VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 8

ΠΡΑΞΙΣ ΟΓΔΟΗ (ΤΟΜΟΥ ΤΡΙΤΟΥ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστον μεγάλον βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ ἑβδόμῃ τοῦ Μαρτίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.

Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου

ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς

αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων

Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων

Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγον Θράκης

Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ οἴκου τῶν Ὁρμίσδου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων παγτρικίου καὶ κοιαίστωρος

Πολνεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Θωμᾷ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρου καὶ [εωργίον τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτονυ καὶ ἁγιωτάτον πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ

[εωργίου τοῦ ὁσιωτάτον καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ρώμης καὶ

Πέτρον τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ

[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπον πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομέντ) πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτον ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Γεωργίου ἐπισκόπου Κυζίκου

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Μακροβίου ἐπισκόπου Σελευκείας ᾿Ισαυρίας

Γεωργίου ἐπισκόπου Βυζίης Θράκης

Γ[ρηγορίου ἐπισκόπου Μιτυλήνης

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης Θεογνίου ἐπισκόπου Κίου

[εωργίον ἐπισκόπου Καμουλιανῶν ᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων [ἐνεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως Πλάτωνος ἐπισκόπου Κίννης

Ἰωάννου ἐπισκόπου Δασκυλίου Θεοδώρον ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου Θεοδώρου ἐπισκόπου Βερίσσης Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου Λογγίνον ἐπισκόπον Τίον

Δομετίου ἐπισκόπου Πλουσιάδος Σολομῶνος ἐπισκόπου Κλανέου Ἰωάννου ἐπισκόπου Μύνδου

[εωργίον ἐπισκόπου Κώου

Γρηγορίου ἐπισκόπου Καντάνου Ἰωάννου ἐπισκόπου Λάππης

Εὐλαλίου ἐπισκόπου Ζηνωνουπόλεως Κωνσταντίνου ἐπισκόπου Δαλισάνδου Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίς: εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου

Βαίων

Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης κατὰ τὴν πρεσβυτέραν

Ῥώμην

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην ᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐν Κωνσταντινουπόλει εὐαγοῦς

πατριαρχείου καὶ

Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπι-

σκόπου Θεουπόλεως ᾿Αντιοχείας.

Καὶ καθεσθέντων τῶν ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων εὐαγγελίων, Παῦλος ὁ μεγαλοπρεπέστατος ἀσηκρῆ-τις καὶ βασιλικὸς σεκρετάριος εἶπτεν᾽

Ἐπὶ μνήμης φέρει τὸ θεόστεττον ὑμῶν κράτος, ὡς κατ᾽ οἰκείαν αἴτησιν τῇ προλαβούσῃ συνελεύσει τὰ ἴσα κομισάμενοι τῶν σταλεισῶν δύο ἀναφορῶν πρὸς τὴν θεοστήρικτον ὑμῶν γαλήνην παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς κατ᾽ αὐτὸν συνόδου, Γεώργιός τε ὁ ἁγιώτατος ἀρχιεπίσκοπος τῆς θεοφυ-λάκτου ταύτης καὶ βασιλίδος πόλεως καὶ Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ οἱ σὺν αὐτοῖς θεοφιλεῖς ἐπίσκοττοι ὑπέσχοντο τούτοις ἐντυγχάνοντες καθ᾽ ἑτέραν τὴν δέουσαν παρέχειν ἀνταπόκρισιν" καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.

Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε'

Λεγέτω [εώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος τῆς θεοφυλάκτου ἡμῶν ταύτης καὶ βασιλίδος πόλεως καὶ Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ ἡ ὑπ᾽ αὐτοὺς σύνοδος, εἰ στοιχοῦσι τῇ δυνάμει τῶν σταλεισῶν ἀναφορῶν παρὰ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ τῆς ὑπ᾽ αὐτὸν συνόδου.

[εώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἴπεν"

Ἐντετυχηκώς, δέσποτα ἀγαθέ, πάσῃ τῇ δυνάμει τῶν σταλεισῶν ἀναφορῶν πρὸς τὸ ὑμέτερον εὐσεβὲς κράτος παρά τε ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς κατ᾽ αὐτὸν συνόδου καὶ ἐρευνήσας τὰς βίβλους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων τὰς ἀποκειμένας ἐν τῷ κατ᾽ ἐμὲ εὐαγεῖ πατριαρχείῳ, εὗρον πάσας τὰς ἐν ταῖς τοιαύταις ἀναφοραῖς ἐγκειμένας τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων χρήσεις συναδούσας καὶ εἰς μηδὲν ἀλληγορούσας τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσι᾽ καὶ στοιχῶ αὐταῖς καὶ οὕτως ὁμολογῶ καὶ οὕτως πιστεύω.

Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν"

Οὕτως, δέσποτα, ὁμολογῶ καὶ οὕτως πιστεύω, ὡς ἔχουσιν αἱ ἀναφοραὶ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος, τουτέστι δύο φύσεις καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας φυσικὰς ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Σισίνιος ὁ θεοφιλέστατος ἐπίσκοτος Ἡρακλείας Θράκης εἴπτεν᾽

᾿Ακροασάμενος τῶν ἀναφορῶν τοῦ ἁγιωτάτου πᾶπα Ῥώμης ᾿Αγάθωνος τῶν σταλεισῶν πρὸς τὸν δεσπότην ἡμῶν τὸν ἀγαθόν, εὗρον μηδὲν αὐτὰς ἀντιπίπτειν τοῖς ἁγίοις πατράσι" καὶ ὁμολογῶ δύο θελήματα καὶ δύο ἐνεργείας ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ϑεοῦ ἡμῶν.

[Γεώργιος ὁ θεοφιλέστατος ἐπίσκοπος Κυζίκου εἴττεν"

Ἐντυχὼν ταῖς ἀναφοραῖς τοῦ ἁγιωτάτου πάπα Ρώμης ᾿Αγάϑωνος καὶ τῶν ἐγκειμένων ἐν αὐταῖς χρήσεων τὴν εἴδησιν λαβὼν περὶ τῶν δύο θελημάτων καὶ ἐνεργειῶν καὶ στοιχῶν πᾶσι τοῖς ἐμφερομένοις ἐν αὐταῖς οὕτως δοξάζω καὶ οὕτως πιστεύω ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν’ ἐγὼ γὰρ καὶ ἐνταῦθα ἀναγνωσθεισῶν τῶν ἀναφορῶν οὕτως ἐπίστευσα καὶ πιστεύω.

Ἰωάννης ὁ θεοφιλέστατος ἐπίσκοπος Χαλκηδόνος εἴπτεν"

Οὕτως πιστεύω καὶ οὕτως ὁμολογῶ κατὰ τὴν δύναμιν τῶν σταλεισῶν ἀναφορῶν παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης πρὸς τὸν εὐσεβέστατον καὶ θεοστήρικτον ἡμῶν δεσπότην καὶ μέγαν νικητὴν βασιλέα περιεχουσῶν δύο φύσεις καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ὁμοίως φυσικὰς ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀσυγχύτως ἀτρέπτως, καὶ ἀναθεματίζω τοὺς λέγοντας ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς οἰκονομίας τοῦ (αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Σισίνιος (ὁ θεοφιλέστατος» ἐπίσκοπος Ἱεραπτόλεως Φρυγίας εἴπτε᾽

Δέχομαι τὰ ἀνενεχθέντα τῷ δεσπότῃ ἡμῶν τῷ ἀγαθῷ καὶ μεγάλῳ νικητῇ βασιλεῖ παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης, καὶ ὁμολογῶ δύο φύσεις ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας φυσικὰς ἀδιαιρέτως ἀτρέπτως ἀσυγχύτως, καὶ ἀναθεματίζω τοὺς λέγοντας ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

[εώργιος ὁ θεοφιλέστατος ἐπίσκοπος Βυζίης Θράκης εἶπεν"

Ὁμολογῶ δύο φυσικὰ θελήματα καὶ δύο ἐνεργείας ἐπὶ {τῆς οἰκονομίας) τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν' δέχομαι δὲ καὶ τὰς ἀναφορὰς τὰς σταλείσας παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης πρὸς τὸν εὐσε-βέστατον καὶ θεοστήρικτον ἡμῶν δεσπότην καὶ μέγαν βασιλέα τὰς τοῦτο αὐτὸ διαγορευ-οὖσας, καὶ ἐν πᾶσιν ἀκολουθῶ αὐτοῖς.

[Γρηγόριος ὁ θεοφιλέστατος ἐπίσκοπος Μιτυλήνης εἴπεν᾽

Ὁμολογῶ καὶ οὕτως πιστεύω δύο φύσεις καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ὁμοίως φυσικὰς εἰς τὸν ἕνα τῆς ἁγίας τριάδος κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν’ προσεπιτούτοις δὲ κατακολουθῶ καὶ ταῖς ἀναφοραῖς ταῖς σταλείσαις παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης πρὸς τὸν εὐσεβέστατον ἡμῶν δεσπότην καὶ μέγαν βασιλέα καὶ πάσῃ τῇ ἐν αὐταῖς ἐγκειμέντῃ δυνάμει. ᾿Ανδρέας {ὁ θεοφιλέστατος» ἐπίσκοπος Μεθύμνης εἶπεν"

Ἕπομαι ταῖς ἀναφοραῖς τοῦ ἁγιωτάτου πάπα Ῥώμης ᾿Αγάϑωνος καὶ ταῖς χρήσεσι ταῖς ἐν αὐταῖς ἐγκειμέναις τῶν ἁγίων πατέρων, καὶ οὕτως πιστεύω καὶ οὕτως ὁμολογῶ δύο φύσεις, δύο θελήματα καὶ δύο ἐνεργείας ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Σέργιος (ὁ θεοφιλέστατος) ἐπίσκοπος Σηλυβρίας εἴπεν"

Ἕπομαι ταῖς ἀναφοραῖς τοῦ πατρὸς ἡμῶν ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης, καὶ οὕτως δέχομαι καὶ κατασπάζομαι αὐτὰς ὡς τὴν ἐπιστολὴν τοῦ ἐν ἁγίοις Λέοντος τοῦ προηγησαμένου τὴν αὐτοῦ μακαριότητα, καὶ ὁμολογῶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν δύο θελήματα φυσικά, ὁμοίως καὶ τὰς δύο αὐτῶν ἐνεργείας.

Δομέτιος {ὁ θεοφιλέστατος» ἐπίσκοπος Πλουσιάδος εἴπε᾽

Ταῖς ἀναφοραῖς ταῖς σταλείσαις παρὰ τοῦ πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου τοῦ ἀπο-στολικοῦ καὶ κορυφαίου θρόνου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθϑωνος πρὸς τὸν θεόστετττον καὶ πανήμερον ἡμῶν δεσπότην καὶ μέγαν νικητὴν βασιλέα ὡς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ὑπαγορευθείσας διὰ στόματος τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου καὶ διὰ τοῦ δακτύλου τοῦ προλεχθέντος τρισμακαρίστου πάπα ᾿Αγάθωνος γραφείσας δέχομαι καὶ περιτττύσσομαι, καὶ οὕτως πιστεύω καὶ οὕτως φρονῶ δύο φύσεις ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν καὶ δύο θελήματα φυσικὰ ὁμοίως καὶ ἐνεργείας φυσικὰς δύο ἐν ἑνὶ προσώπῳ, ἐν μιᾷ ὑποστάσει ἀχωρίστως καὶ ἀδιαιρέτως, καὶ ἀναθεματίζω τοὺς λέγοντας ἕν θέλημα ἢ μίαν ἐνέργειαν μετὰ τὴν ἐνανθρώπησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰ μήτοιγε ἐπὶ τῆς ἁγίας τριάδος καὶ μόνον.

[ενέσιος (ὁ θεοφιλέστατος» ἐπίσκοπος ᾿Αναστασιουπόλεως εἴτπτε"

Κατὰ τὴν δύναμιν τῶν ἀναγνωσθεισῶν ἀναφορῶν τοῦ ἁγιωτάτου πάπα Ῥώμης οὕτως πιστεύω καὶ ὁμολογῶ ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν δύο φύσεις καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας. Θεόδωρος ἐπίσκοπος Μελιτηνῆς εἰσελθὼν ἐν μέσῳ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου εἴπεν"

Ἐγώ, δέσποτα, ἀνθρωπός εἰμι χωρικὸς καὶ αἰτῶ τὸ χαρτίον τοῦτο ἀναγνωσθῆναι. Ὅπερ ἐπιδοθὲν ἀνεγνώσθη διὰ Ἰωάννου τοῦ μεγαλοπρετεστάτου ἀσηκρῆτις καὶ σεκρε-ταρίου βασιλικοῦ ἔχον ἐπὶ λέξεως οὕτως"

