶν κατὰ τὴν Χαλκηδονέων μητρόπολιν συν-αχϑέντων καὶ βεβαιωσάντων ἅμα τοῖς ἐν Κωνσταντινονπόλει καὶ ἐν ᾿Εφέσωι συναχθεῖσιν ἁγίοις πατράσιν τὸ σύμβολον τῶν τιῃ ἁγίων πατέρων τῶν συναχθέντων κατὰ τὴν Νι-καέων. συναγόμεθα δὲ καὶ ἐνταῦθα.
Καὶ μετὰ τὴν προσφώνησιν τῆς συνάξεως πάλιν ἐπέμεινεν ὁ λαὸς καὶ μιᾶι φωνῆι ἐπὶ πολὺ ἔκραξον Σεβῆρος ἄρτι ἀναθεματισθῆι. ὁ ἐπίβουλος τῆς τριάδος ἄρτι ἀναθε-ματισθῆι. ὁ κατὰ τῶν πατέρων ἄρτι ἀναθεματισθῆι. ὁ ἀναϑεματίσας τὴν σύνοδον Χαλκηδόνος ἄρτι ἀναθεματισθῆι. οὐκ ἐξέρχομαι, ἐὰν μὴ ἄρτι ἀναθεματισθῆι καὶ ἀπόκρισιν λάβω. μαρτύρομαι" ὀρθόδοξος εἶ, ἄρτι ἀναθεμάτισον. ἢ ἀναθεμάτισον ἢ οὐδὲν παρ᾽ ἐμέ.
Καὶ ἐπὶ πολὺ τοῖς αὐτοῖς ἐπιμενόντων αὐτῶν, πταρόντων Θεοφίλου τοῦ θεοφιλεστά-του ἐπισκόπου τῆς Ἡρακλεωτῶν καὶ Θεοδότου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Γαγ-γρηνῶν καὶ Ὑπατίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Κλαυδιουπολιτῶν καὶ ᾿Ιωάννου τοῦ θεοφιλεστάτου ἐπισκόπου Βοσπόρου καὶ Πυθαγόρου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Σινωπέων καὶ ᾿Ισαακίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Πενταπόλεως-τῆς Ἑλλάδος καὶ ᾿Ιωάννου τοῦ θεοφιλεστάτου ἐπισκόπου Σεννέων τῆς Παμφύλων χώρας καὶ ᾿Αμαντίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Νικοπολιτῶν καὶ ᾿Αμμωνίου τοῦ θεοφιλεστάτου ἐπι-σκόπου τῆς ᾿Αβυδηνῶν, Πλάτωνος τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Κρατιανῶν, Εὐστα-θίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Φιλαδελφέων καὶ Πελαγίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Αἰξανιτῶν καὶ ἑτέρων θεοφιλεστάτων ἐπισκόπων τῶν καὶ συναινούντων τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιεπισκότωι καὶ οἰκουμενικῶι πτατριάρχηι ᾿Ιωάννηι προσεφωνήθη. ταῦτα: Ὅτι Σεβῆρος χωρίσας ἑαυτὸν τῆς ἁγίας ταύτης ἐκκλησίας ἑαυτῶι κρίματι ὑπέβαλε, πρόδηλον πᾶσιν. ἑπόμενοι τοίνυν καὶ ἡμεῖς τοῖς θείοις κανόσι καὶ : τοῖς ἁγίοις πατράσιν ἀλλότριον τοῦτον ἡγούμεθα καὶ ὑπὸ τῶν θείων κανόνων ἤδη διὰ τῆς βλασφημίας αὐτοῦ κατακριθέντα ἀναθεματίξομεν καὶ ἡμεῖς.
Τούτων παρακολουθησάντων τῆι κυριακῆι, τῆι ἑξῆς, ἥτις ἐστὶν ἑξκαιδεκάτη τοῦ ᾿Ιουλίου μηνός, ἡμέραι δευτέραι, ἐπιτελουμένης τῆς μνήμης τῶν προλεχθέντων ἁγίων παπτέρων, πάλιν τῆς εἰσόδου γενομένης παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιἐπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου ᾿Ιωάννου, εὐθέως ἅμα τῶι γενέσθαι αὐτὸν πλησίον τοῦ ἄμβωνος φωναὶ ἤλθοσαν ἀπὸ παντὸς τοῦ λαοῦ οὕτως: Πολλὰ τὰ ἔτη τοῦ πατρι-άρχου, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης, τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη᾽ τὸ λείψανον Μακεδονίου τῆι ἐκκλησίαι.
᾿Ιουστῖνε αὔγουστε τνινολβ, Εὐφημία αὐγούστα τνινοιλβ᾽ τοὺς ἐν ἐξορίαι διὰ τὴν πίστιν τῆι ἐκκλησίαι. ἀνασκαφῆι τὰ ὀστέα τῶν Νεστοριανῶν, ἀνασκαφῆι τὰ ὀστέα τῶν Εὐτυχιανιστῶν. τίς ἔνι Νεστόριος, ἐγὼ οὐκ οἶδα" ἀνάθεμα αὐτῶι ἀπὸ τῆς τριάδος. τίς ἔνι Νεστόριος, ἐγὼ οὐκ οἶδα" ἀνάθεμα αὐτῶι μετ᾽ Εὐτυχέος. ἀνασκαφῆι τὰ ὀστέα τῶν Νεστοριανῶν, ἀνασκαφῆι τὰ ὀστέα τῶν Εὐτυχιανιστῶν. τοὺς Μανιχαίους ἔξω βάλε. ᾿Ιουστῖνε αὔγουστε τνινοαβ᾽ Σεβῆρον τὸν ᾿Ιούδαν ἔξω βάλε. τοὺς Μανιχαίους τῆς ἐκκλησίας ἔξω βάλε. τοὺς δύο Στεφάνους ἔξω βάλε. τὸ λείψανον Μακεδονίου ἄρτι φέρε. τὸ ὄνομα Μακεδονίου ἄρτι ταγῆι. δεόμεθα, τὰς ὅλας φωνὰς τῶι βασιλεῖ. τὸν νέον Τ:ουμᾶν ἔξω βάλε. ὁ νέος Ττουμᾶς ᾿Αμάντις ἐστί. τὸν λῆρον τοῦ παλατίου ἔξω βάλε. Εὐφήμιον καὶ Μακεδόνιον τῆι ἐκκλησίαι. τὰ συνοδικὰ εἰς Ρώμην ἄρτι ἀπέλθωσιν. πολλὰ τὰ ἔτη τοῦ πατριάρχου τοῦ νέου ᾿Ιωάννου πολλὰ τὰ ἔτη ἄξιε τῆς τριάδος. ᾿Ιουστῖνε αὔγουστε τνινοα5, πολλὰ τὰ ἔτη τῆς αὐγούστης᾽ τὸ λείψανον Μακεδονίου τῆι ἐκκλησίαι" ἐν τούτοις ἀεὶ νικήσεις. Εὐφημίου καὶ Μακεδονίου τὰ ὀνόματα ἄρτι ταγῆι. τελείαν ἑορτὴν τῆι ἐκκλησίαι. τοὺς ψευδομάρτυρας Μακεδονίου ἔξω βάλε. τὰς τέσσαρας συνόδους τοῖς διπτύχοις. Λέοντα τὸν ἐπίσκοπον Ῥώμης τοῖς διπττύχοις. ἡ ἁγία Μαρία θεοτόκος ἐστί᾽ τοῦτο ἡ σύνοδος εἶπε. τὰ δίπτυχα τῶι ἄμβωνι: ὁ μὴ λαλῶν Μανιχαῖός ἐστι. τὰ δίπτυχα τῶι ἄμβωνι ἄρτι, τὸν θεόν σοι. ᾿Ιουστῖνε αὔγουστε, ΤΝΊΝΟΑΒ᾽ κουράτωρα οὐκ ἔχεις, τὰ δίπτυχα ἄρτι φέρε. ᾿Ιουστῖνος βασιλεύει, τὰ δίπτυχα ἄρτι φέρε. τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη, τοῦ νέου ᾿Ιωάννου πολλὰ τὰ ἔτη οὕτως ἔχεις τὸν δεσπότην, τὰ δίτττυχα ἄρτι φέρε. οὕτως ἔχεις τὴν αὐγούσταν, τὰ δίπτυχα ἄρτι φέρε. οὕτως ἔχεις τὴν τριάδα, τὰ δίπτυχα ἄρτι φέρε. οἱ κανόνες τούτους οὐκ ἐξέβαλαν ἐὲς τάξον, ἐὲς τάξον, ἐὲς τάξον.
Καὶ προσεφωνήθη. ταῦτα’ Καὶ κατὰ τὴν χθὲς ἡμέραν ἀρκούντως ἐπληροφορήσαμεν τὴν ὑμετέραν ἀγάπην, καὶ νῦν δὲ τὸν ζῆλον ὑμῶν σαφῶς ἐπιστάμενοι: ἐκεῖνα ἐσττεύσαμεν καὶ σπεύδομεν ποιῆσαι ὅσα καὶ τὸν θεὸν θεραπεύει καὶ ὑμᾶς διὰ πάντων ἐν πᾶσι πληροφορεῖ. ὅτι δὲ μέλει ἡμῖν τοῦ μηδὲν παρασαλευθῆναι τῆς ὀρθῆς πίστεως, οἶμαι κατὰ διαφόρους χρόνους καὶ τρόπους πείραι παρειληφέναι τὴν ὑμετέραν ἀγάπην. δι’ ὃ καὶ τὸν θε-μέλιον τῆς πίστεως κατὰ τὴν τῶν ἁγίων πατέρων παράδοσιν ἀρραγῆ διαμένειν τῆι χάριτι τοῦ δεσπότου ἡμῶν καὶ σωτῆρος ᾿Ιησοῦ Χριστοῦ ἐσπουδάσαμεν, ἐλπίσαντες δι᾽ αὐτῆς καὶ τὰς διεστώσας ἐκκλησίας ἑνῶσαι, πανταχοῦ τὴν τάξιν τῶν θείων κανόνων ἐνθέσμως κρατοῦντες. οὐδὲ γὰρ ἐγχωρεῖ τι παρασαλεῦσαι καὶ περὶ κενοφωνίας καὶ λεπτολογίας ἀπασχολεῖσθαι τοὺς πιστούς, ἀλλὰ προσέχειν τῶι ἁγίωι συμβόλωι, ἐν ὧι πάντες ἐβαπτί-σθημεν, ὅπερ ἐξεφώνησεν ἡ ἐν Νικαίαι ἐν ἁγίωι πνεύματι σύνοδος καὶ ἐκύρωσεν ἡ ἐν Κων-στατινουπόλει τῶν ἁγίων πατέρων συνέλευσις καὶ ἐβεβαίωσεν ἡ ἐν ᾿Εφέσωι ὁσία σύνοδος καὶ ἐπεσφράγισεν ὁμοίως ἡ ἐν Χαλκηδόνι ἁγία μεγάλη σύνοδος, ἣν κατ᾽ οὐδένα λόγον ἢ τρόπον παρασαλεῦσαί τις δυνήσεται πᾶσαν ἀναιροῦσαν τοῖς κακοδόξοις πρόφασιν. ταύτην τοίνυν τὴν πίστιν ἀσάλευτον κρατοῦντες πρὸς ἀλλήλους μὴ ἀμφιβάλητε, ἀλλὰ πᾶσαν κενοφωνίαν καὶ πιᾶσαν καινοτομίαν καὶ πᾶσαν λεπτολογίαν ἀπωθούμενοι ἑνὶ στόματι τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα δοξάσωμεν, ἥτις φυλάττοι ἐν εἰρήνηι τὴν Ξξωὴν τῶν εὐσε-βεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ πάντων ἡμῶν. τῶι γὰρ πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι πρέπει ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ταύτης τῆς προσφωνήσεως γενομένης ἐπέμειναν κράφοντες" ᾿Εὰν μὴ ἄρτι, οὐδεὶς ἐκ-βαίνει: μαρτύρομαί σε, τὰς θύρας κλείω. ἀδελφοὶ ὀρθόδοξοι μία ψυχή ἀδελφοὶ διὰ πίστιν μία ψυχή." ᾿Ιουστῖνε αὔγουστε τνινοαβ᾽ ὁ μὴ λαλῶν Μανιχοῖός ἐστιν. ἅγιος ἅγιος ἅγιος" ἡ τριὰς ἐνίκησεν. ἀπάρτι οὐ φοβῆσαι ᾿Αμάντιν τὸν Μανιχαῖον. ᾿Ιου-στῖνος βασιλεύει, ᾿Αμάντιν τί φοβῆσαι; ἄξιε τῆς τριάδος, καὶ τοῦτο τὸ καλόν σοι ἐτηρεῖτο᾽ ὁ φιλῶν τὴν σύνοδον οὕτως τιμᾶται. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου᾽ νικᾶι ἡ πίστις τῶν ὀρθοδόξων. :
Καὶ πάλιν ἐπιμενόντων αὐτῶν ἐπὶ πολὺ ταῖς αὐταῖς φωναῖς προσεφωνήθη αὐτοῖς ταῦτα: Ὅτι διὰ πάντων σπουδὴν ἐθέμεθα θεραπεῦσαι ὑμᾶς καὶ ἀσκανδαλίστους φυλάξαι, σαφῶς ἐπίστασθε" ἐπειδὴ δὲ δεῖ πάντα κανονικῶς καὶ μετὰ εὐταξίας γενέσθαι, συγχωρήσατε ἡμῖν συναγαγεῖν τοὺς θεοφιλεστάτους ἐπισκόπους, ἐφ᾽ ὧι τε κατὰ τοὺς θείους κανόνας πάντα προβῆναι γνώμηι καὶ κελεύσει τοῦ εὐσεβεστάτον ἡμῶν βασιλέως. τὰς γὰρ ἐκβοήσεις ὑμῶν πάσας ἀνοίσομεν ἐπὶ τὴν αὐτοῦ γαληνότητα.
