ΠΡΑΞΙΣ ΕΝΑΤῊΗ (ΤΟΜΟΥ ΤΡΙΤΟΥ)
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ
αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφον πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ ὀγδόῃ τοῦ Μαρτίου μηνός ἰνδικτιῶνος ἐνάτης.
Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου
ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς
αὐτοῦ θεοσόφον γαλήνης παρόντων καὶ ἀκροωμένων
Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων
Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίον καὶ ὑποστρατήγου Θράκης
Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδου
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου
Ἰωάννον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίον καὶ κοιαίστωρος
Πολνεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Θωμᾶ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Παύλον τοῦ ἐνδοξοτάτον ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν
Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρου καὶ [εωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ
Ππωωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου ταύτης Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ
[Γεωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νον ἐπισκόπου πόλεως Ῥηγίον, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ
Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιετιι-σκόπου Ῥαβέννης Θεοδώρου
Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου
Θεοδώρου ἐπισκόπου ᾿Εφέσον
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
Πεωργίου ἐπισκόπου Κυζίκου
Μαρίνου ἐπισκόπου Σάρδεων
Φωτίου ἐπισκόπου Νικαίας
Ἰωάννου ἐπισκόπου Χαλκηδόνος
Ἰωάννου ἐπισκόπου Σίδης
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας
Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας
[εωργίου ἐπισκόπου Βυζίης Θράκης
Γρηγορίου ἐπισκόπου Μιτυλήνης
Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέου ἐπισκόπου Μεθύμνης
Θεογνίου ἐπισκόπου Κίου
[εωργίον ἐπισκόπου Καμουλιανῶν
[ενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως
Πλάτωνος ἐπισκόπου Κίννης
Ἰωάννου ἐπισκόπου Δασκυλίου
Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου
Θεοδώρου ἐπισκόπου Βερίσσης
Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου
Λογγίνου ἐπισκόπου Τίου
Δομετίου ἐπισκόπου Πλουσίαδος
[εωργίου ἐπισκόπου Κώου
Ἰωάννου ἐπισκόπου Μύνδου
Ἰωάννου ἐπισκόπου Ἐρίζων
[ρηγορίον ἐπισκόπον Καντάνου
Ἰωάννου ἐπισκόπου Λάπτης
Εὐλαλίου ἐπισκόπου Ζηνωνοπόλεως
Κωνσταντίνου ἐπισκόπου Δαλισάνδου
Θεοδώρου ἐπισκόπου Ὄλβης
Θεοφάνους τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μονα-στηρίου ἐπιλεγομένου Βαίων
[εωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην.