Οἱ ἅγιοι καὶ ἔκκριτοι πατέρες, ὧν τὰς χρήσεις ἑκάτερον μέρος πρὸς συνηγορίαν δῆθεν τοῦ οἰκείου δόγματος προήγαγε πρὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου, διέλαμψαν καὶ τοὺς οἰκείους δογματικοὺς λόγους συνεγράψαντο, ἐξ ὧν, ὡς εἴρηται, τὰς χρήσεις προήγαγεν ἑκάτερον μέρος. ἀλλ᾽ οὖν ὅμως οὐδεμία ἐκ τῶν τεσσάρων ἁγίων καὶ οἰκουμενικῶν συνόδων, οὔτε δὲ ἡ μετ᾽ αὐτὰς ὡσαύτως ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος παραδέδωκε τῇ ἐν ὅλῳ τῷ κόσμῳ καθολικῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ ἀριθμὸν περὶ τῶν προκειμένων ζητημάτων δογματικῶν προφέρειν ἢ παραδιδόναι ἢ κηρύσσειν ἐπὶ τῆς τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἐνανθρωπήσεως, πλὴν τῶν ἐν αὐτῷ ὑπαρχουσῶν ἀτρέπτως ἀσυγχύτως καὶ ἀδιαιρέτως δύο φύσεων ἐν μιᾷ ὑποστάσει ἤτοιγε ἑνὶ προσώπῳ" οὗτινος ἑνὸς κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τὰ θαύματα καὶ τὰ πάθη ὁμολογεῖν ἐπὶ λέξεως παραδέδωκεν ἡμῖν ἡ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος. καὶ δεόμεθα τῆς εὐσεβοῦς ὑμῶν βασιλείας τῆς ἑνώσεως τῶν ἁπανταχοῦ ἁγίων ἐκκλησιῶν τοῦ θεοῦ λόγον πλεῖστον τιθεμένης καὶ ποιουμένης, τὰ παραδοθέντα ἡμῖν ὀρθὰ καὶ ἀμώμητα δόγματα ὑπὸ τῶν εἰρημένων ἁγίων πέντε οἰκουμενικῶν συνόδων διὰ θείων ὑμῶν ἐπικυρῶσαι ἐγγράφων προσταγμάτων ἤγουν νόμων, μηδενὸς ἔχοντος ἄδειαν παρεξ-ιέναι ἢ μετατιθέναι ὅρια αἰώνια, ἃ οἱ πατέρες ἡμῶν ἐπὶ σωτηρίᾳ πάντων ἐπήξαντο, μήτε μὴν ὑπὸ τὴν οἱανοῦν μέμψιν ἢ κατηγορίαν τινὸς τῶν προκεκοιμένων -- καὶ εἴτε μίαν ἐνέργειαν καὶ ἕν θέλημα εἴτε δύο ἐνεργείας καὶ δύο θελήματα δογματισάντων -- γινομένου, εἰ μήτοιγε τῶν ἐκ τῶν εἰρημένων ἁγίων πέντε οἰκουμενικῶν καὶ λοιπτῶν ὀρθοδόξων ἐκκρίτων συνόδων ἐκβληθέντων αἱρετικῶν εἶεν μετὰ τῶν ἀσεβῶν αὐτῶν δογμάτων τε καὶ συγγραμμάτων καί, τῶν καθόλου φάναι, τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ἀπροσδέκτων καὶ ἀποβλήτων, ὁμολογοῦντες τὸν αὐτὸν ἕνα τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ τριάδος, τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, ἐκ δύο φύσεων, θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι καὶ μετὰ τὴν ἄφραστον καὶ ἀδιάλυτον ἕνωσιν κα-ταλλήλως καὶ προσφυῶς ταῖς φύσεσι τὸν αὐτὸν ἕνα Χριστὸν ἐν μιᾷ ὑποστάσει ἤγουν ἑνὶ προσώπῳ ὑπάρχοντα ἀδιαιρέτως καὶ ἀχωρίστως, ἐνεργοῦντα τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, μηδενὸς κατὰ τὸν προδηλούμενον τρόπον τὸν ἐκ τῶν ὁποτέρων μερῶν κελεύσει τῆς ὑμῶν εὐσεβείας ὑπὸ κατηγορίαν ἢ μέμψιν τούτου χάριν γινομένου. Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε᾽

Λεγέτω Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτηνῆς, τίνες εἰσὶν οἱ ἅμα αὐτῷ πεποιηκότες τὸν ἐπιδοθέντα ἡμῖν παρ᾽ αὐτοῦ καὶ νῦν ἀναγνωσθέντα χάρτην. Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτηνῆς εἴπτε᾽

Πέτρος ἐπίσκοπος Νικομηδείας, Σολομὼν ἐπίσκοπος Κλανέου, ᾿Αντώνιος ἐπίσκοττος Ὑπαίπων καί τινες τοῦ σεκρέτου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, τουτέστι [εώργιος διάκονος καὶ χαρτοφύλαξ, ᾿Αναστάσιος διάκονος καὶ νοτάριος ζκαὶ» ὁ πλοϊέκδικος, Στέφανος διάκονος καὶ καγκελλάριος, Διονύσιος διάκονος καὶ καγκελλάριος, ᾿Αναστάσιος πρεσβύτερος καὶ μοναχὸς καὶ [Γεώργιος μοναχὸς ὁ τοῦ πατριάρχον ᾿᾽Αντιο-χείας. Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε᾽

Τίς ἐπιδέδωκέ σοι τὸν χάρτην τοῦτον, ὃν προεκόμισας; Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτηνῆς εἴπεν"

Οὗτος ὁ ἀββᾶς Στέφανος ὁ τοῦ πατριάρχου ᾿Αντιοχείας. Καὶ ὑπέδειξεν αὐτὸν ἑστῶτα ὄπισθεν τοῦ θρόνου, οὗπερ ἐκάθητο ὁ αὐτὸς ὁσιώτατος ἀρχιετίσκοπος ᾿Αντιοχείας Μακάριος.

[εῴώργιος {ὁ θεοφιλέστατος» ἐπίσκοπος Καμουλιανῶν εἶτπτε᾽

Δέχομαι καὶ ἐξακολουθῶ, δέσποτα, ταῖς σταλείσαις ἀναφοραῖς παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης, καὶ οὕτως δοξάζω καὶ οὕτως ὁμολογῶ ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν δύο φυσικὰ θελήματα καὶ δύο ἐνεργείας.

Πλάτων (ὁ θεοφιλέστατος» ἐπίσκοπος Κίννης εἴπτεν᾽

᾿Ακροασάμενος τῶν ἀναφορῶν ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης οὕτως πιστεύω καὶ τῇ τούτων δυνάμει ἐξακολουθῶ καὶ πιστεύω" καὶ οὕτως ὁμολογῶ δύο φύσεις ζ(καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ὡσαύτως φυσικὰς ἀσυγχύτως ἀτρέτττως» ἀδιαιρέτως ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν. Θεόδωρος {ὁ θεοφιλέστατος» ἐπίσκοπος Βερίσσης ᾿Αρμενίας εἴπεν"

᾿Ακροασάμενος τῶν ἀναφορῶν τῶν σταλεισῶν πρὸς τὸν δεσπότην ἡμῶν τὸν ἀγαθὸν ἐκ τοῦ πατρὸς ἡμῶν πάπα Ῥώμης ᾿Αγάθωνος καὶ τῶν χρήσεων τῶν ἐν αὐταῖς ἐμφερομένων τὴν εἴδησιν λαβὼν πιστεύω ὡς πιστεύει ὁ αὐτὸς πατὴρ ἡμῶν (᾿Αγάθων) ὁ τῆς πρεσβυτέ-ρας Ῥώμης πάπας ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τοῦ ἑνὸς τῆς ἁγίας τριάδος δύο φύσεις ἐν ἑνὶ προσώπῳ καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ὁμοίως φυσικάς.

Καὶ ἀναστάντες οἱ λοιποὶ πάντες θεοφιλεῖς ἐπίσκοποι οἱ ὑπὸ τὸν θρόνον τυγχάνοντες Κωνσταντινουπόλεως ἐβόησαν λέγοντες"

Καὶ ἡμεῖς, εὐσεβέστατε δέσποτα, τὴν εἴδησιν λαβόντες τῆς πρὸς τὸ πανήμερον ὑμῶν κράτος σταλείσης ἀναφορᾶς παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου καὶ τρισμακαρίστου τῆς πρεσβυτέρας Ρώμης πάπα καὶ τῆς ἑτέρας ἀναφορᾶς τῆς γενομένης παρὰ τῆς ὑπ᾽ αὐτὸν ὁσίας συνόδου καὶ τῇ ἐν αὐταῖς ἐμφερομένῃ δυνάμει ἑπόμενοι οὕτως καὶ φρονοῦμεν καὶ ὁμολογοῦμεν, καὶ πιστεύομεν ἐπὶ τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν δύο φύσεις ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ὁμοίως φυσικάς, καὶ πάντας τοὺς διδάξαντας καὶ λέγοντας ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῶν δύο φύσεων τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀναϑθεματίζομεν.

Ἡ ἁγία σύνοδος εἶπεν"

Εἰ παρίσταται τῇ εὐσεβείᾳ ὑμῶν, Θεόδωρος ὁ θεοφιλέστατος ἐπίσκοπος Μελιτηνῆς ἅμα τοῖς ἐπιμνησθεῖσιν αὐτῷ προσώποις, τουτέστι Πέτρῳ τῷ θεοφιλεστάτῳ μητροπολίτῃ Νικομηδείας, Σολομῶνι ἐπισκόπῳ Κλανέου καὶ ᾿Αντωνίῳ ἐπισκόπῳ Ὑπαίπων, [εωργίῳ διακόνῳ καὶ χαρτοφύλακι τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας, ᾿Αναστασίῳ διακόνῳ καὶ νοταρίῳ τῷ πλοϊεκδίκῳ, Στεφάνῳ διακόνῳ καὶ καγκελλαρίῳ, Διονυσίῳ διακόνῳ καὶ καγκελλαρίῳ, ᾿Αναστασίῳ πρεσβυτέρῳ καὶ μοναχῷ, [εωργίῳ μοναχῷ τῷ μετὰ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας καὶ Στεφάνῳ πρεσβυτέρῳ καὶ μοναχῷ τῷ αὐτοῦ Μακαρίου μαϑητῇ, ἀναστὰς εἰς μέσον στηκέτω καὶ ἀνενδοιάστως τὸ δοκοῦν αὐτῷ σὺν αὐτοῖς ἀποκρινέσθω.

Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴττε"

Τὸ συνεωραθὲν παρὰ τῆς ἁγίας συνόδου γινέσθω.

Καὶ ἀναστάντες οἱ προειρημένοι ἐπίσκοποί τε καὶ κληρικοὶ καὶ ἐν τῷ μέσῳ ἑστηκότες ἄνευ Στεφάνου μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ὁσιωτάτον ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας εἴπτον᾽

᾿Ἐψεύσατο καθ᾽ ἡμῶν οὗτος Θεόδωρος ὁ ἐπίσκοπος Μελιτηνῆς" οὔτε γὰρ εἰδήσει ἡμῶν ὁ ἐπιδοθεὶς τῷ δεσπότῃ ἡμῶν τῷ ἀγαθῷ παρ᾽ αὐτοῦ χάρτης ἐγένετο, ἀλλὰ καὶ ἕτοιμοι ἐσμὲν τὴν ἡμετέραν ὀρθόδοξον ὁμολογῆσαι πίστιν.

Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος καὶ ἡ ἁγία σύνοδος εἴπτον'

Ἐπείπερ ὑπόνοια ἡμῖν δέδοται πρὸς ὑμᾶς προφάσει τοῦ ἐπιδοθέντος χάρτου παρὰ Θεοδώρου τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελιτηνῆς, οὐκ ἄλλως ἡμᾶς πληροφορεῖτε, εἰ μήπω ἐγγράφους λιβέλλους τῆς πίστεως ὑμῶν καθ᾽ ἑτέραν ἀγάγητε ὀφείλοντες ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ θεοῦ λογίων τούτους ἐπιδοῦναι.

[Γεώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως προσελθὼν τῷ εὐσεβεστάτῳ βασιλεῖ Κωνσταντίνῳ εἶπε"

Θεόστετττε δέσποτα, κέλευσον βληθῆναι ἐν τοῖς διπτύχοις τῶν ἁγίων ἐκκλησιῶν τὸ ὄνομα τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ γενομένου πάπα Ῥώμης Βιταλιανοῦ διὰ τὸ ἐκ τῆς βραδύτητος τῶν ἀποσταλέντων ἀποκρισιαρίων παρὰ τοῦ ἁγιωτάτου πάπα τῆς αὐτῆς πρεσβυτέρας Ῥώμης δεήσει τὸ τηνικαῦτα χρήσασθαι πρὸς τὸ πανήμερον ὑμῶν κράτος τό τε μέρος τῆς κατ᾽ ἐμὲ ἁγιωτάτης ἐκκλησίας καὶ Μακάριον τὸν ὁσιώτατον ἀρχιεπίσκοτπον ᾿Αντιοχείας καὶ τοὺς κατ’ ἐκεῖνο καιροῦ ἐνδημοῦντας ἐν ταύτῃ τῇ θεοφυλάκτῳ ὑμῶν πόλει θεοφιλεστά-τοὺς ἐπισκόπους ἐπὶ τῷ τὸν προλεχϑέντα ἐν ὁσίᾳ τῇ μνήμῃ Βιταλιανὸν ἐκβληθῆναι ἐκ τῶν ἁγίων διπτύχων, ἀναδοθῆναι δὲ ἡμῖν καὶ τὴν τοιαύτην δέησιν. παρευθὺ γὰρ εὑρίσκει ἡ θεόσοφος ὑμῶν γαλήνη τοὺς κοινωνοῦντας τῇ καθολικῇ ἐκκλησίᾳ ἢ καὶ ἀποσχίζοντας ἐξ αὐτῆς διὰ τὸ πρόσωπον.

Ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος εἴπτε"

Τὸ αἰτηθὲν παρὰ [Γεωργίου τοῦ ἁγιωτάτου πατριάρχου ταύτης τῆς θεοφυλάκτου ἡμῶν

καὶ βασιλίδος πόλεως γινέσθω.