Καὶ κλεισάντων αὐτῶν τὰς θύρας καὶ ἐπιμένοντων ταῖς αὐταῖς ἐκβοήσεσι λαβὼν τὰ δίπτυχα ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος καὶ οἰκουμενικὸς πτατριάρχης ᾿Ιωάννης ἐκέλευσε ταγῆναι τὰς ἁγίας τέσσαρας συνόδους τῶν τε ἐν Νικαίαι συνελθόντων ἁγίων πατέρων καὶ τῶν ἐν Κωνσταντινουπόλει ὡσαύτως συναχθέντων ἐπὶ Νεκταρίου ποῦ τῆς ὁσίας μνήμης καὶ τῶν ἐν ᾿Εφέσωι ἐπὶ τῆι ἐκβρολῆι Νεστορίου καὶ τῶν ἐν Χαλκηδόνι ἐπὶ τῆι ἐκβολῆι Εὐτυχοῦς καὶ τοῦ αὐτοῦ δυσσεβοῦς Νεστορίου καὶ τὰ ὀνόματα τῶν τελευτησάντων ἐν ὁσίαι τῆι μνήμηι γενομένων ἀρχιεπισκόπων ταύτης τῆς βασιλίδος πόλεως Εὐφημίου καὶ Μακεδονίου καὶ μέντοι καὶ Λέοντος τοῦ γενομένου ἀρχιεπισκόπου Ῥώμης. τότε φωνῆι μεγάληι πάντες οἱ τοῦ λαοῦ ὡς ἐξ ἑνὸς στόματος ἐβόησαν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ᾿Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύ-τρῶώσιν τῶι λαῶι αὐτοῦ, καὶ πάλιν δεύτερον ἔκραξαν εὐλογητὸς κύριος ᾿Ιησοῦς ὁ βασιλεύς, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτοῦ. ἐπὶ πολλὴν δὲ ὥραν ἀντιφωνούντων ἑκατέρων τῶν μερῶν καὶ ψαλλόντων τὴν ψαλμωιδίαν ταύτην, οἱ ψάλται ἐπετράπησαν ἀνελθόντες εἰπεῖν τὸ τρισάγιον καὶ αὐτῶν ἀρξαμένων πᾶς ὁ λαὸς ἐπαύσατο καὶ ὑπήκουσε τοῦ τρισαγίου. καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγ-γελίου ἐξ ἔθους τῆς θείας λειτουργίας ἐπιτελουμένης καὶ τῶν θυρῶν κλεισθεισῶν καὶ τοῦ ἁγίου μαθήματος κατὰ τὸ σύνηθες λεχθέντος τῶι καιρῶι τῶν διπτύχων μετὰ πολλῆς ἡσυχίας συνέδραμον ἅπαν τὸ πλῆθος κύκλωι τοῦ θυσιαστηρίου καὶ ἠκροῶντο καὶ μόνον ἐλέχθησαν αἱ προσηγορίαι τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων παρὰ τοῦ δια-κόνου καὶ τῶν ἐν ὁσίαι τῆι μνήμηι ἀρχιεπισκόπων Εὐφημίου καὶ Μακεδονίου καὶ Λέοντος, φωνῆι μεγάληι ἔκραξαν ἅπαντες" δόξα σοι κύριι. καὶ μετὰ τοῦτο μετὰ πάσης εὐταξίας ἐπληρώθη σὺν θεῶι ἡ θεία λειτουργία.
Ἐπιστολὴ ᾿Ιωάννου τοῦ τῆς ὁσίας μνήμης ἀρχιεπισκόπου γενομένου τῆς βασιλευούσης ταύτης πόλεως καὶ οἰκουμενικοῦ πατριάρχου γραφεῖσα ᾿Ιωάννηι τῶι τῆς ὁσίας μνήμης γενομένωι ἀρχιεπισκόπωι “ἱεροσολύμων καὶ πᾶσι τοῖς μὴ ἐνδημοῦσι τηνικαῦτα μητροπολίταις
Τοῖς συμψύχοις καὶ ὁμοδόξοις τὸν σύνδεσμον τῆς ἀγάπης ἐν εἰρήνηι Χριστὸς ὁ θεὸς ἡμῶν ἄνωθεν δεδωκὼς κοινὰ καὶ τὰ παρ᾽ αὐτῶν πραττόμενα εἶναι δικαιοῖ. ἐπεὶ τοίνυν θεία τις οὐρανόθεν γέγονε κίνησις τοῦ φιλοχρίστου λαοῦ τῆς βασιλίδος ταύτης πόλεως καὶ πάντα τὰ ἐκβοηθέντα παρ᾽ αὐτοῦ καὶ προσφωνηθέντα παρ᾽ ἐμοῦ δῆλα τῶι κόσμωι γεγένηται, ἀναγκαῖον ἐλογισάμην σημᾶναι τῆι σῆι θεοφιλείαι, ἵνα τῆι συνεργείαι ποῦ ἁγίου πνεύματος ταῦτα γνοῦσα ἐπισφραγίσηι τῶι λόγωι τῆς ἀληθείας, ἐπειδὴ μάλιστα ἡ ἐνδημοῦσα ἁγία σύνοδος τῆι αἰτήσει παντὸς τοῦ μοναχικοῦ τάγματος ἐγγρά-φως τε ὥρισε καὶ ἅπερ ὥρισε τῆι σῆι ἁγιότητι διὰ τάχους ἐκπέμψαι ἐσττουδάσαμεν.
Αλλλη ἐπιστολὴ τοῦ αὐτοῦ τῆς ἁγίας μνήμης οἰκουμενικοῦ πατριάρχου ᾿Ιωάννου ἰδικὴ γραφεῖσα Ἐπιφανίωι τῶι τῆς θεοφιλοῦς μνήμης γενομένωι ἐπισκόπωι Τύρου
Ὃ πάντα πρὸς τὸ συμφέρον θεὸς ἄνωθεν οἰκονομῶν καὶ νῦν τὴν σὴν θεοσέβειαν ἐν θλίψει κατὰ τὸν προφήτην πλατυνθεῖσαν ἐπὶ τὴν στενὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν ἀνέτως εἰσελεύσεσθαι παρεσκεύασεν. ἰδοὺ γὰρ τοῦ οὐρανίου κινήματος κατὰ τῶν ἀποστατῶν τῆς ἐκκλησίας πνεύματι θεοῦ γενομένου, ὅσοι μὲν ἀνάξιοι ὥφθησαν τῆς ἀχράντου ὑπηρεσίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, κρίματι αἰωνίωι ὑπεβλήθησαν: ὅσοι δὲ τῆς ὀρθοδόξου πίστεως ἐρασταὶ ἐφάνησαν, πολλῶι μᾶλλον διὰ τῆς τοιαύτης κινήσεως ἐλαμπρύνθησαν. τοιγαροῦν τῆς ἐνδημούσης ἁγίας συνόδου τῆι φιλοχρίστωι καὶ βασιλίδι πόλει ἐκ διαφόρων ἐπαρχιῶν δῆλα ποιησάσης τὰ πραχθέντα κατὰ τῶν ἐχθρῶν τῆς ἀληθείας πᾶσι τοῖς ὑφ᾽ ἡμᾶς ἀναγκαῖον ἔκρινα καὶ τῆι σῆι πεμφθῆναι θεοφιλείαι, ἵνα τὰ παρ᾽ αὐτῶν καὶ δι᾽ αὐτῶν τυπωθέντα ἀναγνοὺς καὶ γνούς, ὁσιώτατε, σύμψηφος καὶ ὁμόψυχος ἔσηι καὶ κἂν ὀψέ ποτε τῶν κυκλωσάντων σε ἐχθρῶν λυτρωθείης. ἅπαντα τοίνυν τὰ πεπραγμένα κατὰ τῶν ἐχθρῶν τῆς ἀληθείας δῆλα ποιῆσαι τοῖς ὁμοδόξοις εὐλαβέστατοις συλλειτουργοῖς καὶ μοναχοῖς καὶ φιλο-χρίστοις λαοῖς, καθὼς ἂν συνίδηις, σπούδασον, θεοφιλέστατε.