Καὶ καθεσθέντων τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων {ἐν μέσῳν τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων, Κωνσταντῖνος ὁ θεοσεβέστατος ἀρχιδιάκονος τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς μεγάλης ἐκκλησίας καὶ πριμμικήριος τῶν θεοσεβεστάτων νοταρίων [Γεωργίου τοῦ ἁγιω-τάτον ἀρχιεπισκόπου Κωνσταντινουτπτόλεως εἶἴπτε'
Μέμνηται ἡ θεόσοφος ὑμῶν βασιλεία καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὡς κατὰ τὴν χθὲς ἡμέραν ἀντεβλήθησαν πρὸς τὰ βιβλία τοῦ εὐαγοῦς πατριαρχείου διάφοροι χρήσεις ἐκ τοῦ ἐπιδοθέντος κωδικίου παρὰ Μακαρίου καὶ Στεφάνου καὶ διελαλήθη εἰς ἑτέραν τὰ
ὑπόλοιπα τοῦ αὐτοῦ κωδικίου ἀναγνωσθῆναι. εἱστήκεισαν δὲ πρὸ βήλου Πέτρος ἐπίσκοπος Νικομηδείας, Σολομῶν ἐπίσκοπος Κλανέου, ᾿Αντώνιος ἐπίσκοπος Ὑπαίπων, Θεόδωρος ἐπίσκοπος Μελιτήνης, [εώργιος διάκονος καὶ χαρτοφύλαξ, ᾿Αναστάσιος διάκονος καὶ νοτάριος ὁ πλοϊέκδικος, Στέφανος διάκονος καὶ καγκελλάριος, Διονύσιος διάκονος καὶ καγκελλάριος, [ἐώργιος μοναχὸς ὁ κατὰ Μάκαριν, ᾿Αναστάσιος πρεσβύτερος καὶ μοναχὸς καὶ Στέφανος μοναχὸς ὁ μαϑητὴς Μακαρίον᾽ καὶ εἰ παρίσταται τῷ ϑεοσόφῳ ὑμῶν κράτει καὶ τῇ ἁγίᾳ συνόδῳ τούτους εἰσελθεῖν, ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον'
ΟἹ μνημονευθέντες ἄνδρες εἰσίτωσαν. Καὶ εἰσῆλθον. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον"
᾿Αναγινωσκέσθω τὰ ἤδη πραχθέντα. Καὶ ἀνεγνώσθησαν. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴττε"
Προκομιζέσθω τὸ ἐπιδοθὲν κωδίκιον τῶν χρήσεων παρὰ Μακαρίου καὶ Στεφάνου πρὸς τὸ τὰ ἐπίλοιπα ἀναγνωσθῆναι καὶ ἀντιβληθῆναι πρὸς τὰ βιβλία τοῦ εὐαγοῦς πατριαρ-χείου.
Καὶ προεκομίσθη.
Ὅπερ λαβὼν Διογένης ὁ μεγαλοπρεπέστατος ἀσεκρέτης καὶ βασιλικὸς σεκρετάριος ἀνέγνω ἔχον οὕτωτ᾽
Τοῦ ἁγίου ᾿Αθανασίου ἐκ τοῦ περὶ τριάδος καὶ σαρκώσεως λόγου"
Καὶ ὅταν λέγῃ θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες, ἐκ προσώπου ἡμετέρον λέγει. Καὶ μετ' ὀλίγα'
Καὶ ὅταν λέγῃ" πάτερ, εἰ δυνατόν, τὸ ποτήριον τοῦτο παρελθέτω, πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν᾽ τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός, τὸ δὲ θεῖκόν. τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος, τὸ δὲ θεϊκὸν αὐτοῦ
πρόθυμον. ὥσπερ καὶ ὁ Πέτρος ἀκούσας περὶ τοῦ πάϑους ἐδειλίασε καὶ εἴπεν" ἵλεώς σοι, κύριε, ἐπιτιμῶν δὲ αὐτῷ ὁ κύριος λέγει' ἄπελθε ὀπίσω μου, σατανᾶ, σκάνδαλόν μου εἴ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων, οὕτως καὶ ἐνταῦθα νοεῖται.
Εἰσὶ δὲ καὶ τὰ ἀποκοπέντα ἐκ τῆς αὐτῆς χρήσεως παρὰ τῶν αὐτῶν Μακαρίον καὶ Στεφάνου οὕτως:
[ενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων παραιτεῖται τὸ πάθος ὡς ἄνθρωπος, θεὸς δὲ ὧν καὶ κατὰ τὴν οὐσίαν τὴν θεϊκὴν ἀπαθὴς ὑπάρχων προθύμως ἀνεδέξατο τὸ πάθος καὶ τὸν θάνατον.
Βασίλειος ὁ θεοφιλὴς ἐπίσκοπος Γορτύνης εἴπεν᾽
Ἰδού, εὐσεβέστατε δέσποτα, πρὸς οἷς τὸ ἕν θέλημα τὸ ὑποσχεθὲν παρ᾽ αὐτῶν οὐκ ἀπέδειξαν, ἀλλὰ καὶ δύο θελήματα ἐκ τῆς παρούσης καὶ ἀναγνωσθείσης τοῦ ἁγίου ᾿Αθανασίου χρήσεως τηλαυγῶς παρέστησαν.