Ἡ ἁγία σύνοδος ἐξεβόησε᾽

Κωνσταντίνου μεγάλον βασιλέως πολλὰ τὰ ἔτη ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη τοῦ φύλακος τῆς ὀρθοδοξίας πολλὰ τὰ ἔτη εἰρηνοποιοῦ βασιλέως πολλὰ τὰ ἔτη τοῦ νέου μεγάλου Κωνσταντίνου βασιλέως πολλὰ τὰ ἔτη νέου Θεοδοσίου βασιλέως πολλὰ τὰ ἔτη νέου Μαρκιανοῦ βασιλέως πολλὰ τὰ ἔτη νέου Ἰουστινιανοῦ βασιλέως πολλὰ τὰ ἔτη ἡμεῖς δοῦλοι τοῦ βασιλέως ᾿Αγάθωνος ὀρθοδόξου πάπα Ῥώμης πολλὰ τὰ ἔτη [Γεωργίου ὀρθοδόξου πατριάρχου πολλὰ τὰ ἔτη τῆς ἱερᾶς συγκλήτου πολλὰ τὰ ἔτη ὀρθοδόξου συγκλήτου πολλὰ τὰ ἔτη᾽ ἯἩ ἁγία σύνοδος εἴπεν'

Εἰ παρίσταται τῷ εὐσεβεστάτῳ δεσπότῃ, λεγέτω Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας, τὸ ὅπως πιστεύει ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, καὶ εἰ ὁμολογεῖ ἐν αὐτῷ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας

φυσικὰς ἀσυγχύτως καὶ ἀδιαιρέτως, καὶ εἰ ἕπεται ταῖς σταλείσαις πρὸς τὸ θεόσοφον ὑμῶν κράτος ἀναφοραῖς παρὰ τοῦ πατρὸς τῆς ὑμῶν εὐσεβείας ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ ἐξακολουθεῖ ταῖς ἐν αὐταῖς ἐμφερομέναις πατρικαῖς χρήσεσι. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπτεν᾽

᾿Ακηκοὼς Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας τῶν παρὰ τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου λεχθέντων τὸ δοκοῦν αὐτῷ ἀποκρινέσθω. Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας εἶπεν"

Οὐ λέγω δύο θελήματα ἢ δύο ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ’ ἕν θέλημα καὶ θεανδρικὴν ἐνέργειαν.

Ἡ ἁγία σύνοδος εἶπεν"

Ἡνίκα οὐ συντίθεται τῇ δυνάμει τῶν σταλεισῶν ὀρθοδόξων ἀναφορῶν παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης Μακάριος ὁ ὁσιώτατος τῶν καὶ ἐπὶ τῆς ὑμετέρας εὐσεβείας ἤδη ἀναγνωσθεισῶν, αἷς καὶ πάντες συγκαταϑέμενοι ἠσμενίσαμεν, συνείδομεν τοῦτον ἐκ τοῦ θρόνου αὐτοῦ ἐγερθῆναι ὀφείλοντα ἀποκρίνεσθαι.

Καὶ ἀνέστη.

Μακρόβιος ὁ ϑεοφιλέστατος ἐπίσκοπος Σελευκίας Ἰσαυρίας ἅμα Εὐλαλίῳ ἐπισκόπῳ Ζηνωνουπόλεως ζκαὶ» Κωνσταντίνῳ ἐπισκόπῳ Δαλισάνδου καὶ Θεοδώρῳ ἐπισκόπῳ Ὄλβης, ἀμφοτέρων τῆς συνόδου τοῦ θρόνου ᾿Αντιοχείας τυγχανόντων, εἴπεν"

Οὕτως δοξάζω καὶ οὕτως πιστεύω κατὰ τὴν δύναμιν τῶν ἀναφορῶν τῶν σταλεισῶν πρὸς τὸν δεσπότην ἡμῶν τὸν ἀγαθὸν καὶ βασιλέα παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης, καὶ ὁμολογῶ ὥσπερ δύο φύσεις οὕτως καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως ἀτρέπτως ἀσυγχύτως ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας ζἑνὸς τῆς ἁγίας τριάδος) τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Κωνσταντῖνος ἐπίσκοπος Δαλισάνδου εἶπτεν᾽

Ὁμολογῶ δύο φύσεις ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐν ἑνὶ προσώπῳ καὶ μιᾷ ὑποστάσει καὶ δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ὁμοίως φυσικάς,

Θεόδωρος ἐπίσκοπος Ὄλβης εἴπεν"

Ἕπομαι τῇ ἐν Χαλκηδόνι ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ καὶ τῷ Τόμῳ τοῦ μακαρίου πάπα Λέοντος γενομένου τῆς πρεσβυτέρας Ῥώμης, καὶ ὁμολογῶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἕνα τῆς ἁγίας τριάδος ἐν δύο φύσεσι καὶ δύο φυσικοῖς θελήμασι καὶ ἐνεργείαις ἀσυγχύτως καὶ ἀδιαιρέτως γνωριζόμενον, καὶ ἀκολουθῶ τῷ θρόνῳ Κωνσταντινουπόλεως καὶ τῷ θρόνῳ Ῥώμης καὶ ταῖς ἀναφοραῖς ταῖς πρὸς τὸν δεσπότην ἡμῶν τὸν ἀγαθὸν καὶ μέγαν βασιλέα σταλείσαις παρὰ ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα Ῥώμης.

Εὐλάλιος ἐπίσκοπος Ζηνωνουπόλεως εἶπεν"

Οὕτως πιστεύω δύο φύσεις ἀσυγχύτως καὶ ἀδιαιρέτως καὶ δύο θελήματα καὶ δύο ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπτεν"

Εἰ δοκεῖ τῇ ἁγίᾳ <ὑμῶν> συνόδῳ, τὰ ἤδη ἐπιδοθέντα τῶν χρήσεων κωδίκια παρὰ Μακαρίον τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας τὰ καὶ σφραγισθέντα παρ᾽ ὑμῶν εἰς ἀνάγνωσιν καὶ ἀντιβολὴν τῶν αὐθεντικῶν βιβλίων τῶν ἀποκειμένων ἐν τῷ εὐαγεῖ τῶν ἐνταῦθα πατριαρχείῳ, προαγέσθωσαν.

Ἡ ἁγία σύνδος εἴπε᾽

Τὸ καὶ νῦν παρὰ τῆς ὑμῶν γαληνότητος εὐσεβῶς κελευσθὲν γινέσθω.

Καὶ προσηνέχθησαν διὰ Φωτεινοῦ τοῦ μεγαλοπρεπεστάτου ἀσηκρῆτις καὶ σεκρεταρίου βασιλικοῦ κωδίκια τρία ἐσφραγισμένα, ἅτινα <…………………………………………………………………………………………> μετὰ χεῖρας λαβὼν καὶ ἐπισκ<έ>γψας ὁ αὐτὸς ὁσιώτατος Μακάριος εἴπτε᾽

Ναί, ἀληθῶς ταῦτά εἰσι καὶ ἐπιγινώσκω αὐτά.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπε'

Λεγέτω Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ Στέφανος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ μοναχὸς ὁ αὐτοῦ μαθητής, τί σωρεύοντες ἑαντοῖς τὰς τοιαύτας παρεξέβα-λον χρήσεις.

Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος εἴπτε"

Περὶ τοῦ ἑνὸς θελήματος, ὅπερ ἐστὶ τοῦ πατρὸς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπτε"

Περὶ τῆς οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγον, πῶς δοξάζετε;

Μακάριος ὁ ὁσιώτατος ἀρχιεττίσκοτος εἴπεν᾽

Ὁμολογῶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἕνα τῆς ἁγίας τριάδος εἶναι καὶ μετὰ σάρκωσιν ἐν δυσὶ τελείαις ταῖς φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐν ἑνὶ προσώπῳ καὶ ὑποστάσει μιᾷ, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἐν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης." ἐπειδὴ οὖν ἕτερον πρόσωπον καὶ μετὰ τὴν ἐνανθρώπησιν ὁ εἷς τῆς ἁγίας τριάδος οὐ προσέλαβε, διὰ τοῦτο οὔτε τι τῶν ἐκ τῆς ἁμαρτίας λέγομεν αὐτὸν προσλαβεῖν" δίχα γὰρ σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων ἐν εἰκόνι καινότητος ὁμολο-γοῦμεν τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὁ γὰρ ἕν θέλημα ἔχων πρὸς ὑποδοχὴν τῶν παθῶν τούτων ἁπάντων μίαν καὶ τὴν αὐτὴν εἶχε δύναμιν πρὸς ὑπομονὴν τούτων ἁπάντων" κατὰ τὸν ἅγιον καὶ ἔκκριτον Αὐγουστῖνον. περὶ τούτου γὰρ καὶ ὁμολογίαν πίστεως ἤδη πρότερον ἐξεθέμεθα καὶ σύμφρονές ἐσμεν τῶν τε ἁγίων πέντε συνόδων Ὁνωρίου τε τοῦ θεόφρονος, Σεργίου καὶ Παύλου καὶ Πέτρου καὶ τῶν λοιπῶν, ὧν μνήμην καὶ ἐν αἷς ἐπιδεδώκαμεν τῷ δεσπότῃ χρήσεσι πεποιήμεθα, ὁμολογοῦντες ἕν θέλημα ὑπο-στατικὸν ἐπὶ τοῦ ζέἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ θεανδρικὴν αὐτοῦ τὴν ἐνέργειαν. “οὔτε γὰρ τὰ θεῖα κατὰ θεὸν οὔτε τὰ ἀνθρώπινα κατὰ ἄνθρωπον ἀλλ᾽ ἀνδρωθέντος τοῦ θεοῦ λόγον καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν πεπολιτεῦσθαι" ὁμολογοῦμεν κατὰ τὸν ἅγιον Διονύσιον.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν"

Ἡ ἐπιμνησθεῖσα ἐπιδοθῆναι ἡμῖν παρὰ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας τῆς οἰκείας αὐτοῦ πίστεως ὁμολογία εἰς ἀνάγνωσιν προαγέσθω. Καὶ προηνέχθη διὰ Φωτεινοῦ ἀσεκρέτις σεκρεταρίου βασιλικοῦ, καὶ ἀνεγνώσθη διὰ Διο-γένους ἀσεκρέτις σεκρεταρίου βασιλικοῦ ἔχουσα ἐπὶ λέξεως οὕτωτ᾽

Εἰρήνης θεοῦ τῆς ὑπερεχούσης πάντα νοῦν τὸ κεφάλαιον ἡ εὐσέβεια, δι᾽ ἧς ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ θεῷ ζῶντι καὶ ἀληθινῷ τῇ τριάδι λατρεύοντες κρατῶμεν τῆς ὁμολογίας, εἰρήνῃ θεοῦ συνεχόμενοι. ταῦτα οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλ᾽ ἐκ θείας χάριτος, ὦ πιστότατε βασιλεῦ, διδαχθεὶς τὰ ἄλλα πάντα δεύτερα θέμενος, ὡς ἔπρεπε θείᾳ καὶ ἱερᾷ κορυφῇ, τὸν προσόντα σοι θεῖον ζῆλον παρέθηξας, καὶ τοὺς τῆς ἐκκλησίας διανιστῶν ὀφθαλμούς -- φημι τοὺς ἀρχιερεῖς -- προτρέπειζς) ἕκαστον τὸ ἐνὸν αὐτῷ φῶς τῆς ὀρθοδοξίας προβάλλεσθαι, ὡς ἂν ἐκλαμφθείη περισσοτέρως ἐκ κόσμῳ, συνετιινεύσοι δὲ καὶ θεὸς ἐπὶ τῶν χρόνων τῆς εὐσεβοῦς βασιλείας σον τὸ τοῦ χριστιανικωτάτου κηρύγματος φῶς ἀτελεύτητον, καὶ τῶν αἱρετικῶν τὰ σκιώδη σβεσθείη καινοτομήματα. ὑπείκω τοίνυν ἑτοίμως τῇ θεαρέστῳ βουλῇ ὑμῶν. τίς ἐγώ, δέσποτα θεοψήφιστε, ὁ εὐτελὴς καὶ κατερριμμένος καὶ ἀφανὴς καὶ εἰς ἔδαφος κείμενος; εἴ πω δὲ καὶ οὐκ ἄξιος τῷ φρικτῷ λειτουργεῖν καὶ παρίστασθαι βήματι, ὅμως ἀξιωθεὶς παρ᾽ ὑμῶν τὴν ὁμολογίαν ποιοῦμεν τῆς πίστεως, ἣν οἱ πατέρες ἡμῖν οἱ ἐν Νικαίᾳ καὶ ἐφεξῆς διηγόρευσαν᾽ μεθ᾽ ἧς γεννηθεὶς συνανετράφην, ταύτῃ καὶ συναπέλθοιμι.

Πιστεύω τοίνυν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργόν, καὶ εἰς ἕνα κύριον (ἡμῶν) Ἰησοῦν Χρστὸν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν ἐξ αὐτοῦ γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, τέλειον υἱὸν τελείου γεννήτορος λόγον ἐνεργῆ, σοφίαν ὑφεστῶσαν καὶ δύναμιν τῆς ὅλης κτίσεως