᾿Αντίγραφον ᾿Ιωάννου Ἱἱεροσολύμων καὶ τῶν ὑπ᾽ αὐτὸν ἐπισκόπων πρὸς ᾿Ιωάννην τὸν Κωνσταντινουπόλεως
Τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι συλλειτουργῶι ᾿Ιωάννηι καὶ τῆι ἐνδημούσηι κατὰ τὴν φιλόχριστον Κωνσταντινούπολιν ἁγίαι συνόδωι ᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος “Ἱεροσολύμων καὶ ἡ κατὰ τὰς τρεῖς Παλαιστίνας τελοῦσα ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ ἐπὶ πάντων θεοῦ τόπους ἁγία σύνοδος ἐν κυρίωι χαίρειν. Ἐπειδὴ διπλῆ τίς ἐστιν ἡ τῶν δακρύων κίνησις, ἡ μὲν πρὸς ὀδύνην φέρουσα, ἧ δὲ πρὸς εὐφροσύνην (᾿Ιωσὴφ γὰρ ὁ πατριάρχης ἀναγνωριξόμενος τοῖς ἀδελφοῖς μεγάλα ἐξ εὐ-θυμίας ἐδάκρυσε καὶ Παῦλός φησι τὸ σκεῦος τῆς ἐκλογῆς ὅτι ἣ τοῦ κόσμου λύπη θάνατον κατεργάξεται, ἡ δὲ κατὰ θεὸν σωτηρίαν), ἐντυχόντες οὐκ ἀδακρυτὶ τοῖς ἐπιστα-λεῖσι παρὰ τῆς ὑμετέρας ἁγιωσύνης καὶ πραχθεῖσι θυμηδίας ἐπλήσθημεν, ὥστε ἂν ἡμᾶς εἰπεῖν μετὰ τοῦ μεγάλου προφήτου Δαυίδ᾽ εὐφράνθημεν ἐπὶ τοῖς εἰρηκόσιν ἡμῖν, εἰς οἶκον κυρίου πορευσόμεθα, καὶ αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου, καὶ ἐξομολογεῖθε τῶι θεῶι τῶν. θεῶν τῶι ποιήσαντι θαυμάσια μεγάλα μόνωι, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ἰδοὺ γὰρ ὁ θεός φησι διὰ τοῦ Σαμουὴλ ποιῶ τὰ ἔργα μον ἐν Ἱερουσαλήμ, ὥστε παντὸς ἀκούοντος ἠχῆσαι ἀμφότερα τὰ ὦτα αὐτοῦ. ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν ἡμετέρων ἔργωι προῆλθε. τὸ γὰρ βδέλυγμα τῆς ἐρημώσεως, τὸ τέρας τὸ ἀνερυθρίαστον, Σεβῆρον φαμὲν τὸν ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντα διὰ τῶν βλασφήμων αὐτοῦ λόγων τῶν κατὰ τῆς ἁγίας μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι λεχθέντων, οὐδὲ τὴν ἀρχὴν γινωσκόμενον ἡμῖν οὐδὲ ὅστις εἴη, τὸν τῆς ᾿Αντιοχέων ἀδίκως καὶ τυραννικῶς καὶ παρὰ πάντα ἐκκλησιαστικὸν κανόνα ὑφαρπάσαντα θρόνον, τὸν κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον τὸν ἐν ταῖς Πράξεσιν ἀναστατώσαντα καὶ ἐξαγαγόντα εἰς τὴν ἔρημον τοὺς σικαρίους ἀναϑέματι ὑποβέβληκε καὶ ἀλλότριον παντὸς ἱερατικοῦ συλλόγου καὶ ᾿ ἀξίας καὶ πράγματος πεποίηκε διὰ τῆς ὑμετέρας μισοπονήρου ἁγιωσύνης. ὁ γὰρ ᾿ παρεσχηκὼς “Ἱερεμίαι τῶι προφήτηι τὸ ἀνοικοδομεῖν καὶ κατασκάπτειν καὶ ἐκριξοῦν ᾿ καὶ καταφυτεύειν καὶ Πέτρωι τῶι κορυφαίωι τῶν ἀποστόλων τὸ λύειν καὶ δεσμεῖν, καὶ τῆι κοινῆι τοῦτο ἐφιλοτιμήσατο ἱερωσύνη. τοὺς μὲν οὖν θεοφιλεστάτους καὶ ὁσιω-τάτους μοναχοὺς τοὺς ὑπὸ τὴν μεγάλην ἐκείνην καὶ βασιλίδα πόλιν οἰκοῦντας, οὐ μὴν ἀλλὰ καὶ τὸν φιλόχριστον ταύτης λαὸν τοῦ κατὰ θεὸν τήλου ἐμακαρίσαμεν καὶ ὅτι μέχρι θανάτου διανέστησαν, ὥστε τὸν λύκον τῆς ᾿Αντιοχέων τῆς νομῆς ἀπελάσαι τῶν προ-βάτων τὸν λαθόντα ἑαυτὸν καὶ μείξοσιν ἐγχειρήσαντα ἢ κατ᾽ αὐτὸν καὶ κατὰ τὸν Βαλὰκ ἐκεῖνον ἀράσασθαι πειραθέντα ὃν οὐκ ἀρᾶται ὁ κύριος. ποιγαροῦν εἰς κεφαλὴν αὐτοῦ τὰ τῆς ἀρᾷς πάντα ἐκβέβηκε καὶ ηὐλόγηται ὁ νοητὸς ᾿Ισραὴλ καὶ ἀπώλετο μὲν ὁ Βαλάκ, τὸν ὅμοιον δὲ τρόπον καὶ Βαλαὰμ ὁ μάντις τἀπίχειρα τῶν αὐτοῦ πράξεων ἐδέξατο καὶ ἀνα-τεθεμάτισται καὶ τὴν ἐκεῖσε περιμένει μετὰ τοῦ δούλου τοῦ ὀκνηροῦ καὶ πονηροῦ ποινήν. ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι" ἡμεῖς δὲ τοῖς πραχθεῖσι καὶ ἐπισταλεῖσι πιαρὰ τῆς ὑμετέρας ἁγιω-σύνης ὁμόφρονες καὶ ὁμόψυχοι τυγχάνομεν καὶ ἀναθεματίφομεν πᾶσαν αἵρεσιν καὶ Νεστόριον τὸν ἀνθρωπολάτρην καὶ Εὐτυχέα τὸν ματαιόφρονα καὶ τὸν Μάνην καὶ Σεβῆρον τὸν ἀλιτήριον, οὐ μὴν ἀλλὰ καὶ τὰ τούτου συγγράμματα, ἐν ταῖς ἑαυτῶν διανοίαις ἔχοντες καὶ ἀσπαφόμενοι τὰς τέσσαρας ἁγίας συνόδους, τήν τε τῶν τιη τῶν ἐν Νικαίαι συναχθέντων κατὰ ᾿Αρείου τοῦ δυσωνύμου τῶν ἐκθεμένων τὸ ἅγιον σύμβολον, εἰς ὃ ἐβαπτίσθημεν καὶ βαπτίξομεν, καὶ τὴν τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου τοῦ πνευματο-μάχου τῶν τὸ εἰρημένον ἅγιον σύμβολον βεβαιωσάντων καὶ τὴν τῶν διακοσίων τῶν ἐν ᾿Εφέσωι τῶν καθελόντων Νεστόριον τὸν ἀνθρωπολάτρην, τὸ δὲ αὐτὸ ἅγιον σύμ-βολον περιπτυξαμένων, καὶ τὴν μεγάλην καὶ οἰκουμενικὴν σύνοδον τῶν Χλ, φαμὲν τῶν ἐν Χαλκηδόνι συνελθόντων καὶ βεβαιωσάντων καὶ κρατυνάντων τὸ αὐτὸ ἅγιον σύμβολον, ἐπισφραγισάντων δὲ τὰ κατὰ Νεστορίου τοῦ ἀνθρωπολάτρου καὶ ἀποβαλόντων Εὐτυχέα τὸν ματαιόφρονα, δεχόμενοι καὶ τὰς θεοφράστους ἐπιστολὰς τοῦ τῆς ὁσίὰς καὶ θεοφιλοῦς μνήμης Λέοντος τοῦ γενομένου τῆς Ῥρωμαίων ἀρχιεπισκόπου καὶ πατριάρχου. συν-εὐφραινόμενοι τοίνυν ἐπὶ τούτοις τῆι ὑμετέραι ἁγιωσύνηι καὶ συναινοῦντες τοῖς παρ᾽ ὑμῶν ἐπισταλεῖσι καὶ πραχθεῖσι καὶ κοινωνικοὶ ὄντες ὑμῖν, τὸ προφητικὸν ἐκεῖνο λέγομεν λόγιον: ἑόρταξε, ᾿Ιούδα, τὰς ἑορτάς σου, ἀπόδος τῶι κυρίωι τὰς εὐχάς σον, διότι οὐ μὴ προσθῆις τοῦ εἶναι εἰς παλαίωσιν. καὶ ἡμῖν οὖν τὰ αὐτὰ ταῦτα συνεύχεσθε, ἁγιώτατοι (κοινὰ γὰρ τὰ τῶν ἱερέων), καὶ τὴν ἁγίαν καὶ δε-δοξασμένην παρθένον καὶ θεοτόκον Μαρίαν σὺν ἡμῖν ἱκετεύσατε πρεσβείαν ποιήσασθαι : ὑπὲρ τῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ νίκης καὶ διαμονῆς τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως.
ω
lο
1
12
13
14
15
ι6
17
18
19
" Ὑπογραφαί ᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καισαρέων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐα-ρεστεῖν εὔχεσθε, θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σκυθοπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Ζηνόβιος ἐλέει θεοῦ ἐπισκόπος ᾿Ιαμνίας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: --᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος Τιβεριάδος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: --Πολυχρόνιος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αρεοπόλεως ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: ---Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεαπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται ϑεοφιλέστατοι καὶ ὁσιώτοτοι πατέρες: --Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Ανθηδόνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐα-ρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: --Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Μαιουμᾶ ᾿Ασκάλωνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Ελούσης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Μαρκελλῖνος ἐπίσκοπος Νεοκαισαρείας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν :
εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Γρηγόριος ἐπίσκοπος ᾿Ελευθεροπόλεως ἐρρῶσθάί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ἱεριχούντων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν
εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
᾿Αντώνιος ἐπίσκοπος τῆς ᾿Ασκάλωνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: --
᾿Ιωάννης ἐπίσκοπος Μονοίδος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος Πέλλης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν 9
εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Αλφιος ἐλέει θεοῦ ἐπίσκοπος Συκομαξόνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Βάσσης ἐλέει θεοῦ ἐπίσκοπος Καπετωλιάδος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν
εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: ---
Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος Μαιουμᾶ Γάξης ἐρρῶσθαί με καὶ τῶι κυρίωι
εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --᾿Ισίδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ζωορηνῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Οὐάλης ἐλέει θεοῦ ἐπίσκοπος τῶν Παρεμβολῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος Φαινοῦς ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
᾿Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος ἱραφίας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφίλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
᾽Ἡλίας ἐλέει θεοῦ ἐπίσκοπος ᾿Ιόππης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
PRESTVTVS ἐπίσκοπος Tv Agiv ORVS THABOR ERROSTHAE ME καὶ τὰ λοιπὰ διὰ Ῥωμαικῶν γραμμάτων: --
Προκόπιος ἐπίσκοπος ᾿Αμαθούντων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Σολομὼν ἐλέει θεοῦ ἐπίσκοπος ᾿Αβίλης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Κόνων ἐλέει θεοῦ ἐπίσκοπος “Ἵππων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Λεόντιος ἐλέει θεοῦ ἐπίσκοπος Σωξούσης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλεστατοι καὶ ὁσιώτατοι πατέρες: ---
᾿Αμβρίλλιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαζαίων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος ᾿Οράων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Μέγας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαξιμιανουπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοττος Βακάθας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Βαρώχιος ἐλέει θεοῦ ἐπίσκοπος Δώρων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
᾿Απολλώνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Διοσπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: --
Ἐπιστολὴ ᾿Επιφανίου ἐπισκόπου Τύρου καὶ τῶν ὑπ᾽ αὐτὸν πρὸς τὴν ἐνδημοῦσαν ἐν Κωνσταντινουπόλει σύνοδον
Τοῖς πάντα θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Θεοφίλωι Βασιλίσκωι Μαρκιανῶι καὶ πάσηι τῆι ἐνδημούσηι κατὰ τὴν βασιλίδα καὶ φιλόχριστον πόλιν θεοῦ χάριτι ἁγίαι συνόδωι ᾿Επιφάνιος καὶ οἱ ὑπ᾽ αὐτὸν ἐπίσκοποι ἐν κυρίωι χαίρειν. Εὐλογητὸς ὁ θεὸς ὁ τῆς εἰρήνης κύριος, ὃς ἐπέστησεν ἡμῖν τὸ τίμιον γράμμα τῆς ὑμῶν ἁγιωσύνης οὕτω πανταχόθεν διαλάμπον περί τε τὸν πνευματικὸν τῆλον καὶ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας καὶ περὶ τὸ κήρυγμα τῆς ὀρθοδόξου πίστεως, ἃ δεῖ πάντα λαβεῖν ἐν αὐτῶι συνηγμένα πρὸς θεμέλιον καὶ βάθρον ἀρραγὲς τῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τῶν ἐν αὐταῖς ἀρχιερέων καὶ τῶν ἐν ἑκάστηι πόλει πιστῶν καὶ τὴν ὀρθὴν ὁμολογίαν περιπτυσσομένων, ὅσην δὲ ποιεῖται καὶ τῶν θείων κανόνων ἐπιμέλειαν ἐξ ὧν τὸν κατ᾽ οὐδένα τρόπον ἢ χρόνον ἀσπασάμενον τὴν πρὸς τὴν ἁγίαν καϑολικὴν καὶ ἀποστο-λικὴν ἐκκλησίαν κοινωνίαν ἢ τὴν ὀρθόδοξον τιμήσαντα πίστιν, τῶι δὲ θρόνωι τῆς ᾿Αντι-οχέων ἀποστολικῆς ἐκκλησίας ἐπιπηδήσαντα τυραννικῶς ἀναθέματι προσήλωσε γυμνὸν εἶναι ἀποφηνάμενον παντὸς πράγματος ὀνόματος ἀξίας ἐνεργείας Χριστιανῶι ἢ ἱερατικῶι ἁρμοζούσης ἢ ἁρμόσαι δυναμένης καὶ ἀλλότριον τῆς θείας κοινωνίας κατὰ τοὺς θείους κα-νόνας αὐτὸν καταστῆσαν. καὶ γὰρ ἦν ἀκόλουθον συνέπεσθαι τῆι τῶν ἀχράντων εὐαγγελίων θείαι διδασκαλίαι καθ᾽ ἥν φησιν ὁ κύριος τοὺς δοκοῦντας ἐν ἑαυτοῖς ἔχειν τι καὶ τούτου πάντως ἀφαιρεῖσθαι καὶ τοῖς ἔχουσιν ἐκ δικαιοσύνης προστίθεσθαι. τῆς οὖν δικαίας ἐξ ὑμῶν κατακρίσεως ἐπάξιος ὥφθη Σεβῆρος ὁ δυσσεβής πρὸς βλασφημίαν ἅμα κἀὶ συκοφαντίαν ὀξύνας ἣν ἔχει γλῶτταν κατὰ τῆς μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συνελθούσης καὶ δικαιῶν ἑαυτὸν ἐξ ἀσεβοῦς φρονήματος καὶ πονηρᾶς προαιρέσεως. ἀλλ᾽ ἡ τοῦ δεσπότου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ δύναμις τοῦ τῆς ἐκκλησίας λειμῶνος αὐτὸν ἐξήλασε δικαίαι ψήφωι τῆς ἐν ὑμῖν τοῖς θεοφιλέσι δια-λαμψάσης πνευματικῆς χάριτος, πρὸς ἣν συγκατατιθέμενοι σύμψηφοι γινόμεθα τοὺς αὐτοὺς δεσμοὺς ἐπιφέροντες ἐπ᾽ ἐκεῖνον, οὗς καὶ τὸ τίμιον γράμμα τῆς ὑμετέρας ὁσιότητος ἐπάγει κανονικῶς. τίς γὰρ ἀρκέσει λόγος εἰς ἀπαρίθμησιν ὧν ἐκεῖνος ἐξήμαρτεν εἰς ἐναντίωσιν τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς εὐταξίας τὴν ὀφρὺν ἀνασπάσας εἰς ἀλαζονείαν καὶ κομπὸς ἐν τοῖς ἀναθέμασι φαινόμενος ἐν ὁμιλίαις καὶ συγγράμμασιν ἀσεβέσι κατὰ τῶν ἁγίων πατέρων, τὸ δέ γε ἀληθέστερον κατ᾽ αὐτῆς τῆς πνευματικῆς διδασκαλίας τῶν θεσπεσίων ἀποστόλων αὐτὸς καθ᾽ ἑαυτοῦ πρὸς ἔλεγχον καθιστάμενος ἐν ἅπασιν οἷς γέγραφε ματαίοις λόγοις. καὶ γὰρ προσήκει τοὺς ἐγκειμένους αἱρέσει δυσσεβεῖ καὶ τὸν νοῦν τεταράχθαι καὶ μηδὲ διαρκεῖν ἄχρι παντὸς συγκαλύπτειν ὅπερ ἔχουσι νόσημα κατε-σθίον αὐτῶν τὴν διάνοιαν. ἀλλ᾽ οὐκ ἦν οὕτως τολμηρός, ὥστε καὶ δεσμὸν ἐπιθεῖναι ἐξ αὐθεντίας χωρίξοντα τῆς θείας κοινωνίας κληρικοὺς ἄλλων πόλεων, μηδὲ γνώμης μηδὲ συναινέσεως μετέχων τῶν αὐτῶν ἐπισκόπων; τί δέ; οὐ τεθάρρηκε τοὺς καταδεδεμένους κανονικῶς ἀλλοτρίους κληρικοὺς ἐκ τῶν οἰκείων ἐπισκοττῶν προσρυέντας αὐτῶι καὶ τὸ ψυχοφθόρον ὑπαλειφθέντας παρ᾽ αὐτοῦ κήρυγμα προσειληφέναι πρὸς τὴν ἑαυτοῦ κοι-νωνίαν καὶ δίχα τῆς παρὰ τοῦ καταδήσαντος ἀφέσεως ἐπιτρέψαι ταῖς ἐκκλησιαστικαῖς λειτουργίαις ὑπηρετεῖν; ἑκάτερον δὲ τούτων πέπραχε κατὰ τὴν Τυρίων. ἀλλ᾽ οὐ τοὺς μετειληφότας ἀξίας πρεσβυτέρων ἀντιτιθέντας μὲν αὐτῶι τὴν ἀρχὴν κενοφωνοῦντι τὴν ἀσεβῆ διδασκαλίαν, ὕστερον δὲ συμπεσόντας αὐτῶι παρεσκεύασεν ἐν τῶι σχήματι τῆς διακονίας λειτουργεῖν, ἀθέσμως αὐτοὺς τῆς τῶν πρεσβυτέρων τιμῆς ἀφελόμενος, ἐπειδὴ μὴ τότε τὸν αὐτοὺς χειροτονήσαντα σκελίσας ἦν συγκαταθέσθαι ταῖς ἀσεβέσιν αὐτοῦ διδασκαλίαις, καὶ προφάσει τούτου τὴν ἐπιτεθεῖσαν παρ᾽ αὐτοῦ χειροτονίαν ἐξελόμενος; ὃ δὴ γεγένηται παρ᾽ αὐτοῦ κατὰ τὴν ᾿Αρκηνῶν. πρὸς δὲ τούτοις οὐκ ἦν ἐπεκτείνων τὰ τῆς αὐτοῦ θρασύτητος καὶ παραχαράττων τοὺς θείους κανόνας, ἐν ἀλλοτρίαις παροι-κίαις προχειριξόμενος ποτὲ μὲν χωρεπισκόπους, ἄλλοτε δὲ παραμοναρίους, πιστεύων ἱκανῶς ἔχειν ἀπομάχεσθαι καὶ διαλύειν τὰ παρὰ τῶν θείων κανόνων ὡρισμένα δίκαια τοῖς ἐπισκόποις; τούτων εἰς μαρτυρίαν ἔστι λαβεῖν τὴν Τριπολιτῶν καὶ πάλιν τὴν ᾿Αρκηνῶν. φαίνεται δὲ τολμήσας ἐπιτρέψαι χειροτονεῖν ἐπισκόπωι κατὰ τὴν ἐνορίαν ἑτέρας πόλεως, ἧς ἔτι περιῆν ὁ ταύτης ἐπισκοπῶν" ὑπουργὸς δ᾽ ἐγεγόνει τούτωι Στέφανος ὁ τῆς ᾿᾽Ορθω-σιέων ἐπίσκοπος τολμήσας χειροτονίαν ἐπιθεῖναι κατὰ τὴν ἐνορίαν τῆς ᾿Ανταραδέων ἔτι περιόντος Θεοδοσίου τοῦ τῆς θεοφιλοῦς μνήμης ἐπισκοπήσαντος τὴν εἰρημένην πόλιν. τί δ᾽ ἂν φαίημεν καὶ πρὸς τὸ διαβοηθὲν καθ᾽ ὅλον ὡς εἰπεῖν τὸν κύκλον τῆς γῆς, εἴγε ἄρα πρὸς ἀλήθειάν ἐστιν, ὅτι περιείλετο τὴν αὐτῶι δεδομένην χειροτονίαν πρεσβυτέρου παρὰ τῶν σχισματικῶν ἐξ ἑτέρων πάλιν αὐτὸς μετασχεῖν τῆς χειροτονίας; τὸ δὲ πέπραχεν ἐν ; σπουδῆι κατεπειγόμενος δράξασθαι τοῦ λογικοῦ ποιμνίου τῆς ᾿Αντιόχου καὶ πάσης ἄλλης ἐκκλησίας ὀρθοδόξου καὶ μεταγαγεῖν ἐπ᾽ ἀπωλείαι τῆι βδελυκτῆι καὶ μυσαρᾶι φωνῆι φερούσηι σκώληκας ἐξ ὧν αὐτὸς ἐθησαύρισε καθ᾽ ἑαυτοῦ μηδὲν ὑγιὲς ἢ γοῦν ὀρθὸν πρὸς τὴν ὀρθόδοξον πίστιν φθεγγόμενος. ἀλλ᾽ ἔστι τῶν ἐσπιλωμένων αὐτῶι πράξεων καὶ πρὸς τοὺς ἐρανισθέντας παρ᾽ αὐτοῦ τὸ φιλότιμον, διπλῆς ἐντεῦθεν ἐξυφαινομένης τῆς ἁμαρτίας καὶ πρὸς τὴν χείρω κατάκρισιν αὐτὸν περιστώσης. πρῶτον μὲν γὰρ ἡ συλλογὴ τοῦ χρυσίου τῶν ἐκκλησιαστικῶν πραγμάτων τῆς ᾿Αντιόχου λυμαινο-μένων καὶ σπαθωμένων καὶ πρὸς ἀνίατον ἐπανόρθωσιν καθισταμένων ἐγίνετο δεύτερον ὅτι τοῖς ἐκ τῶν ἐράνων σιτιξομένοις ἐπετάττετο πᾶσαν ἐξανιστᾶν ταραχὴν καὶ πάντα θόρυβον διασκεδάξειν ἔν τε ταῖς τῶν πόλεων ἐκκλησίαις καὶ τοῖς ἐγκεκλεισμένοις ἐν μοναστη-ρίοις, καὶ σπέρματα σχισμάτων διερραίνετο παρ᾽ αὐτῶν. πρὸς ὃ δὴ λαβεῖν ἔστιν ἐναργῶς ἀπομαχόμενον αὐτὸν καὶ ταῖς προσφωνητικαῖς ἐν τοῖς ἀχράντοις εὐαγγελίοις. θείαις διδασκαλίαις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ κηρύττοντος μὲν αὐτοῦ τὴν εἰρήνην καὶ ταύτην ἐπιζητεῖν, τὰ σκάνδαλα δὲ βδελύττεσθαι καὶ τὸν τούτων αἴτιον εἰς αἵρεσιν βαλεῖν τοῦ καταδῆσαι πρὸς τῶι τραχήλωι λίθον μυλίτην καὶ βυϑίσαι κατὰ τὸ γραφικὸν ἑαυτόν. ἀλλὰ ταῦτα