Στέφανος μοναχὸς ὁ μαθητὴς Μακαρίου εἴπεν"
Ὁ ἅγιος Γρηγόριος ὁ Θεολόγος ἐν τῷ περὶ υἱοῦ δευτέρῳ λόγῳ φανερῶς παριστᾷ ἕν θέλημα ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φάσκων. ,τὸ γὰρ ἐκείνον θέλειν οὐδὲ ὑπεναν-τίον θεῷ, θεωθὲν ὅλον".
Βασίλειος (ὁ θεοφιλὴς) ἐπίσκοπος Γορτύνης εἴπτε᾽
Ποῖον θέλημα λέγεις τὸ ,ϑϑεωθέν", θεῖον ἢ ἀνθρώπινον; εἰ γὰρ τὸ θεῖον εἴττῃς, τὸ θεῖον θεώσεως οὐ δεῖται, εἰ δὲ τὸ ἀνθρώπινον, δηλονότι δύο θελήματα καὶ διὰ τῆς παρούσης ἄκων σημαίνεις χρήσεως.
Δομέτιος ὁ θεοφιλὴς ἐπίσκοπος Πλουσιάδος εἶπεν"
Αἰτῶ τὸ θεόστεπτον τοῦ δεσπότου κράτος καὶ τὴν ἁγίαν σύνοδον ἐλθεῖν εἰς μέσον [Γεώργιον τὸν εὐλαβέστατον μοναχὸν τὸν συμμαθητὴν τοῦ Στεφάνου καὶ ἐρωτηθῆναι, εἰ καλῶς δογματίζει Στέφανος.
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον᾽
Λεγέτω [εώργιος ὁ εὐλαβέστατος, εἰ ὀρθῶς δογματίζει Στέφανος ὁ μοναχὸς ὁ συμ-
μαθητὴς αὐτοῦ.
[Γεώργιος ὁ εὐλαβέστατος μοναχὸς εἴπτε"
Πάντῃ, δέσποτα, παρὰ τὸν σκοπὸν τῶν ἁγίων πατέρων διαλέγεται, πατρομάχος ἐστίν. Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις ἑτέρα τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ματθαῖον εὐαγγελίου λόγου δωδεκάτου καὶ ἀντεβλήθη {ὁμοίως πρὸς βιβλίον χαρτῷον τῆς βιβλιοθήκης τυγχάνον τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου, τὸ κείμενον τῆς χρήσεως ἔχον οὕτως"
Οὐκοῦν τό" οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σὺ μεταμόρφωσιν καὶ μεταπλασμὸν τῆς ἀνθρω-πίνης φύσεως ἐκ τῆς ἀνάνδρου δειλίας εἰς εὐτολμίαν πνευματικὴν εὖ μάλα παραδηλοῖ. Εἰσὶ δὲ καὶ τὰ πρὸ τῆς χρήσεως, ἄτινα κακούργως οἱ αὐτοὶ Μακάριός τε καὶ Στέφανος οὐ παρεξέβαλον, οὕτως"
Παραιτεῖται τοιγαροῦν τὸ ποτήριον τῆς τῶν σταυρωσάντων αὐτὸν ἀφιλοθεῖας οἱονεί πῶς ἤδη διὰ τούτου κατηγορῶν καὶ ὑπόκειται μὲν τὸ δεῖμα τοῦ παθεῖν ἐν αὐτῷ διὰ τὸ ἀνθρώπινον, κατευνάζεται δὲ παραχρῆμα τῇ τοῦ ἐνοικοῦντος λόγου ῥώμῃ τε καὶ εὐσθενείᾳ. θέα γάρ, ὅπως παραδεικνύει μὲν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἡ παραίτησις, τὸ δὲ τῆς θεότητος ἀκαμπὲς ἐξέλαμψεν εὐθύς. ἔφη γὰρ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. ἀνθρωποπρεττῶς δὲ καὶ τοῦτό φησιν, ἐπεὶ κατά γε τὸ εἶναι θεὸς οὐκ ἔξω τῶν τοῦ πατρὸς θελημάτων ἐστί, μᾶλλον δὲ αὐτός ἐστιν ἡ βούλησις τοῦ θεοῦ καὶ πατρός, εἴπερ ἐν σοφίᾳ καὶ τὸ θέλειν ἐστὶ τοῦ πατρός, σοφία δὲ ὁ υἱός, ὅτι δὲ καὶ θέλησις ὀνομάζεται τοῦ πατρὸς ὁ μονογενὴς σαφηνιεῖ λέγων ὁ θεσπέσιος μελῳδός" κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν" ἐν Χριστῷ γὰρ ἡ πᾶσα δόσις τῶν οὐρανίων ἀγαθῶν παρὰ τοῦ θεοῦ καὶ πατρός. ἄλλ᾽ ὥς τε μιᾶς τε καὶ ὁμοουσίον τῆς ἁγίας οὔσης τριάδος καὶ μιᾶς θεότητος ἐν αὐτῇ νοουμένης, πῶς οὐκ ἂν εἴη θέλημα ταυτὸν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος; πρεπωδέστατα τοίνυν τῷ τῆς ταπεινώσεως σχήματι καὶ ὡς ἄνθρωπος
ὑποδειλιῶν ἠρέμα τὸν παρὰ φύσιν τε καὶ ἐξ ἀρᾶς εἰσβεβηκότα θάνατον, διατττύων δὲ πάλιν ὡς θεὸς τό' οὐχ ὡς ἐγὼ θέλω, φησίν, ἀλλ᾽ ὡς σύ. ϑέα δέ, ὅπως ἐν Χριστῷ πρὸς τὴν ἀνωτάτω λοιπὸν εὐτολμίαν ἡ τοῦ ἀνθρώπου μετεπιλάττετο φύσις, ἐδιδάσκετο γὰρ ἤδη πῶς μηδὲ αὐτὸν τὸν ἀμειδῇ καταπτοεῖσθαι θάνατον, εἰ προσίοι μάλιστα χρησίμως διὰ θεόν" ἐν γὰρ δή τοι τούτῳ πολὺς ὁ μισθός, ὅτι τὸ οὕτως ἀπηχθημένον καὶ τῇ φύσει πολεμιώτατον προσιέμεθα διὰ θεὸν μανθανούσης {καὶ ἀρχούσης») τῆς ἡμετέρας φύσεως ἐν πρώτῳ Χριστῷ κατανδρίζεσθαι καὶ κρατεῖν κατὰ τῶν οὕτω δεινῶν καὶ δυσαντήτων εἰς ἔφοδον.
Ἡ ἁγία σύνοδος εἶπε'
Πρὸς οἷς τὸ ἕν θέλημα, ὅπερ διεβεβαιοῦσθε σύ τε Στέφανος καὶ ὁ σὸς διδάσκαλος Μακάριος, οὐ παρεστήσατε ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν διὰ τοῦ παρ᾽ ὑμῶν ἐπιδοθέντος κωδικίου, ἀλλὰ καὶ δύο θελήματα ἐν ταῖς ἐγκειμέναις ἐν τῷ αὐτῷ κωδικίῳ χρήσεσι εὕρομεν τρανῶς βοῶντα ᾿Αθανάσιον τὸν ἀοίδιμον, εἰ καὶ τὰ μάλιστα κατὰ ἀποκοπὴν καὶ συσκιασμὸν τὸν εἰθισμένον ὑμῖν τὰς τοιαύτας χρήσεις παρερμηνεύσαντες προηγάγετε. ὁρίζομεν τοίνυν, ἡνίκα σαφῶς ἀπεδείχθητε ἐπ' ἀνατροττῇ τῶν θείων διδαγμάτων σπουδάσαντες καὶ τὰς τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων διδασκαλίας παραφθείραντες, τῶν αἱρετικῶν δὲ μᾶλλον τὴν γνώμην ἀναδεξάμενοι καὶ τοῖς παρ' αὐτῶν δογματισθεῖσι κατακολουθήσαντες ἐπὶ λύμῃ τοῦ ὀρθο-δόξου λαοῦ πάσης ὑμᾶς ἱερατικῆς ἀξίας καὶ λειτουργίας ἀλλοτρίους ὑπάρχειν, τοὺς δὲ ἤδη μεταμεληθέντας καὶ προανηνεγμένους ἐπισκόπους τε καὶ κληρικούς, τοὺς καὶ ἐπὶ τοῦ παρόντος ἐν μέσῳ ἑστῶτας καὶ ὀρθοδόξως σὺν ἡμῖν ὁμολογοῦντας συνορῶμεν εἰς τοὺς ἰδίους μὲν καθεσθῆναι τόπους, τοὺς δὲ παρ᾽ αὐτῶν ὑποσχεθέντας τῆς οἰκείας αὐτῶν πίστεως ἐνωμότους λιβέλλους καθ' ἑτέραν ἡμῖν παρασχέσθαι.
Ἡ ἁγία σύνοδος ἐξεβόησε'
Πολλὰ τὰ ἔτη τοῦ βασιλέως ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη τὸν αἱρε-τικὸν ἔξω βάλλε τοῦ νέου Εὐτυχοῦς κακὰ τὰ ἔτη τοῦ νέου ᾿Απολιναρίου κακὰ τὰ ἔτη τὸν αἱρετικὸν ἔξω βάλλε.
Καὶ ὠθούμενος Στέφανος ὁ μαθητὴς Μακαρίου ἐξεβλήθη.
Πέτρος ὁ θεοφιλέστατος ἐπίσκοπος Νικομηδείας, Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτήνης, Σολομὼν {ὁ θεοφιλέστατος» ἐπίσκοπος Κλανέου, ᾿Αντώνιος (ὁ θεοφιλέστατος) ἐπίσκοπος Ὑπαίπων, [Γεώργιος ὁ θεοφιλέστατος διάκονος καὶ χαρτοφύλαξ, ᾿Αναστάσιος διάκονος καὶ νοτάριος {ὁ πλοϊέκδικος), Στέφανος διάκονος καὶ καγκελλάριος, Διονύσιος διάκονος καὶ καγκελλάριος, ᾿Αναστάσιος πρεσβύτερος καὶ μοναχὸς καὶ Γεώργιος μοναχὸς ὁ κατὰ Μάκαριν εἴπον"
Ἑτοίμως ἔχομεν καθ᾽ ἑτέραν τοὺς τῆς ὀρθοδόξου ἡμῶν πίστεως ἐνωμότως ἐπιδοῦναι λιβέλλους.
Ἡ ἁγία σύνοδος εἴπε'
Τὸ παρ᾽ αὐτῶν αἰτηθὲν γινέσθω" καὶ ἐπεὶ ἱκανῶς ἔχει τὰ κατὰ τὴν σήμερον ἡμέραν κεκινημένα καθ' ἑτέραν τὸ ἤδη ἐπιδοθὲν κωδίκιον ἐκ τῶν τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης εἰς ἀνάγνωσιν καὶ ἀντιβολὴν πρὸς τὰ βιβλία τοῦ εὐαγοῦς τῶν ἐνταῦθα πατριαρχείου προκομιζέσθω. τὰ γὰρ ἕτερα δύο κωδίκια, τὰ τηνικαῦτα ὑπὸ Μακαρίου καὶ Στεφάνου προσδοθέντα καὶ ἀναγνωσθέντα εἰς ἀντιβολὴν ἐλθεῖν οὐ βουλόμεθα διὰ τὸ τὰς ἐν αὐτοῖς ἐμφερομένας χρήσεις, μηδαμῶς εἰς τὴν παροῦσαν δογματικὴν συντείνειν ὑπόθεσιν.