ποιητικήν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ δι᾽ υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις, ζωὴν τῶν ζώντων, αἰτίαν ἀθάνατον, ἁγιότητα παντὸς ἁγιασμοῦ χορηγόν, τριάδα τελείαν δόξῃ ἀϊδιότητι καὶ βασιλείᾳ καὶ γνώμῃ, μὴ μεριζομένην μήτε ἀπαλλοτριουμένην μίαν θεότητά τε καὶ κυριότητα' οὐδὲν γὰρ δοῦλον ἐν τῇ τριάδι (ἢ) ὑποβεβηκὸς καὶ ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν" οὔτε γὰρ ἐνέλειπεν υἱὸς πατρί, οὔτε υἱῷ πνεῦμα, ἀλλ᾽ ἄτρεπτος ἀεὶ καὶ ὁμοούσιος ἡ ἁγία τριὰς ὁ θεὸς ἡμῶν. θεὸν δὲ ὅταν ἐρῶ, ἑνὶ φωτὶ περιαστράπτομαι καὶ τρισί, τρισὶ μὲν κατὰ τὰς ἰδιότητας εἴτουν ὑποστάσεις καὶ πρόσωπα, ἑνὶ δὲ κατὰ τὸν τῆς οὐσίας λόγον εἴτουν θεότητος" διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν᾽ οὕτως εἴπω, καὶ διῃρημένως συν-ἀπτεται" ἕν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης ἤ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης, καὶ οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμεθα, οὔτε τὴν διαίρεσιν ἀλλο-τρίωσιν. ἀπέστω γὰρ ἡμῖν ἐξ ἴσου καὶ ἡ Σαβελλίου συναίρεσις καὶ ἡ ᾿Αρείου διαίρεσις τὰ ἐκ διαμέτρου κακὰ καὶ ὁμότιμα τὴν ἀσέβειαν. τί γὰρ δεῖ θεὸν ἢ συναλείφειν κακῶς ἢ κατατέμνειν εἰς ἀνισότητα; ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἕν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. εἷς τὰ τρία θεὸς καὶ τὰ τρία ἕν, ὥσπερ ἔφημεν. ὁμολογοῦμεν δὲ τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ δι᾽ ἡμᾶς ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν κατελθεῖν ἐκ τῶν οὐρανῶν καὶ σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἐνανθρωπῆσαι, τουτέστιν ἀληθινὴν σάρκα λαβεῖν ἐξ αὐτῆς ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ ταύτην μηδαμῶς προῦποστᾶσαν θαυμασίως ἐν ἑαυτῷ ὑποστῆσαι, καὶ ἰδίαν καθ᾽ ἕνωσιν οἰκονομικὴν ταύτην ποιήσασθαι οὐκ ἐκ σπορᾶς ἀνθρωπίνης ἢ ἐνεργείας συστᾶσαν ἀνδρός, οὔτε ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐνεργείᾳ καὶ θελήματι τῆς δυνάμεως τοῦ ὑψίστου θεοῦ. ἔφη γὰρ πρὸς τὴν πανύμνητον καὶ ἀληθῆ θεοτόκον ὁ ἄγγελος" πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σον διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. ταύτῃ τοι καὶ μόνον θεοτόκον κυρίως καὶ κατὰ ἀλήθειαν τὴν τοῦ θεοῦ λόγου παρθένον μητέρα δοξάζομεν, ἐπειδὴ τὸν προόντα θεὸν ὑπερφυῶς ἐξ αὐτῆς σαρκωθέντα γεγέννηκε, καὶ οὕτω γέγονε καθ᾽ ἡμᾶς ὁ ἐνανθρωπήσας θεὸς λόγος, οὐχ ὅπερ ἦν ἀποβεβληκώς, ἀλλ᾽ εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκός τε καὶ αἵματος, καὶ οὕτω μεμενηκὼς ζδπερ ἦν), θεὸς δηλονότι φύσει τε καὶ ἀληθείᾳ. οὔτε δὲ τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν οὔτε μὴν εἰς φύσιν σαρκὸς τὴν ἀπόρρητον τοῦ θεοῦ λόγον παρενεχθῆναι φύσιν," καθάπερ ᾿Απολινάριος, Εὐτυχής τε καὶ Σεβῆρος οἱ ἀσεβεῖς παρελήρησαν᾽ οὐδαμοῦ γὰρ διὰ τὴν ἕνωσιν ἡ διαφορὰ τῶν φύσεων ἀφανίζεται, σώζεται δὲ μᾶλλον ἡ ἰδιότης ἑκατέρας φύσεως ἐν ἑνὶ προσώπῳ καὶ ὑποστάσει μιᾷ. »“ἡνῶσθαι γὰρ σαρκὶ καϑ' ὑπόστασιν ὁμολογοῦντες τὸν λόγον ἕνα αὐτὸν προσκυνοῦμεν υἱὸν μονογενῆ θεὸν ἀληθῆ κύριον Ἰησοῦν Χριστὸν" ἐν δύο φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως γνωριζόμενον, οὐκ ἀνὰ μέρος τιθέντες καὶ διορίζοντες ἄνθρωπον καὶ θεόν, οὐδὲ τὸν μὲν ἐνεργῆσαι τὰ θαύματα, τὸν δὲ παθεῖν τὰ ἀνθρώπινα, καθάπερ οἱ διαιροῦντες Θεόδωρος καὶ Νεστόριος λέγουσιν, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν θεὸν καὶ ἄνθρωπον τέλειον, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τοῦ αὐτοῦ τὰς δύο γεννήσεις κηρύττοντες τήν τε πρὸ αἰώνων ἐκ τοῦ πατρὸς κατὰ τὴν θεότητα καὶ τὴν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, τοῦ αὐτοῦ τὰ θαύματα καὶ τὰ πάθη καὶ πᾶσαν ἁπλῶς θεοπρεττῆ καὶ ἀνθρωποπρεττῆ ἐνέργειαν ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν καινοπρεττῶς προϊέναι πιστεύομεν" οὐ γὰρ κατὰ θεὸν τὰ θεῖα οὐδ᾽ αὖ κατ᾽ ἄνθρωπον τὰ ἀνθρώπινα, ἀλλ᾽ ἐνανθρωπήσας θεὸς λόγος καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν καὶ ταύτην ὅλην ζωοποιὸν ἐπιδείκνυται, εἰ καὶ ξενίζει καὶ θορυβεῖ τάς τινων ἀκοὰς ὑπολαμβανόντων ἐπ᾽ ἀναιρέσει ταύτην προσφέρειν ἡμᾶς τῶν ἐν Χριστῷ τῷ θεῷ ἡμῶν ἀσυγχύτως καὶ καθ᾽ ὑπόστασιν ἡνωμένων δύο φύσεων, ὅπερ οὐκ ἔστι ποτὲ μηδὲ γένοιτο.

Ἕνα τοίνυν καὶ τὸν αὐτὸν ἐνεργῆσαί φαμεν, τουτέστι θαυματουργῆσαι τὴν σωτηρίαν ἡμῶν, καὶ τὸν αὐτὸν παθεῖν τῇ ἰδίᾳ σαρκὶ καὶ πάντα ἀληθῶς ὑποστῆναι τὰ σωτηριώδη παθήματα᾽ ταυτὸν δὲ λέγειν καὶ θαύματα, ὡς εἶναί φαμεν τῆς μὲν σαρκὸς τὸ πάθος οὐ κεχωρισμένης δηλονότι ἐκ τῆς θεότητος, εἰ καὶ μὴ τῆς θεότητος ἦν τὸ πάσχειν, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν, εἰ καὶ διὰ τῆς ἀνθρωπότητος αὐτοῦ -- τουτέστιν ὅλου τοῦ ἡμετέρου φυράματος -- ταύτην ἐπλήρωσεν ἑνὶ καὶ μόνῳ θείῳ θελήματι, ὡς οὐκ ὄντος ἐν αὐτῷ καὶ ἄλλου θελήματος ἢ ἀντιπίτπτοντος καὶ ἀντικειμένου τῷ θείῳ αὐτοῦ καὶ δυνατῷ ἐκείνῳ θελήματι" ἀδύνατον γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν δύο ἅμα καὶ κατὰ ταὐτὸν ἐναντία ἢ καὶ ὅμοια ὑφεστάναι θελήματα.“ ἡ δὲ σωτήριος τῶν θεοφόρων πατέρων διδασκαλία ἐναργῶς ἐκπαιδεύει τὸ μηδέποτε τὴν νοερῶς ἐψυχωμένην τοῦ κυρίου σάρκα κεχωρισμένως καὶ ἐξ οἰκείας ὁρμῆς ἐναντίως τῷ νεύματι τοῦ ἑνωμένου αὐτῇ καθ᾽ ὑπόστασιν θεοῦ λόγου τὴν φυσικὴν αὐτῆς ποιήσασθαι κίνησιν, ἀλλ᾽ ὁπότε καὶ οἷαν καὶ ὅσην αὐτὸς ὁ θεὸς λόγος ἠβούλετο, καὶ σαφῶς εἰπεῖν, ὃν τρόπον τὸ σῶμα τὸ ἡμέτερον ἡγεμονεύεται καὶ κοσμεῖται καὶ τάττεται ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς ἡμῶν ψυχῆς, οὕτως καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὅλον τὸ ἀνθρώπινον αὐτοῦ σύγκριμα ὑπὸ τῆς αὐτοῦ τοῦ λόγου θεότητος ἀεὶ καὶ ἐν πᾶσιν ἀγόμενον θεοκίνητον ἦν, κατὰ τὸν τῆς Νύσσης Γρηγόριον λέγοντα ἐν τοῖς κατ᾽ Εὐνομίου οὕτωτ᾽' »καθὸ θεὸς ὁ υἱος ἀπαθὴς πάντως ἐστὶ καὶ ἀκήρατος. εἰ δέ τι πάθος ἐν τῷ εὐαγγελίῳ περὶ αὐτοῦ λέγοιτο διὰ τοῦ ἀνθρωπίνου, πάντως τοῦ δεχομένου τὸ πάθος τὸ τοιοῦτον ἐνήργησεν, ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος τὴν τοῦ παντὸς σωτηρίαν, ὡς εἶναι τῆς μὲν σαρκὸς τὰ πάθη, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν," δι᾽ ἧς καὶ ἐσώθημεν" καὶ τῇ σωτηρίᾳ μερισμὸν οὐκ εἰσάγομεν. ἅπαξ γὰρ ἀποθανὼν καὶ πολλῶν ἀνενεγκὼν ἁμαρτίας λύτρον ἐξ ἑαυτοῦ καὶ σωτηρίαν ἡμῖν τοῖς ἐν ἁμαρτίαις εὑράμενος ἀνέστη τε καὶ συνήγειρε καὶ ἐζωοποίησεν ἡμᾶς εἰρήνην ἀΐδιον χαρισάμενος καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς αὐτοῦ. καὶ πάλιν ἥξει μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. προσδοκῶμεν γὰρ ἀναστῆναι πάντας καὶ τῷ θείῳ παραστῆναι βήματι, ὥστε ἀπολήψεσθαι ἕκαστον δικαίαν παρ᾽ αὐτοῦ ἀνταπόδοσιν τέλος οὐκ ἔχουσαν.

᾿Αναγκαίως δὲ κἀκεῖνο προσθήσομεν καταγγέλλοντες γὰρ τὸν κατὰ σάρκα θάνατον τοῦ μονογενοῦς υἱοῦ τοῦ ϑεοῦ, τουτέστιν Ἰησοῦ Χριστοῦ, τήν τε ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁμολογοῦντες, τὴν ἀναίμακτον ἐν ταῖς ἐκκλησίαις τελοῦμεν λατρείαν. προσίεμεν δὲ οὕτω ταῖς μυστικαῖς εὐλογίαις καὶ ἁγιαζόμεθα μέτοχοι γινόμενοι τῆς τε ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. καὶ οὐχ ὡς σάρκα κοινὴν δεχόμενοι, μὴ γένοιτο, οὔτε μὴν ὡς ἀνδρὸς ἡγιασμένου καὶ συναφθέντος τῷ λόγῳ κατὰ τὴν ἑνότητα τῆς ἀξίας ἤγουν ὡς θείαν ἐνοίκησιν ἐσχηκότος, ἀλλ᾽ ὡς ζωοποιὸν ἀληθῶς καὶ ἰδίαν αὐτοῦ τοῦ λόγον. ζωὴ γὰρ ὧν κατὰ φύσιν ὡς θεός. ἐπειδὴ γέγονεν ἕν πρὸς τὴν ἑαυτοῦ σάρκα, ζωοποιὸν ἀπέφηνε ταύτην, ὥστε κἂν λέγῃ πρὸς ἡμᾶς" ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐχ ὡς ἀνθρώπου τῶν καθ᾽ ἡμᾶς ἑνὸς καὶ αὐτὴν λογιούμεθα εἶναι -- πῶς γὰρ ἡ ἀνθρώπου σὰρξ ζωοποιὸς ἔσται κατὰ φύσιν τὴν ἑαυτῆς; -- ἀλλ᾽ ὡς ἰδίαν ἀληθῶς τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ δι᾽ ἡμᾶς καὶ υἱοῦ ἀνθρώπου γενομένου τε καὶ χρηματίσαντος. τὰς δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ σωτῆρος ζἡμῶν» φωνὰς οὔτε ὑποστάσεσι δυσὶν οὔτε μὴν προσώποις καταμερίζομεν: ἀλλὰ τάς τε ἀνθρωπίνας καὶ πρός γε τούτῳ τὰς θείας παρ᾽ ἑνὸς εἰρῆσθαι διακεισόμεθα φρονοῦντες ὀρθῶς. ἑνὶ τοιγαροῦν προσώπῳ τὰς ἐν τοῖς εὐαγ-γελίοις πάσας ἀναθετέον φωνὰς ὑποστάσει μιᾷ τοῦ λόγου σεσαρκωμένῃ᾽ κύριος γὰρ εἷς Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς.