μὲν ἐράσμια Σεβήρωι τῶι δυσσεβεῖ, τὸ δὲ τῆς εἰρήνης χρῆμα παντελῶς ἀποφεύγει. καὶ τὸ μὲν καθ᾽ ἕκαστον εἰ διεξελθεῖν πειραθείημεν, : ἀτελεύτητος ἡμῖν ὁ λόγος ἔσται' πλὴν ταῦτα καταλέξαντες καὶ τὸ πλῆθος τῶν παρα-λελειμμένων ἄλλοις ἀφηγεῖσθαι συγχωρήσαντες, καθάπερ εἰρήκαμεν, ὁμόφρονες ὑμῖν τοῖς θεοφιλέσι γεγόναμεν ἐφάπαξ τοῖς ἐπιτιμίοις οἷς αὐτὸν εἰκότως κατεδήσατε, ἐπιτεθείκαμεν δὲ τὸν ἴσον ὅρον καθελόντες καὶ ἀναθέματι καταδήσαντες καὶ ᾿Ιωάννην τινὰ παραμονάριον κατὰ τὸν πάνσεπτον οἶκον τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τὸν : διακείμενον κατὰ τὴν Τυρίων περιφανῆ μητρόπολιν, εὑρηκότες αὐτὸν ἐν ὑποκρίσει καὶ κατὰ δόλον ἡμῖν συλλειτουργήσαντα καὶ τῆς θείας μετασχόντα κοινωνίας, ἐξ ὧν τοῦτο δὴ πράττων καὶ συλλειτουργὸς ἡμῶν τυγχάνων κατὰ τὸ λεληθὸς τοῖς σχισματικοῖς δια-λεγόμενος ἀμέσως ἔδραμεν ἑκοντὶ κατὰ τὴν ᾿Αντιόχου καὶ Σεβήρωι τῶι δυσσεβεῖ προσ-ρίψας ἑαυτὸν ἀπέστη μὲν τῆς ὀρθοδόξου πίστεως, ἐκείνωι δὲ συνεκοινώνησε περί τε τὸ : δαιμονιῶδες αὐτοῦ φρόνημα καὶ τοὺς ἀσεβεῖς ἀναθεματισμοὺς κατὰ τῶν ἁγίων ἡμῶν πα-τέρων καὶ τῆς τιμίας ἐπιστολῆς τοῦ τῆς ὁσίας μνήμης Λέοντος τοῦ τῆς Ρωμαίων γενομένου ἀρχιεπισκόπου, οἰκείαι χειρὶ ταῦτα συγγραψάμενος καὶ κατασφαλισάμενος ἐκεῖνον" πρὸς δὲ τούτοις, ὅτι κατὰ τὴν Τυρίων ἐπανελθὼν παραδέδωκε τοῖς σχισματικοῖς τὸν εὐκτήριον οἶκον τῆς θεοτόκου καθεστῶτα τοῖς ἀπὸ τῆς πόλεως ἐκκλησίαν, ἐν αὐτῶι τολμήσας καὶ παρασυνάξεις καὶ παραφωτίσματα πληρῶσαι καὶ δοῦναι τοῦτο σπέρμα μεγάλης ταραχῆς τῶι πιστοτάτωι λαῶι τῆς πόλεως, ὁρῶντι τὸ κατὰ μηδένα χρόνον γεγονός, ἐκ δύο τόπων τῶν νεοφωτίστων φαίνεσθαι τὰς προελεύσεις ἐναντίως ἐχόντων ἀλλήλοις, καὶ πολέμους καὶ θορύβους διασκεδάφων κατά τε τῆς ἁγιωτάτης ἡμῶν ἐκκλησίας καὶ τοῦ πιστοτάτου λαοῦ τῆς πόλεως, ὧν ἔλεγχος τὰ πεπραγμένα κατὰ τὸ δικαστήριον. ἐφ᾽ οἷς ὁ τίμιος σταυρὸς ἐλιθάσθη παρὰ τῶν ἐμφωλευόντων σὺν αὐτῶι κατὰ τὸν εὐκτήριον οἶκον τὸν προ-δηλωθέντα τῆς θεοτόκου καὶ τινὲς τοῦ πλήθους τῶν Χριστιανῶν καὶ τῶν εὐλαβεστάτων κληρικῶν πληγάδες γεγόνασι. συνέβη δὲ κἀμὲ τὸν τῆς Τυρίων ἐπίσκοπον ἄχρι θα-! νάτον κινδυνεῦσαι δι᾽ ὧν αὐτὸς μετά γε τῶν συνόντων αὐτῶι θανατηφόρους ἐξήρτυεν ἐπι-βουλάς. ὥστε δὲ μηδὲν ἐλλεῖψαι τῶν δεόντων, καὶ τὰ πεπραγμένα παρὰ τῆς ὑμῶν ὁσιότητος διήλθομεν ἐπ᾽ ἐκκλησίας τοῖς ἀπὸ τοῦ κλήρου καὶ τῶι πιστοτάτωι λαῶι τῆς πόλεως καὶ πνευματικὴν ἀναδησάμενοι πανήγυριν εὐχάριστον ἀφήκαμεν φωνὴν τῶι δεσπότηι θεῶι καὶ σωτῆρι τῶν ὅλων ᾿Ιησοῦ Χριστῶι καὶ τῶι πανευσεβεῖ καὶ κρατίστωι ἡμῶν βασιλεῖ καὶ τῆι πιστοτάτηι βασιλίδι καὶ τῶι ὁσιωτάτωι πατριάρχηι τῆς βασιλευ-οὐσης καὶ τοῖς θεοφιλέσιν ὑμῖν: ὧν τὴν κοινωνίαν ἀσπαζόμενοι καὶ πρὸς ἣν ἔχετε πίστιν ὁμόφρονες καθεστῶτες ἀποστρεφόμεθα σὺν ὑμῖν ἐπιφέροντες τὸν ἔγκριτον ἀναθεματισμὸν κατὰ παντὸς μὲν αἱρετικοῦ, διαφερόντως δὲ κατὰ Νεστορίου φανέντος ἀνθρωπολάτρου, προ-σέτι δὲ καὶ κατὰ Εὐτυχοῦς καὶ κατὰ Σεβήρου τοῦ πρὸς βλασφημίαν καὶ συκοφαντίαν ἐνόχου : καταστάντος (ταῦτα γὰρ κατεπράξατο κατὰ τῆς ἁγίας μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἀθροισθείσης ἐν Χαλκηδόνι), προσέτι δὲ καὶ κατὰ ᾿Ιωάννου τοῦ γεγονότος παρα-μοναρίου τοῦ πανσέπτου οἴκου τῆς θεοτόκου τοῦ διακειμένου κατὰ τὴν Τυρίων περιφανῆ μητρόπολιν διὰ τὰς ἀφηγημένας αὐτοῦ κακίστας πράξεις, ἐξ ὧν ἀποδέδεικται τοῖς θείοις κανόσιν ἐναντίως ἐλθών, καὶ παρακαλοῦμεν τὴν ὑμετέραν ἁγιωσύνην ἐπικυρῶσαι τὸ κατ᾽ : αὐτοῦ τεθὲν κανονικῶς ἐπιτίμιον. περιπτυσσόμεθα δὲ καὶ τιμῶμεν τὴν ἐν Νικαίαι συνελθοῦσαν ἱερὰν σύνοδον τῶν τι πρὸς ἔλεγχον καὶ καθαίρεσιν ᾿Αρείου καὶ τὸ παρ᾽ αὐ-τῆς ἐκτεθειμένον ὀρθόδοξον σύμβολον ὁμολογοῦμεν ἐν παρρησίαι καὶ κηρύσσομεν ἐπ᾽ ἐκ-κλησίας, ἐν αὐτῶι βαπτισθέντες καὶ βαπτίφοντες, καὶ τὴν τῶν ρν τῶν συνελθόντων κατὰ τὴν βασιλίδα πόλιν πρρὸς καθαίρεσιν Μακεδονίου τοῦ πνευματομάχον καὶ τὴν ἐν ᾿Εφέσωι τῶν διακοσίων πατέρων συνδραμοῦσαν ἁγίαν σύνοδον πρὸς καθαίρεσιν Νεστορίου τοῦ δυσσεβοῦς καὶ τὴν μεγάλην ἁγίαν σύνοδον τὴν ἀθροισθεῖσαν ἐν Χαλκηδόνι τῶν χλ κυρώ-σασαν κατὰ τὸ προοίμιον τὸ σύμβολον τῶν τιῆ, καθελοῦσαν δὲ Νεστόριον τὸν ἀνθρωπο-λάτρην καὶ τὸν ἀσεβέστατον Εὐτυχῆ καὶ Διόσκορον τὸν τούτωι γενόμενον ὁμόφρονα καὶ πᾶσαν αἵρεσιν διελέγχουσαν, ὅθεν καὶ πάντας τοὺς ἐσπιλωμένους τοῖς αἱρετικοῖς δόγμα-σιν ἔστι λαβεῖν δυσμενῶς ἔχοντας πρὸς ταύτην τὴν μεγάλην καὶ ἁγίαν οἰκουμενικὴν σύνο-δον. τοῦτο γὰρ ἐμπέπηγε κατὰ φύσιν τοῖς κακοδόξοις, ἐκπεπολεμῶσθαι κατὰ τῶν αὐτοὺς διελεγχόντων. σὺν αὐτῆι δὲ τῆι ἁγίαι συνόδωι δεχόμεθα καὶ πάσας τὰς ἐπιστολὰς τοῦ τῆς ὁσίας μνήμης ἀρχιεπισκόπου γενομένου τῆς πρεσβυτέρας Ρώμης Λέ-οντος ὀρθῶς καὶ ἀνεπιλήπτως ἐχούσας καὶ καταγωνιξομένας πάσας ὡς εἰπεῖν τὰς αἱρέσεις, ἐξαιρέτως τὴν Νεστορίου καὶ Εὐτυχοῦς τῶν δυσσεβῶν. παρακαλοῦμεν τοίνυν τὴν ὑμετέραν ὁσιότητα μαθοῦσαν τὸν ἡμέτερον σκοπὸν καὶ ὅπως ἐν πᾶσιν ἀκολουθοῦμεν τοῖς ὑμετέροις κατὰ θεὸν βουλεύμασι, τὰς ὑπὲρ ἡμῶν ποιεῖσθαι πρεσβείας πρὸς τὸν τῶν ὅλων δεσπότην καὶ θεὸν ᾿Ιησοῦν τὸν Χριστόν, ὥστε τὴν ἐν ἡμῖν κρατοῦσαν εἰρήνην ἐπαυξῆσαι καὶ πρὸς τὴν ἠγαπημένην αὐτῶι δικαίαν ἕνωσιν συνάψαι τὰς ἁγιωτάτας ἐκκλησίας εἰς δόξαν αὐτοῦ τοῦ δεσπότου θεοῦ καὶ καύχημα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ κόσμον τοῦ ὁσιωτάτου τῆς βασιλίδος ἀρχιεπισκόπου καὶ πνευματικὴν ἀγαλ-λίασιν πάντων ἡμῶν καὶ τοῦ πρὸς ἑκάστηι πόλει πιστοτάτου καὶ ὀρθοδόξου λαοῦ. τὰς δὲ παρὰ τοῦ πλήθους τῶν Χριστιανῶν τῆς Τυρίων ἀφεθείσας ἐπὶ τῆς ἐκκλησίας φρυνάς, ὅτε μεμαθήκασι τὰ πεπραγμένα παρὰ τῆς ὑμῶν ὁσιότητος, εὐφροσύνης ἐμφορηθέντες, κα-θυπετάξαμεν τῶι προκειμένωι γράμματι, τὸν ἔνθεον αὐτῶν τῆλον ἐντεῦθεν παριστῶντες τῆι ὑμετέραι θεοφιλείαι. κἀκείνωι δὲ προσεσχηκότες τὸν νοῦν καὶ τὴν διάνοιαν ὁδη-γηθέντες ἐκ τῶν ἐγκειμένων κεφαλαίων ταῖς ὑμετέραις δικαίαις κρίσεσι περὶ τῆς ἀνακλήσεως τῶν σωμάτων τῶν γενομένων ἡμῶν ἁγίων πατέρων Εὐφημίου καὶ Μακεδονίου καὶ τῆς καταγραφῆς τῶν αὐτῶν προσηγοριῶν ἐν τοῖς ἱεροῖς διπττύχοις, ὅτι δὴ σύνεσιν φιλόθεον ἔχοντες ψῆφον ἐξηγάγετε δοκιμάφουσαν αὐτοὺς ἀνακληθῆναι καὶ τὰς προσηγορίας ἐγ-γραφῆναι ταῖς ἱεραῖς δέλτοις, μηδὲν καθάπαξ τῶν ἐπ᾽ αὐτοῖς ἀδίκως πεπραγμένων κατὰ τὸν φθάσαντα χρόνον ῥυπωσάντων τὴν ἔνθεον αὐτῶν πολιτείαν, τὴν ὁμοίαν ἐπὶ τούτοις παράκλησιν ἐπιτείνομεν ἔκ τε κρίσεως τοῦ παναγίου πατριάρχου τῆς βασιλευούσης πόλεως καὶ τῆς ὑμετέρας ὁσιότητος καὶ τῆς πρὸς τὸν εὐσεβῆ καὶ φιλόχριστον ἡμῶν βασιλέα γε-νομένης ἱκετείας λαβεῖν ἐν φιλοτιμίαι καὶ τὸ σῶμα τοῦ γεγονότος ἡμῶν πατρὸς πνευματικοῦ καὶ πατριάρχου τῆς ᾿Αντιοχέων Φλαβιανοῦ ἀποκαταστῆναι τῶι καταλόγωι τῶν προ-κοιμηθέντων ἁγίων πατέρων κατ᾽ αὐτὸν τὸν ἀποστολικὸν θρόνον, ἐνταγῆναι δὲ καὶ τὴν τιμίαν αὐτοῦ προσηγορίαν ταῖς ἱεραῖς δέλτοις. δίκαιον γὰρ τὸν ὑπὲρ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τῆς εἰς αὐτὸν ὀρθῆς ὁμολογίας κεκμηκότα καὶ τῶν αὐτὸν συκοφαντησάντων ὑπομείναντα τὴν μοχθηρὰν ψῆφον μετασχεῖν ὧν κατὰ κρίσιν τῆς ὑμετέρας θεοφιλείας με-τέσχον οἱ γεγονότες αὐτῶι συλλειτουργοὶ καὶ συναγωνισταὶ πατριάρχαι τῆς βασιλευούσης πόλεως, Εὐφήμιος καὶ Μακεδόνιος φαμὲν οἱ τῆς ὁσίας μνήμης, ὥστε τὸν εὐσεβῆ καὶ γαληνὸν ἡμῶν βασιλέα κατοξιῶσαι θεσπίσαι τοῦτο δὴ προελθεῖν ὡς τάχος εἰς δόξαν τῆς ἀχράντου καὶ ὁμοουσίου τριάδος φυλαττούσης τὴν εὐσεβῆ καὶ φιλόθεον αὐτῶν βασιλείαν ἐν γαλήνηι καὶ πρὸς ἀναίρεσιν πάσης βαρβαρικῆς ἀπονοίας καὶ τὸν ὁσιώτατον πατριάρχην τῆς βασιλευούσης ἐν εἰρήνηι μετὰ τῆς ὑμετέρας ὁσιότητος. ἐξ ὑμῶν γὰρ καὶ τὰ πρὸς εὐχαριστίαν ἔχοντα τοῦ κρείττονος ἐρρίξωται καὶ τὰ διαβολικὰ σκάνδαλα παντελῶς ἐξελήλαται.