Ταῦτα φρονεῖν δεδιδάγμεθα παρά τε τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς καὶ ἐκ τῆς τῶν μακαρίων πατέρων ἀληθοῦς ὁμολογίας τῶν τε ἐν Νικαίᾳ καὶ Κωνσταντινουπόλει καὶ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον τῶν τε ἐν Χαλκηδόνι καὶ Κωνσταντινουπόλει τὸ δεύτερον, τουτέστι τῶν ἁγίων καὶ οἰκουμενικῶν πέντε συνόδων, ἐν αἷς καὶ ἐπιστολαὶ τῶν ἁγίων Κυρίλλου καὶ Λέοντος καὶ ἅπερ ἐκήρυξαν καὶ ἐδέξαντο, δεχόμεθα καὶ κηρύττομεν, καὶ ἅπερ ἀπεβάλλοντο καὶ ἡμεῖς ἀναθεματίζομεν, καὶ πᾶσαν αἵρεσιν ἀπὸ Σίμωνος καὶ μέχρι τοῦ νῦν ἐξαιρέτως Ἄρειον, Εὐνόμιον, Μακεδόνιον καὶ ᾿Απολινάριον, Σαβέλλιον, Νανάτον τε καὶ Σαββάτιον, Διόδωρον καὶ Νεστόριον, Εὐτυχέα τε καὶ Διόσκορον καὶ Σεβῆρον καὶ Ἰουλιανὸν καὶ τὸν ᾿Αγνοΐτην Θεμίστιον καὶ πᾶσαν αὐτῶν τὴν ἀθέμιτον συμμορίαν, Ὠριγένην τε καὶ Δίδυμον καὶ Εὐάγριον καὶ τὰ μυθώδη τούτου ληρήματα᾽ ἔτι ἀναθεματίζομεν καὶ οὖς ἡ ἁγία πέμπτη σύνοδος ἀπεβάλ-λετο, τὸν Μομψουεστίας λέγω Θεόδωρον, τὸν κατάρατον τῆς Μαξίμου αἱρέσεώς τε καὶ διαιρέσεως τὸν διδάσκαλον, τά τε ἀσεβῆ Θεοδωρίτου συγγράμματα τὰ κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἁγίου Κυρίλλον καὶ τὴν λεγομένην Ἴβα ἐπιστολὴν πρὸς Μάριν γραφῆναι τὸν Πέρσην. καὶ ἐπὶ τούτοις ἅπασι τοῖς αἱρετικοῖς τὸν ἄρτι τούτοις παραφυέντα Μάξιμον τὸν δυσώνυμον μετὰ τῶν ἀσεβῶν μαθητῶν αὐτοῦ, ὃς τὸ μανιχαΐζειν καὶ ῥίπτειν τὸ σῶμα Χριστοῦ τοῦ θεοῦ ἡμῶν ὁ Ἕλλην ἐδίδαξε καὶ τὸ δυσσεβὲς αὐτοῦ τῆς διαιρέσεως φρόνημα, ὅπερ πρὸ ἡμῶν οἱ μακαριώτατοι ἡμῶν πατέρες ἀπώσαντο, Ὁνώριός φημι Σέργιός τε καὶ Κῦρος καὶ οἱ ἐφεξῆς τῶν ἐκκλησιῶν ἡγεμόνες καὶ ἔξαρχοι᾽ προσέτι δὲ καὶ ὁ τῆς πανευσεβοῦς λήξεως Ἡράκλειος ὁ πρόπαππος ὑμῶν ὁ ὀρθόδοξος,

οὗ τὴν γονὴν ὁ τῆς ὀρθοδοξίας θεὸς εἰς τὴν εὐσεβῆ βασιλείαν ταύτην ἐσφράγισεν" ἐκθύμως γὰρ μετὰ τῶν ἁγίων πατέρων ἡμῶν καὶ αὐτὸς τὴν ἀναφυεῖσαν αἵρεσιν ταύτην τῶν Μαξιμιανῶν κατεδίκασεν, οἴστισιν ἀκολουθήσασα καὶ ἡ ἐνταῦθα γενομένη κατὰ θείαν κέλευσιν τοῦ ἐν εὐσεβεῖ τῇ λήξει πτατρὸς τοῦ δεσπότου ἁγία συνάθροισις, Πέτρος τε ὁ παναγιώτατος οἰκουμενικὸς πατριάρχης καὶ ὁ προηγησάμενος τὴν ἐμὴν εὐτέλειαν Μακε-δόνιος ὁ μακαριώτατος καὶ ὁ τοποτηρητὴς τῆς ᾿Αλεξανδρέων Θεόδωρος, συμπαρόντων αὐτοῖς τῶν τε ἐνδημούντων ὁσιωτάτων ἐπισκόπων καὶ τῆς ἱερᾶς συγκλήτου. τὰ κατ᾽ αὐτὸν ἐγγράφως ζητήσαντες τοῦτον ἀνεθεμάτισαν καὶ ἐξώρισαν μετὰ τῶν δυσσεβῶν μαθητῶν αὐτοῦ" ἀλλὰ τοὺς ὅλους αἱρετικοὺς καθ᾽ ἑαυτοὺς οἰμώζειν ἐάσας τοῖς ἀναθέμασιν αὖθις ἐπάνειμι πρὸς θεὸν καὶ παρ᾽ αὐτοῦ φυλάττεσθαι τὴν ὑμετέραν εὐσέβειαν ἐξαιτῶ τὸν

τῆς ὀρθοδοξίας λόγον κρατύνουσαν. ὑμεῖς γὰρ καὶ ἐκ προγόνων φωστῆρες τῆς πίστεως τοὺς φωστῆρας τῆς πίστεως, κύριε, φζώτισγον τοὺς τῆς ὀρθοδοξίας φύλακας, κύριε, φύλαξον ὁ θεὸς ὑψώσοι τὸ κέρας ὑμῶν ὁ θεὸς εἰρηνεύσοι τὴν

βασιλείαν ὑμῶν τροπουμένην πάντα πολέμιον καὶ εἰρήνην βαθεῖαν ταῖς ἐκκλησίαις καὶ ὅλῳ τῷ κόσμῳ βραβεύουσαν.

Ἡ ὑπογραφή

Μακάριος ἐλέῳ ϑεοῦ ἐπίσκοπος Θεουπόλεως ὑπαγορεύσας πᾶν τὸ προκείμενον τῆς ὀρθο-δοξίας ὕφος κατὰ τὰς ἐκθέσεις τῶν ἁγίων καὶ οἰκουμενικῶν πέντε συνόδων καὶ τῶν ὀνομαστὶ τεθέντων παρ᾽ ἐμοῦ ἁγίων ἐκκρίτων πατέρων τῶν ἐκθεμένων κατὰ τὴν προανατεταγμένην δύναμιν ἕν θέλημα ἐπὶ τοῦ ζἑνὸς» κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ θεανδρικὴν αὐτοῦ πολιτευσάμενον ἡμῖν τὴν ἐνέργειαν καὶ ὡς ἀσεβές ἐστι τὸ λέγειν ἐπὶ τοῦ αὐτοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν δύο θελήματα, στοιχήσας καὶ ὁμολογήσας καὶ οὕτω φρονῶν καὶ διδάσκων καὶ προσδοκῶν παραστῆναι τῷ τοῦ θεοῦ φοβερῷ βήματι μετὰ ταύτης μου τῆς ὀρθοδόξου πίστεως ὑπεσημηνάμην.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον᾽

Τῆς δυνάμεως τῆς προσδοθείσης ὁμολογίας τῆς ἑαυτοῦ πίστεως παρὰ Μακαρίου τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας ἐν γνώσει γεγόναμεν. λεγέτω δὲ ὁ αὐτὸς θεο-φιλέστατος Μακάριος, εἰ στοιχεῖ ταῖς χρήσεσι ταῖς παρ᾽ αὐτοῦ ἐπιδοθείσαις.

Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος εἶπτε᾽

Ναί, δέσποτα.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἶπον"

Διεξίτω ὁ αὐτὸς θεοφιλέστατος Μακάριος, εἰ ὁμολογεῖ δύο φυσικὰ θελήματα καὶ δύο ἐνεργείας φυσικὰς ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν. Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοτος εἴττεν᾽

Οὐ λέγω δύο φυσικὰ θελήματα ἢ δύο ἐνεργείας φυσικὰς ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ ἐὰν (κατὰ μέλη μέλη κατακόττωμαι καὶ βληθῶ εἰς τὴν θάλασσαν.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπτον"

Ἐκ τῶν νῦν προκομισθέντων κωδικίων καὶ ἐπιγνωσθέντων παρὰ Μακαρίου τοῦ θεοφι-λεστάτου ἀρχιεπισκόπου ᾿Αντιοχείας τὸ πρῶτον κωδίκιον ἐξ αὐτῶν ἀναγνώσει καθυπο-βαλλέσθω πρὸς ἀντιβολὴν τῶν αὐθεντικῶν βιβλίων τῶν τε ἁγίων καὶ ἐκκρίτων πατέρων τῶν ἀποκειμένων ἐν τῷ εὐαγεῖ πατριαρχείῳ κατὰ τὰ ἤδη αἰτηθέντα παρὰ τῶν τοῦ μέρους τοῦ ἀποστολικοῦ θρόνου τοῦ ἁγιωτάτου πάπα Ῥώμης ᾿Αγάθωνος" [Γεώργιος τοίνυν ὁ θεοφιλέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλη-σίας προκομιξέτω τὰς τοιαύτας τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων ἐκ τοῦ εὐαγοῦς πα-τριαρχείου βίβλους.

Καὶ προεκομίσθησαν.

Καὶ λαβὼν κατὰ κέλευσιν τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Κωνσταντίνου Πέτρος ὁ ἐνδοξότατος ὕπατος βιβλίον τοῦ ἁγίου ᾿Αθανασίου ἀντέβαλε πρὸς τὸ τοιοῦτον πρῶτον κωδίκιον -- ἐπιφερομένου τὸ αὐτὸ κωδίκιον Διογένους τοῦ μεγαλοπρεπεστάτου ἀσεκρέτις καὶ σεκρεταρίου βασιλικοῦ --, ὅπερ ἀνέγνω ἔχον ἐπὶ λέξεως οὕτως"

Τοῦ ἁγίου ᾿Αθανασίονυ ἐκ τοῦ κατὰ ᾿Απολιναρίου δευτέρον λόγον"

Δῆλον γάρ, ὅτι (ὁ) προὔὐπάρχων θεὸς λόγος πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ θεὸς ἦν πρός τὸν θεὸν ἀόρατος καὶ ἀπαθὴς ὥν᾽ οὔτε οὖν τὸ ,Χριστὸς" ὄνομα δίχα τῆς σαρκὸς προάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος, τοῦ μὲν Λουκᾷ γράφοντοτ' εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, τοῦ δὲ Παύλου λέγοντος" τὸ πάσχα ἡμῶν [ὑπὲρ ἡμῶν] ἐτύθη Χριστός, καὶ ὅτι ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν, οὐχ ὅτι οὐ θεός, ἀλλ᾽ ὅτι καὶ ἄνθρωπος ὁ Χριστός" διὸ μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ γράφει. διὰ τοῦτο ἡ γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρξεως -- ἀοράτως μὲν θεοῦ νοουμένου καὶ ὄντος ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς --, οὐκ ἐν διαιρέσει προσώπων ἢ νοημάτων, ἀλλὰ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει, ἵνα ἐν αὐτῷ τοῦ πάθους ὁμολογουμένου ἀληθῶς ὁ αὐτὸς καὶ ἀπαθὴς νοοῖτο ἀληθῶς.

Εἰσὶ δὲ καὶ τὰ ἀποκοπέντα ἀπὸ Μακαρίου καὶ Στεφάνου τὰ πρὸ τοῦ {καὶ μετά τινα τῆς χρήσεως"

᾿Αλλὰ λέγετε, ὅτι εἰ πάντα ἔλαβε, πάντως δήπου καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν. ἀδύνατον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι" καὶ πῶς ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστός; εἴττατε τοίνυν, εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δημιουργὸς ὁ θεός, προσακτέον τῷ θεῷ τὴν ἰδίαν δημιουργίαν ἦλθε γὰρ προσαγαγέσθαι τὴν ἰδίαν ποίησιν" ἀλλ᾽ ἄδικος ἔσται πάλιν ἡ κρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα" εἰ γὰρ ἁμαρτητικοὺς λογισμοὺς ἐδημιούργησεν ὁ θεός, πῶς καταδικάζει τὸν ἁμαρτήσαντα, ἢ πῶς οἷόν τε παρὰ θεοῦ τοιαύτην κρίσιν γίνεσθαι; εἰ δὲ καὶ ὁ ᾿Αδὰμ ὑπέκειτο τοῖς τοιούτοις λογισμοῖς πρὶν ἢ παρακούσῃ τῆς τοῦ θεοῦ ἐντολῆς, καὶ πτῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὧν τὴν φύσιν, ἐλεύθερος δὲ τῶν τοιούτων λογισμῶν πεῖραν κακοῦ οὐκ εἰδώς, μόνον δὲ τὸ καλὸν γινώσκων καὶ ὥσπερ τις μονότροπος ὦν, παρακούσας δὲ τῆς ἐντολῆς τοῦ θεοῦ ὑποπέπτωκε τοῖς τοιούτοις λογισμοῖς, οὐ τοῦ θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλω-

τίζοντας λογισμούς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος τῇ λογικῇ φύσει τοῦ ἀνθρώπου ἐν παραβάσει γενομένῃ καὶ ἀπωσθείσῃ ἀπὸ θεοῦ, ὥστε τὸν διάβολον καὶ νόμον ἁμαρτίας καταστήσασθαι ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ θάνατον βασιλεύοντα διὰ τοῦ ἔργου τῆς ἁμαρτίας" διὰ τοῦτο οὖν ἦλθεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. ἀλλὰ λέγετε ἔλυσε μὴ ἁμαρτήσας", ἀλλ᾽ οὐκ ἔστιν αὕτη λύσις τῆς ἁμαρτίας. οὐ γὰρ ἐν ἐκείνῳ ζἀρχῆθεν) εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν, ἵνα ἐλθόντος αὐτοῦ εἰς τὸν κόσμον καὶ μὴ ἁμαρτήσαντος λυθῇ ἡ ἁμαρτία, ἀλλ᾽ ἐν τῇ λογικῇ καὶ νοερᾷ φύσει τοῦ ἀνθρώπου ἀρχῆθεν εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν" διὰ τοῦτο ἀδύνατον γέγονε τῇ φύσει λογικῇ οὔσῃ καὶ ἑκουσίως ἁμαρτησάσῃ καὶ ὑπὸ καταδίκην θανάτον γενομένῃ ἑαυτὴν ἀνακαλέ-σασθαι εἰς ἐλευθερίαν, ὥς φησιν ὁ ἀπόστολος" τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. διὰ τοῦτο ἦλθεν ὁ υἱὸς τοῦ θεοῦ ταύτην ἐν τῇ ἰδίᾳ φύσει καταστήσασθαι ἐκ νέας ἀρχῆς καὶ γεννήσεως θαυμαστῆς, οὐ τὴν ἀρχῆθεν σύστασιν καταμερίσας, ἀλλὰ τὴν ἐπισπαρεῖσαν ἀθέτησιν ἀθετήσας, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων" πρὶν ἢ γνῶναι τὸ παιδίον καλὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. εἰ δὲ μὴ ἐν τῇ ἁμαρτησάσῃ φύσει ἡ ἀναμαρτησία ὥφθη, ττῶς κατεκρίθη ἡ ἁμαρτία ἐν τῇ σαρκί, μήτε τῆς σαρκὸς τὸ πρακτικὸν ἐχούσης μήτε τῆς θεότητος ἁμαρτίαν γινωσκούσης; πῶς δὲ καὶ ὁ ἀπόστολος λέγει᾽ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις οὐ τόπον διαγράφων, ἀλλὰ φύσιν ὑποτιθέμενος, ἵνα ὥσπερ, φησί, δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτω καὶ δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, ἵνα δι᾽ ἧς φύσεως ἡ προχώρησις τῆς ἁμαρτίας γέγονε, διὰ ταύτης καὶ ἡ ἐπίδειξις τῆς δικαιοσύνης γένηται, καὶ οὕτως λυϑῇ τὰ ἔργα τοῦ διαβόλου ἐλευθερωθείσης τῆς ἀνθρώπου φύσεως ἀπὸ τῆς ἁμαρτίας καὶ δοξασθῇ ὁ θεός;

᾿Αντιβλησκομένον δὲ τοῦ τοιούτου βιβλίου καὶ παραλιμπανομένων τῶν πρὸ τοῦ {καὶ μετά τινα τῶν καὶ μεταξὺ τῆς χρήσεως ὄντων, Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον"

Λεγέτω Μακάριος ὁ θεοφιλέστατος ζἀρχιεπίσκοπος», τίνος ἕνεκεν τὰ τοιαῦτα καίρια περιέκοψεν ἐκ τῆς χρήσεως τοῦ ἁγίου καὶ ἐκκρίτου πατρός. Μακάριος ὁ θεοφιλέστατος (ἀρχιεπίσκοπος) εἶπεν"

Ἐγὼ τὰς χρήσεις, ἃς παρεξέβαλον, κατὰ τὸν ἴδιον σκοπὸν παρεξέβαλον. Ἔτι ἀναγινωσκομένης τῆς μετὰ τὴν ἀποκοτὴν χρήσεως τῆς παρεκβληθείσης ὑπὸ Μακα-ρίου καὶ Στεφάνου ἐχούσης ἐν ἐπιγραφῇ ,Καὶ μετά τινα" τῆς καὶ διαγορευούσης ἐπὶ λέξεως οὕτως᾽

Διὰ τοῦτο ἐν τῇ τοῦ λόγου θεότητι ὀφθεῖσα ἡ τοῦ δούλου μορφὴ οὐκ ἀνάγκῃ ὑποκειμένη (ἀλλὰ φύσει καὶ δυνάμει τὴν ἀναμαρτησίαν ἐπιδείκνυται, διαλύσασα τὸν τῆς ἀνάγκης ὅρον καὶ τὸν τῆς ἁμαρτίας νόμον καὶ τὸν τῆς αἰχμαλωσίας τύραννον αἰχμαλωτεύσασα, ὥς φησιν ὁ προφήτης" ἀνέβη εἰς ὕψος ἠχμαλώτευσεν αἰχμαλωσίαν -- τὴν γὰρ μορφὴν τοῦ δούλου κατὰ τοῦ ἐχθροῦ προβαλλόμενος ὁ λόγος τὴν νίκην πεποίηται διὰ τοῦ ποτε ἡττηθέντος --, διὰ τοῦτο καὶ πάντα πειρασμὸν συνετέλεσεν ὁ Ἰησοῦς, ὅτι πάντα ἔλαβε τὰ πειρασμοῦ πεῖραν ἐσχηκότα, δι᾽ ὧν τὴν ὑπὲρ ἡμῶν νίκην πεποίηται λέγων" θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. οὐ γὰρ πρὸς θεότητα ἤρατο ὁ διάβολος τὸν πόλεμον, ἣν ἠγνόησεν, οὔτε γὰρ ἐτόλμα᾽ διὰ τοῦτο ἔλεγεν εἰ σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ἀλλὰ πρὸς ἄνθρωπον, ὃν πάλαι πλανῆσαι ἴσχυσε, καὶ ἐξ ἐκείνου εἰς πάντας ἀνθρώπους ἐξέτεινε τῆς κακίας αὐτοῦ τὴν ἐνέργειαν. τῆς δὲ τοῦ ᾿Αδὰμ ψυχῆς ἐν καταδίκῃ θανάτου κατεχομένης καὶ βοώσης πρὸς τὸν ἑαυτῆς δεσπότην διὰ παντός, (ἀλλὰ καὶ τῶν εὐαρεστησάντων τῷ θεῷ καὶ δικαιωθέντων ἐν τῷ φυσικῷ νόμῳ συγκατεχομένων τῷ ᾿Αδὰμ συμπενθούντων τε καὶ συμβοώντων ἐλεήσας ὁ θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησεν. ἠυδόκησε διὰ μυστηρίου φανερώσεως καινότητος σωτηρίαν κατεργάσασθαι τῷ γένει τῶν ἀνθρώπων καὶ καθαίρεσιν μὲν ποιήσασθαι τοῦ διὰ φθόνου ἀπατήσαντος ἐχθροῦ, ὕψωσιν δὲ ἀσυλλόγιστον ἀναδεῖξαι τοῦ ἀνθρώπου τῇ πρὸς τὸν ὕψιστον ἑνώσει καὶ κοινωνίᾳ φύσει καὶ ἀληθείᾳ. διὰ τοῦτο ἦλθεν ὁ λόγος θεὸς ὧν καὶ τοῦ πρώτου ἀνθρώπου δημιουργὸς γενέσθαι ἄνθρωπος εἰς ζωοποίησιν μὲν τοῦ ἀνθρώπου, καθαίρεσιν δὲ τοῦ ἀδίκου ἐχθροῦ. καὶ ἐγεννήθη ἐκ γυναικὸς ἐκ τῆς πρώτης πλάσεως τὴν τοῦ ἀνθρώπου μορφὴν ἑαυτῷ ἀναστησάμενος ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων ἐν εἰκόνι καινότητος" ἡ γὰρ

θέλησις θεότητος μόνης, ἐπειδὴ καὶ φύσις ὅλη τοῦ λόγου ἐν ἐπιδείξει μορφῆς τῆς ἀνθρωπίνης σαρκὸς τῆς ὁρωμένης τοῦ δευτέρου ᾿Αδάμ, οὐκ ἐν διαιρέσει προσώπων ἀλλ᾽ ἐν ὑπάρξει θεότητος καὶ ἀνθρωπότητος" διὰ τοῦτο γὰρ προσήει ὁ διάβολος τῷ Ἰησοῦ ὡς ἀνθρώπῳ, μὴ εὑρίσκων δὲ ἐν αὐτῷ τῆς παλαιᾶς αὐτοῦ ἐπισπορᾶς γνώρισμα μήτε τῆς πρὸς τὸ παρὸν ἐπιχειρήσεως προχώρησιν, ἡττᾶτο αἰσχυνόμενος, καὶ νικώμενος καὶ ἀτονῶν ἔλεγε' τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, τουτέστι τῶν ἐκ γῆς ἀνθρώπων, διαβαίνων μετά ἰσχύος; διὸ καὶ ὁ Χριστὸς ἔλεγεν᾽ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ἡ ἁγία σύνοδος εἶπεν"

Ἰδού, πανάγαθε δέσποτα, καὶ πάλιν τὴν χρῆσιν ἀπέκοψε τὰ γὰρ μετὰ τὴν χρῆσιν κατὰ κέλευσιν τοῦ ὑμετέρου κράτους ἀναγινωσκόμενα δείκνυσι τὴν αὐτοῦ συνεσκιασμένην παρεκβολήν.

«Καὶ ἀνεγνώσθησανσ ἄἅτινά εἰσιν ἐν τούτοις τὰ ἀποκοπέντα ὑπὸ Μακαρίου καὶ Στεφάνου ἐκ τῆς παρούσης χρήσεως"

Καίτοι καὶ σῶμα καὶ ψυχὴν καὶ ὅλον τὸν πρῶτον δεύτερον γενόμενον εὕρεν ᾿Αδάμ. εἰ γὰρ περὶ ὑπάρξεως ἀνθρώπου ἦν τὸ οὐδέν, πῶς τὸ σῶμα ηὔρετο τὸ ὁρώμενον εἰρηκότος τὸ οὐδέν; ἀλλ᾽ οὐχ εὖρεν ἐν αὐτῷ, ὧν αὐτὸς εἰργάσατο ἐν τῷ πρώτῳ ᾿Αδάμ, καὶ οὕτως κατελύθη ἡ ἁμαρτία ἐν τῷ Χριστῷ. διὰ τοῦτο καὶ ἡ γραφὴ μαρτυρεῖ’ ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. πῶς οὖν λέγετε, ὅτι ἀδύνατόν ἐστιν ἀναιχμαλώτιστον γενέσθαι τὸν ἅπαξ αἰχμαλωτισθέντα ἄνθρωπον, ἵνα τὸ μὲν ἀδύνατον τῷ θεῷ προσαγάγητε, τὸ δὲ δυνατὸν τῷ διαβόλῳ, ἀκατάλυτον αὐτοῦ λέγοντες τὴν ἁμαρτίαν ἐν τῇ φύσει τῶν ἀνθρώπων, ὡς καὶ οἱ ἄλλοι αἱρετικοί; καὶ διὰ τοῦτο ἐληλυθέναι τὴν θεότητα τὴν μὴ αἰχμαλωτιζομένην ἐν ὁμοιώματι σαρκὸς καὶ ψυχῆς, ἵνα αὐτὴ ἀναιχ-μαλώτιστος μείνῃ καὶ οὕτως ὀφθῇ ἡ καθαρὰ δικαιοσύνη. πότε δὲ οὐκ ἦν καθαρὰ τῆς θεότητος ἡ δικαιοσύνη; καὶ τίς ἐν τούτοις ἀνθρώπων εὐεργεσία εἰ μὴ ταυτότητι ὑπάρξεως

καὶ φύσεως καινότητι ὥφθη ὁ κύριος, ὥς φησιν ὁ ἀπόστολος" ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν λέγων'᾽ ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἡ ἁγία σύνοδος εἶπεν"

Ἰδοὺ καὶ ταύτην τὴν χρῆσιν τοῦ ἁγίου πατρὸς περιεῖλες. οὐχ ἁρμόζει ὀρθοδόξοις οὕτως περικεκομμένας τὰς τῶν ἁγίων πατέρων φωνὰς παρεκβάλλειν, αἱρετικῶν δὲ μᾶλλον ἴδιον τοῦτο καθέστηκε.

Μακάριος ὁ ὁσιώτατος ἀρχιετίσκοττος εἶτπτε᾽ Καὶ ἤδη εἴπον, ὅτι θέλων συστήσασθαι τὸν σκοπόν μου οὕτως παρεξέβαλον. Ἧ ἁγία σύνοδος ἐξεβόησεν" Αἰἱρετικὸν ἑαυτὸν προδήλως ἀπέδειξε τῷ νέῳ Διοσκόρῳ ἀνάθεμα ὁ τοιοῦτος

καϑαιρείσϑω τὸν νέον Διόσκορον ἔξω βάλλε τοῦ νέου ᾿Απολιναρίου κακὰ τὰ ἔτη δικαίως τῆς ἐπισκοπῆς ἀλλοτριούσθω γυμνούσθω τοῦ περικειμένου αὐτῷ ὠμοφορίον"

Καὶ γυμνωθέντος αὐτοῦ εἰς μέσον τε ἑστῶτος ἅμα Στεφάνῳ τῷ αὐτοῦ μαθητῇ, Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος τοῦ μοναστηρίου τῶν Βαίων ἠρώτησε τοὺς αὐτοὺς Μακάριόν τε καὶ Στέφανον"

Εἴχεν ἀνθρώπινον θέλημα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἀναμάρτητον; Μακάριος καὶ Στέφανος εἴπτον᾽

Ἡμεῖς θέλημα ἀνθρώπινον ἐπὶ τοῦ Χριστοῦ οὐ λέγομεν, θεῖον δὲ ναί" δίχα γὰρ σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, καθὼς ἡ προενεχθεῖσα παρ᾽ ἡμῶν χρῆσις τοῦ ἁγίου ᾿Αθανασίου περιέχει" «ἡ γὰρ θέλησις θεότητος μόνης". Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος εἴπε᾽

Καὶ πῶς λαμβάνετε τὰ σαρκικὰ θελήματα καὶ τοὺς ἀνθρωπίνους λογισμούς; Μακάριος καὶ Στέφανος εἴττον᾽

Τὰ σαρκικὰ θελήματα καὶ οἱ ἀνθρώπινοι λογισμοὶ τῶν καθ᾽ ἡμᾶς ἀνθρώπων εἰσίν, ὁ δὲ Χριστὸς οὐδὲν τούτων ἔσχε.

Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος εἴπτεν᾽

Εἰ τὴν χρῆσιν, ἣν περιεκόψατε, ἐπ᾽ ἀκεραίῳ τεθείκατε, ηὑρίσκετο, ὅτι τὰ σαρκικὰ θελήματα καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς τοὺς ἁμαρτητικοὺς καὶ καϑ᾽ ἡδονὴν ἔλαβεν ὁ ἅγιος πατὴρ ᾿Αθανάσιος τοὺς καὶ ἐξ ἐπισπορᾶς διαβολικῆς ἐπεισελθόντας τῇ ἀνθρωπίνῃ φύσει, καθὼς ὁ αὐτὸς ἅγιος πατὴρ ἀνωτέρω ἔφησε. κἀγὼ δὲ λέγω μὴ ἔχειν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν ἐξ ἐπιστορᾶς θέλημα σαρκικὸν ἢ ἁμαρτη-τικοὺς λογισμούς, μὴ γένοιτο, ἀλλὰ φυσικὸν θέλημα, ὅπερ καὶ δημιουργήσας τὸν ᾿Αδὰμ αὐτὸς ὁ θεὸς ἐντέθεικεν αὐτῷ. καὶ τοῦτο δὲ ἐρωτῶ ὑμᾶς" εἶχε ψυχὴν λογικὴν ὁ ᾿Αδάμ; Μακάριος καὶ Στέφανος εἴπον᾽

Ναί. Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος εἴττε᾽

Φυσικὸν εἶχε θέλημα; Στέφανος ὁ εὐλαβέστατος μοναχὸς εἴπτε"

Προαιρετικὸν καὶ αὐτεξούσιον. καὶ γὰρ πρὸ τῆς παραβάσεως θεῖον θέλημα εἶχε καὶ συνθελητὴς ἦν τῷ θεῷ. Δομέτιος ὁ θεοφιλέστατος ἐπίσκοπος Πλουσιάδος εἶἴπτε᾽

Ποῦ σου τὸ ἄτοπον, βλάσφημε; ἐὰν συνθελητὴς ἦν ὁ ᾿Αδὰμ τῷ θεῷ, οὐκοῦν καὶ συνδημιουργός. Θεόδωρος καὶ [εῴώργιος οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ θεοσεβέστατος διάκονος οἱ τὸν τόπον ἐπέχοντες ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης καὶ οἱ ἐκ προσώπου τῆς κατ᾽ αὐτὸν συνόδου θεοφιλεῖς ἐπίσκοποι εἴπτον"

Ἐὰν ὁ ᾿Αδὰμ πρὸ τῆς παραβάσεως θεῖον θέλημα εἶχεν, οὐκοῦν καὶ ὁμοούσιος τῷ θεῷ ὑπῆρχε, καὶ ἄτρεπτον καὶ ζωοποιὸν ἦν τὸ θέλημα τοῦ ᾿Αδάμ' καὶ πῶς τραπεὶς παρέβη τὴν ἐντολὴν καὶ θανάτῳ ὑπέπεσεν; ὁ γὰρ συνθελητὴς πάντως καὶ ὁμοούσιος, ἢ οὐκ ἐπίστασαι τὸν ἅγιον Κύριλλον βοῶντα ὥσπερ ἐστὶν ὁμοούσιος οὕτω καὶ συνθελητὴς τῷ ἰδίῳ γεννήτορι᾽ μιᾶς γὰρ οὐσίας ἕν δήπον τὸ θέλημα." Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος εἴπτεν᾽

Ὅπερ ἤδη κἀγὼ ἠρώτησα ὑμᾶς εἴπατε" εἶχε φυσικὸν θέλημα ὁ ᾿Αδάμ, ναὶ ἢ οὔ; Μακάριος καὶ Στέφανος εἴπτον"

Καὶ ἤδη ἔφημεν, προαιρετικὸν καὶ αὐτεξούσιον. Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος εἶπεν"

Ἢ σύνθεσθε, ὅτι εἶχε φυσικὸν θέλημα ἢ ἀποτάξασθε. καὶ τοῦτο δεικνύω ἀπὸ ἁγίων ἐκκρίτων πατέρων. Ἐνστάντων οὖν τῶν αὐτῶν Μακαρίου τε καὶ Στεφάνου ἐπὶ πολὺ καὶ μήτε συνθέσθαι θελόντων μήτε ἀποτάξασθαι, Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς καὶ ἡ ἁγία σύνοδος εἴπον"

Προαγαγέτω Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος ἅσπερ ἔφησε χρήσεις ἁγίων καὶ ἐκκρίτων πατέρων. Καὶ προήγαγε δύο χρήσεις, μίαν μὲν τοῦ ἁγίου ᾿Αθανασίου ἀρχιεπισκόπου ᾿Αλεξανδρείας ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου καὶ κατὰ ᾿Απολλιναρίου ἔχουσαν ἐπὶ λέξεως οὕτωτ'

Ὅτε τὸν ᾿Αδὰμ ἀρχῆθεν ἔπλασεν ὁ θεός, μήτοιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; τίς οὖν ἦν ἔτι χρεία τῆς ἐντολῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ ᾿Αδάμ, ὃν ἔπλασεν ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον; Ἑτέραν δὲ τοῦ ἁγίου Αὐγουστίνου ἐπισκόπου Ἱππονηρηγίου ἐκ τοῦ κατὰ Ἰουλιανοῦ Πελαγιανιστοῦ βιβλίου πέμπτου περιέχουσαν οὕτως'

Κίνησις ψυχῆς τί ἐστιν εἰ μὴ κίνησις φύσεως; ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί" διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησίς ἐστι ψυχῆς. Ἡ ἁγία σύνοδος εἴπε᾽

Τηλαυγῶς καὶ ἀληθῶς παρέστησε Θεοφάνης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἡγούμενος διὰ τῶν προενεχθεισῶν παρ᾽ αὐτοῦ χρήσεων τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων φυσικὸν εἶναι τὸ θέλημα. εἰ οὖν ὁ πρῶτος ᾿Αδὰμ φυσικὸν εἶχε τὸ θέλημα, ὁ κατὰ πάντα ὅμοιος αὐτῷ γενόμενος πλὴν ἁμαρτίας δεύτερος ᾿Αδὰμ ὃ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, πῶς οὐκ εἶχεν ἐν τῇ ἀνθρωπίντι αὐτοῦ φύσει θέλημα φυσικόν; ἐπὰν τοίνυν καὶ ἀνθρώπινον ἀναμάρτητον θέλημα προσέλαβεν ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως καὶ θεῖον πρὸ τῶν αἰώνων μετὰ πατρὸς καὶ ἁγίου πνεύματος θέλημα εἶχε, δηλονότι δύο φυσικὰ θελήματα ἐν αὐτῷ τοὺς ὀρθοδόξους δέον ὁμολογεῖν ἀσυγχύτως καὶ ἀδιαιρέτως, ὡς καὶ ἀπὸ πλείστων πατρικῶν χρήσεων τὰ δύο φυσικὰ θελήματα ἐπὶ τοῦ ἑνὸς προσώπου ἤτοι μιᾶς ὑποστάσεως τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀποδείκνυται.

Πάλιν ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου ἑτέρα χρῆσις τοῦ ἁγίου ᾿Αμβροσίου ἐπισκόπου Μεδιολάνων ἐκ τοῦ πρὸς Γρατιανὸν τὸν βασιλέα λόγου ἔχουσα ἐπὶ λέξεως οὕτως᾽

Πλὴν ἐπὶ τοσοῦτο τὸν ἄνθρωπον, ὃν ἀληθείᾳ σώματος ἐπεδείκνυτο, τῇ διαθέσει παριστᾷ συνεξισῶν, ὥστε εἰπεῖν αὐτόν: οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σὺ θέλεις, καὶ ταῦτα δηλαδὴ ὁμοίως ἔχοντος ἀεὶ τοῦ Χριστοῦ περὶ τὸ θέλημα, ὅπερ θέλει ὁ πατήρ.

Καὶ μετά τινα τῆς προκειμένης χρήσεως παρεξέβαλον οἱ αὐτοὶ Μακάριός τε καὶ Στέφανος οὕτως"

Συνορᾷς, ὡς οὐ μόνον ὁ υἱὸς τὴν βούλησιν τοῦ πατρός, ἀλλὰ καὶ ὁ πατὴρ ποιεῖ τὸ βούλημα τοῦ υἱοῦ. τί δ᾽ ἂν εἴη τὸ ζωοποιεῖν, εἰ μὴ τὸ διὰ τοῦ παθεῖν τὸν υἱόν; τὸ δὲ πάθος τοῦ Χριστοῦ βούλησίς ἐστι τοῦ πατρός. οὖς τοίνυν ζωοποιεῖ ὁ υἱός, διὰ τοῦ θελήματος ζωοποιεῖ τοῦ πατρός. οὐκοῦν ἡ βούλησις μία, ποία βούλησις τοῦ πατρός, εἰ μὴ τὸ ἐλθεῖν εἰς τοῦτον τὸν κόσμον τὸν υἱὸν καὶ καθᾶραι τῶν ἁμαρτημάτων ἡμᾶς; ἄκουσον λέγοντος τοῦ λεπροῦ" ἐάν θέλῃς, δύνασαί με καθαρίσαι ἀπεκρίθη ὁ Ἰησοῦς" θέλω, καθα-ρίσθητι καὶ παραχρῆμα ὑγιὴς ἐγένετο. ὁρᾷς οὖν, ὅπως ἐξουσιαστής ἐστιν ὁ υἱὸς τοῦ οἰκείου θελήματος, καὶ τὸ αὐτό ἐστι βούλημα τοῦ Χριστοῦ, ὅπερ ἐστὶ τοῦ πατρός.

Εἰσὶ δὲ καὶ τὰ ἀποκοπέντα ἐκ τῆς αὐτῆς χρήσεως ἀπὸ Μακαρίου καὶ Στεφάνου οὕτως"

Εἰ καὶ τὰ μάλιστα φάσκοντος αὐτοῦ: ἅπερ ἔχει ὁ πατὴρ ἐμά ἐστιν, ἀναμφίβολον, ὡς οὐδὲν ὑπεξήρηται" ἣν γὰρ ὁ πατὴρ ἔχει, τὴν αὐτὴν καὶ ὁ υἱὸς ἔχει βούλησιν. μία τοίνυν ἡ βούλησις, ὅπου μία ἡ δημιουργία ἡ γὰρ ἐν θεῷ τοῦ θελήματος τάξις ἀποτέλεσμα τυγχάνει τῆς πράξεως. ἄλλη δέ γε βούλησις ἀνθρώπου καὶ ἑτέρα θεοῦ" ἀμέλει ττρὸς τὸ γινώσκειν, ὡς ἀνθρώπῳ μὲν τὸ ζῆν καταθύμιον, ἐπειδὴ φοβούμεθα τὴν τελευτήν, τὸ δὲ τοῦ Χριστοῦ πάϑος ἐστὶ κατὰ βούλησιν θείαν, ἵνα ὑπὲρ ἡμῶν πάθῃ, τοῦ Πέτρου βουλο-μένου τὸν κύριον ἀποκλῖναι τοῦ πάθους ὁ κύριος εἴπεν" οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. δέχεται τοίνυν τὴν βούλησιν τὴν ἐμήν, δέχεται τὸ στυγνὸν ζἐμόν). θαρρῶν γὰρ ὀνομάζω στυγνότητα, ἐπειδὴ κηρύσσω σταυρόν. ἐμὸν ἦν τοῦτο τὸ βούλημα, ὅπερ ἴδιον ἔλεγεν, ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησε, καὶ διὰ τοῦτό φησιν’ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σὺ ϑέλεις. ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ᾽ ἐμὴν διάθεσιν ἀνεδέξατο. καὶ γὰρ οὐδεὶς τεθνηξόμενος χαίρει, ἐμοὶ συμπάσχει καὶ ἐμοὶ συστυγνάζει καὶ ἐμοὶ συναλγεῖ ὑπὲρ ἐμοῦ τοιγαροῦν ἤλγησεν ἐν ἐμοὶ ὁ ὑπὲρ ἑαυτοῦ μηδὲν ἔχων ἀλγεῖν. ἀλγεῖς οὖν, κύριε, οὐ τραῦμα σὸν ἀλλ᾽ ἐμόν, οὐ σὸν θάνατον ἀλλὰ ἡμετέραν ἀσθένειαν. ὁ προφήτης εἶπεν ἐπειδὴ περὶ ἡμῶν ὀδυνᾶσαι καὶ ἡμεῖς ἐλογισάμεθϑά σε, κύριε, εἶναι ἐν πόνῳ, ὁπτότε αὐτὸς οὐκ ἤλγεις ὑπὲρ σεαυτοῦ ἀλλ᾽ ὑπὲρ ἐμοῦ. καὶ τί θαυμαστόν, εἰ ὑπὲρ πάντων ἤλγησεν ὁ δακρύσας ὑπὲρ ἑνός; τί θαυμαστόν, εἰ μέλλων τελευτᾶν ἀηδιάζεται, ὃς ἐγείρειν τὸν Λάζαρον μέλλων ἐδάκρυσεν; ἀλλὰ κἀκεῖ τὸ τῆς ἀδελφῆς αὐτὸν εὔσπλαγχνον εἰς τὸ δακρύειν ἐκίνησε, δι᾽ ἧς αὐτοῦ καθικνεῖτο τὰ τῆς ἀνθρωπίνης αἰσθήσεως. ἡ ἐνταῦθα βαθυτέρα διάθεσις αὐτῷ τὰ τῆς οἰκονομίας ἐργά-ζεται, ἵνα καθάπερ ὁ θάνατος αὐτοῦ τὸν πάντων ἡμῶν» ἀφείλετο θάνατον καὶ ὁ μώλωψ αὐτοῦ τὰ ἡμῶν ἰάσατο τραύματα, οὕτω καὶ ἡ στυγνότης αὐτοῦ τὴν ἡμετέραν ἐξαλείψῃ κατήφειαν. ὡς ἄνθρωπος οὖν ἐνδοιάζει, ὡς ἄνθρωπος ἐκταράττεται" οὐ ταράττεται γὰρ ἡ δύναμις, οὐδὲ ἡ θεότης αὐτοῦ, ἀλλ᾽ ἡ ψυχὴ ταράττεται καὶ ταράττεται κατὰ τὴν τῆς ἀνθρωπίνης σαθρότητος πρόσληψιν, καὶ διὰ τοῦτο, ἐπειδὴ ψυχὴν ἀνεδέξατο παθητήν" οὐδὲ γὰρ ὁ θεὸς καθὸ ἦν θεὸς ἢ ταράττεσθαι ἣ ἀποθνήσκειν ἠδύνατο, Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου ἑτέρα χρῆσις τοῦ ἁγίου Διονυσίου ἐπισκόττου ᾿Αθηνῶν καὶ μάρτυρος ἐκ τοῦ περὶ θείων ὀνομάτων λόγου, καὶ ἀντεβλήθη ὁμοίως τὸ κείμενον τῆς χρήσεως ἔχον οὕτωτ᾽

Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας τὸ καθ᾽ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον λόγον" καὶ δρᾶσαι καὶ παϑεῖν, ὅσα τῆς ἀνθρωπίνης αὐτοῦ θεουργίας ἐστὶν ἔκκριτα καὶ ἐξαίρετα, τούτοις γὰρ ὁ πατὴρ καὶ τὸ πνεῦμα κατ᾽ οὐδένα κεκοινώνηκε λόγον, εἰ μήπου τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον βούλησιν.