Ὑπογραφαί
᾿Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοτος τῆς Τυρίων μητροπόλεως ὑπέγραψα: --
᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σιδονίων πόλεως ὑπέγραψα: --
᾿Ιωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πτολεμαίων ὑπέγραψα: --
Θεόδωρος <ἐλέει θεοῦ> ἐπίσκοπος τῆς Πορφυρεῶνος ὑπέγραψα: --᾿
Ἡλίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ζηνοπολιτῶν ὑπέγραψα: ---
Εἰσὶν αἱ λαληθεῖσαι φωναὶ ἐκ τοῦ Χριστιανικωτάτου πλήθους ἐν τῆι ἀρχαίαι ἁγίαι ἐκκλησίαι μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου καὶ δύο ἐπιστολῶν, μιᾶς μὲν παρὰ ᾿Ιωάννονυ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς βασιλίδος πόλεως, τῆς δὲ ἑτέρας παρὰ τοῦ ὁσιωτάτου Θεοφίλου ἐπισκόπου Ἡρακλείας πρὸς τὸν ὁσιώτατον ἐπίσκοπον ᾿Επιφάνιον, ὁμοίως δὲ καὶ τρίτης γεγραμμένης ἐπιστολῆς παρὰ τῶν συνελθόντων κατὰ τὴν βασιλίδα πόλιν ὁσιωτάτων ἐπισκόπων πρὸς τὸν ἀπομνημονευθέντα τῆς Τυρίων θεοφιλέστατον ἐπίσκοπον, ἀναγνωσθείσης δὲ οὐδὲν ἧττον παραχρῆμα καὶ ἀναφορᾶς γενομένης παρὰ τῶν προειρημένων ὁσιωτάτων ἐπισκόπων τῶν κατὰ τὴν βασιλίδα πρὸς τὸν ὁσιώτατον καὶ μακαριώτατον οἰκουμενικὸν πατριάρχην τῆς αὐτῆς βασιλίδος πόλεως, ἐν ἧι ἀνε-θεματίσθη Σεβῆρος ὁ ἐπίσκοπος τῆς ᾿Αντιοχέων κατὰ τὰ περιεχόμενα τῶι αὐτῶι ἀναγνωσθέντι χάρτηι διὰ Σεργίου τοῦ εὐλαβεστάτου διακόνου, ἐν μηνὶ κατὰ Τυρίους Λώωι εἰκάδι ὀγδόηι, ἤτοι Σεπτεβρίου ἑκκαιδεκάτηι, τοῦ τρίτου τεσσαρακοστοῦ ἕξακο-σιοστοῦ, ἰνδικτιῶνος δωδεκάτης, αὗται"
Τοῦ αὐγούστου πολλὰ τὰ ἔτη" τῆς αὐγούστας πολλὰ τὰ ἔτη" τῆς συγκλήτου πολλὰ τὰ ἔτη" τῶν ἐπάρχων πολλὰ τὰ ἔτη ᾿Ιωάννου κόμητος πολλὰ τὰ ἔτη: Ἔἐπι-φανίου πατριάρχου πολλὰ τὰ ἔτη. εἷς θεὸς ὁ τοῦτο ποιήσας: ὁ μέγας θεὸς τοῦτο παρέσχεν. εἷς θεός, ἴδε πίστις εἷς θεός, μία πίστις. εἰς εἰρήνην τῶν ἐκκλησιῶν " εἰς εἰρήνην τῶν ὀρθοδόξων. ᾿Ιωάννου πατριάρχου πολλὰ τὰ ἔτη" ᾿Επιφανίου ὀρθοδόξου πολλὰ τὰ ἔτη. ἃ ἐποίησεν ἡ σύνοδος, καὶ σὺ ποίησον: ἃ ἐποίησεν ἡ σύνοδος, ταῦτα ποίησον. ᾿Ιωάννου ὀρθοδόξου πολλὰ τὰ ἔτη. εἰς αἰῶνας τὸ βασίλειον τοῦτο. νικᾶι ἡ πίστις τοῦ αὐγούστου: ἐκ θεοῦ τὸ βασίλειον τοῦτο. νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη: ὀρθοδόξου πατρὸς πολλὰ τὰ ἔτη. ὁ μὴ λαλῶν οὐκ ἔνι πιστός. ἃ ἐποίησεν ἡ σύνοδος, ἔμβα ποίησον᾽ ἃ πέπραχεν ἡ ἁγία τοῦ θεοῦ σύνοδος, ἔμβα ποίησον. νικᾶι ἡ πίστις τοῦ αὐγούστου: εἰς αἰῶνας τὸ βασίλειον τοῦτο. Βιταλιανοῦ πατρικίου πολ-λὰ τὰ ἔτη" Βιταλιανοῦ ὀρθοδόξου πολλὰ τὰ ἔτη" ᾿Επιφανίου ὀρθοδόξου πολλὰ τὰ ἔτη ἔμβα ἀναθεμάτισον καθὼς καὶ οἱ πατέρες" ἔμβα ἀναθεμάτισον καθὼς καὶ ἡ σύνοδος" ἔμβα ἀναθεμάτισον Σεβῆρον καὶ τὸν μανδρίτην: ἔμβα ἀναθεμάτισον Σεβῆρον καὶ ᾿Ιωάννην.
Καὶ ἀνελθόντος τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἐν τῶι ἄμβωνι ἐξεβόησαν. Καλῶς ὁ θεὸς ἤνεγκέ σε᾿ εἷς θεός, μία πίστις. εἷς θεὸς ὁ τοῦτο ποιήσας. ἄνω βάλε τοὺς ἐπισκόπους: ἄνω βάλε τοὺς ὀρθοδόξους.
Καὶ ἀνελθόντων τῶν θεοφιλεστάτων ᾿Ιωάννου ἐπισκόπου τῆς Πτολεμαίδος καὶ Θεο-δώρου ἐπισκόπου τῆς Πορφυρεῶνος καὶ ᾿Ηλίου ἐπισκόπου τῆς ρραχληνῶν πάλιν ἐξεβόησαν ᾿Ἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη ὡς οἱ ἅγιοι, ἐμαρτύρησες" ἐμαρτύρησες καὶ ἐνίκησες. πέμψον φέρε τοὺς ἐπισκόπους" πέμψον φέρε τοὺς ὀρθοδόξους. οὗτος μόνος διὰ πίστιν ἀπέθανεν: οὗτος μόνος ἀπέλαβε καμάτους: ἐμαρτύρησες καὶ ἐνίκησες. οὗτος μόνος διὰ πίστιν ἐνίκησεν " ἐμαρτύρησες καὶ ἡ πίστις σου ἐνίκησεν. ἔβαλεν αὐτοὺς τὸ τρισάγιον: ἔβαλεν αὐτοὺς ἡ θεοτόκοις᾽ ἔβαλε Σεβῆρον ἡ θεοτόκος. ἐτάραξε τὰς ἐκκλησίας, ἔβαλεν αὐτοὺς τὸ μυστήριον: ἔβαλεν αὐτοὺς ὃν ἐλίθασαν: ἔβαλεν αὐτοὺς ὃν ὕβρισαν. τούτους ἔξω τῆς πόλεως: ποία πόλις τῶν ᾿Αποσχιστῶν; τοὺς Αἰγυπτίους ἔξω βάλε. ὁ βασιλεὺς ὀρθόδοξος ἔνι" εἰς αἰῶνας τὸ βασίλειον τοῦτο τὸ σπήλαιον τῶν ληιστῶν ἔξω βάλε: τὸ σπήλαιον τῶν ᾿Αποσχιστῶν ἄρον καῦσον. ἄνω βάλε τὸν Πριγκιπίας: ὅλους δολίους ἔξω βάλε: τὸν Ῥῥωμαικὸν ἔξω βάλε: ἄνω βάλε τοὺς ἠλέησες. : ἔξω βάλε τὸν συνθηκάριεν. ἔξω βάλε τὸν λοίδορον. μετὰ σοῦ ἦσαν καὶ δόλιοι ἦσαν: ἔξω βάλε τὸν συνθηκάριν καὶ Μανιχαῖον. ὁ Ῥωμαικὸς δόλιος ἔνι" τὸν Ρωμαι-κὸν ἔξω βάλε τὸν Μανιχαῖον ἔξω βάλε" καθάρισον τὰς ἐκκλησίας. μετὰ σοῦ ἐστι καὶ συνθηκίξει τοὺς ἐπισκόπους. πέμψον φέρε τοὺς ἐπισκόπους πέμψον φέρε τοὺσ ὀρθο-δόξους. ἀνάθεμα Σεβήρωι καὶ τοῖς φρονοῦσι τὰ αὐτοῦ καὶ τῶι μανδρίτηι. ἀνάθεμα : Σεβήρωι Εὐτυχεῖ καὶ Νεστορίωι καὶ τῶι μανδρίτηι. τὸ ἐργαστήριον ἐντολίου διὰ τί ἠνοίγη; ἔμβα ἀναθεμάτισον, ὡς ὁ Ῥώμης πατριάρχης. λίαν τὸν Βοτρνυηνόν, τὸν ἀρτοκόπον ἄρτι ἀναθεμάτισον᾽ ἐπίσκοπον ἀντὶ αὐτοῦ ἐκεῖ πέμψον ἐπισκόπους αἱρετικοὺς ἔξω βάλε. ᾿Ιουστῖνος βασιλεύει, οὐκ ἔνι φοβηθῆναι" ὀρθόδοξος ἔνι. τοῦ αὐγούστου πολλὰ τὰ ἔτη εἰς αἰῶνας τὸ βασίλειον τοῦτο" νέος ἐστὶ Κωνσταντῖνος: οὐκ ἔνι φοβηθῆναι. νέας Ἑλένης πολλὰ τὰ ἔτη᾽ Βιταλιανοῦ πατρικίου πολλὰ τὰ ἔτη Βιταλιανιοῦ στρατηλάτου πολλὰ τὰ ἔτη᾽ τῶν ἐπάρχων πολλὰ τὰ ἔτη᾽ τοῦ μαγίστρου πολλὰ τὰ ἔτη᾽ τῆς ὅλης συγκλήτου πολλὰ τὰ ἔτη" ᾿Ηλία κουράτωρος πολλὰ τὰ ἔτη" ᾿Ἐἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη. τὴν νίκην τοῦ αὐγούστου, κάθελε τὸν Βοτρυη-νὸν ὡς Μανιχαῖον. Αἰγυπτίους ξυλεμπόρους οὐ θέλει ἡ πόλις. ἔξω βάλε τοὺς. ᾿Ακεφάλους: εἰ ἐνίκησαν, ἀπεθνήισκομεν. Φλαβιανὸν πατριάρχην τοῖς διπτύχοις. ἡ τριὰς ἐνίκησε: λάβε τὴν θεοτόκον᾽ ὁ βασιλεὺς ἐκέλευσε καὶ ὅλη ἡ σύνοδος" ὁ βασιλεὺς
ἐκέλευσεν ὡς εἶπεν ἡ σύνοδος" ᾿Αποσχίστης οὐκ ἔνι. λάβε τὴν θεοτόκον᾽ εἴσβα καὶ καθάρισον τὸν οἶκον τὸν ἅγιον ὁ μὴ λαλῶν οὐκ ἔνι πιστός. εἰς τὴν θεοτόκον ἄγωμεν κήρυξον καὶ ἄγωμεν. ποῦ αὐγούστου πολλὰ τὰ ἔτη᾽ εἷς θεός, μία πίστις. τὸ
λείψανον Φλαβιανοῦ πέμψον φέρε. εἰς τὴν ἁγίαν Μαρίαν ἄγωμεν. ἴδε δεύτερον ἀνέφραξαν τὰ ἔσω᾽ τὸ σταυρὶν δὸς ἡμῖν. τὸν σταυρὸν ἐλίθασαν καὶ ἀνέφραξαν τὰ ἔσω εἰς ποίαν πόλιν ταῦτα γίνονται; μία πίστις γέγονεν, οὐκ ἔνι ἀταξία. ὁ σταυρὸς ἐνίκησε καὶ οὐκ ἔνι ἀταξία: ἡ τριὰς ἐνίκησε καὶ οὐκ ἔνι ἀταξία. ἡ τριὰς ἐνίκησεν ἀπῆλθεν ὁ ᾿Ακέφαλος᾽ ὁ αὔγουστος ἐνίκησεν. ἄγωμεν εἰς τὴν θεοτόκον, νικᾶι ᾿Ιουστῖνος " ἄγωμεν εἰσέλθωμεν. νικᾷι ᾿Ιουστῖνος᾽ ἄγωμεν ἄρτι ἔσω. νικᾶι ᾿Ιουστῖνος, κήρυξον τὴν σύναξιν" νικᾶι ᾿Ιουστῖνος, τὴν ἡμέραν κήρυξον. ᾿Ιωάννου πατριάρχου πολλὰ τὰ ἔτη᾽ ᾿Εἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη τοῦ αὐγούστου πολλὰ τὰ ἔτη᾽ Εὐφημίας αὐγούστας πολλὰ τὰ ἔτη ᾿Επιφανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη ὅπου
ἐμαρτύρησες, κήρυξον τὴν σύναξιν. ἄγωμεν εἰσέλθωμεν ἔσω εἰς τὴν θεοτόκον. ἐνί-κησεν ὁ αὔγουστος, κήρυξον τὴν σύναξιν. καστέλλιν ἐγένετο, λάβε τὴν θεοτόκον᾽ συναγωγὴ ἐγένετο, λάβε τὴν θεοτόκον. ἄγωμεν εἰσέλθωμεν κἀκεῖ ἀναθεμάτισον
ἄγωμεν εἰσέλθωμεν, ἀπῆλθεν ὁ ᾿Ακέφαλος. ἄγωμεν εἰσέλθωμεν, καθηιρέθη ὁ ᾿Ακέφαλος. κέλευσον, καὶ ὑπάγωμεν τὸν σταυρὸν βαστάξοντες. νικᾶι ὁ αὔγουστος, ἄγωμεν εἰσέλ-θωμεν᾽ νικᾶι ὁ αὔγονυστος, ἔσω ἀναθεμάτισον. τίνα μένεις; ὀρθόδοξος εἶ. λιτανείαν, κἀκεῖ εἰσβῶμεν. νικᾶι ᾿Ιουστῖνος, ἔνθεν ἔσω ἄγωμεν. μαρτύρομαί σε, οὐδὲν ἀφῆκαν ἔσω τὰ κειμήλια ἔλαβεν ὁ τοῦ μοδαρίου. κήρυξον τὴν σύναξιν. τὴν νίκην τοῦ αὐγούστου, μίαν ἀργίαν τῆι πόλει: μίαν ἀργίαν τοῖς ὀρθοδόξοις. εἴσβα λῦσον τὸ οἰκοδόμημα᾽ ὁ ᾿Ακέφαλος οὐκ ἔχει ὧδε τόπον οὐκ ἔχει ὧδε τόπον ὁ Μανιχαῖος. Ἐπι-φανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη᾽ εἷς θεός, ὑγείαν αὐτῶι.
Καὶ προσφωνήσαντος τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου: παρακαλῶ τὴν : ὑμετέραν ἀγάπην ἀνεξικάκως ἐνεγκεῖν καὶ συγχωρῆσαι κἀμὲ καὶ τοὺς θεοφιλεστάτους ἐπισκόπους ἀναθεματίσαι τὸν ᾿Ακέφαλον: καὶ ἐνταῦθα γὰρ καὶ ἐν τῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἐν ὅλοις τοῖς εὐκτηρίοις οἴκοις καὶ ἐν ὅλαις ταῖς ἐκκλησίαις καὶ ἐν ὅλαις ταῖς πόλεσιν καὶ ἐν ὅλωι τῶι κόσμωι ἀναθεματίξεται ἕως τοῦ αἰῶνος, πάλιν ἐξεβόησαν: ἡσυχίαν τῶι κυρῶι ἡμῶν. καὶ λοιπὸν εἶπε πρὸς : τοὺς ἀπὸ τοῦ πλήθους ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος Ἐπιφάνιος ταῦτα
Τὴν ὀρθὴν καὶ ἀμώμητον καὶ ἀληθινὴν πίστιν, ἣν παραδεδώκασιν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου καὶ ἐδίδαξαν ἡμᾶς οἱ θεσπέσιοι καὶ πανάγιοι ἀπόστολοι καὶ ἐξ αὐτῶν λαβόντες οἱ τρισμακάριοι ἡμῶν ἅγιοι πατέρες οἱ ἐπὶ τῆι ὀρθῆι διαλάμψαντες πίστει οἵ τε ἐν Νικαίαι τιη καὶ οἱ ἐν τῆι βασιλευούσηι Κωνσταν-: πινουπόλει ρν καὶ οἱ ἐν Ἐφέσωι σ καὶ οἱ ἐν Χαλκηδόνι χλ, καὶ οἱ λοιποὶ δὲ πάντες ὅσιοι καὶ ὁμόφρονες αὐτῶν ὀρθόδοξοι πατέρες, παραλαβόντες καὶ ἀεὶ ἐν ἑαυτοῖς ἐσχηκότες καὶ ἔχοντες καὶ ταύτην ἄτρωτον φυλάξαντες, ἣν ἀεὶ καὶ ἐκηρύξαμεν ἐπ᾽ ἐκκλησίας καὶ κηρύσ-σομεν ὑμῖν, ἀγαπητοί, καὶ ἀνεθεματίσαμεν ἀεὶ καὶ ἀναθεματίξομεν πάντας μὲν τοὺς αἱρετι-κοὺς μετὰ τῶν δυσσεβῶν αὐτῶν φρονημάτων καὶ τῶν φρονούντων τὰ ὀλέθρια αὐτῶν διδάγματα, ἐξαιρέτως δὲ καὶ ὀνόματι ἀναθεματίξομεν "Ἄρειον Εὐνόμιον Μακεδόνιον τὸν πνευματομάχον ᾿Ἐβίωνα Φωτεινὸν Μάρκελλον Θεόδοτον ᾿Αρτεμᾶν Παῦλον τὸν Σαμο-σατέα Νεστόριον τὸν ἀνθρωπολάτρην καὶ δυσσεβῆ, Οὐαλεντῖνον Σκυθιανὸν Μάνην Μαρκίωνα Βαρδισάνην ᾿Απολινάριον Εὐτυχέα, μετὰ τούτων πάντων τῶν αἱρετικῶν καὶ ὁμοίως τούτων πάντων ἀναθεματίξομεν καὶ τὸν δυσσεβῆ Σεβῆρον τὸν ᾿Ακέφαλον καὶ ᾿Αποσχίστην καὶ ἀεὶ ἀλλότριον γενόμενον τοῦ δεσπότου ἡμῶν καὶ κυρίου ᾿Ιησοῦ Χριστοῦ καὶ τῆς ἁγίας αὐτοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τὸ δυσσεβὲς αὐτοῦ φρόνημα, ὡς ἀναθεματίσαντα τοὺς ἁγίους ἡμῶν ὀρθοδόξους πατέρας καὶ σχίσματα καὶ ταραχὰς ἐμποιήσαντα ταῖς ἁγίαις ἐκκλησίαις τῶν ὀρθοδόξων Χριστιανῶν παντὸς ὡς εἰπεῖν τοῦ κόσμου.
Καὶ διακόψαντες αὐτὸν οἱ ἀπὸ τοῦ πλήθους ἐξεβόησαν᾽ Εἷς θεὸς ὁ τοῦτο ποιήσας" εἷς θεός, μία πίστις. εἰς εἰρήνην τῶν ἐκκλησιῶν, ᾿Επιφανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη. εἰς εἰρήνην τῶν ὀρθοδόξων, εἰς εἰρήνην τοῦ βασιλέως. ἀναθε-μάτισον καὶ τὸν μανδρίτην.
Πληρῶν δὲ ὁ αὐτὸς ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος τά τε λοιπὰ τῆς προσφωνήσεως καὶ τοῦ ἀναθέματος ἔφη πρὸς αὐτοὺς ταῦτα. “ὡσαύτως δὲ ἀναθεματίξομεν καὶ ᾿Ιωάννην τὸν μανδρίτην τὸν ἀποστάτην καὶ ἀρνησίθεον, ἀφ᾽ οὗ καὶ προσέλαβε τὸ δυσσεβὲς φρόνημα παρὰ τοῦ αὐτοῦ ἀσεβεστάτου Σεβήρου. ἔστωσαν τοίνυν οἱ εἰρημένοι Σεβῆρος ὁ ᾿Ακέφαλος καὶ ᾿Ιωάννης ὁ μανδρίτης καὶ τὸ δυσσεβὲς αὐτῶν φρόνημα μετὰ τῶν κοινω-νούντων αὐτοῖς ἀνάθεμα καὶ κατάθεμα ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι. ἀμήν.
Καὶ ἐξεβόησαν οἱ ἀπὸ τοῦ πλήθους: ᾿Αμὴν ἀμὴν ἀμήν. εἷς θεὸς ὁ τοῦτο ποιήσας" ᾿Επιφανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη" ᾿Ιωάννου κόμητος πολλὰ τὰ ἔτη. ὅλους τοὺς αἱρετικοὺς ἀναθεμάτισον. μίαν ἀργίαν τῆι θεοτόκωι. ἡ τριὰς ἐνίκησε, τὴν σύναξιν κήρυξον. ὁ σταυρὸς ἐνίκησε, τὴν σύναξιν κήρυξον. ἄνω βάλε τὸν Πριγκιπίας, ἄνω βάλε τοὺς μεταβάτας. ἔσω εἰς τὴν θεοτόκον, τὴν σύναξιν κήρυξον: ὁ μὴ λαλῶν οὐκ ἔνι πιστός. αὕτη ἡ ὥρα ϑεῶι ἀρέσκει καὶ τῶι αὐ-γούστωι, αὕτη ἡ ὥρα θεῶι ἀρέσκει καὶ τοῖς πατράσιν. νικᾶι ᾿Ιουστῖνος, τὴν σύναξιν κήρυξον. εἴσβα ἄνοιξον τὴν θεοτόκον. εἴσβα ἄνοιξον τὴν παρέλαβες. οἱ ᾿Ιουδαῖοι χαίρονται ὅτι ἠσφάλισται τὰ ἔσω. οἱ ᾿Ιουδαῖοι χαίρονται, τὴν θεοτόκον ἄνοιξον. εἴσβα, ἁγίασον, ἣν ἐκοίνωσαν. οὐκέτι ᾿Αναστάσιος" ᾿Ιουστῖνος βασιλεύει’ ὀρθόδοξος ἔν. ᾿Ιουστῖνος βασιλεύει" οὐκ ἔστι Μανιχαῖος" ὀρθό-δοξος ἔνι" ᾿Ιουστῖνος βασιλεύει ὁ νέος Κωνσταντῖνος. οὐκ ἔστι Μανιχαῖος ὡς ᾿Αναστά-σιος. ᾿Ιωάννου πατριάρχου πολλὰ τὰ ἔτη" Ἐπιφανίου ὀρθοδόξου πολλὰ τὰ ἔτη᾽ τὸν ἀνεψιὸν τοῦ μανδρίτου ἀναθεμάτισον τοὺς κατὰ σοῦ ἀναθεμάτισον. μίαν ἀργίαν τῆι πόλει ἄνοιξον τὴν ἥρπασαν. εἷς θεός, μία πίστις. ἀπέθανεν ᾿Αμάντις ὁ ἀντάρτης τῆς τριάδος. εἴσβα ἔνδυσον τὴν ἐγύμνωσαν. νικᾶι ᾿Ιουστῖνος᾽ τὴν σύναξιν κήρυξον.
τὸ λυχνικὸν ἔσω ποίησον τὴν σύναξιν κήρυξον. ἁγία τριάς, τὴν ὑγείαν δὸς αὐτῶι. εἷς θεός, μία πίστις ὅλων ὀρθοδόξων πολλὰ τὰ ἔτη. πέμψον φέρε τοὺς ἄλλους ἐπισκό-πους: ᾿Ηλίαν τὸν Βοτρυηνὸν ἀναθεμάτισον. ᾿Ιωάννου πατριάρχου πολλὰ τὰ ἔτη" Ἐἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη᾽ τοῦ αὐγούστου πολλὰ τὰ ἔτη. Εὐφημίας αὐὖ-γούστας πολλὰ τὰ ἔτη. τὴν νίκην τοῦ βασιλέως, εἴσελθε ἔσω. εἰς αἰῶνας τὸ βασίλειον τοῦτο, ἀπελάτα τοῦ ᾿Ακεφάλου, ἀπελάτα τῶν αἱρετικῶν.
Καὶ λοιπὸν ᾿Ιωάννης ὁ θεοφιλέστατος ἐπίσκοπος Πτολεμαίδος εἶπε πρὸς τοὺς ἀπὸ τοῦ πλήθους ταῦτα΄ ᾿Αναθεματίξομεν πάντας μὲν οὺς ἀνεθεμάτισεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχιεπίσκοπος καὶ μητροπολίτης, καὶ πάσας τὰς αἱρέσεις, ἐξαιρέτως δὲ τὸν δυσσεβῆ καὶ θεομάχον Σεβῆρον τὸν ᾿Ακέφαλον καὶ Μανιχαῖον καὶ ᾿Ιωάννην τὸν δυσσεβῆ καὶ θεομάχον, τὸν μανδρίτην, καὶ ἀποστρεφόμεθα τὴν πρὸς αὐτοὺς κοινωνίαν καὶ ἀλλοτρίους αὐτοὺς καλοῦμεν καὶ αὐτοῦ τοῦ ὀνόματος τῶν Χριστιανῶν. ἔστωσαν οὖν ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι, ἀμήν.
Εἴπε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοττος Θεόδωρος τῆς Πορφυρεωνιτῶν ταῦτα᾽ Πάντας ὅσους προλαβὼν ἀνεθεμάτισεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχι-ἐπίσκοπος καὶ μητροπολίτης, ἀναθεματίξομεν σὺν αὐτῶι σὺν αὐτοῖς ἀναθεματίξομεν καὶ Σεβῆρον τὸν ᾿Ακέφαλον καὶ ᾿Ιωάννην τὸν μανδρίτην ὡς συναινέσαντα τοῖς αἱρετικοῖς αὐτοῦ δόγμασιν. ἔστωσαν τοίνυν ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι, ἀμήν.
Ἔφη δὲ καὶ ᾿Ηλίας ὁ θεοσεβέστατος ἐπίσκοπος τῆς Ραχληνῶν ταῦτα’ Καὶ ἡμεῖς κατ᾽ ἴχνος βαίνοντες τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἡμῶν ἀρχιεπισκόπου καὶ μητρο-πολίτου καὶ πειθόμενοι τῆι αὐτοῦ ἀγαθῆι διδασκαλίαι καὶ εἰδότες ὡς ἄνω καὶ κάτω τὰ δίκαια καὶ τὰ ἀληθῆ ταῖς ἁγιωτάταις ἐκκλησίαις πραγματεύεται, τούτου χάριν ἀνα-: θεματίξομεν τοὺς οὐχ ἅπαξ, οὐ δὶς ἀναθεματισθέντας, ἀλλὰ καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀναθεματιξομένους, τὸν ᾿Ακέφαλον καὶ Μανιχαῖον Σεβῆρον καὶ τὰ δυσσεβῆ αὐτοῦ φρο-νήματα καὶ ᾿Ιωάννην τὸν μανδρίτην καὶ τὰ δυσσεβῆ αὐτοῦ διδάγματα μετὰ καὶ τῶν κοινωνούντων αὐτοῖς. περὶ γὰρ τῶν λοιπῶν περιττόν ἐστι καὶ λέγειν. ἔστωσαν τοίνυν ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τῶι οὐρανῶι : καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι, ἀμήν.
Καὶ ἐξεβόησαν οἱ ἀπὸ τοῦ πλήθους" Εἷς θεός, Χριστὸς βασιλεύει. τῶν ἐπισκόπων πολλὰ τὰ ἔτη᾽ τῶν ὀρθοδόξων πολλὰ τὰ ἔτη. εὐλογητὸς κύριος ᾿Ιησοῦς ὁ βασιλεύς, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτοῦ. :
Καὶ ἔτι ἐπιμεινάντων τῶν ἀπὸ τοῦ πλήθους καὶ ἐκβοώντων περὶ τοῦ γενέσθαι ἁγίαν σύναξιν ἐν τῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας ἐνδόξου καὶ θεοτόκου παρθένου Μαρίας, προσ-ἐφώνησεν αὐτοῖς ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος ταῦτα: Ἐπειδὴ πολλὴ ὥρα ἐστὶ καὶ δίκαιόν ἐστιν ποιῆσαι ἡμᾶς τὴν θείαν λειτουργίαν, δι᾽ ἧς θεραπεύεται ὁ θεὸς εἰς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν, ἀρκεσθῶμεν τούτοις: πολλὰ γάρ ἐστι τὰ ἔχοντα ἀναγνωσθῆναι. 3 τῆι οὖν σὺν θεῶι ἁγίαι κυριακῆι τῆι ἐπιούσηι ἐν τῶι εἰρημένωι εὐκτηρίωι οἴκωι τῆς.
]
δεσποίνης ἡμῶν τῆς ἐνδόξου καὶ θεοτόκου παρθένου Μαρίας τὰ λοιπὰ ἀναγινώσκομεν καὶ πάλιν ἀναθεματίξομεν τὸν ᾿Ακέφαλον καὶ πάντας τοὺς μετ᾽ αὐτοῦ.
Καὶ λοιπὸν ἐκήρυξε τὴν τοιαύτην ἁγίαν σύναξιν Ζαχαρίας ὁ θεοσεβέστατος ἀρχι-διάκονος: Γνωρίξομεν τῆι ὑμετέραι ἀγάπηι ὅτιπερ τῆι ἐπιούσηι κυριακῆι εἰς δόξαν τοῦ δεσπότου Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ὑπὲρ σωτηρίας νίκης καὶ διαμονῆς τοῦ φιλοχρίστου ἡμῶν βασι-λέως ᾿Ιουστίνου καὶ τῆς εὐσεβεστάτης βασιλίδος Εὐφημίας καὶ τῶν μειφόνων ἐξουσιῶν καὶ τοῦ ἁγιωτάτου πατριάρχου τῆς βασιλίδος πόλεως ᾿Ιωάννου καὶ τῆς αὐτόθι ἐνδη-μούσης ἁγίας συνόδου ἐν τῶι οἴκωι τῆς ἁγίας Μαρίας τῶι ἐν ᾿Ιαμψούφοις τὴν ἁγίαν σύναξιν ποιούμεθα. τῆι δὲ αὐτῆι ἁγίαι κυριακῆι ἕωθεν ἐνταῦθα συνερχόμεθα, ἵνα ἐντεῦθεν μετὰ ψαλμωιδιῶν καὶ κηρῶν καὶ θυμιαμάτων ἐν τῶι ἁγίωι οἴκωι καταντήσαντες τὴν λιτὴν καὶ τὴν ἁγίαν σύναξιν πληρώσωμεν: καὶ πάντες καὶ πᾶσαι μετὰ σπουδῆς συνέλθωμεν. καὶ μετ᾿ αὐτὸν καὶ ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος εἶπεν οὕτως" Γνωρίξομεν τῆι ὑμετέραι ἀγάπηι ὡς ὅτιπερ τῆι ἐπιούσηι ἁγίαι κυριακῆι ἐνταῦθα συν-ἐρχόμεθα, ἵνα ἐντεῦθεν μετὰ ψαλμωιδιῶν καὶ κηρῶν καὶ θυμιαμάτων λιτανεύοντες κατ-αντήσωμεν ἐν τῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, κἀκεῖσε τὴν ἁγίαν σύναξιν πληροῦμεν.
Καὶ ἐξεβόησαν οἱ ἀπὸ τοῦ πλήθους" Τὸν ἔφορον ἔξω βάλε’ ὅλους τοὺς ᾿Αποσχίστας ἔξω βάλε. ἀνάθεμα τοῖς ᾿Αποσχίσταις" ἀνάθεμα τοῖς δεχομένοις ἕνα ἐκείνων. κληρικοὺς ᾿Αποσχίστας μηδεὶς δέξηται. τοὺς ἀποστάτας μηδεὶς δέξηται. τοὺς ἀρνησαμένους τὴν ἐκκλησίαν μηδεὶς δέξηται. τοὺς πολεμήσαντας τὸν σταυρὸν μηδεὶς δέξηται.
Καὶ λοιπὸν προσεφώνησεν αὐτοῖς ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος ταῦτα: Τὸ μέντοι λυχνικὸν τῶι σαββάτωι ἑσπέρας ἐν τῶι αὐτῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας θεο-τόκου καὶ ἀειπαρθένου Μαρίας ποιούμεθα. καὶ ἡσυχασάντων ἐπετελέσθη ἡ ἁγία σύναξις.
Ἐπιστολὴ τῶν ἐν δευτέραι Συρίαι ἐπισκόπων πρὸς ᾿Ιωάννην πατριάρχην καὶ τὴν σύνοδον
Δεσπότηι ἡμῶν τὰ πάντα ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ πατέρων ἀρχι-επισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι ᾿Ιωάννηι καὶ τῆι κατὰ τὴν βασιλίδα τῶν πόλεων ἐνδημούσηι ἁγίαι καί θεοτιμήτωι συνόδωι οἱ ἐλάχιστοι ἐπίσκοποι Συρίας δευτέρας. Ὅταν ἀποβλέψωμεν πρὸς τὴν φορὰν τῶν περιστοιχισάντων ἡμᾶς χαλεπῶν καὶ λογισώ-μεθα τὴν ἐπενεχθεῖσαν σύγχυσιν ἀπροσδοκήτως ταῖς ἐκκλησίαις τοῦ θεοῦ, τὸ πᾶν εἰκότως ταῖς οἰκείαις ἐπιγράφοντες ἁμαρτίαις τὴν τοῦ κυρίου μακροθυμίαν θαυμάξφομεν : ὅταν δὲ πάλιν τὴν πρὸς τὸ κρεῖττον ἐνθυμηθῶμεν εὐκταίαν μεταβολήν, τὴν ἀποστολικὴν ἐκείνην
. προαγόμεθα λέγειν φωνὴν χάρις τῶι θεῶι ἐπὶ τῆι ἀνεκδιηγήτωι αὐτοῦ δωρεᾶι:"
οὐ γὰρ περιεῖδεν εἰς τέλος ἡμᾶς, ἀλλ᾽ ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτοῦ. ἵνα τοίνυν καὶ τοῖς λίαν ἀπίστοις τῆς ἀληθείας ἐπίγνωσις γένηται καὶ διὰ τῶν πραγμάτων φανῶσιν ὡς ἀληθῶς ἀψευδεῖς αἱ τοῦ κυρίου φωναὶ καὶ πρὸς ταῖς ἄλλαις
конец 90 стр