Τὰ ἀποκοπέντα ἐκ τῆς αὐτῆς χρήσεως παρὰ τῶν αὐτῶν"

Καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄρρητον θεουργίαν, ἣν ἔδρα καὶ καθ᾽ ἡμᾶς

γεγονὼς ὁ ἀναλλοίωτος, ἦ θεὸς καὶ θεοῦ λόγος. Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμον ἐκ τοῦ λόγου τοῦ εἰς τὸ πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, οὗ ἣ ἀρχή᾽ δβαθεῖαν τομήν. καὶ ἀντεβλήθη ὁμοίως πρὸς βιβλίον ἐν σώμασι τῆς βιλιοθήκης τυγχάνον τοῦ εὐαγοῦς πατριαρχείου τῆς βασιλίδος ταύτης πόλεως τὸ κείμενον τῆς χρήσεως ἔχον οὕτως"

Τοσαῦτα ἀγαθὰ ἀπὸ τοῦ σταυροῦ καὶ γέγονε καὶ γίνεται, καὶ οὐ βούλεται σταυρωθῆναι" εἰπέ μοι' καὶ τίς ἂν τοῦτο εἴποι; εἰ δὲ μὴ ἐβούλετο, τίς αὐτὸν ἠνάγκασε; τίς ἐβιάσατο; τί δὲ καὶ προέπεμψεν ἀπαγγέλλοντας προφήτας, ὅτι σταυρωθήσεται, μὴ μέλλων σταυροῦ-σθαι μηδὲ βουλόμενος τοῦτο ὑπομεῖναι; τίνος δὲ ἕνεκεν καὶ ποτήριον καλεῖ τὸν σταυρόν, εἴγε μὴ ἐβούλετο σταυρωθῆναι; τοῦτο γὰρ ἐνδεικνυμένου ἐστὶ τὴν ἐπιθυμίαν, ἣν ἔχει περὶ τὸ πρᾶγμα. ὥσπερ γὰρ τοῖς διψῶσι τὸ ποτήριον ἡδύ, οὕτως καὶ αὐτῷ τὸ σταυρωθῆναι. διὸ καὶ ἔλεγεν ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν, οὐχ ἁπλῶς εἰπτὼν τοῦτο, ἀλλὰ διὰ τὴν αἰτίαν ταύτην, ἐπειδὴ μετὰ τὴν ἑσπέραν ὁ σταυρὸς αὐτὸν διεδέχετο.

ὁ τοίνυν καὶ δόξαν τὸ πρᾷγμα καλῶν καὶ τῷ μαϑητῇ ἐπιτιμῶν, ὅτι διεκώλυσεν αὐτόν, καὶ τὸν καλὸν ποιμένα ἐντεῦθεν δεικνὺς ἀπὸ τοῦ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, καὶ ἐπιθυμίᾳ ἐπιθυμεῖν λέγων τὸ πρᾶγμα καὶ ἑκὼν ἐπὶ τοῦτο ἐρχόμενος, πττῶς παρακαλεῖ μὴ γενέσθαι τοῦτο; εἰ δὲ μὴ ἐβούλετο, τί δύσκολον ἦν διακωλῦσαι τοὺς ἐρχομένους ἐπὶ τοῦτο; νῦν δὲ καὶ ὁρᾷς αὐτὸν ἐπιτρέχοντα τῷ πράγματι. ὅτε γοῦν ἐπῆλθον αὐτῷ, λέγε τίνα ζητεῖτε; οἱ δὲ λέγουσιν" Ἰησοῦν τὸν Ναζωραῖον, λέγει ἰδοὺ ἐγώ εἰμι' καὶ ἀπτῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. ὁ οὖν οὕτω πηρῶσας αὐτοὺς πρότερον καὶ δείξας, ὅτι ἠδύνατο διαφυγεῖν, τότε ἑαυτὸν ἐξέδωκεν, ἵνα μάϑης, ὅτι οὐκ ἀνάγκῃ, οὐ βίᾳ, οὔτε τυραννίδι τῶν ἐπελθόντων ἄκων τοῦτο ὑπέμεινεν, ἀλλ᾽ ἑκὼν καὶ βουλόμενος καὶ προαι-ρούμενος καὶ ἐκ πολλοῦ ταῦτα οἰκονομῶν. διὰ τοῦτο καὶ προφῆται προεπέμποντο, καὶ πατριάρχαι προέλεγον, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων ὁ σταυρὸς προετυποῦτο.

καὶ γὰρ τοῦ Ἰσαὰκ ἡ σφαγὴ τὸν σταυρὸν ἡμῖν ἐδήλον᾽ διὸ καὶ ἔλεγεν" ᾿Αβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν καὶ εἶδε καὶ ἐχάρη. εἴτα ὁ μὲν πατριάρχης ἐχάρη βλέπων τὴν εἰκόνα τοῦ σταυροῦ, αὐτὸς δὲ παρῃτεῖτο τὸ πρᾶγμα; καὶ Μωυσῆς δὲ οὕτω τοῦ ᾿Αμαλὴκ περιεγένετο, ἐπειδὴ τὸν τύπον ἐπεδείκνυτο τοῦ σταυροῦ. καὶ μυρία ἂν ἴδοι τις ἐν τῇ παλαιᾷ γενόμενα, ἃ τὸν σταυρὸν προδιαγράφει' τίνος οὖν ἕνεκεν οὕτως ἐγίνετο, εἴ γε ὁ σταυροῦσθαι μέλλων οὐκ ἐβούλετο τοῦτο γενέσθαι; καὶ τὸ μετὰ τοῦτο δὲ ἔτι ἀπορώτερον εἰττὼν γάρ παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο' ἐπήγαγε πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. ἐντεῦθεν γάρ, ὅσον κατὰ τὴν ῥῆσιν, δύο θελήματα ἐναντία ἀλλήλοις δείκνυται, εἴ γε ὁ μὲν πατὴρ βούλεται αὐτὸν σταυρωθῆναι, αὐτὸς δὲ οὐ βούλεται, καίτοι γε πανταχοῦ ὁρῶμεν αὐτὸν τὰ αὐτὰ τῷ πατρὶ βουλόμενον, τὰ αὐτὰ προαιρούμενον. καὶ γὰρ ὅταν λέγῃ δὸς αὐτοῖς καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἕν ὦσιν, οὐδὲν ἄλλο λέγει, εἰ μὴ τὸ μίαν εἶναι γνώμην πατρὸς καὶ υἱοῦ. καὶ ὅταν λέγῃ" τὰ ῥήματα, ἅ ἐγὼ λαλῶ, οὐ λαλῶ ἐγώ, ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα, ταντὸ τοῦτο δείκνυται. καὶ ὅταν λέγτ᾽ ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα καὶ οὐ δύναμαι ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδέν, οὐ τοῦτο δηλῶν λέγει, ὅτι ἐξουσίας ἀπεστέρηται ἢ τοῦ λαλεῖν ἢ τοῦ ποιεῖν, ἄπαγε, ἀλλὰ μετὰ ἀρκριβείας δεῖξαι βουλόμενος σύμφωνον αὐτοῦ τὴν γνώμην καὶ τὴν ἐν ῥήμασι καὶ τὴν ἐν πράγμασι καὶ τὴν ἐν πάσαις οἰκονομίαις πρὸς τὸν πατέρα καὶ μίαν καὶ τὴν αὐτὴν οὖσαν, καθὼς καὶ ἤδη πολλάκις ἀπεδείξαμεν. τὸ γὰρ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ οὐκ ἐξουσίας ἀναίρεσις, ἀλλὰ συμφωνίας ἀπόδειξις.

Εἰσὶ δὲ καὶ τὰ ἑπόμενα τοῦ αὐτοῦ λόγον τὰ καὶ ἀποκοπέντα ἐκ τῆς παρούσης χρήσεως παρὰ τῶν αὐτῶν Μακαρίου τε καὶ Στεφάνου οὕτως"

Πῶς οὖν ἐνταῦθά φησι πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ; τάχα εἰς πολὺν ὑμᾶς ἀγῶνα ἐνεβάλομεν, ἀλλὰ διανάστητε, εἰ γὰρ καὶ πολλὰ τὰ εἰρημένα" ἀλλ᾽ εὖ οἶδα, ὅτι νεάζει ὑμῶν ἡ προθυμία’ πρὸς γὰρ αὐτὴν λοιπὸν τὴν λύσιν ὁ λόγος ἐπείγεται. τίνος οὖν ἕνεκεν οὕτως εἴρηται; πρόσεχε μετὰ ἀκριβείας" πολὺ δυσπαράδεκτος ἦν ὁ τῆς σαρκώσεως λόγος" ἡ γὰρ ὑπερβολὴ τῆς φιλανθρωπίας αὐτοῦ καὶ τὸ μέγεθος τῆς συγκαταβάσεως τοῦτο φρίκης ἔγεμε καὶ πολλῆς ἐδέετο κατασκευῆς ὥστε παραδεχθῆναι' ἐννόησον γάρ, ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ θεός, ὁ ἄρρητος, ὁ ἄφραστος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, ὁ ἐπιβλέττων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυνήθη, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων, οὗτος ὁ πάντα νοῦν ὑπερβαίνων καὶ πάντα λογισμὸν κινῶν, παραδραμὼν ἀγγέλους ἀρχαγγέλους {(καὶ) πάσας τὰς ἄνω δυνάμεις τὰς νοερὰς κατεδέξατο γενέσθαι ἄνθρωπος καὶ σάρκα τὴν ἀπὸ γῆς καὶ τηλοῦ πλασθεῖσαν ἀναλαβεῖν καὶ εἰς μήτραν ἐλθεῖν πταρθενικὴν καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον καὶ γαλακτοτροφηθῆναι καὶ τὰ ἀνθρώπινα πάντα παϑεῖν. ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον μὲν προφήτας προπέμπει τοῦτο αὐτὸ ἀπαγγέλλοντας. καὶ ὁ μὲν πατριάρχης αὐτὸ προανεφώνει λέγων" ἀνέβης ἐκ βλαστοῦ, υἱέ μου, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. ὁ δὲ Ἠσαίας λέγων' ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, καὶ ἑτέρωθι πάλιν" εἴδομεν αὐτὸν ὡς παιδίον, ὡς ῥίζαν ἐν γῇ διψώσῃ, γῆν διψῶσαν τὴν μήτραν λέγων τὴν παρθενικὴν διὰ τὸ μὴ δέξασθαι σπέρμα ἀνθρώπου μηδὲ συνουσίας ἀπολαῦσαι, ἀλλὰ χωρὶς γάμων αὐτὸν τεκεῖν. καὶ πάλιν᾽ παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται καὶ ὁ Ἱερεμίας" οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης ζκαὶν ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὥφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. καὶ ὁ Δαυὶδ τὴν παρουσίαν αὐτοῦ τὴν ἐν σαρκὶ δηλῶν ἔλεγεν: καταβήσεται ὡς ὑετὸς ἐττὶ τόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, δτι ἀψοφητὶ καὶ ἀταράχως εἰς τὴν μήτραν ἦλθε τὴν παρθενικήν. ἀλλ᾽ οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γινόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων. οὐδὲ γὰρ ἁπλῶς εἰς ἄνθρωπον ἔρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ᾽ εἰς μήτραν παρθενικήν, ὥστε ζκαὶ» κυοφορήσεως καὶ τόκου ἀνασχέσθαι καὶ γαλακτοτροφίας καὶ αὐξήσεως καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν πασῶν πιστώσασθαι τὸ γινόμενον. καὶ οὐδὲ ἐνταῦθα ἵσταται {τὰ τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι καὶ πεινῆσαι καὶ διψῆσαι καὶ καθευδῆσαι καὶ κοπιάσαι, τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος ἀφίησιν αὐτὴν τὰ {τῆς) σαρκὸς παθεῖν. διὰ {γὰρ) τοῦτο καὶ κρουνοὶ ἱδρώτων κατεφέροντο ἐξ αὐτῆς, καὶ ἄγγελος ἡυρίσκετο αὐτὴν διακρατῶν καὶ λυπεῖται καὶ ἀδημονεῖ. καὶ γὰρ πρὶν ἢ ταῦτα εἰπεῖν φησιν ἡ ψυχή μου τετάρακται καὶ περίλυττός ἐστιν [ἡ ψυχή μου] ἕως θανάτου. εἰ γὰρ καὶ τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου καὶ Μανιχαίου τοῦ Πέρσου καὶ ἑτέρων πλειόνων αἱρεσιαρχῶν ἐπεχείρησεν, ὅσον τὸ ἐπ' αὐτοῖς, ἀνατρέψαι τὸν τῆς οἰκονομίας λόγον καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων ὅτι οὐδὲ ἐσαρκώθη οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία καὶ σκηνὴ καὶ ὑπόκρισις", καίτοι τῶν παθῶν βοώντων τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης" εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ μᾶλλον ὁ διάβολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε δόγματα τῆς ἀσεβείας; διά τοι τοῦτο ὥσπερ ἐπείνησεν ὥσπερ ἐκοπίασεν ὥσπερ ἐκαθεύδησεν ὥσπερ ἔφαγεν ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται τὸ ἀνθρώπινον ἐνδεικνύμενος καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς. εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχον (ἂν) εἰπεῖν ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου". τίνα δέ ἐστι ταῦτα; μέλλοντα σταυροῦσθαι καὶ δειλιᾶν καὶ ἀγωνιᾶν καὶ μὴ ἀπαϑῶς ἀπορρήγνυσθαι τῆς παρούσης ζωῆς. τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα᾽ διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν καὶ τὴν οἰκονομίαν πιστώσασθαι μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν"

᾿Αρκούντως ἔχει καὶ τὰ κατὰ τὴν σήμερον ἡμέραν πραχθέντα. τὰ δὲ ὑπόλοιπα τοῦ παρόντος καὶ ἀναγινωσκομένου κωδικίου καϑ᾽ ἑτέραν ἀναγινωσκέσθω.

54
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία