VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 4

ΠΡΑΞΙΣ ΤΕΤΑΡΤΗ (ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ)

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων καὶ μεγίστων εὐεργέτων Φλαβίων Κωνσταντίνον μὲν τοῦ εὐσεβεστάτου καὶ ϑεοψηφίστου μεγάλον βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ πεντεκαιδεκάτῃ τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.

Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου

ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς

αὐτοῦ ζθεοσόφου γαλήνης» παρόντων καὶ ἀκροωμένων

Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίονυ καὶ μαγίστρον τῶν βασιλικῶν ὀφφικίων

Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης

Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τῶν Ὁρμίσδου οἴκου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Θωμᾶ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Παύλον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρον καὶ [Γεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ

Πεωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινονυπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Μακαρίον τοῦ ὁσιωτάτον ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ

[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίον ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχι-ἐπισκόπου Ῥαβέννης Θεοδώρου

Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσον

Θεοδώρου ἐπισκόπου Ἐφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

[εωργίου ἐπισκόπου Κυζίκου

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Θεοδώρον ἐπισκόπου Μελιτηνῆς

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Μακροβίον ἐπισκόπου Σελευκείας Ἰσαυρίας

Γεωργίου ἐπισκόπου Βυζίης Θράκης

Γρηγορίου ἐπισκόπου Μιτυλήνης

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίον ἐπισκόπον Κίον

[εωργίον ἐπισκόπου Καμουλιανῶν

᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων

Ἰωάννον ἐπισκόπου Δασκυλίου

Γενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Θεοδώρου ἐπισκόπου Βερίσσης

Στεφάνου ἐπισκόπου Ἡρακλείας Πόντου

Λογγίνον ἐπισκόπου Τίουν

Δομετίου ἐπισκόπου Πλουσιάδος

Σολομῶνος ἐπισκόπου Κλανέου

[εωργίου ἐπισκόπου Κώου

Ἰωάννου ἐπισκόπου Μύνδου

[ρηγορίον ἐπισκόπου Καντάνον

Ἰωάννου ἐπισκόπου Λάππης

Εὐλαλίον ἐπισκόπου Ζηνωνονπόλεως

Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ

Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου Βαίων

[εωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης κατὰ τὴν πρεσβυτέραν Ῥώμην

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην

᾿Αναστασίονυ πρεσβυτέρον καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου καὶ

Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκό-που Θεουπόλεως ᾿Αντιοχείας.

Καὶ καθεσθέντων τῶν τε ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων Χριστοῦ τοῦ θεοῦ ἡμῶν εὐαγγελίων Παῦλος ὁ μεγαλοπρεπέσ-τατος ἀσηκρῆτις καὶ βασιλικὸς σεκρετάριος εἶτπτε'

Μέμνηται ἡ θεόσοφος ὑμῶν εὐσέβεια, ὡς κατὰ τὴν προλαβοῦσαν συνέλευσιν ἀνα-γνωσθέντων τῶν πεπραγμένων τῆς ἁγίας πέμπτης συνόδου [Γεώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως ἅμα τῇ ὑπ᾽ αὐτὸν συνόδῳ ἠτήσατο τὸ ὑμέτερον εὐσεβὲς κράτος τὰς γενομένας ἀναφορὰς ἀπό τε ᾿Αγάθωνος τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς ὑπ᾽ αὐτὸν συνόδου παρουσίᾳ τῆς ὑμῶν εὐσεβείας καὶ τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου ἀναγνωσθῆναι, καὶ ὑπο-βάλλομεν πρὸς τὸ παριστάμενον.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν'

᾿Αναγινωσκέσθωσαν.

Καὶ προεκομίσθη δι᾽ Ἑλληνικῶν γραμμάτων ἡ τῶν εἰρημένων ἀναφορῶν ἑρμηνεία διὰ Διογένους τοῦ μεγαλοπρεπεστάτου ἀσηκρῆτις, σεκρεταρίου βασιλικοῦ, καὶ ἀνεγνώσθη ἔχουσα ἐπὶ λέξεως οὕτως:

ΤΟΙ͂Σ ΕΥ̓ΣΕΒΕΣΤΑΤΟΙ͂Σ ΔΕΣΠΌΤΑΙΣ ΚΑΙ ΓΑΛΗΝΟΤΑΤΟΙΣ ΝΙΚΗΤΑΙ͂Σ ΚΑΙ ΤΡΟΠΑΙΟΥ-ΧΟΙΣ ΠΡΟΣΦΙΛΕΣΤΑΤΟΙ͂Σ ΤΕΚΝΟΙ͂Σ ΤΟΥ ΚΥΡΙΟῪ ἩΜΩ͂Ν ΙΗΣΟῪ ΧΡΙΣΤΟΥ ΚΩΝΣΤΑΝΤΙΝΩ ΜΕΓΑΛΩ ΒΑΣΙΛΕΙ, ἩΡΑΚΛΕΙΩ ΚΑΙ ΤΙΒΕΡΙΩ ΑΥ̓ΓΟΥΣΤΟΙΣ ΑΓΑΘΩ͂Ν ἘΠΊΣΚΟΠΟΣ, ΔΟΥ͂ΛΟΣ ΤΩΝ ΔΟΥΛΩ͂Ν ΤΟΥ ΘΕΟΥ͂

Κατανοοῦντι μοι τοῦ ἀνθρωπίνου βίον τὰς διαφόρους ὀδύνας καὶ πρὸς τὸν θεὸν τὸν μόνον ἀληθινὸν μετὰ σφοδρότητος ὀδυρμῶν στενάζοντι, ὅπως παράκλησιν τῇ χειμαζομένῃ ψυχῇ τῷ πόθῳ τῆς θείας εὐσπλαγχνίας μεταδῷ καὶ ἀπὸ τοῦ βυϑοῦ τῶν θλίψεων τῇ δυναστείᾳ τῆς αὐτοῦ δεξιᾶς ἀνακουφίσῃ, μεγάλην καὶ θαυμαστήν -- μετὰ ἀκαταπαύστου εὐχαριστίας ὁμολογῶ, γαληνότατοι δεσπόται καὶ τέκνα, -- παραμυθίας ἐπιτηδειότητα παραστῆσαι κατηξίωσε τὴν εὐσεβῆ πρόθεσιν τῆς γαληναίας ὑμῶν ἡμερότητος, ἥντινα πρὸς σύστασιν τῇ θεόθεν καταπιστευθείσῃ τῇ χριστιανικωτάτῃ πολιτείᾳ ἡ αὐτοῦ ἐπίνευσις ἐχαρίσατο, ὅπως ἡ βασιλικὴ ἰσχὺς καὶ εὐμένεια περὶ θεοῦ, δι᾽ οὗ βασιλεῖς βασιλεύουσι, τοῦ βασιλέως ὄντος τῶν βασιλευόντων καὶ κυρίου τῶν κυριευόντων, καὶ φροντίσει καὶ ζητήσει καὶ τῆς ἀμωμήτου αὐτοῦ πίστεως τὴν ἀλήθειαν, ὡς παρὰ τῶν ἀποστόλων καὶ τῶν ἀποστολικῶν πατέρων παρεδόθη, ἀγρύπνως ἐπιζητήσει καί, ὡς ἡ ἀληθὴς παράδοσις περιέχει, ἐνστατικῶς ἐπιθυμήσει ἐν πάσαις ταῖς ἐκκλησίαις ἐπικρατῆσαι: καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λογιζομένους ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθηθέντας καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις γὰρ κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δόνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν καὶ πληροφοροῦσιν, ἄστινας κεραίας ἡ χάρις τοῦ ἁγίου πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ἀναμιμνησκούσας καὶ μὴ καταθλιβούσας, ἀπολογουμένας καὶ μὴ καταφοβούσας, μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας πρὸς ταῦτα ἅπερ εἰσὶ τοῦ θεοῦ, κατὰ θεὸν προτρεπούσας, ἐπειδὴ καὶ αὐτὸς ὁ πάντων κτίστης καὶ λυτρωτής, ὁπόταν ἠδύνατο ἐν τῇ μεγαλειότητι τῆς ἰδίας θεότητος εἰς τὸν κόσμον ἐλθὼν τοὺς θνητοὺς ἐκφοβῆσαι, ἡμερότητι μᾶλλον ἀνεικάστου φιλανθρωπίας ταπεινῶς εἰς τὰ καθ᾽ ἡμᾶς κατ-ελθών, οὖς ἐδημιούργησε, καὶ λυτρώσασθαι κατηξίωσεν' ὅστις καὶ αὐτοπροαίρετον παρ᾽ ἡμῶν τῆς ἀληθοῦς πίστεως περὶ αὐτὸν ὁμολογίαν ἐκδέχεται, ὅπερ καὶ ὁ μακάριος Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων ὑπομιμνήσκει: ποιμαίνετε τὸ ἐν ὑμῖν ὃν ποίμνιον τοῦ Χριστοῦ, μὴ ἀναγκασθέντας ἀλλ᾽ ἑκουσίως κατὰ θεὸν προτρεπόμενος.

Ταύταις τοίνυν ταῖς θείαις συλλαβαῖς, ἡμερώτατοι τῶν πραγμάτων δεσπόται, ἐμψυχω-θεὶς καὶ πρὸς ἐλπίδα παραμυθίας ἀπὸ βαθυτάτων ὀδυνῶν κουφισθεὶς ἠρξάμην τῇ κρείττονι κατ᾽ ὀλίγον ἀνεθεὶς παρρησίᾳ τὰ ἤδη διὰ τῆς σάκρας τῆς ἡμερωτάτης ὑμῶν ἀνδρείας προσταχθέντα ἐνεργῶς πρόθυμον ὑπουργίαν παριστᾶν, ἵνα πρόσωπα, οἷα κατὰ τὴν τοῦ καιροῦ τούτου ἀτονίαν καὶ τῆς δουλικῆς ὑμῶν χώρας ποιότητα ἠδύναντο εὑρεθῆναι, ἕνεκεν πληροφορίας ὑπακοῆς ἐπεζήτουν καὶ μετὰ βουλῇς τῶν συνδούλων μου τῶν ἐπι-σκόπων ἀπό τε τῆς πλησιαζούσης τούτῳ τῷ ἀποστολικῷ θρόνῳ συνόδου, εἶτα δὲ καὶ ἀπὸ τοῦ δουλικοῦ κλήρου τοῦ φιλοῦντος τὸ ὑμέτερον χριστιανικώτατον κράτος, καὶ ἀκολούθως ἀπὸ τῶν θεοσεβεστάτων δούλων τοῦ θεοῦ, ἐπὶ τὸ σπεῦσαι πρὸς τὰ ἴχνη τῆς εὐσεβοῦς ὑμῶν γαληνότητος προτρέπεσθαι: καὶ εἰ μὴ ὅτι ἡ μακρὰ περίοδος τῶν χωρῶν, ἐν αἷς ἡ σύνοδος καθέστηκε τῆς ἡμετέρας ταπεινώσεως, τοῦ τοσούτου χρόνου ἐπεσώρευσε τὴν ἐπέκτασιν, πάλαι τοῦτο, ὅπερ μόλις ποτὲ νῦν γενέσθαι ἠδυνήθη ἡ περισπούδαστος ὑπακοή, ἦν ἡ ἡμετέρα δουλεία ἐπλήρωσεν. ἀλλ᾽ ἐν ὅσῳ ἀπὸ διαφόρων ἐπαρχιῶν ἡ δουλικὴ σὺν ἡμῖν σύνοδος συνηθροίζετο, ἐν ὅσῳ πρόσωπά τινα μὲν ἀπὸ ταύτης τῆς δουλικῆς τοῦ ἡμερωτάτου ὑμῶν κράτους πόλεως Ῥώμης ἢ ἐκ τοῦ πλησίον στεῖλαι φροντίζομεν, τινὰ δὲ ἐκ τῶν πόρρωθεν τυγχανουσῶν ἐπαρχιῶν, ἐν αἷς τὸν λόγον τῆς χριστιανικωτάτης πίστεως παρὰ τῶν ἀποστολικῶν τῶν προηγησαμένων τὴν ἐμὴν ἐλαχιστίαν οἱ σταλέντες ἐκήρυσ-

σον, ἐξεδεχόμεθα ὑποστρέψαι -- οὐ μικρὰ παραδρομὴ χρόνων ἐξηνύσθη, ἵνα τὰς σωματικὰς ἀσθενείας ἐμοῦ τοῦ {(δουλείου» ὑμῶν σιωπῇ παρέλθω, ἐν αἷς οὔτε ζῆν ἔξεστιν οὔτε ἀρέσκει συχναῖς ἀσθενείαις ἀποκάμνοντα.

Καὶ διὰ τοῦτο, χριστιανικώτατοι δεσπόται καὶ τέκνα, κατὰ τὴν εὐσεβεστάτην κέλευσιν τῆς θεοσκετπτάστου ὑμῶν ἡμερότητος ἕνεκεν ὑπακοῆς ἣν ὀφείλομεν, οὐχ ἕνεκεν παρρησίας τῆς εἰς αὐτοὺς περισσευούσης εἰδήσεως οὖς στέλλομεν, τοὺς παρόντας συνδούλους ἡμῶν ᾿Αβουνδάντιον, Ἰωάννην καὶ Ἰωάννην, τοὺς εὐλαβεστάτους ἀδελφοὺς ἡμῶν καὶ ἐπισκόπους, Θεόδωρον καὶ Γεώργιον, τὰ ἀγαπητὰ ἡμῶν τέκνα τοὺς πρεσβυτέρους, μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν τέκνου Ἰωάννου τοῦ διακόνου καὶ Κωνσταντίνου τοῦ ὑποδιακόνου {τῆς ἁγίας ταύτης πνευματικῆς μητρὸς τοῦ ἀποστολικοῦ θρόνου, οὐ μὴν ἀλλὰ καὶ Θεόδωρον τὸν πρεσβύτερον, λεγάτον τῆς ἁγίας ἐκκλησίας Ῥαβέννης, καὶ τοὺς θεοσεβεστάτους δούλους τοῦ θεοῦ τοὺς μοναχοὺς μετὰ καθοσιώσεως ἱκετευτικῆς καρδίας ἐφροντίσαμεν ἀποστεῖλαι.

παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν καθημερινὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν γραφῶν εἴδησις, εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων ἀποστολικῶν τῶν προηγησαμένων καὶ τῶν σεβασμίων πέντε συνόδων ἅπερ ὁρισμένα εἰσὶν ἐν ἁπλότητι καρδίας καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν πατέρων πίστεως φυλάττομεν, ἕν καὶ ἐξαίρετον ἀγαθὸν ἔχειν διὰ παντὸς εὐχόμενοι καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ ἢ προστεθῇ, ἀλλὰ ταῦτα καὶ ῥήμασι καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν. οἴστισι διακομισταῖς καὶ χρήσεις τινῶν ἁγίων πα-τέρων, οὖς ἐδέξατο ταύτη ἡ ἀποστολικὴ τοῦ Χριστοῦ ἐκκλησία, μετὰ τῶν βιβλίων αὐτῶν παραδεδώκαμεν, ὅπως εὐπορίας τυχόντες τοῦ ἀναφέρειν ἀπὸ τοῦ εὐμενοῦς ὑμῶν καὶ χριστιανικωτάτου κράτους ἐκ τούτων μόνων ἀπολογήσασθαι σπεύσωσιν, ἐπὰν ἡ βασιλικὴ ἡμερότης προστάξῃ τί ταύτη ἡ πνευματικὴ μήτηρ τοῦ θεοκατορθώτου ὑμῶν κράτους ἡ τοῦ Χριστοῦ ἀποστολικὴ ἐκκλησία πιστεύει καὶ κηρύσσει, οὐ διὰ κοσμικῆς εὐγλωττίας, ἥτις οὐδὲ ἰδιώταις ἀνθρώποις βοηθεῖ, ἀλλὰ δι᾽ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως, ἐν ἧ καὶ ἐκ σπαργάνων ἀνατραφέντες καὶ μέχρι τέλους τῷ κατορθωτῇ τοῦ χριστιανικω-τάτου ὑμῶν κράτους τῷ κυρίῳ τοῦ οὐρανοῦ πάντας σὺν ἡμῖν ἱκετεύομεν δουλεύειν καὶ φυλάττεσθαι. διόπερ ἄδειαν ἤγουν αὐθεντίαν δεδώκαμεν αὐτοῖς πρὸς τὸ ὑμέτερον γαληναῖον κράτος, ἐπὰν κελεύσῃ ἡ ὑμῶν φιλανθρωπία, τοῦ ἁπλῶς ἀπολογήσασθαι εἰς ὅσον αὐτοῖς μόνον ἐπετέθη, ἵνα μηδὲν δηλονότι προπετεύσωνται προσθεῖναι ἢ ὑφεῖλαι ἢ ἀλλάξαι, ἀλλὰ τὴν παράδοσιν τούτου τοῦ ἀποστολικοῦ θρόνον, ὡς καθὼς ὡρίσθη ἀπὸ τῶν προηγησαμένων ἀποστολικῶν προέδρων, εἰλικρινῶς ἐξηγήσασθαι. ὑπὲρ ὧν γονυ-πετοῦντες τῇ διανοίᾳ ἱκετευτικῶς τὴν ὑμετέραν φιλανθρωπίαν, ἥτις πρὸς ἡμερότητα διὰ παντὸς ἀποβλέπει, δυσωποῦμεν, ἵνα κατὰ τὴν ἀγαϑοθελῆ καὶ σεβασμίαν τῆς βασιλικῆς σάκρας ὑπόσχεσιν ἀποδοχῆς ἀξιώσῃ ἡ χριστομίμητος ὑμῶν γαληνότης καὶ εὐμενεῖς τὰς ἀκοὰς ὑμῶν ταῖς μετρίαις ἀναφοραῖς χαρίσασθαι καταξιώσῃ. οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ὑμῶν εὑρήσει ἡ ὑμετέρα ἡμε-ροτάτη εὐσέβεια καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς (ἡμῶν) πίστεως περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσει. οὕτως ἀποκαταστήσει ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπτροις τὰ ἀντι-τασσόμενα ὑποτάξει ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι, ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας καὶ τοῦ μὴ ἕν τινι βαρυνθῆναι τοὺς ἐρχομένους τοῦ θεοῦ αὐτῇ ἐνηχήσαντος ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν. οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παρρησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι -- ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώ-πῶς κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευσθὲν μεθ᾽ ὑπακοῆς ἐπλήρωσεν - ἵνα δὲ τῇ θεοσυστάτῳ ὑμῶν εὐσεβείᾳ, τί περιέχει ἡ δύναμις τῆς ἀποστολικῆς ἡμῶν πίστεως, διὰ βραχέων δηλοποιήσωμεν, ἣν καὶ παρελάβομεν διὰ τῆς ἀποστολικῆς παρα-δόσεως τῶν τε ἀποστολικῶν ἀρχιερέων καὶ τῶν ἁγίων πέντε οἰκουμενικῶν συνόδων, δι᾿ ὧν οἱ θεμέλιοι τῆς καθολικῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐστερεώθησαν καὶ ἐσταθηρώθησαν. Αὕτη τοιγαροῦν ἐστιν ἡ κατάστασις τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως καὶ ἡ κανονικὴ παράδοσις, ἵνα ὁμολογοῦντες τὴν ἁγίαν καὶ ἀχώριστον τριάδα, τουτέστι τὸν πατέρα καὶ ὑτὸν καὶ πνεῦμα ἅγιον, μιᾶς εἶναι θεότητος, μιᾶς φύσεως καὶ οὐσίας, ἑνὸς αὐτὴν κηρύττωμεν καὶ φυσικοῦ θελήματος, δυνάμεως, ἐνεργείας, δεσποτείας, μεγαλειότη-τος, ἐξουσίας καὶ δόξης, καὶ εἴ τι δήποτε περὶ τῆς αὐτῆς ἁγίας τριάδος οὐσιωδῶς λέγεται ἑνικῷ ἀριθμῷ, ὡς ἀπὸ μιᾶς φύσεως τριῶν ὁμοουσίων προσώπων καταλαμβανώμεθα κανονικῷ λόγῳ τοῦτο διδαχθέντες. ὅτε δὲ περὶ τοῦ ἑνὸς τῶν αὐτῶν τριῶν προσώπων αὐτῆς τῆς ἁγίας τριάδος, τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ θεοῦ λόγου, καὶ περὶ τοῦ μυστηρίου τῆς προσκυνητῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας ὁμολογοῦμεν, πάντα διπλᾷ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν εὐαγγελικὴν παράδοσιν διαβεβαιούμεθα, τουτέστι δύο αὐτοῦ τὰς φύσεις κηρύττομεν, τὴν θείαν δηλαδὴ καὶ τὴν ἀνθρωπίνην, ἐξ ὧν καὶ ἐν αἷς καὶ μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν ὑφέστηκε, καὶ μίαν ἑκάστην αὐτοῦ φύσιν ἰδιότητα φυσικὴν ἔχειν ὁμολογοῦμεν καὶ ἔχειν τὴν θείαν πάντα ἅπερ εἰσὶ θεῖα καὶ τὴν ἀνθρωπίνην πάντα τὰ ἀνθρώπινα χωρίς τινος ἁμαρτίας καὶ ἑκατέραν ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος, τουτέστι ἐνανθρωπήσαντος, ἀσυγχύτως ἀχωρίστως ἀτρέπτως εἶναι ἐπιγινώσκομεν, μόνῃ νοήσει τὰ ἡνωμένα διακρί-νοντες διὰ τὴν τῆς συγχύσεως δηλαδὴ πλάνην: ἴσως γὰρ καὶ τὴν τῆς διαιρέσεως καὶ τὴν τῆς κράσεως ἀποβαλλόμεθα βλασφημίαν. ὁπόταν δὲ δύο φύσεις καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ὁμολογοῦμεν ἐν τῷ ἑνὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, οὐκ ἐναντία ταῦτα οὔτε ἀλλήλοις ἀντικείμενα λέγομεν, καθὼς οἱ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας πττλανώμενοι τῆς ἀποστολικῆς παραδόσεως κατηγοροῦσιν, ἀπέστω αὕτη ἡ ἀσέβεια ἀπὸ τῶν καρδιῶν τῶν πιστῶν, οὔτε ὡς κεχωρισμένας ἐν δυσὶ προσώποις ἤγουν ὑποστάσεσιν, ἀλλὰ δύο λέγομεν ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καθὼς τὰς φύσεις οὕτως καὶ τὰ φυσικὰ θελήματα καὶ ἐνεργείας ἐν ἑαυτῷ ἔχειν, θείαν δηλαδὴ καὶ ἀνθρωπίνην, θεῖον μὲν οὖν θέλημα καὶ ἐνέργειαν ἔχειν ἐξ ἀϊδίου μετὰ τοῦ ὁμοουσίου πατρὸς κοινόν, ἀνθρώπινον δὲ χρονικῶς ἐξ ἡμῶν μετὰ τῆς ἡμετέρας φύσεως προσληφθέν.

Αὕτη ἐστὶν ἡ ἀποστολικὴ καὶ εὐαγγελικὴ παράδοσις, ἣν κρατεῖ ἡ πνευματικὴ μήτηρ τοῦ εὐτυχεστάτου ὑμῶν κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ ἐκκλησία: αὕτη ἐστὶν ἡ καθαρὰ τῆς εὐσεβείας ὁμολογία" αὕτη ἐστὶν ἡ τῆς τῶν Χριστιανῶν πίστεως ἀληθὴς καὶ ἀμώμητος ὁμολογία, ἥνπερ οὐκ ἀνθρωπίνη ἐφεῦρε πανουργία, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν κορυφαίων τῶν ἀποστόλων ἐδίδαξεν" αὕτη ἐστὶν ἡ βεβαία καὶ ἀνεπίληπτος τῶν ἁγίων ἀποστόλων διδασκαλία, ἧστινος εἰλικρινοῦς εὐσεβείας τὸ ἀκέ-ραϊον, μέχρις ὅτου παρρησιαστικῶς κηρύττεται ἐν τῇ τῶν Χριστιανῶν πολιτείᾳ, τῆς ὑμετέρας γαληνότητος τὸ κράτος φυλάττει καὶ σταθηροποιεῖ καὶ ὑψοῖ καί, ὡς τελείως θαρροῦμεν, εὐτυχὲς ἀποδείξει.

Πιστεύσατε ἐμοὶ τῷ ταπεινῷ, χριστιανικώτατοι δεσπόται καὶ τέκνα, ὅτι ὑπὲρ τῆς σταϑηρότητος καὶ τοῦ ὑψώματος αὐτοῦ ταύτας μετὰ ὀδυρμῶν ἐκχέω τὰς ἱκεσίας. καὶ ταῦτα συμβουλεύειν, εἰ καὶ ἀνάξιος καὶ ἐλάχιστος, γνησίως ἀγαπῶν προπετεύομαι, ὅτι ἡ ἐκ τοῦ θεοῦ δωρηθεῖσα ὑμῖν νίκη ἡμετέρα σωτηρία ἐστί, καὶ τῆς ὑμετέρας γαληνότητος ἡ εὐτυχία ἡμετέρα εὐφροσύνη ἐστί, καὶ τῆς ὑμετέρας πραότητος ἡ ῥῶσις τῇ ἡμετέρᾳ σμικρότητι εὐθυμία ἐστί. καὶ κατὰ τοῦτο μετὰ συντετριμμένης καρδίας καὶ τοῖς τῆς διανοίας προχεομένοις δάκρυσι προσπίπτων δυσωπῶ: ἐκτεῖναι καταξιώσατε τὴν φιλάν-θρωπον δεξιὰν τῇ ἀποστολικῇ διδασκαλίᾳ, ἥντινα ὁ συνεργὸς τῶν εὐσεβῶν ὑμῶν μόχθων ὁ μακάριος Πέτρος ὁ ἀπόστολος παραδέδωκεν, οὐχ ἵνα συγκλεισθῇ ὑπὸ τὸν μόδιον, ἀλλὰ σάλπιγγος λαμπρότερον ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται, ὅτι ἡ αὐτοῦ ἀληθὴς ὁμολογία ἀπὸ τοῦ πατρὸς ἐκ τῶν οὐρανῶν ἀπεκαλύφθη, ἧς ἕνεκεν ἀπὸ τοῦ κυρίου τῶν ὅλων μακάριος εἶναι ἀπεφάνθη ὁ Πέτρος, ὃς καὶ τὸ ποιμαίνειν τὰ πνευματικὰ πρόβατα τῆς ἐκκλησίας ἀπ᾿ αὐτοῦ τοῦ λυτρωτοῦ τῶν πάντων τῇ τρίτῃ παραθέσει ἐδέξατο, οὗτινος ἐπινεύσαντος τῇ βοηθείςι αὕτη ἡ ἀποστολικὴ αὐτοῦ ἐκκλησία οὐδέποτε ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἐν οἰῳδήποτε μέρει πλάνης ἐκάμφθη, οὔτινος τὴν αὐθεντίαν ἅτε δὴ κορυφαίου πάντων τῶν ἀποστόλων διὰ παντὸς πᾶσα ἡ καθολικὴ τοῦ Χριστοῦ ἐκκλησία καὶ αἱ καϑολικαὶ σύνοδοι πιστῶς περιτττυσσόμεναι ἐν πᾶσιν ἠκολούθησαν πάντες οἱ σεβάσμιοι πατέρες τὴν ἀποστολικὴν αὐτοῦ ἐπεσπάσαντο διδασκαλίαν, δι᾽ ἧς καὶ οἱ δεδοκιμασμένοι τῆς ἐκκλησίας τοῦ Χριστοῦ φωστῆρες ἔλαμψαν, καὶ οἱ μὲν ἅγιοι διδάσκαλοι οἱ ὀρθόδοξοι ἐσεβάσθησαν καὶ ἠκολούθησαν, οἱ δὲ αἱρετικοὶ τοῖς πλαστοῖς ἐγκλήμασι καὶ μισήσεσιν ἀφαιρέσεων ἐπηκολούθησαν. αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥντινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπω-μένη καὶ θαλπομέντη καὶ παρρησιαστικῶς κηρυχθεῖσα, ἥτις διὰ τῆς ἀληθευούσης ὁμολογίας τῷ θεῷ καταλλάσσει, ἥτις τῷ δεσπότῃ Χριστῷ παρατίθεται, ἧτις τῆς εὐσεβείας ὑμῶν τὸ χριστιανικώτατον διαφυλάττει κράτος, ἥτις ἀπὸ τοῦ δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει, ἥτις συνοδεύει ἐν τοῖς πολέμοις καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, ἦτις τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκατα-μάχητον τεῖχος περισκέπει, ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται, ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς οὐρανόθεν παράσχοι καὶ ἐν εἰρήνῃ καὶ ἱλαρότητι ἀμέριμνον τὴν ὑμετέραν διὰ παντὸς πιστοτάτην βασιλείαν διαφυλάξοι. αὕτη ἐστὶ τῆς ἀληθοῦς πίστεως ὁ κανών, ἥντινα καὶ ἐν τοῖς εὐτυχήμασι καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν, αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ ἐκκλησία, ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλω-θεῖσα ὑπέπεσεν, ἀλλὰ καϑὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ (ἀποστόλων ἀπαράτρωτος μέχρι τέλους μενεῖ κατὰ τὴν τοῦ κυρίου αὐτοῦ τοῦ σωτῆρος θείαν παραγγελίαν, ἧνπερ τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς (ἱεροῖς) εὐαγγελίοις ὡμολόγησε φήσας: Πέτρε, Πέτρε, ἰδοὺ ὁ σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς ὡς ὁ σινιάζων τὸν σῖτον: ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα ἵνα μὴ ἐκλείψῃ ἡ πίστις σου: καὶ σύ ποτε ἐπιστραφεὶς στήριζε τοὺς ἀδελφούς σον.

Κατανοήσει τοίνυν ἡ ὑμετέρα γαληναῖα φιλανθρωπία, ἐπειδὴ ὁ κύριος καὶ σωτὴρ πάντων, οὗτινος ἡ πίστις ἐστίν, ὃς τὴν πίστιν Πέτρου μὴ ἐκλεῖψαι ὑπέσχετο, τοῦτον ὑπέμνησε τοὺς ἑαυτοῦ στηρίζειν ἀδελφούς, ὅπερ τοὺς ἀποστολικοὺς ἀρχιερεῖς τὴν ἐμὴν ἐλαχιστίαν προηγησαμένους παρρησιαστικῶς ἀεὶ πεποιηκέναι πᾶσιν ἐγνώσθη: ὧντινων καὶ ἡ ἐμὴ σμικρότης, εἰ καὶ ἄνισος καὶ ἐλάχιστος, ὅμως ἕνεκεν τῆς προσληφθείσης ἐκ τῆς θείας ῥοπῆς διακονίας ἀκόλουθος ἐπιθυμεῖ ὑπάρχειν. οὐαὶ γάρ μοι ἔσται, ἐὰν τὴν ἀλήθειαν τοῦ κυρίου μου, ἣν αὐτοὶ εἰλικρινῶς ἐκήρυξαν, ἀμελήσω κηρύξαι: οὐαί μοι ἔσται, ἐὰν σιωπῇ καλύψω τὴν ἀλήθειαν, ἣν καταβαλέσθαι τοῖς τραπεζίταις ἐπιτέτραμμαι, τουτέστι τοὺς χριστιανικωτάτους λαοὺς μνεῖν καὶ διδάσκειν. τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; τί περὶ ἐμαυτοῦ, τί περὶ τῶν ἐμπιστευθεισῶν μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ᾽ ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; τίς τοίνυν, φιλανθρωπότατοι καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πινεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἔπηγ-γείλατο φήσας: ὅστις με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς" καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλή, ἥτις ἀγανακτήσοντα αὐτὸν προμαρτύρεται καὶ διαβεβαιοῦται φά-σκουσα' ὅστις με ἀρνήσηται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς" ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομινήσκει καὶ λέγει: ἀλλ᾽ εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ὅπου τοίνυν τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἡ ἀπὸ τῆς ἀληθείας τῆς δεσποτικῆς πίστεως; ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξ ὅτον καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προ-τρέψασθαι καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κἂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς ἐκκλησίας ποιήσωσιν, ἕν θέλημα καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαι-ούμενοι ἐν τῷ ἑνὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὅπερ καὶ οἱ ᾿Αρειανοὶ καὶ οἱ ᾿Απολιναρισταὶ καὶ οἱ Εὐτυχιανισταὶ καὶ οἱ Τιμοθιανοὶ καὶ οἱ ᾿Ακέφαλοι οἱ Θεοδοσιανοὶ καὶ οἱ Γαιανῖται καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία ἣ τε τῶν συγχεόντων ἣἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξε. συγχέοντες μὲν τῆς ἁγίας ἐνανθρωπή-σεως τὸ μυστήριον, καϑὸ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ μίαν φύσιν λέγουσιν, ἕν αὐτὸν ὥσπερ ἑνὸς θέλημα καὶ ἐνέργειαν προσωπικὴν ἔχειν φιλονεικοῦσι, διαιροῦντες δὲ τὴν ἀχώριστον ἕνωσιν τὰς δύο φύσεις, ἄστινας τὸν σωτῆρα ἔχειν ἐπιγινώ-σκουσιν, οὐχὶ καθ᾽ ἕνωσιν, ἧτις καθ᾽ ὑπόστασιν γενομένη γνωρίζεται, ἑνοῦσιν, ἀλλὰ βλασφημοῦντες κατὰ σχέσιν θελήματος ὡς δύο ὑποστάσεις, τουτέστι δύο τινάς, καϑ' ὁμόνοιαν συνάπτουσι.

Τοιγαροῦν ἡ ἀποστολικὴ τοῦ Χριστοῦ ἐκκλησία, ἡ πνευματικὴ μήτηρ τοῦ θεοθεμελιῶτου ὑμῶν κράτους, καὶ ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογεῖ ἐκ δύο καὶ ἐν δύο ὑπάρχοντα φύσεσι καὶ δύο αὐτοῦ τὰς φύσεις, τὴν θείαν δηλονότι καὶ ἀνθρωπίνην, καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν ἀσυγχύτους ἐν αὐτῷ εἶναι διδάσκει καὶ ἐκ τῶν φυσικῶν ἰδιοτήτων μίαν ἑκάστην αὐτῶν τῶν τοῦ Χριστοῦ φύσεων τελείαν εἶναι ἐπιγινώσκει. καὶ εἴ τι δήποτε ἀνήκει πρὸς τὰς ἰδιότητας τῶν φύσεων, πάντα διπλᾷ ὁμολογεῖ, ὅτι ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειός ἐστι καὶ ἐκ δύο καὶ ἐν δύο φύσεσι καὶ μετὰ τὴν θαυμαστὴν ἐνανθρώπησιν ὑπάρχων οὔτε ἡ θεότης αὐτοῦ χωρὶς τῆς ἀνθρωπότητος οὔτε ἡ ἀνθρωπότης αὐτοῦ χωρὶς τῆς θεότητος δύναται νοεῖσθαι. ἀκολού-θως τοίνυν πρὸς τὸν κανόνα τῆς ἁγίας καϑολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ δύο φυσικὰ θελήματα ἐν αὐτῷ καὶ δύο φυσικὰς ἐνεργείας εἶναι ὁμολογεῖ καὶ κηρύττει. ἐὰν γάρ τις προσωπικὸν νοήσῃ τὸ θέλημα, ἐν ὅσῳ τρία πρόσωπα ἐν τῇ ἁγίᾳ τριάδι λέγονται, ἀναγκαῖον ἐστίν, ἵνα καὶ τρία προσωπικὰ θελήματα καὶ τρεῖς προσωπικὰς ἐνεργείας, ὅπερ ἀλλόκοτόν ἐστι καὶ λίαν βέβηλον, λεχϑήσονται- ἐπεί, ὅπερ ἡ ἀλήθεια τῆς χριστιανικωτάτης πίστεως περιέχει, φυσικὸν θέλημά ἐστιν, ὅπον μία φύσις λέγεται τῆς ἁγίας καὶ ἀχωρίστου τριάδος, ἀκολούθως καὶ ἕν φυσικὸν θέλημα καὶ μία φυσικὴ ἐνέργεια νοεῖται. ἡνίκα δὲ ἐν τῷ ἑνὶ προσώπῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μεσίτου θεοῦ καὶ ἀνθρώπων δύο φύσεις, τουτέστιν τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, ὁμολογοῦμεν, ἐν αἷς καὶ μετὰ τὴν θαυμαστὴν ἕνωσιν ὑπάρχει, καθὼς δύο τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς φύσεις, οὕτως καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς αὐτοῦ τὰς ἐνεργείας κανονικῶς ὁμολο-γοῦμεν. ἵνα δὲ ταύτης τῆς ἀληθευούσης ὁμολογίας ἡ νόησις ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης ἡ θεόπνευστος διδασκαλία ταῖς ἐννοίαις τῆς ὑμετέρας εὐσεβείας φανῇ (πλέον γὰρ καὶ ἀσυγκρίτως ἡ ὑμετέρα φιλανθρωπία δυνήσεται τὴν ἔννοιαν τῶν ἁγίων γραφῶν ἐπεξεργάσασθαι ἥπερ ἡ ἡμετέρα σμικρότης ῥευστοῖς ῥήμασι σαφηνίσαι), αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς καὶ τέλειος θεός, ἀληθινὸς καὶ τέλειος ἄνθρωπός ἐστιν, ἐν τοῖς ἱεροῖς αὐτοῦ εὐαγγελίοις προμαρτύρεται -- ἔν τισι τὰ ἀνθρώπινα, ἔν τισι τὰ θεῖα καὶ ἅμα ἑκάτερα ἐν ἄλλοις περὶ αὑτοῦ φανερὰ ποιούμενος - ὅπως αὐτὸν ἀληθῆ θεὸν καὶ ἀληθῆ ἄνθρωπον πιστεύειν καὶ κηρύττειν τοὺς πιστοὺς αὐτοῦ καταρτίσῃ. προσεύχεται οὖν πρὸς τὸν πατέρα ὡς ἄνθρωπος, ἵνα τὸ ποτήριον τοῦ πάθους παραγάγῃ, ὅτι ἐν αὐτῷ τῆς ἡμετέρας ἀνθρωπότητος ἡ φύσις χωρὶς μόνης ἁμαρτίας τελεία ἐστί: πάτερ, φάσκων, εἰ δυνατόν ἐστι, πταρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σὺ θέλεις. καὶ ἐν ἄλλῳ: μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σὸν γενέσθω. ἧστινος μαρτυρίας τὴν ἔννοιαν ἐὰν ἀπὸ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων σαφηνισθεῖσαν ἐπιγνῶναι ἐπιθυμῶ-μεν, καὶ τί τὸ ἐμὸν θέλημα, τί τὸ σὸν σημαίνει τὸ ἀληθὲς νοῆσαι, ὁ μακάριος ᾿Αμβρόσιος ἐν τῷ δευτέρῳ λόγῳ πρὸς τὸν τῆς εὐσεβοῦς μνήμης Γρατιανὸν τὸν βασιλέα τούτοις τοῖς ῥήμασι περὶ τοῦ τόπου τούτου ἡμᾶς νοεῖν ὑπομιμνήσκει φάσκων" »ϑέχεται τοίνυν τὴν βούλησιν τὴν ἐμήν, δέχεται τὸ στυγνὸν {τὸ ἐμόν», θαρρῶν γὰρ ὀνομάζω στυγνότητα, ἐπειδὴ κηρύσσω σταυρόν. ἐμὸν ἦν τοῦτο τὸ βούλημα, ὅπερ ἴδιον ἔλεγεν, ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησεν, καὶ διὰ τοῦτό φησιν: οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σὺ θέλεις. ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ᾽ ἐμὴν διάθεσιν ἀνεδέξατο."

Ἰδοὺ φαίνεται, εὐσεβέστατοι βασιλέων, ὅτι ἐνταῦθα ὁ ἅγιος πατὴρ τὸ ῥῆμα τοῦτο, ὅπερ ὁ κύριος προσευχόμενος προσήγαγε, τό: οὐχ ὡς ἐγὼ θέλω, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν ἐπισφραγίζει, καθ᾽ ἣν καὶ ὑπήκοος κατὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου τῶν ἐθνῶν λέγεται: μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ὅθεν καὶ ὑποτασσόμενος τοῖς γονεῦσι γνωρίζεται, ὅτε οὖν τὴν ὑπακοὴν αὐτοῦ τὴν ἑκούσιον οὐ κατὰ τὴν θεότητα, ἥτις πάντων δεσπόζει, εὐσεβές ἐστι νοεῖν, ἀλλὰ κατὰ τὴν ἀνθρω-πότητα, δι᾽ ἧς ἑκουσίως τοῖς γονεῦσιν ὑπετάγη, ὅπερ καὶ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς ὁμοίως μνημονεύει τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα προσευχόμενον πρὸς τὸν πατέρα εἰσάγων καὶ διαβεβαιούμενος: πάτερ, εἰ δυνατόν ἐστι παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σὸν γενέσθω.

ὅντινα τόπον ὁ τοῦ Χριστοῦ ὁμολογητὴς ᾿Αθανάσιος ὁ ἀρχιερεὺς τῆς ᾿Αλεξανδρέων ἐκκλησίας ἐν τῷ λόγῳ τῷ κατὰ ᾿Απολλιναρίου τοῦ αἱρετικοῦ περὶ τῆς τριάδος καὶ ἐναν-θρωπήσεως καὶ τοῦ δυϊκοῦ ἀριθμοῦ δραττόμενος οὕτως σαφηνίζει: “καὶ ὅταν λέγῃ: πάτερ, εἰ δυνατόν, τὸ ποτήριον τοῦτο παρελθέτω ζἀπ᾽ ἐμοῦ, πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν. (καὶ πάλιν") τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός, τὸ δὲ θεϊκόν. τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος, τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον." ἧστινος σαφηνείας τί ἀληθέστερον δυνήσεται γνωρισθῆναι; πῶς γὰρ οὐκ ἐν αὐτῷ δύο θελήματα, τουτέστι θεῖον καὶ ἀνθρώπινον, πιστῶς ἐπιγνωσθήσονται, ἐν ᾧ δύο φύσεις καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν συνοδικῷ κηρύγματι κηρύττονται; καὶ Ἰωάννης γάρ, ὃς ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀνέπεσεν, ὃ ἀγατιητὸς μαθητής, τὴν αὐτὴν περιοχὴν τούτοις σαφηνίζει τοῖς ῥήμασιν: ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός" καὶ πάλιν: τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ τι, ἀλλ᾽ ἵνα ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ὡσαύτως τὸν αὐτὸν κύριον εἰσάγει μετὰ τῶν Ἰουδαίων διαλεγόμενον καὶ λέγοντα μετὰ τῶν λοιπῶν ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. οὔτινος θείου λόγου τὸν σκοπὸν ὁ μακάριος Αὐγουστῖνος ὁ ἐξοχώτατος διδάσκαλος οὕτως κατὰ Μαξιμζίνγου τοῦ ᾿Αρειανοῦ φράζει καὶ λέγει" “ὅπου δὲ εἶτεν ὁ υἱὸς τῷ πατρί: πλὴν οὐχ ὅπερ ἐγὼ θέλω ἀλλ᾽ ὅπερ σὺ θέλεις- τί σοι βοηθεῖ, ὅτι τὰ σὰ ῥήματα ὑποβάλλεις καὶ λέγεις: ἔδειξεν ἀληθῶς τὸ ἴδιον θέλημα ὑποτεταγμένον τῷ ἰδίῳ γεννήτορι", ὡσανεὶ ἡμεῖς ἀρνησόμεθα τὸ θέλημα τοῦ ἀνθρώπου τῷ τοῦ θεοῦ θελήματι ὀφείλειν εἶναι ὑποτεταγμένον. καὶ γὰρ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου τοῦτο εἰρηκέναι τὸν κύριον ταχέως θεωρεῖ, ὅστις τὸν τόπον αὐτοῦ τοῦ ἁγίου εὐαγγελίου μικρὸν προσεχέστερον ἐπισκήψει. ἐκεῖ γὰρ εἶπτε- περίλυττός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. μήτι ἐκ τῆς φύσεως τοῦ μονογενοῦς λόγου δυνήσεται τοῦτο λέγεσθαι; ἀλλ᾽ ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ μονογενοῦς θεοῦ λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; πλὴν αὐτὸς μήπως τι τοιοῦτον λεχϑείη οὐκ ἔφη, περίλυπτός εἰμι᾽, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι: περίλυπός ἐστιν ἡ ψυχή μου, ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ φησίν: οὐχ ὅπερ ἐγὼ θέλω ἄλλο ἑαντὸν δείκνυσι θέλειν παρὰ τὸν πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι διάθεσιν: ἀνθρώπου δηλαδὴ μὴ προσληφθέντος οὐδαμῶς τῷ πατρὶ εἶπεν ἂν ὁ μονογενὴς λόγος οὐχ ὅπερ ἐγὼ θέλω" οὐδέποτε γὰρ ἠδύνατο ἡ ἄτρεπτος ἐκείνη φύσις τί ποτε ἕτερον θέλειν παρὰ τὸν πατέρα. ταῦτα ἐὰν διαστέλλητε, ᾿Αρειανοὶ αἱρετικοὶ οὐκ ἔσεσθε." δι᾽ ἧς διαλέξεως ὁ σεβάσμιος οὗτος πατὴρ ἀποδείκ-νυσιν, ὅτι καί, ἡνίκα λέγει ὁ κύριος, ἴδιον τῆς ἀνθρωπότητος αὐτοῦ σημαίνει τὸ θέλημα, καὶ ὅτε λέγει μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαντοῦ, ὑπομιμνήσκει ἡμᾶς οὐχὶ τὸ ἡμέτερον ζητεῖν πρωτοτύπως θέλημα, ἀλλὰ δι᾽ ὑπακοῆς τὸ ἡμέτερον θέλημα τῷ θείῳ θελήματι ὑποτάσ-σεσθαι. ὅθεν φανεροποιεῖ, ὅτι καὶ τὸ ἀνθρώπινον ἔσχε θέλημα, καθ᾽ ὃ ὑπήκουσε τῷ πατρί, καὶ ἄμωμον ἀπὸ πάσης ἁμαρτίας τὸ αὐτὸ ἀνθρώπινον θέλημα, ἅτε δὴ θεὸς ἀληθὴς καὶ ἄνθρωπος τοῦτο ἐν ἑαυτῷ ἔσχε καὶ ἀπέδειξεν. ὅπερ καὶ ὁ ἅγιος ᾿Αμβρόσιος σαφηνίζων τὸν ἅγιον Λουκᾶν τὸν εὐαγγελιστὴν οὕτως φράζει" «τὸ ἴδιον αὐτοῦ εἰς τὸν ἄνθρωπον ἀνήγαγε, τὸ τοῦ πατρὸς εἰς τὴν θεότητα: τὸ γὰρ ἀνθρώπινον θέλημα πρόσκαιρον, τὸ δὲ θέλημα τῆς θεότητος αἰώνιον." ταῦτα ὁ πνευματικὸς πατὴρ ὑπο-μιμνήσκων καταρτίζει, ὁποῖον θέλημα ἐξ ἀϊδίου σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι τῷ ἁγίῳ φυσικῶς κοινὸν ὁ υἱὸς ἔχει ἢ ὁποῖον χρονικῶς διὰ τῆς προσληφθείσης ἀνθρωπότητος ὁ αὐτὸς ἐν τῷ ἰδίῳ προσώπῳ ἀνέλαβεν. ὅπερ καὶ ὁ τῆς ἀποστολικῆς μνήμης ὁ ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει καὶ τῇ μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅτινά εἰσιν ἐν τῷ Χριστῷ σκοπῷ διακεκριμένῳ ἅπερ ἐν ταῖς γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται -- φανερῶν καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ κύριος εἶπε πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν, δεικνύων οὕτως φησί’ κατὰ μὲν τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτόν." ἰδοὺ γὰρ ἐνταῦθα ὁ ἀποστολικὸς πατὴρ πρὸς τὴν μορφὴν τοῦ δούλου τὸν αὐτὸν τοῦ κυρίου ἡμῶν λόγον ἁρμοδίως ἡμᾶς ἐδίδαξε νοεῖν.

Προσεπιτούτοις ὅπως εὐσεβῶς δυνηθῶσι νοεῖσθαι αἱ διάφοροι ἐπὶ τούτῳ τῶν ἁγίων γραφῶν μαρτυρίαι, ἅτινά ποτε μὲν ἐκ τῆς φύσεως τῆς ἀνθρωπότητος, ποτὲ δὲ ἐκ τῆς θείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ καὶ ἀνθρώπου κατασκευάζονται καὶ ἐπὶ τοῦ παρόντος ἡ γραφὴ μνημονεύει" πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ὡσαύτως" ὥσπερ ὁ πατὴρ ἐγχείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὖς θέλει ζωοποιεῖ" καὶ τῷ λεπρῷ λέγει" θέλω καθαρίσθητι καί’ οὐδεὶς δύναται γνῶναι τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧτινι θελήσει ὁ υἱὸς ἀποκαλύψαι. ὡσαύτως τινὰ περὶ τοῦ ἀνθρωπίνου αὐτοῦ θελήματος τοῦ εὐαγγελίου τὰ μυστήρια μνημονεύουσιν, ἡνίκα λέγουσιν αὐτὸν ἐπὶ τῆς θαλάσσης περιττατοῦντα θέλειν ὡς ἀληθῶς ἄνθρωπον τοὺς ἰδίους περάσαι μαϑητάς. καὶ ἐν τῷ διέρχεσθαι αὐτὸν διὰ τῆς [ἀἁλιλαίας μετὰ τῶν μαθητῶν οὐκ ἤθελεν, ἵνα τις γνῷ, καὶ ὡς ἄνθρωπος λέγει" ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῷ τὸ θέλημα τοῦ πέμψαντός με, καί οὐκ ἤθελε διὰ τῆς Ἰουδαίας περιττατῆσαι, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, καὶ πάλιν" ἐγερθεὶς ἦλθεν εἰς τὰ μεθόρια Τύρου καὶ εἰσελθὼν εἰς οἶκον οὐκ ἤθελέ τινα γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτής, περὶ οὗ εἴρηται πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται, οὗτινος τῷ νεύματι αἱ οὐρανίαι δυνάμεις σὺν φόβῳ λατρεύουσιν, λαϑεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη, ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ πατρὶ ἐν τοῖς οὐρανοῖς ἀπορρήτως δεσπόζων καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεῖν, ἐπαναδοθῇ; πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπτῃ ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἅπερ ἠθέλησε τὸν κύριον δύνασθαι καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; ἀλλ᾽ ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζει, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ ,«τὸ γὰρ παρ' αὐτοῦ μὴ προσληφθὲν οὐδὲ σώζεται", καθὼς ἡμᾷς ὁ συστατικὸς τῆς ἀληθείας κῆρυξ Γρηγόριος ὁ Ναζιανζοῦ πρόεδρος ἐφωδίασε. τοι-γαροῦν εἰ τὸ παρὰ τοῦ ἀνθρώπινον θέλημα καθὼς καὶ ἡ φύσις προσελήφθη καὶ ἐσώθη, καὶ ὅπερ παρὰ τοῦ προσλαβομένου ἐσώθη, οὐκ ἠδύνατο εἶναι αὐτοῦ ἐναντίον" οὐδὲν γὰρ ἐναντίον ἑαυτῷ ὁ δημιουργὸς τῶν ὅλων ἔκτισεν ἢ διὰ τοῦ μυστηρίου τῆς ἐνανθρωπήσεως προσέλαβε’ καὶ ὁ ψαλμῳδὸς Δαυὶδ τὸ πρόσωπον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ψαλμοῖς εἰσάγων προμηνύει' τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ θεός μου, ἠβουλήθην, ὡσαύτως" ἑκουσίως θύσω σοι μήτι κατὰ τὴν θεότητα ἄλλο ἐστὶ θέλημα τοῦ πατρὸς παρὰ τὸν υἱόν, ἢ ἄλλο θέλει ὁ υἱὸς παρὰ τὸν πατέρα; εἰ τοίνυν ἕν θέλουσι καὶ οὐδεμία ἐστὶ διαφορὰ θελήματος ἐν τῇ ἁγίᾳ τριάδι, πῶς ἐστι νοητέον, ὅπερ ὁ προφήτης περὶ τοῦ προσώπον αὐτοῦ μαρτυρεῖ. τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ θεός μου, ἠβουλήθην, εἰ μὴ πιστῶς νοηθῇ εἰρημένον περὶ τοῦ ἀμώμου θελήματος τῆς αὐτοῦ ἀνθρωπότητος; ὅθεν καὶ ἕπεται" καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. οὐδεὶς γὰρ ἀμφιβάλλων ὃ τι ὁ αὐτὸς ψαλμὸς εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ ἀπὸ τοῦ προφήτου ἐκηρύχϑη, ὅπερ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φιλιππησίους ἀναγγέλλει, εἰ πεπληρωμένῃ πίστει θελέσει τις προσέχειν, περὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως λέγων" ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπτήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ἰδοὺ ἐνταῦθα ὁ ἀληθέστατος κῆρυξ καὶ τῶν μορφῶν, τουτέστι τῶν φύσεων, τοῦ Χριστοῦ τὴν διαφορὰν διδάσκει καὶ τὴν ὑπακοὴν μέχρι θανάτου τῆς ἀνθρωπίνης μορφῆς σοφῶς ἐπι-σφραγίζει. τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ πατρὶ ὑπακοῦσαι, ᾧτινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ πατήρ; ἢ τίς μὴ νοήσοι τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν οὔτε ῥηθήσεται ὑπτήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώ-πινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε καθὼς ψυχὴν λογικὴν καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε; προσεπιτούτοις ἵνα φανῇ τῇ ὑμετέρᾳ εὐσεβεῖ εὐμενείᾳ, ὅτι φυσικόν ἐστι τὸ ἀνθρώπινον θέλημα, καὶ ὁ ἀρνούμενος τὸ ἀνθρώπινον θέλημα χωρὶς μόνης ἁμαρτίας ἐν τῷ Χριστῷ οὔτε ἔχειν αὐτὸν ἀνθρωπίνην ψυχὴν ὁμολογεῖ, ὁ σοφώτατος τῆς ἀληθείας κῆρυξ ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πέμπτῳ τόμῳ τῆς διαλέξεως κατὰ Ἰουλιανοῦ τοῦ Πελαγιανιστοῦ τί ἐστι θέλημα τούτοις ὁρίζει τοῖς ῥήμασι κίνησις ψυχῆς τί ἐστιν εἰ μὴ κίνησις φύσεως; ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστίν" διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησίς ἐστι ψυχῆς." ἰδοὺ κατὰ τὸν ὄρον τούτου τοῦ σοφωτάτου πατρὸς τί εἴη τὸ ἀνθρώτηνον θέλημα δείκνυται, ὅτι ψυχῆς κίνησίς ἐστιν" ὁμοίως ἐν τῷ αὐτῷ" «ἡ ἀλήθεια δὲ λέγει ἐφ' ὅσον ἐστὶ θέλημά τι, ἀπὸ τῆς φύσεως χωρισθῆναι οὐ δύναται" " καὶ πάλιν ἐν τῷ αὐτῷ τόμῳ᾽ ,καί ποθεν ἔστι τὸ θέλημα καὶ εἶναι οὐ λογίζεται" καὶ ἐὰν ἡ ἀρχαιογονία αὐτοῦ οὐκ ἔστι ζητητέα, οὐχὶ διὰ τοῦτο οὐκ ἔστι ζητητέα, ὅτι τὸ θέλημά ποθεν οὐκ ἔστιν, ἀλλ᾽ ὅτι πεφανέρωται πόθεν εἴη. ἐξ ἐκείνου γάρ ἐστι τὸ θέλημα, οὗτινός ἐστι τὸ θέλημα᾽ ἀπ' ἀγγέλον δηλονότι θέλημα ἀγγέλου, ἀπὸ ἀνθρώπου ἀνθρώπου, ἀπὸ θεοῦ θεοῦ. καὶ ἐὰν ἐνεργῇ ὁ θεὸς θέλημα ἀγαθὸν ἐν τῷ ἀνθρώπῳ, τοῦτο ἐνεργεῖ, ἵνα ἀνατείλῃ ἐξ αὐτοῦ ἀγαθὸν θέλημα, οὗτινός ἐστι τὸ θέλημα" " καὶ πάλιν φησί" ,διατί οὖν ἀρνῇ κεκλεισμένοις ὀφθαλμοῖς πράγματα φανερὰ ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ἀναφύεσθαι θέλημα τῷ ἀνθρώπῳ; " ὡσαύτως" «αὐτὴ ἡ κίνησις τῆς ψυχῆς μηδενὸς ἀναγκάζοντος θέλημά ἐστιν. διζὰ» τοῦτό ἐστι λέγειν" τὸ θέλημα ἀπὸ τῆς κινήσεως τῆς ψυχῆς ὑπάρχειν, ὅπερ θέλημα ὑπάρχει ἀπὸ θελήματος"

καὶ πάλιν οὕτως ,οὐκ ἀληθῶς ἄρα, Ἰουλιανέ, ἐξ ἀνθρώπον θέλημα ἀνθρώπου οὐκ ἀνα-φύεται, ὁπόταν ὁ ἄνθρωπος ἀγαθὸν ποίημα θεοῦ εἴη; ἔπειτα ἠδυνήθη μὴ ἀνελθεῖν εἰς τὴν καρδίαν σον φύεσθαι μὲν ἐξ ἀνθρώπου θέλημα, ἀλλ᾽ οὐχὶ ἐκ τοῦ αὐτεξουσίου αὐτοῦ; εἰπὲ οὖν πόθεν, ἐὰν οὐχὶ ἀπὸ τῆς φύσεως, τουτέστι οὐχὶ ἀπ᾽ αὐτοῦ τοῦ ἀνθρώπου;" αἴστισι μαρτυρίαις φαίνεται μίαν ἑκάστην αὐτῶν, ἄστινας ἐνταῦθα ὁ πνευματικὸς πατὴρ ἀπηρίθμησε φύσεις, ἴδιον φυσικὸν ἔχειν καὶ ἑνὶ ἑκάστῳ προσκυροῦσθαι ὀφείλειν θέλημα" οὔτε γὰρ δυνήσεται ἡ τῶν ἀγγέλων φύσις θεῖον ἔχειν θέλημα ἢ ἀνθρώπινον, οὔτε ἡ ἀνθρωπίνη φύσις θέλημα θεοῦ ἢ ἀγγέλου, καθὼς οὔτε ἑτέρου, παρ᾽ ὃ ἐστι, τὶζς ἔχειν φύσιν δυνήσεται ἢ κίνησιν, εἰ μὴ ὅπερ ἐστὶ φυσικῶς ἢ ἐδημιουργήθη. ὁπόταν ταῦτα οὕτως ἡ ἀλήθεια ἔχει, ἀκριβέστατα φαίνεται, ὅτι ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ δύο, τουτέστι θεοῦ καὶ ἀνθρώπου, φύσεις ἤτοι οὐσίας ὁμολογοῦντες εἰς μίαν αὐτοῦ συνεληλυθέναι τὴν ὑπόστασιν ἤτοι πρόσωπον, ἀναγκαῖόν ἐστι καὶ δύο ἡμᾶς φυσικὰ ἐν αὐτῷ ὁμολογεῖν θελήματα, θεῖον δηλονότι καὶ ἀνθρώπινον, ἐπειδὴ οὔτε τὴν αὐτοῦ θεότητα, ὅσον πρὸς τὸν τῆς φύσεως λόγον ἀνήκει, ἀνθρώπινον ἐσχηκέναι θέλημα λέγειν ἔστιν οὔτε τὴν ἀνθρωπότητα αὐτοῦ θεῖον φυσικῶς ἐσχηκέναι θέλημα πιστεύειν ἔστιν, οὔτε δὲ πάλιν τινὰ ἐκ τῶν αὐτῶν δύο τοῦ Χριστοῦ οὐσιῶν ἐκτὸς τοῦ φυσικοῦ θελήματος ὑπάρχειν ὁμολογεῖν, ὁπόταν καὶ τὰ ἀνθρώπινα διὰ τῆς παντοκρατορίας τῆς θεότητος αὐτοῦ ὑψηλά εἰσι καὶ τὰ θεῖα διὰ τῆς ἀνθρωπότητος αὐτοῦ φανερὰ τοῖς ἀνθρώποις.

᾿Αποδοῦναι τοίνυν ἀναγκαῖόν ἐστι τὰ ὄντα θεῖα τῷ αὐτῷ ὡς θεῷ, τὰ ὄντα ἀνθρώπινα τῷ αὐτῷ ὡς ἀνθρώπῳ, καὶ ἑκάτερα διὰ τῆς καθ' ὑπόστασιν ἑνώσεως τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθῶς ἐπιγινώσκειν, ὅπερ ὁ ἀληθὴς ὄρος τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ὑπομιμνήσκει ἡμᾶς διαβεβαιούμενος" ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν υἱὸν κύριον μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνηρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἕν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστόν." τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ὑπὸ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τῶν ὅρων κηρύττει" «εἴ τις ἐν δυσὶ φύσεσι λέγων μὴ ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημάνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ λόγου φύσιν μεταχωρησάσης (μένει γὰρ ἑκάτερον, ὅπερ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ᾽ ὑπόστασιν), ἀλλ᾽ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φωνὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ἢ τὸν ἀριθμὸν τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ λόγου σαρκωθέντος μὴ τῇ θεωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀνηρημένην διὰ τὴν ἕνωσιν (εἷς γὰρ ἐξ ἀμφοῖν καὶ δι᾽ ἑνὸς ἀμφότερα), ἀλλ᾽ ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ, ὡς κεχωρισμένας καὶ ἰδιοῦποστάτους εἶναι τὰς φύσεις, ὁ τοιοῦτος ἀνάθεμα ἔστω."

διὰ ταῦτα ἅπερ ἡμᾶς αὗται αἱ σεβάσμιαι σύνοδοι πιστῶς ὑπομιμνήσκουσιν ἀναγκαῖόν ἐστι φυλάξαι, ὅπως μηδαμοῦ τὴν διαφορὰν τῶν φύσεων διὰ τὴν ἕνωσιν ἀφαιρῶμεν, ἀλλὰ σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως ἕνα Χριστὸν θεὸν ἀληθινὸν καὶ τέλειον καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν καὶ τέλειον ὁμολογήσωμεν. διὸ δὴ ἐὰν ἐν οὐδενὶ ἡ διαφορὰ τῶν φύσεων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνῃρέθη, ἀναγκαῖόν ἐστιν, ἵνα ἐν πάσαις ταῖς ἰδιότησι τὴν αὐτὴν διαφορὰν φυλάξωμεν. ὁ γὰρ ἐν οὐδενὶ ἀναιρετέαν τὴν διαφορὰν διδάξας ἐν πᾶσι ταύτην ὀφείλειν φυλάττεσθαι ὑπέμνησεν᾽ ὅπου δὲ ἕν θέλημα καὶ ἐνέργεια ἀπὸ τῶν αἱρετικῶν καὶ τῶν τούτοις ἑπομένων λέγεται -- ποία ἐν αὐτῇ διαφορὰ γνωρίζεται ἢ ποῦ κατὰ τὴν ἁγίαν ταύτην σύνοδον ἡ διαφορὰ φυλάττεται, ἐπὰν ἕν θέλημα ἐν αὐτῷ, ὅπερ ἀλλόκοτόν ἐστι, βεβαιοῦται; -- ἀναγκαῖόν ἐστι τοὺς ταῦτα διεκδικοῦντας ἢ θεῖον αὐτὸ λέγειν ἢ ἀνθρώπινον ἢ ἐξ ἀμφοῖν σύνθετον κεκραμένον καὶ συγκεχυμένον ἤ, ὡς οἱ αἱρετικοὶ πάντες διαβεβαιοῦνται, ἕν ἔχειν τὸν Χριστὸν θέλημα καὶ ἐνέργειαν, ὡς ἀπὸ τῆς μιᾷς, ὡς αὐτοὶ φάσκουσι, συνθέτου αὐτοῦ φύσεως προελθόντα. καὶ ἀπώλετο ἐν τούτῳ ἀναμφιβόλως ἡ φυσικὴ διαφορά, ἥντινα αἱ ἅγιαι σύνοδοι καὶ μετὰ τὴν θαυμαστὴν ἕνωσιν ἐν πᾶσιν ἡμῖν παραφυλαχθησομένην ἐθέσπισαν, ἐπεί, καὶ ἐὰν ἕνα Χριστὸν καὶ ἕν αὐτοῦ πρόσωπον καὶ ὑπόστασιν διὰ τὴν ἕνωσιν δηλονότι τῶν φύσεων, ἥτις γέγονε καϑ' ὑπό-στασιν, ἐδίδαξαν, ὅμως τὴν διαφορὰν αὐτῶν τῶν φύσεων, αἵτινες ἐν αὐτῷ ἡνώθησαν, μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν μέχρι θεωρίας νοήσεως γνωρίζειν ἡμᾶς καὶ κηρύττειν παραδεδώκασι. τοιγαροῦν ἐὰν αἱ ἰδιότητες τῶν φύσεων ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ διὰ τὴν διαφορὰν φυλάττωνται, ὁμοίως καὶ τὴν διαφορὰν τῶν φυσικῶν αὐτοῦ θελημάτων καὶ τῶν φυσικῶν αὐτοῦ ἐνεργειῶν ἁρμόζει ἡμᾶς ὁμολογεῖν πληρεστάτῃ πίστει, ὅπως τῇ αὐτῶν διδασκαλίᾳ ἐν πᾶσιν ἀκολουθοῦντες" ἀποδειχθῶμεν καὶ μηδὲν τῆς αἱρετικῆς καινότητος εἰς τὴν τοῦ Χριστοῦ ἐκκλησίαν προσ-δεξώμεθα.

Κἂν εἰ γὰρ ἀναρίθμητα καὶ τῶν ἄλλων ἁγίων πατέρων ὑπάρχουσι τὰ πονήματα, ὅμως ὀλίγας χρήσεις ἀπὸ τῶν βιβλίων τῶν Γραϊκῶν ἐν ταύτῃ μου τῇ μετρίᾳ ἀναφορᾷ ῥᾳθυμίας χάριν ὑπετάξαμεν.

1 Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ δευτέρου λόγου τοῦ περὶ υἱοῦ"

Ἕββδομον λεγέσθω τό" καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν υἱόν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ {θέλημαν τοῦ πέμψαντος (αὐτόν). εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατελη-λυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴποιμεν ἄν, ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν σωτῆρα νοουμένου. τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον θεῷ, θεωθὲν ὅλον.

2 Τοῦ ἁγίου [ρηγορίου Νύσσης ἐκ τοῦ δευτέρου βιβλίου τοῦ κατὰ Εὐνομίου" Πῶς ὁ κύριος τὸν κόσμον ἑαυτῷ καταλλάσσων ἐπεμέριζε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ᾽ αὐτοῦ γενομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἀπττόμενος δὲ διὰ τοῦ σώματος;

3 Τοῦ αὐτοῦ ἐκ τοῦ βιβλίου τοῦ κατὰ ᾿Απολιναρίου᾽

Τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτο ἂν παραμυθία ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾶν πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης ἀσθενείας ἐστί, καθώς φησι καὶ ὁ κύριος τὸ πνεῦμα τιρόθυμον εἶναι λέγων, ἀσθενῆ δὲ τὴν σάρκα, τὸ δὲ ἀναδέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος τῆς θείας ἐστὶ καὶ βουλῆς καὶ δυνάμεως. ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος, ἐπάγει δὲ τὴν δευτέραν φωνήν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας θέλων. ὁ γὰρ εἰπτῶν" μὴ τὸ ἐμόν, τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε, προσθεὶς δὲ τό" σόν, ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεότητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως.

4 Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς ὁμιλίας τῆς πρὸς τοὺς μὴ ὑπαντήσαντας ἐν τῇ συνάξει καὶ περὶ τοῦ ὁμοουσίου" Εἰ τοίνυν πατρὸς καὶ υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα' πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ; ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος {τὸν εἰρημένον ἧ τοῦτο, ἐναντιολογία τις γίνεται καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται, ἂν δὲ ἐπὶ τῆς σαρκὸς ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτο ἄν ἔγκλημα, οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα κατάγνωσις, φύσεως γάρ ἐστι τοῦτο, αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράζει στόματα. ὅταν οὖν λέγῃ ὅτι εἰ δυνατὸν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο καί᾽ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ᾽ ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβου-μένην θάνατον. τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾶν ἐκείνης ἐστίν.

5 Τοῦ ἁγίον Κυρίλλον ἐπισκόπου ᾿Αλεξανδρείας ἐκ τοῦ βιβλίου τῶν Θησαυρῶν'

Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων" εἰ δυνατὸν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν, ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο φορουμένη παρὰ τοῦ θεοῦ λόγου μηκέτι τοῦτο πάσχειν. ἔλεγε γὰρ πρὸς τὸν πατέρα οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ" οὐκ ἐφοβεῖτο μὲν γὰρ καθὸ λόγος ἐστὶ καὶ θεὸς τὸν θάνατον αὐτός, ἀλλ' εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ πατρός. ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς.

Ἐξ ὧν ἀληθευουσῶν μαρτυριῶν ὁμοίως ἀποδέδεικται δύο ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ φυσικὰ θελήματα προκηρύξαι, θεῖον δηλονότι καὶ ἀνθρώπινον, τούτους τοὺς σεβασμίους πατέρας. ὁπόταν γὰρ λέγῃ ὁ ἁγιος Γρηγόριος ὁ Ναζιανζοῦ »τὸ γὰρ ἐκείνου θέλειν" τοῦ ἐν τῷ σωτῆρι νοουμένου, ἀνθρώπου δείκνυσι τὸ ἀνθρώπινον τοῦ σωτῆρος θέλημα δι᾽ αὐτῆς τῆς ἑνώσεως τῆς πρὸς τὸν λόγον θεωθῆναι" καὶ διὰ τοῦτο “μὴ εἶναι ἐναντίον θεῷ". ὡσαύτως ἀποδείκνυσιν, ὅτι καὶ ἀνθρώπινον, εἰ καὶ θεωθέν", ἔσχηκε θέλημα, καὶ ὁ αὐτὸς οὗτος, καθὼς εἰς τὰ ἀκόλουθα διδάσκει, ἔσχε καὶ θεῖον ἕν καὶ τὸ αὐτὸ σὺν τῷ πατρί’ εἰ οὖν καὶ θεῖον καὶ θεωθὲν" ἔσχε, δύο πάντως ἔσχε θελήματα τὸ γὰρ φύσει θεῖον θεωθῆναι" οὐκ ἐπιδέχεται, τὸ δὲ θεούμενον οὐκ ἔστι δηλονότι φύσει θεῖον. καὶ ἐπὰν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ὁ μέγας ἐπίσκοπος ἀληθῆ εἶναι τοῦ μυστηρίου τὴν ὁμολογίαν", ἕτερον ὀφείλειν νοεῖσθαι τὸ ἀνθρώπινον θέλημα, ἕτερον τὸ θεῖον ἐν τῷ Χριστῷ, τί νοεῖσθαι ὑπομιμνήσκει ἕτερον λέγων θέλημα καὶ ἕτερον, εἰ μὴ δύο φανερῶς θελήματα; ὡσαύτως ἡνίκα ὁ ἅγιος Ἰωάννης ὁ ἔξοχος καθηγεμὼν διδάσκει ἕν μὲν κατὰ τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοεῖσθαι θέλημα, καὶ τὸν αὐτὸν πάλιν κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ λέγει θέλειν ὡς ἄνθρωπον καὶ κατὰ σάρκα ἀληθῶς καὶ χωρὶς σκανδάλου λεγόμενον ὀφείλειν γνωρίζεσθαι, ὅτι οὐκ ἤθελε τεθνάναι, διόπερ ὅτι τῆς ἀνθρωπίνης ἐστὶ φύσεως, ἀνεπιλήπτως τοῦτο τῷ θέλοντι φανερόν ἐστι, ὅτι καὶ αὐτὸς δύο φυσικὰ ἐν τῷ Χριστῷ κηρύσσει θελήματα, θεῖον, ὅπερ ἕν ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀνθρώπινον, ὅπερ τὴν διάθεσιν τοῦ ζῆν φυσικῶς πράττει.

καὶ ὁπόταν ὁ συστατικὸς τῆς ὀρθοδόξου πίστεως κῆρυξ ὁ μακάριος Κύριλλος λέγῃ, ὅτι “καθὸ ἦν λόγος οὐκ ἐφοβεῖτο τὸν θάνατον, ἀλλ᾽ ἤθελε μέχρι τέλους τὴν οἰκονομίαν διεξάγειν, ὅτι τοῦτο ἦν τὸ θέλημα τοῦ πατρός," ὅπερ ἐστὶ κατὰ τὴν θεότητα καὶ τοῦ υἱοῦ, καὶ ἐσχηκέναι τὸν αὐτὸν τοῦτον κύριον Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα ,τοῦ μὴ ἀποθανεῖν θέλημα", τουτέστι τῆς ἀνθρωπίνης ζωῆς τὴν φυσικὴν διάθεσιν, δείκνυσι δύο αὐτόν, θεῖον δηλαδὴ καὶ ἀνθρώπινον, ἀναμφιβόλως ἐν ἑαυτῷ ἔχειν θελήματα, ἕν μέν, ἐν ᾧ τὴν οἰκονομίαν ἤθελεν ἐκτελέσαι, ἕτερον δέ, ἐν ᾧ λέγει τὴν σάρκα μὴ θέλειν φυσικῶς τεθνάναι. οὐδὲν δὲ ἧττον καὶ περὶ τῶν δύο φυσικῶν ἐνεργειῶν τοῦ Χριστοῦ δίδοται νοεῖσθαι, ὁπόταν οἱ αὐτοὶ σεβάσμιοι πατέρες μιᾷ ἑκάστῃ τοῦ Χριστοῦ φύσει τὴν ἰδίαν ἐνέργειαν προσεκύρωσαν. ὅθεν ὁ ἅγιος Ἱλάριος ὁ τῆς ἀληθείας ἐξοχώτατος ἐκδικητὴς ἐν τῷ ἑνάτῳ λόγῳ τῷ περὶ πίστεως κατὰ ᾿Αρειανῶν οὕτως ἡμᾶς κατήρτισεν᾽

6 Ἐτέχθη τοίνυν ὁ μονογενὴς θεὸς ἐκ παρθένου ἄνθρωπος καὶ κατὰ τὸ πλήρωμα τῶν χρόνων ἐν ἑαυτῷ μέλλων προάγεσθαι εἰς θεὸν τὸν ἄνθρωπον, τοῦτον κατὰ πάντα τὸν τρόπον τοῦ εὐαγγελικοῦ λόγου ἐκράτησεν, ὅπως ἑαυτὸν θεοῦ υἱὸν πιστεύεσθαι διδάξῃ, ὡς ἀνθρώπου υἱὸν κηρύττεσθαι ὑπομνήσῃ, ἐλάλησε καὶ πράττων ὁ ἄνθρωπος ἅπαντα τὰ τοῦ θεοῦ, εἴτα φθεγγόμενος καὶ πράττων ὁ θεὸς ἅπαντα ἅπερ εἰσὶν ἀνθρώπου, οὕτως μέντοι, ἵνα ἐν ἑαυτῷ τούτῳ τοῦ ἑκατέρου γένους τῷ λόγῳ μηδέποτε εἰ μὴ μετὰ τῆς σημασίας καὶ ἀνθρώπου ὁ λαλῶν καὶ θεοῦ εἴη.

7 Ὡσαύτως ἐκ τοῦ αὐτοῦ τόμου μετ᾽ ὀλίγα"

Εἶδες ἄρα οὕτως θεὸν καὶ ἄνθρωπον κηρύττεσθαι, ἵνα ὁ θάνατος τῷ ἀνθρώπῳ, τῷ δὲ θεῷ τῆς σαρκὸς ἡ ἔγερσις προσνεμηθῆ; ὅμως οὐχ ἵνα ἄλλος εἴη δι' οὗ ὁ νεκρὸς ἀνίσταται" ἡ σκυλευθεῖσα γὰρ σὰρξ ὁ Χριστός ἐστι νεκρός, καὶ πάλιν ὁ τὸν Χριστὸν ἐκ νεκρῶν ἐξεγείρας ὁ αὐτὸς Χριστός ἐστι τὴν σάρκα ἀποθέμενος. τὴν φύσιν τοῦ θεοῦ ἐν τῇ δυνάμει τῆς ἀναστάσεως νόησον, τὴν οἰκονομίαν τοῦ ἀνθρώπου ἐν τῷ θανάτῳ γνώριζε" καὶ ὁπόταν ὦσιν ἑκάτερα ταῖς ἑαυτῶν φύσεσι πραχθέντα, ἕνα ὅμως Χριστὸν Ἰησοῦν τοῦτον εἶναι μέμνησο τὸν τὸ ἑκάτερον ὄντα.

Μή τι ἀμφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν πάντα τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα θεόν, καὶ ἑκάτερον γένος σημαντικὸν τοῦ θεοῦ καὶ ἀνθρώπου ἀποδείκνυντα, ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνοίξῃ, ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὧν Χριστὸς ὁ θεὸς καὶ ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν ἑαυτὸν δείκνυσι καὶ ἑκάτερα μετ᾽ ἀλλήλων ἀκέραια μετὰ τῆς θεωρετικῆς διακρίσεως σημαίνει, καὶ ὅτι ἑκάτερα καὶ τῆς θείας δυνάμεως καὶ τῆς οἰκονομίας τῆς ἀνθρωπίνης ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἑκάτερον ὄντα ταῖς ἰδίαις φύσεσι πεπραχέναι προμηνύει, ὃς καὶ θείαν ἐνέργειαν μίαν ἔχει ἐξ ἀϊδίου σὺν τῷ πατρὶ καὶ χρονικὴν ἀνθρωπίνην ἐνέργειαν ὑπὲρ ἡμῶν γενόμενος ἄνθρωπος ἐν ἑαυτῷ προσέλαβεν ἀνελλιπῶς, ἵνα ἀληθῶς ἑκάτερον γένηται καὶ ἐκ τῶν φύσεων ταῖς ἰδίαις ἐνεργείαις γνωρισθείη, ὅπερ ἦν; ὁ ἅγιος δὲ ᾿Αθανάσιος ὁμοίως ὁ ὁμολογητὴς τοῦ Χριστοῦ ἐν τῷ τετάρτῳ λόγῳ τῶν κατὰ ᾿Αρειανῶν τὰ ἴσα ἡμᾶς ἐκδι-

8 Ὡὥς γὰρ ὁ κύριος ἐνδυσάμενος τὸ σῶμα γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρ᾽ αὐτοῦ τοῦ λόγου τεθεοποιήμεθα' προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν. ταῦτα ἀναγκαίως προεξῃτάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά {τι} ἢ λαλοῦντα, γινώσκωμεν, ὅτι θεὸς ὧν ταῦτα ἐργάζεται" καὶ πάλιν" ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω πάντα ποιεῖ καὶ λαλεῖ, ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύσομεν καὶ οὔποτε πλανηθησόμεθα.

Πῶς σοφῶς ἐνταῦθα ὁ μνημονευθεὶς πατὴρ ἐκ {τῶν ἐνεργειῶν» τῶν ποιοτήτων τῶν φύσεων τῶν ἐν τῷ Χριστῷ τὴν διαφορὰν διδάσκει νοεῖσθαι, καὶ ὡς τὰ πράγματα αὐτὰ πρὸ ὀφθαλμῶν χειρίζων τῇ χειρὶ τῆς πνευματικῆς διδασκαλίας τοῖς ἀναγινώσκουσι δείκνυ-σιν, ἡνίκα λέγει ,ἐξ ἑνὸς τὰ ἑκάτερα πράττεσθαι", τουτέστιν ἑκατέρας τὰς ἐνεργείας, τὰ θεῖα δηλονότι καὶ τὰ ἀνθρώπινα, ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προέρχεσθαι, καὶ ὑπομιμνήσκει μὴ δύνασθαι πλανᾶσθαι τὸν κατὰ ταύτην τὴν ὀρθὴν νόησιν πιστεύοντα ὡσαύτως ἡνίκα λέγει τό" ἔλεγε καὶ ἅμα ἐποίει" τὰ ἀνθρώπινα, διδάσκει, καθὸ τῆς ἀνθρωπίνης ἐν ἑαυτῷ ἐνεργείας ὡς καὶ τῆς λαλιᾶς τὴν ἰδιότητα εἴχεν" ἐὰν γὰρ ἀνθρωπίνως οὐκ ἐνήργησεν οὔτε ἐλάλησεν, κἂν εἰ τὰ μάλιστα καὶ ὅτε ἀνθρωπίνως ἐλάλησε καὶ ἐνήργησεν, ἅμα ἐνήργει καὶ ὡς θεός. ὁ ἅγιος Διονύσιος ὁ ᾿Αρεοπαγίτης ὁ ἐπίσκοπος ᾿Αθηνῶν ὁμοίως ἐν τῷ βιβλίῳ τῶν θείων ὀνομάτων κεφαλαίῳ δευτέρῳ ὁμοίως διδάσκει"

9 Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας τὸ καθ᾽ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον λόγον καὶ δρᾶσαι καὶ παθεῖν, ὅσα τῆς ἀνθρωπίνης αὐτοῦ θεουργίας ἐστὶν ἔκκριτα καὶ ἐξαίρετα. τούτοις γὰρ ὁ πατὴρ καὶ τὸ πνεῦμα κατ᾽ οὐδένα κεκοινώνηκε λόγον, εἰ μήπου τις φαίη κατὰ τὴν ἀγαθοπρετῆ καὶ φιλάνθρωπον βούλησιν καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄρρητον θεουργίαν, ἣν ἔδρα καθ᾽ ἡμᾶς γεγονὼς ὁ ἀναλλοίωτος ἦ θεὸς καὶ θεοῦ λόγος.

10 Ὁ ἅγιος ᾿Αμβρόσιος ἀπὸ τοῦ δευτέρου λόγου πρὸς Γρατιανὸν τὸν βασιλέα"

Ὁ οὖν ἴσος ἐν μορφῇ θεοῦ, ἔλάττων ἐν τῇ προσλήψει τῆς σαρκὸς καὶ τοῦ ἀνθρώπου τῷ πάθει' πῶς γὰρ ἡ αὐτὴ φύσις ἠδύνατο ἐλάττων εἶναι καὶ ἴση; πῶς δέ, ἐὰν ἐλάττων ἐστί, τὰ αὐτὰ ποιεῖ ὁμοίως ἅπερ ὁ πατὴρ ποιεῖ; καὶ γὰρ τίνα τρόπον ἡ αὐτὴ ἐνέργεια διαφόρου ἐστὶ δυνάμεως; μήτοι οὕτως δύναται ἐνεργεῖν ὁ ἥττων καθ' ὃν τρόπον ὁ μείζων, ἢ μία ἐνέργεια δύναται εἶναι ὅπου διάφορος οὐσία ἐστί; τοίνυν λαβὲ τὸν Χριστὸν κατὰ τὴν θεότητα μὴ δύνασθαι ἐλάττονα λέγεσθαι,

11 Ἐκ τοῦ Τόμου τῆς πίστεως τοῦ ἁγίου Λέοντος τοῦ τῶν Ῥωμαίων ἀρχιερέως τοῦ πρὸς τὸν ἅγιον Φλαβιανὸν τὸν ἐπίσκοπον καὶ ὁμολογητήν'

Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος" καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑπο-πέπτωκε, καὶ καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν.

12 Τοῦ αὐτοῦ ἀπὸ τῆς ἐπιστολῆς τῆς σταλείσης πρὸς Λέοντα τὸν βασιλέα"

Εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ ἀληθεῖ τοῦ θεοῦ καὶ ἀνθρώπου υἱῷ τοῦ τε λόγου καὶ τῆς σαρκὸς ἕν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς ἔχει τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾶν, ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται, καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ λόγου, καὶ τί ἐστιν, ὅπερ ὁ λόγος χωρὶς τῆς σαρκὸς οὐκ ἀποτελεῖ.

13 Ὁ ἅγιος Γρηγόριος ὁ ἐπίσκοπος Νύσσης ἐν τῷ τετάρτῳ λόγῳ τῆς ἑρμηνείας τῶν μακα-ρισμῶν" ᾿Απόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν διαμείνας ὕστερον ἐπείνασε᾽ δέδωκε γὰρ ὅτε ἠβούλετο τῇ φύσει καιρὸν τὰ ἑαντῆς ἐνεργεῖν.

14 Τοῦ ἁγίου Κυρίλλου τοῦ ᾿Αλεξανδρείας ἀπὸ τοῦ βιβλίου τῶν Θησαυρῶν κεφαλαίου Κδ᾽

Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πεπραγμένα δείκνυσι τὸν σωτῆρα {Χριστὸν θεόν. καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δείκνυσι κατὰ ἀλήθειαν ἄνθρω-πον. αὕτη γάρ ἐστι τοῦ μυστηρίου ἡ δύναμις" ἄνθρωπος γέγονεν ὁ τοῦ θεοῦ λόγος, οὐχ ἵνα πάλιν ὡς θεὸς πρὸ τῆς ἐνανθρωττήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινα ταύτην (οὖν) ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους, ἀνθρωπινώτερον ἔσθ᾽ ὅτε λαλοῦντος αὐτοῦ; λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς θεός, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν.

Φαίνεται καὶ τούτων τῶν ἁγίων πατέρων ὁ σκοπὸς τῇ πνευματικῇ διακρίσει τοῖς ὁρῶσιν, ὅτι κατὰ τὸν τῆς πίστεως κανόνα τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας δύο ἐνεργείας ἐν τῷ Χριστῷ, τουτέστι θείαν καὶ ἀνθρωπίνην, γνωρίζουσιν, ἐπὰν ὁ ἅγιος μὲν Διονύσιος λέγῃ ,διακεκριμένην“ εἶναι τὴν ἐνέργειαν τοῦ Χριστοῦ, ἥτις καθ᾽ ἡμᾶς" ἐστιν ἐξ ἡμῶν", καὶ ἐκ τούτου ὁλικῶς καὶ ἀληθῶς" τὸν ἐνανθρωπήσαντα θεὸν λόγον ἐπι-γινώσκεσθαι, ὡσαύτως ἡνίκα λέγῃ ,δρᾶν καὶ παθεῖν" τὰ πρόσφορα, τῇ ἀνθρωπίνῃ αὐτοῦ θεουργίᾳ" εἰ καὶ θείως συμβαίνουσι, καθ' ἣν ὁ θεὸς ὁ πατὴρ καὶ πνεῦμα" τὸ ἅγιον κατ' οὐδένα λόγον αὐτῇ κοινωνοῦσιν". ἐκεῖ γὰρ διάκρισις εἶναι γνωρίζεται, ὅπου ἡ διαφορὰ ἀναμφιβόλως ἀποδείκνυται. εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἡ ἐνέργεια, κατ' ἄλλην κατ᾽ οὐδένα λόγον ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον" τῷ αὐτῷ φυσικῷ λόγῳ ,«κοινωνοῦσι", δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ θεῷ ἀληθινῷ καὶ τελείῳ καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται. καὶ ἐν ὅσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος ᾿Αμβρό-σιος «μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν μηδὲ τὴν ἐλάττονα δύ-νασθαι ἐνεργεῖν τὰ τῆς μείζονος" οὔτε ὅπου διάφορος οὐσία ἐστι, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν", ἀποδείκνυσι φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται. ὅπου τοίνυν (μείζων καὶ ἐλάττων ἐνέργεια" λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται. καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ Τόμῳ ἔφρασε φάσκων" ,ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε" καὶ ἀκολούθως κατὰ τὸν τῆς διανοίας λόγον διακρίνει ,τὸν λόγον ὅπερ ἐστὶ τοῦ λόγου ἐνεργοῦντα καὶ τὸ σῶμα ὅπερ ἐστὶ τοῦ σώματος ἐκτελεῖν" καὶ μιᾶς ἑκάστης φύσεως τὰ πρόσφορα ἔργα θεωρεῖται, εἰ καὶ τὰ μάλιστα ταύτας ἀπὸ τῆς ἀλλήλων κοινωνίας οὐ χωρίζει, αὐτοῖς τοῖς πράγμασι δείκνυσιν ὁ ἐξαίρετος ἀρχιερεύς, μᾶλλον δὲ καὶ πᾶσα σὺν αὐτῷ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἡ κοινότης, ὅτι καὶ ἡ θεότης τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν ἀσύγ-χυτον ἐν τῇ ἑνώσει ἐφύλαξε, καὶ ἡ ἀνθρωπότης αὐτοῦ τὰ πρὸς ἐνέργειαν τῆς ἀνθρωπίνης οὐσίας ἁρμόζοντα ἐξετέλεσε" καὶ ἑκάτερα ἀπὸ τοῦ ἑνὸς ἀσυγχύτως καὶ ἀχωρίστως προ-ἦλθον κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἐξ ἑκατέρων τῶν φύσεων συνεστῶτος καὶ ἐν ἑκατέροις εἷς καὶ ὁ αὐτὸς διέμεινε. καὶ ἐν ὅσῳ πρὸς τὸν ἐν εὐσεβεῖ τῇ μνήμῃ Λέοντα τὸν βασιλέα τὸ σύμβολον τῆς ἀληθοῦς ὁμολογίας σαφηνίζει καὶ τοῦ λόγου καὶ τῆς σαρκὸς ἕν πρόσωπον εἶναι" ἀληθῶς κηρύττει, ὅμως τὴν ὁδὸν τῆς ἐννοίας διανοίγει, ἵνα ἐκ τῶν ποιοτήτων αὐτῶν τῶν ἔργων" τοῦ Χριστοῦ, τουτέστιν ἐκ τῆς φυσικῆς ἐνεργείας, μία ἑκάστη τῶν καθ᾽ ὑπόστασιν ἐν τῷ Χριστῷ ἐνωθεισῶν φύσεων τὸ ποίας ἐστὶν οὐσίας ἐπιγνωσθῇ. οὐδὲ γὰρ ἐνταῦθα ὁ κῆρυξ τῆς ἀληθείας προσεδέξατο, ἵνα τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣν χρονικῶς ὁ κύριος μετὰ τῆς φύσεως ἔλαβε, τῇ ἀϊδίῳ αὐτοῦ οὐσίᾳ προσκυρώσῃ ἢ τῇ θείᾳ αὐτοῦ οὐσίᾳ τῆς ἀνθρωπίνης ἐνεργείας τὸ μέτρον ἐπιγραφῇ, ἀλλὰ -- μενούσης οὐδὲν ἧττον τῆς ἑνώσεως τοῦ προσώπου -- τὰς φύσεις, αἵτινες ἐν τῷ Χριστῷ καϑ' ὑπόστασιν ἡνώθησαν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ἐπέγνω. εἰ τοίνυν δύο φύσεις εἰσίν, ὧν ἡ ἕνωσις ἐν τῷ ἑνὶ Χριστῷ γέγονε, δύο δηλονότι εἰσὶ καὶ τούτων τῶν φύσεων αἱ ἐνέργειαι, αἵτινες σὺν ταῖς ἑαυτῶν φύσεσιν ἀσυγχύτως καὶ ἀχωρίστως συνῆλθον ἐν τῷ ἑνὶ κυρίῳ Ἰησοῦ Χριστῷ. ὁμοίως δὲ καὶ ὁ ἅγιος Νυσσαεὺς Γρηγόριος δεδωκέναι“ λέγων τὸν σωτῆρα κύριον τῇ ἀνθρωπίνῃ φύσει, ἣν ἐν ἑαυτῷ ἔσχε, καιρὸν τὰ ἴδια ἐνεργῆσαι", φανερώτερον ἀπέδειξεν, ὅτι καὶ ἡ ἀνθρωπίνη φύσις, ἥτις ἐστὶν ἐν τῷ Χριστῷ, ἔσχε τῆς οἰκείας ἐνεργείας τὸ φυσικὸν ἀποτέλεσμα ὅθεν δῆλόν ἐστι καὶ τοῦτον δύο ἐν τῷ Χριστῷ φυσικὰς ἐνεργείας οὐδὲν ἧττον ἐπιγνῶναι. καὶ γὰρ ὁ τῆς ἀληθείας ἐκδικητὴς Κύριλλος ὁ τῆς ᾿Αλεξανδρέων πρόεδρος συνάγων ὅτι ἐκ τούτων τῶν θεοπρεπῶς λεχθέντων ἢ πραχθέντων παρὰ τοῦ κυρίου καὶ σωτῆρος θεὸν αὐτὸν ἀποδείκνυσθαι“ καὶ ἐκ τῶν παρὰ τοῦ αὐτοῦ κατὰ ἄνθρωπον λεχθέντων ἢ γενομένων δείκνυσθαι αὐτὸν ἀληθῶς ἄνθρωπον", φανερόν ἐστι, ὅτι ἐκ τῶν φυσικῶν ἐνεργειῶν τοῦ Χριστοῦ τὸν Χριστὸν ἀληθινὸν καὶ τέλειον θεὸν καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν καὶ τέλειον εἶναι" ἐπέγνω. οὔτε γάρ ἐστιν ἄλλη οὕτως φανερὰ ἀπόδειξις, ἥτις δυνήσεται τὸν αὐτὸν τοῦτον καὶ θεὸν καὶ ἄνθρωπον ἀποδεῖξαι, παρὰ τὰς φυσικὰς ἐνεργείας, ὥντινων ἐκ τῶν ποιοτήτων καὶ αἱ φύσεις, ἀφ᾿ ὧν οὐσιωδῶς προήρχοντο, ἀκριβῶς ἐν αὐτῷ εἶναι πιστεύονται. εἰ τοίνυν ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν γνωρίζεται εἶναι, ἔνθα ἡ δυὰς τῶν φύσεων ἀσυγχύτως διέμεινεν, οὔτε αἱ αὐτῶν ἐνέργειαι ἠδυνήθησαν συγχυθῆναι, ἀλλὰ ἀπὸ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου Ἰησοῦ Χριστοῦ ταῖς ἰδίαις φύσεσι προσφόρως προήρχοντο.

Οὐκ ἐλλείψουσι δὲ καὶ ἄλλων σεβασμίων πατέρων δεδοκιμασμέναι μαρτυρίαι τῶν δύο φανερῶς λεγόντων φυσικὰς ἐνεργείας ἐν τῷ Χριστῷ, ἵνα σιωπῇ παραδράμωμεν τὸν ἅγιον Κύριλλον τῶν Ἱεροσολύμων, τὸν ἅγιον Ἰωάννην τὸν Κωνσταντινουπόλεως ἢ ὅσοι δήποτε μετὰ ταῦτα ὑπὲρ τῆς ὀρθότητος τῆς σεβασμίας ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ Τόμον τοῦ ἁγίου Λέοντος ἀπολογούμενοι τοὺς ἐπιπόνους ἀγῶνας κατὰ τῶν συγχεουσῶν αἱρέσεων ἐπεδείξαντο, ὥντινων ἀπὸ τῆς πλάνης καὶ ἡ τοῦ καινοῦ δόγματος κατῆλθε σειρά, τουτέστιν ὁ τῆς μακαρίας μνήμης Ἰωάννης ὁ Σκυθοπόλεως ἐπίσκοπος, Εὐλόγιος ὁ ᾿Αλεξανδρείας πρόεδρος, Εὐφραίμιος καὶ ᾿Αναστάσιος ὁ μέγας, τῆς ἐν Θεουπόλει ἐκκλησίας οἱ ἄξιοι καϑηγεμόνες, καὶ ὁ ὑπὲρ πάντας ζηλωτὴς τῆς ἀληθῆς καὶ ἀποστολικῆς πίστεως ὁ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανὸς ὁ βασιλεύς, οὗτινος ἡ ὀρθότης τῆς πίστεως ὁπόσον ὑπὲρ τῆς εἰλικρινοῦς ὁμολογίας τῷ θεῷ ἤρεσε, τοσοῦτον τὴν χριστιανικωτάτην πολιτείαν ὕψωσε - καὶ μέχρι τοῦ νῦν ἀπὸ πάντων τῶν ἐθνῶν ἡ αὐτοῦ θεοσεβὴς μνήμη προσκυνήσεως ἀξιοῦται --, οὔτινος ἡ ὀρθότης τῆς πίστεως διὰ τῶν σεβασμίων αὐτοῦ ἰδίκτων ἐν ὅλῳ τῷ κόσμῳ διαχεθεῖσα ἐπαινεῖται, ἐξ ὧν τὸ ἕν, ὅπερ πρὸς Ζώϊλον τὸν ᾿Αλεξανδρείας καθηγεμόνα ἐστάλη κατὰ τῆς τῶν ᾿Ακεφάλων αἱρέσεως ὑπὲρ τῆς ὀρθότητος τῆς ἀποστο-λικῆς πίστεως πρὸς τὸ πληροφορῆσαι αὐταρκοῦν, μετὰ ταύτης ἡμῶν τῆς μετρίας ἀναφορᾶς τῇ γαληνιαίᾳ ὑμῶν χριστιανότητι στείλαντες διὰ τῶν ἀποκομιστῶν τῶν παρόντων προσφέρομεν. ἀλλ' ἵνα μήπως τῶν πολλῶν ῥημάτων φορτικὴ νομισθῇ ἡ δικαιο-λογία, καὶ μάλιστα οἴστισι τὸ πρᾶγμα καὶ ἡ διοίκησις ὅλου τοῦ κόσμου ὡς ἐν ἰσχυρῷ θεμελίῳ ἐπίκειται, ὀλίγας ἀπὸ τῶν ἀναριθμήτων ταύτῃ τῇ μετρίᾳ ἀναφορᾷ ἐντάξαι τῶν ἁγίων πατέρων μαρτυρίας ἐσπουδάσαμεν, ἐπειδὴ καὶ τοῦτο ἀσύγκριτον πάνυ καὶ μέγιστόν ἐστι, ἵνα -- τῆς φροντίδος ὅλης τῆς χριστιανικωτάτης πολιτείας ἐπ᾽ ὀλίγον κωλυθείσης - ὑπὲρ τοῦ πόθου καὶ τῆς ἀληθοῦς πίστεως ζέουσα τοῦ ἀποστολικοῦ κηρύγματος τὴν διδασκαλίαν ἐξηνθισμένως ἐπιγνῶναι ἐπιθυμήσῃ ἡ σεβασμία καὶ θεοσεβὴς ὑμῶν φιλανθρω-πία. ἀληθῶς γὰρ ἐκ διαφόρων ἐκκρίτων πατέρων τῆς ὀρθοδόξου πίστεως ἡ ἀλήθεια ἐφάνη, εἰ καὶ ὀλίγαις μαρτυρίαις, ἐπειδὴ πρᾶγμα ἠνεῳγμένον καὶ πᾶσι φανερὸν οἱ ἐπαινετοὶ πατέρες περισσὸν εἶναι ἔκριναν φράζειν. τίς γάρ, εἰ καὶ βραδὺς εἴη πρὸς τὸ νοῆσαι, οὐ θεωρήσει ὅπερ πᾶσι φαίνεται, ὅτι ἀδύνατον καὶ παρὰ τὴν τάξιν τῆς φύσεώς ἐστι δύνασθαι εἶναι φύσιν καὶ ἐνέργειαν μὴ ἔχειν φύσεως, ὅπερ οὐδὲ ἀπὸ τῶν αἱρετικῶν ποτε ἐδοκιμάσθη λέγεσθαι, οἵτινες πάσας τὰς ἀνθρωπίνους πανουργίας καὶ σκολιὰς ζητήσεις κατὰ τῆς ὀρθότητος τῆς πίστεως καὶ συναθροισμοὺς ταῖς φαυλότησιν αὐτῶν προσφόρους ἐφεῦρον; πῶς οὖν, ὅπερ οὔτε ἀπὸ τῶν ἁγίων ὀρθοδόξων πατέρων ἐρρήθη ποτέ, οὔτε ἀπὸ τῶν βεβήλων αἱρετικῶν τετόλμηται εὑρεθῆναι, ἐπὶ τοῦ παρόντος δυνήσεται προπετευθῆναι, ἵνα τῶν δύο φύσεων τοῦ Χριστοῦ, τῆς θείας δηλονότι καὶ τῆς ἀνθρωπίνης, ὦντινων (καὶ αἱ ἰδιότητες ἀκέραιοι εἶναι γνωρίζονται, ἐν τῷ Χριστῷ μίαν ἔχειν ἐνέργειαν; τίς ποτε ὀρθῶς φρονῶν δυνήσεται ἀποδεῖξαι, ὁπόταν, ἐὰν μία ἐστίν, εἴπωσιν, ἢ χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστὴ ἡ αὐτή, ἥτις καὶ τοῦ πατρός ἐστιν, ἢ ἑτέρα παρὰ τὸν πατέρα; εἰ τοίνυν μία ἐστί, καὶ ἡ αὐτὴ μία καὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κοινή ἐστιν, ὅπερ ἀλλόκοτόν ἐστιν λέγεσθαι. οὐκοῦν ἐπὰν ὁ υἱὸς τοῦ θεοῦ ὅστις ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπός ἐστι τὰ ἀνθρώπινα ἐνήργησεν ἐπὶ γῆς, ὁμοίως σὺν αὐτῷ καὶ ὁ πατὴρ φυσικῶς ἐνήργησεν, ἐπειδὴ ἃ ὁ πατὴρ ποιεῖ ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ" ἔπεί͵ ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστός, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς υἱοῦ ἐπαναφέρεται, ἅτινα οὐκ ἔστι τὰ αὐτὰ οἷα καὶ τοῦ πατρός, κατ᾽ ἄλλο" δηλονότι καὶ ἄλλο" ἐνήργησεν ὁ Χριστός, ἵνα κατὰ τὴν θεότητα ἃ ποιεῖ ὁ πατὴρ ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιῇ, κατὰ τὴν ἀνθρωπότητα ἃ εἰσι τοῦ ἀνθρώπον ἴδια ὁ αὐτὸς οὗτος ἐνεργῇ ὡς ἄνθρωπος, ἐπειδὴ ἀληθινός ἐστι καὶ θεὸς καὶ ἄνθρωπος" ὅθεν καὶ ἀληθῶς πιστεύεται, ὅτι ὁ αὐτὸς οὗτος εἷς ὧν δύο ἔχει φυσικὰς ἐνεργείας, τὴν θείαν δηλονότι καὶ τὴν ἀνθρωπίνην, τὴν ἄκτιστον καὶ κτιστήν, ὡς ἀληθινὸς καὶ τέλειος θεὸς ἀληθινὸς καὶ τέλειος ἄνθρωπος, εἷς ὁ αὐτὸς μεσίτης θεοῦ καὶ ἀνθρώπων κύριος Ἰησοῦς Χριστός" διὸ ὁμοίως καὶ ἐκ τῶν ποιοτήτων τῶν ἔργων τῶν φύσεων, αἵτινες ἐν τῷ Χριστῷ κατὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν συνῆλθον, ἡ διαφορὰ ἀπρόσκοπῴζτγος γνωρίζεται. ὅπως δὲ καὶ τῶν θεομισήτων αἱρετικῶν, ὧν καθὼς τὰς προσηγορίας ὁμοίως βδελυττόμεθα καὶ τὰ ῥήματα, πρὸς ἔνδειξιν -- καὶ μόνον τούτων οἵστισιν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ ἕν ἐν τῷ Χριστῷ λέγοντες θέλημα καὶ ἐνέργειαν ἠκολούθησαν -- ὀλίγα τινὰ ἐκ τῶν καταράτων αὐτῶν ῥημάτων ἐπισυνήψαμεν"

1 ᾿Απολιναρίου αἱρετικοῦ κατὰ Διοδώρου πρὸς τὸ κείμενον ἐν τῷ ἰδίκτῳ τῆς ὀρθοδόξου πίστεως τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανοῦ τοῦ βασιλέως"

Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν' ὧν δὲ μία ἐνέργεια, τούτων μία ἐστὶν οὐσία, μία ἄρα οὐσία τοῦ λόγου καὶ τῆς σαρκός.

2 Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ προγεγραμμένῳ ,εἰς τὰ ἐπιφάνια τῆς ἐνανθρωττήσεως τοῦ θεοῦ λόγου" Ὁ εἷς γὰρ Χριστὸς θεϊκῷ μόνῳ θελήματι κινούμενος, καθὸ καὶ μίαν οἴδαμεν αὐτοῦ τὴν ἐνέργειαν ἐν διαφόροις θαύμασι καὶ πααϑήμασι τῆς μιᾶς αὐτοῦ φύσεως προϊοῦσαν᾽ θεὸς γὰρ ἔνσαρκός ἐστι καὶ πιστεύεται.

3 Σέβηρος ὁ αἱρετικὸς ἀπὸ τοῦ προσφωνητικοῦ λόγου τοῦ γενομένου ἐν τῇ Δάφνῃ ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας" οὕτως φησίν’ ᾿Αναθϑεματίζομεν δὲ καὶ τὴν σύνοδον Χαλκηδόνος καὶ τὸν Τόμον Λέοντος τοῦ τῆς Ῥωμαίων ἐκκλησίας ἡγησαμένου καὶ τοὺς λέγοντας ἢ εἰπόντας ἐν δύο φύσεσι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἄφραστον καὶ ἀπερινόητον ἕνωσιν" καὶ τούτων ἀκολούθως {δύο ἐνεργείας ἢ ἰδιότητας.

4 Ὁμοίως τοῦ αὐτοῦ Σεβήρου πρὸς Σέργιον γραμματικὸν ἔνθα φησίν" Ἐπειδὴ γὰρ εἷς ὁ ἐνεργῶν καὶ μία αὐτοῦ ἡ ἐνέργεια καὶ κίνησις ἐνεργητική.

5 Ὡσαύτως ἐκ τοῦ δευτέρου βιβλίου τοῦ Νεστορίου τοῦ ἀνθρωπολάτρου, ὃ ἔγραψεν «ἐπιφανοῦς μνήσεως" ᾿Ασυγχύτους φυλάττομεν τὰς φύσεις, οὐ κατ' οὐσίαν, γνώμῃ δὲ συνημμένας" διὸ καὶ μίαν αὐτῶν τὴν θέλησιν, ἐνέργειάν τε καὶ δεσποτείαν ὁρῶμεν ἀξίας ἰσότητι δεικνυμένας. ὁ γὰρ θεὸς λόγος ἀναλαβὼν ὃν προώρισεν ἄνθρωπον κατὰ τὸν τῆς ἐξουσίας λόγον πρὸς αὐτὸν οὐ διεκρίθη διὰ τὴν προγνωσθεῖσαν αὐτῷ διάθεσιν.

6 Θεοδοσίου αἱρετικοῦ ᾿Αλεξανδρέως ἀπὸ τοῦ τόμου τοῦ παρ᾽ αὐτοῦ γραφέντος Θεοδώρᾳ Ὥς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρον θεοπρετῆ μίαν, ἐπεὶ καὶ ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ φαμὲν τὰ θεοπρετῆ θαύματα καὶ τὰ φυσικὰ πάντα καὶ ἀδιάβλητα πάθη.

7 Καὶ μετ' ὀλίγα" καὶ μίαν εἶναι καὶ τὴν αὐτὴν τοῦ ἑνὸς κυρίου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τὴν θεοπρεττῆ σοφίαν, γνῶσιν τε τῶν ὅλων καὶ εἴδησιν κατὰ τὸ συναμφότερον, τουτέστι κατὰ τὴν αὐτοῦ θεότητα καὶ κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα, ἐπεὶ καὶ ἐνέργειαν μίαν ὁμολο-γοῦμεν θεοπρετῆ, ὡς ἤδη προλέλεκται.

8. Καὶ πάλιν’

Τῆς θεοπρεποῦς ἐνεργείας μιᾶς οὔσης αὐτοῦ ἀνάγκη καὶ ἀμέριστον εἶναι ταύτην καὶ ἀδιαίρετον.

9 Καὶ πάλιν"

Οἰκειούμενος μὲν τὰ αὐτῆς, τουτέστι τὰ τῆς σαρκός, ἐμποιήσας δὲ καὶ αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν -- τὸ δὲ ἐμποιήσας αὐτῇ" αὐτὸ τὸ καταπλουτῆσαι τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει -- τὴν αὐτοῦ θεοπρετῆ ἐνέργειαν τὴν ἀσυγχύτως καὶ ἀτρέπτως ἑνωθεῖσαν αὐτῷ ἔμψυχον σάρκα παρίστησιν.

Ἰδού, εὐσεβέστατοι δεσπόται καὶ τέκνα, τῶν ἁγίων πατέρων ταῖς μαρτυρίαις ὡς πνευματικαῖς ἀκτῖσι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἡ διδασκαλία ἐφωτίσθη, καὶ τῆς αἱρετικῆς τυφλώσεως τὸ σκότος, ὅπερ πλάνην τοῖς μιμουμένοις ὑποβάλλει, ἀπε-καλύφθη.

Νῦν ἀναγκαῖόν ἐστιν, ἵνα τοῦ νέου δόγματος ὁ σκοπὸς ἐπιζητηθῇ, τίσιν ἠκολούθησε καὶ ποίων διδασκάλων τῇ αὐθεντίᾳ ὑποστηρίζεται. Κῦρος ὁ ᾿Αλεξανδρείας ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τῶν ὅρων αὐτοῦ πρὸς τὸν τόπον" καὶ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ ἕνα υἱὸν ἐνεργοῦντα τὰ θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα «μιᾷ θεανδρικῇ ἐνεργείᾳ᾽ κατὰ τὸν ἐν ἁγίοις Διονύσιον." ὁμοίως Θεοδώρου τοῦ γενομένου ἐπισκόπου τοῦ Φαρανίτου ἐκ τοῦ ἀντιγράφου πρὸς Σέργιον ἐπίσκοπον ᾿Αρσενοϊτοῦ πρὸς τὸν τόπον καὶ διὰ τοῦτο μία ἐνέργεια τοῦ ὅλου ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν πάντα ταῦτά εἰσιν."

ὁμοίως Σεργίου τοῦ Κωνσταντινουπόλεως ἐκ τοῦ ἀντιγράφου πρὸς Κῦρον τὸν ᾿Αλεξαν-δρείας" ἔφητε τοίνυν -- καλὸν γάρ ἐστι καὶ αὐταῖς ταῖς ἱεραῖς ὑμῶν φωναῖς χρήσασθαι π΄, ὡς ἕνα καὶ τὸν αὐτὸν Χριστὸν ἐνεργεῖν τὰ θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα μιᾷ ἐνεργείᾳ" καὶ ταῦτα εὐσεβῶς καὶ ἄγαν ἀκριβῶς ἐξέθεσθε." καὶ ἐν τῇ [διδασκαλίᾳ] ζκατα-σκευῇ τῆς Ἐκθέσεως καὶ ἄλλοις ἐν θέλημα καὶ πᾶσαν θείαν καὶ ἀνθρωπίνην ἐνέργειαν ἔχειν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν" σημαίνει, μήτε μίαν ὅλως μήτε δύο ὀφείλειν λέγεσθαι" ἐπιτρέπει, ὅπερ ἐν ἄλλοις μετὰ διατάγματος καθαιρέσεως ἀκοινωνησίας ἀποφατικῶς διαβεβαιοῦται Πύρρος ἐν τῷ δογματικῷ τόμῳ, καὶ ἐν τῇ βεβαιώσει τῆς Ἐἐκθέσεως ἕν θέλημα ὁμολογεῖ ἐν τῷ Χριστῷ, καὶ μετὰ ταῦτα ἐν τῷ λιβέλλῳ τῆς πίστεως, ὃν εἰς ὁμολογίαν τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων προσήγαγε, δύο θελήματα καὶ δύο ἐνεργείας φυσικὰς ὁμολογεῖ ἐν τῷ ἑνὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ἐν ᾧ καὶ ταῖς μαρτυρίαις τῶν ἁγίων πατέρων οὕτως ἑαυτὸν τῆς ὀρθοδόξου πίστεως τὴν ἀλήθειαν ἔχειν διαβεβαιοῦται. Παῦλος ὁμοίως ὁ τούτου διάδοχος ἐν τῇ ἐπιστολῇ τῇ πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Θεόδωρον τὸν πάπαν τὸν προηγησάμενον τὴν ἡμετέραν μετριότητα ἕν θέλημα τὸν Χριστὸν ἔχειν ὁμολογεῖ, καὶ ὁ αὐτὸς οὗτος ἐν τῇ κατασκευῇ τοῦ Τύπου μετὰ παραγγελίας καϑαιρέσεως καὶ ἀκοινωνησίας τοῦ μήτε ἕν μήτε δύο θελήματα ἢ ἐνεργείας φάσκει ὀφείλειν λέγεσθαι ἐν τῷ ἑνὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Πέτρος ὁ τούτου διάδοχος πρὸς τὸν τῆς ἁγίας μνήμης Βιταλιανὸν τὸν πάπαν γράφων καὶ ἕν καὶ δύο θελήματα καὶ μίαν καὶ δύο ἐνεργείας ἐν τῇ οἰκονομίᾳ τῆς ἐναν-θρωπήσεως τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φρονεῖν ὁμολογεῖ.

Τίς, δέομαι, μὴ κατανυγῇ, ἡμερώτατοι καὶ φιλανθρωπότατοι βασιλέων, καὶ τῆς ἀνθρω-πίνης ζωῆς τὰς ἀμφιστόμους παγίδας τρέμων κατανοήσῃ καὶ μετὰ στεναγμοῦ ἐκ βάθους τὸν θεόν, ὃς ἐστι πηγὴ οἰκτιρμῶν, ἱκετεύσῃ ῥυσθῆναι ἑαυτὸν ἀπὸ τῶν ἐπιβουλῶν τοῦ ἐχ-θροῦ τῶν πρὸς ἀπάτην τῆς ἀνθρωπίνης διανοίας πάντοθεν περικειμένων, θεωρῶν τούτους, οἵτινες ἑαυτοὺς ἀπὸ ἄκρας εἰδήσεως κηρυκτικοὺς ἐλογίζοντο, καὶ τὰς παγίδας ἐκτέμνειν τῆς αἱρετικῆς πλάνης; μήτε ἐν αὐτῇ τῇ πλάνῃ σταθεροὺς εἶναι ἀλλ᾽ ἀεὶ ἀστάτους, ὅτε μὲν οὖν Σέργιος ἐν ἄλλοις καὶ ἐν ἄλλοις γράμμασιν ἕν θέλημα καὶ μίαν ἐνέργειαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν προκηρύττει, καὶ ἐν τῇ Ἐκθέσει πᾶσαν θείαν καὶ πᾶσαν ἀνθρωπίνην ἐνέργειαν τοῦ ἑνὸς Χριστοῦ εἶναι προαναγγέλλει καὶ ἑπομένως ἐκ τοῦ ἐναντίου διαβεβαιοῦται μίαν ἐνέργειαν ἀπό τινων πατέρων εἰρῆσθαι ἐπὶ Χριστοῦ, ϑύο δὲ ἀπ' οὐδενὸς ἐνεργείας, ὅμως οὔτε μίαν ἐνέργειαν οὔτε δύο ὁρίζει ὀφείλειν λέγεσθαι ἐν τῷ ἑνὶ κυρίῳ Ἰησοῦ Χριστῷ. ὡσαύτως Πύρρος ἐν τῇ βεβαιώσει τοῦ Τύπου καὶ ἐν ἄλλοις ὑπὲρ Κύρου τοῦ ᾿Αλεξανδρείας ἀπολογούμενος ἕν θέλημα καὶ μίαν ἐνέργειαν νοεῖν αὑτὸν ἀποδείκνυσι, καὶ ἐγγράφως πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν πάπαν ἕν θέλημα καὶ οὐδεμίαν ἐνέργειαν τὸν κύριον Ἰησοῦν Χριστὸν ἔχειν διαβεβαιοῦται, καὶ ὁ αὐτὸς οὗτος ἐν τῷ λιβέλλῳ τῆς πίστεως μετὰ τῶν μαρτυριῶν τῶν ἁγίων πατέρων δύο φυσικὰ θελήματα ἔχειν ἐπικρίνει τὸν σωτῆρα κύριον. ὡσαύτως Παῦλος ὁ τούτου διάδοχος ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Θεόδωρον τὸν τῆς ἀποστολικῆς μνήμης πάπαν ἕν θέλημα ἔχειν τὸν κύριον μηνύει, καὶ ὁ αὐτὸς οὗτος ἐν τῇ συνθέσει τοῦ Τύπον οὔτε ἕν οὔτε δύο ὀφείλειν λέγεσθαι θελήματα ἢ ἐνεργείας ὥρισε. Πέτρος ὁμοίως καὶ ἕν καὶ δύο θελήματα καὶ ἐνεργείας ἐπὶ τῆς οἰκονομίας τῆς ἐνανθρωτήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φρονεῖν ἑαυτὸν προμαρτύρεται, καὶ εἷς ἕκαστος αὐτῶν {τοὺς ἄλλως δικαιολογουμένοζυς» κατακρίνει, ἀποκοινωνεῖ καὶ ἐκ τοῦ καταλόγου τῆς ἐκκλησίας ἀποβάλλεται,

Προσχῇ τοίνυν ἡ θεοσύστατος τῆς ὑμετέρας φιλανθρωπίας κορυφὴ τῷ ἐνδοτάτῳ τοῦ διακριτικοῦ αὐτῆς ὀφθαλμῷ, ὃν πρὸς οἰκονομίαν τῶν χριστιανικωτάτων λαῶν τῆς θείας χάριτος ἐλλαμπούσης παραλαβεῖν ἠξιώθη, τίνι τῶν τοιούτων διδασκάλων κρίνει ἀκο-λουθεῖν ὁ Χριστιανῶν λαός, τίνος τούτων τὴν διδασκαλίαν ὥφειλε περιπτύσσεσθαι, ἵνα δυνηθῇ σωθῆναι, οἵτινες καὶ πάντας καὶ ἀλλήλους εἷς ἕκαστος αὐτῶν κατακρίνει, καθὼς οἱ ποικίλοι αὐτῶν καὶ ἄστατοι τῶν ἐγγράφων ὅροι διαβεβαιοῦνται, ποτὲ μὲν ἕν θέλημα καὶ μίαν ἐνέργειαν, ποτὲ δὲ οὔτε ἕν οὔτε δύο ἐνεργείας, ποτὲ ἕν θέλημα καὶ μίαν ἐνέργειαν καὶ πάλιν δύο θελήματα καὶ δύο ἐνεργείας, ὁμοίως ἕν θέλημα καὶ μίαν ἐνέργειαν καὶ ἔπειτα οὔτε μίαν οὔτε δύο καὶ ἄλλος καὶ μίαν καὶ δύο. ποῖος παράφρων, παρακαλῶ, εὐσεβέστατοι δεσπόται, τῆς τοσαύτης τυφλότητος τὰς πλάνας μὴ βδελύξηται καὶ πα-ραφυλάξηται, ἐὰν δηλαδὴ σωθῆναι ἐπιθυμῇ καὶ ἄμωμον τῆς ἑαυτοῦ πίστεως τὴν ὀρθότητα ἐρχομένῳ τῷ κυρίῳ ἐπιποθῇ προσαγαγεῖν; διόπερ λυτρωθήσεται καὶ ἐξ ὅλης τῆς ἰσχύος μετὰ τῆς τοῦ θεοῦ βοηθείας ἐλευθερωθήσεται ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, ἡ μήτηρ τοῦ χριστιανικωτάτου ὑμῶν κράτους, ἀπὸ τῆς πλάνης τῶν τοιούτων διδασκάλων, ἵνα τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν τῆς ὀρθοδόξου πίστεως ὀρθότητα, ἧτις τεθεμελίωται ἐπὶ τὴν στερεὰν πέτραν ταύτης τῆς τοῦ μακαρίου κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐκκλη-σίας, ἥτις τῇ αὐτοῦ χάριτι καὶ βοηθείᾳ ἀπὸ πάσης πλάνης ἄχραντος διαμένει, πᾶς ὁ ἀριθμὸς τῶν προέδρων καὶ τῶν ἱερέων τούτου τοῦ κλήρου καὶ τῶν λαῶν ὁμοθυμαδὸν πρὸς τὸ εὐαρεστεῖν τῷ θεῷ καὶ τὴν ψυχὴν σωθῆναι τῆς ἀληθείας τὸν τύπον τῆς ἀποστο-λικῆς παραδόσεως ἅμα ἡμῖν ὁμολογήσῃ καὶ κηρύξῃ. ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι καὶ ἀδιαλείπττως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων, οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιν ἀλαζονείας οὔτε κατ᾽ ἐναντίωσιν φιλονεικίας οὔτε μάτην ἐπιλαβέσθαι τῶν αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ᾽ ὑπὲρ τῆς ὀρθότη-τος αὐτῆς τῆς ἀληθείας, ἐν ἦ σωθῆναι ἡμᾶς θαρροῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν καὶ τῆς συστά-σεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι ἐρωτῆσαι ἐπιτιμῆσαι παρακαλέσαι ἐλέγξαι καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσεται τὸ νεαρὸν τραῦμα λαβεῖν, οὔτε μετὰ τὴν παλαι-ότητα τῆς δυσώδους πλάνης ἀπὸ τῆς κινήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προ-ἔτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν ἢ κατὰ πεῖσμα μίσους -- ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας --, ἵνα εἰς ὄλισθον ἑτέρου παχύνηται, ὁπόταν ὁ τῶν πάντων κύριος διδάσκῃ" οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ καὶ ζήσῃ ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίους, ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε' καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου, ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, ἵνα μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ᾽ ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους ἀκαταπαύστως Χριστὸν τὸν κύριον ἐκδυσωτπήσωσιν. πι-στεύομεν, εὐσεβέστατοι τῶν πραγμάτων δεσπόται, μηδεμίαν ἀμφιβολίας ἀχλὺν ἀπομεῖναι, ἥτις πρὸς τὸ διαχωρίσαι δυνήσεται ἀντιστῆναι τοῖς ἑπομένοις τοῖς ἐφευρεταῖς τοῦ καινοῦ δόγματος" καὶ γὰρ ἡ πνευματικὴ εὐωδία τῆς γνώσεως, ὅθεν τῶν πατέρων ἀναπνέει τὰ ῥήματα, ἐνώπιον τῶν ὀφθαλμῶν καθέστηκε, καὶ τῶν αἱρετικῶν ἡ ἀπάνθρωπος δυσωδία ἀπὸ πάντων τῶν πιστῶν ἐξουδενώθη. καὶ ἐπειδὴ οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ τῶν αἱρετικῶν ἀκόλουθοι ἐδείχθησαν καὶ οὐ τοῖς ἁγίοις πατράσιν ἑπόμενοι, μήτε τοῦτο ἀπο-μείνῃ ἄγνωστον. τοιγαροῦν, ὅσον δήποτε τὴν ἰδίαν πλάνην θελήσει τις χρωματίσαι, ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐλέγχεται, καθὼς καὶ ὁ ἀπόστολος τῶν ἐθνῶν διδάσκει: πᾶν τὸ φανερούμενον φῶς ἐστιν, ἐπειδὴ ἡ ἀλήθεια ἀεὶ σταθηρὰ καὶ ἡ αὐτὴ διαμένει, τὸ δὲ ψεῦδος ἀεὶ ποικίλλεται καὶ ἐν τῷ ποικίλλεσθαι φανεροῦται καὶ ἐξελέγχεται ἑαυτῷ τοῦτο ἐναντίον εἶναι" ἐκ τούτου γὰρ καὶ ἑαυτοῖς τὰ ἐναντία διδάσκειν ἐδείχθησαν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταί, ὅτι τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεως ἀκόλουθοι εἶναι οὐκ ἠθέλησαν. διό, ἐπειδὴ καὶ ἡ ἀλήθεια ἐφάνη τῇ ἐπισκέψει τῆς θεοπνεύστου ὑμῶν εὐσεβείας καὶ τὸ ψεῦδος ἀπεσημειώθη καὶ ἧς ἠξιώθη ἀποβλήσεως ἔτυχεν, ὑπολέλειπται, ἵνα ταῖς εὐμενείαις τῆς <θεοστέπτου> ὑμῶν φιλανθρωπίας τῆς νίκης τὸν στέφανον ἡ ἀλήθεια ἀναδησαμένη ἐκλάμψῃ καὶ τῆς καινότητος ἡ πλάνη μετὰ τῶν αὐτῆς ἐφευρετῶν καὶ τῶν τῇ διδασκαλίᾳ αὐτῶν ἀκολουθησάντων τῆς οἰκείας τόλμης τὴν ποινὴν ἀποτίστι, καὶ ἐκ τοῦ μέσου τῶν ὀρθοδόξων προέδρων ὑπὲρ τῆς καινότητος τῆς ἑαυτῶν αἱρετικῆς φαυ-λότητος ἐξωθηθῶσιν, ἣν ἐν μέσῳ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐπεχείρησαν εἰσαγαγεῖν καὶ τὸ ἀδιαίρετον καὶ ἄχραντον σῶμα τῆς ἐκκλησίας τοῦ Χριστοῦ τῷ μολυσμῷ τῆς αἱρετικῆς φαυλότητος σπιλῶσαι. οὐδὲ γὰρ εὔλογόν ἐστιν, ἵνα οἱ ὑπεύθυνοι τοὺς ἀνευθύνους βλάψωσιν ἢ τοὺς ἀναιτίους τῶν ἄλλων τὰ πλημμελήματα καταλάβωσιν, ὁπόταν κἂν εἰ ἐν τούτῳ τῷ κόσμῳ τοῖς κατακεκριμένοις συγχωρηθῇ, καϑὼς αὐτοὶ οἱ συγχωρούμενοι οὐδεμιᾶς εὐεργεσίας αἰσθάνονται ἐν τῇ κρίσει τοῦ θεοῦ, οὕτως τοῖς φειδομένοις οὐκ ἐλάχιστος ὑπὲρ τῆς ἀναρμοδίου συμπαθείας κίνδυνος ἐπισωρεύεται. ταῦτα δὲ διὰ τοῦτο τὸν παντοδύναμον θεὸν τοῖς ζεὐτυχεστ)άτοις χρόνοις τῆς ὑμετέρας ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα τὸν τόπον καὶ τὸν ζῆλον αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε, ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ (καὶ) τῶν ἁγίων πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία, καταξιώσητε ἐξακο-λουθῆσαι καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέως τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες. ὅθεν ὁ βασιλεὺς καὶ προφήτης Δανὶδ πρὸς τὸν θεὸν φθέγγεται: ὁ ζῆλος τοῦ οἴκου σου, φάσκων, κατέφαγέ με΄ ὅθεν ὑπὲρ τοῦ τοιούτου θεαρέστου ζήλου ἐπαινεῖται καὶ ἐκείνην τὴν μακαρίαν φωνὴν ἀκοῦσαι ἀπὸ τοῦ δημιουργοῦ τῶν ὅλων ἠξιώθη: εὗρον Δαυὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου, ᾧτινι καὶ ἐν τοῖς ψαλμοῖς ἐπαγγέλλεται" εὗρον Δαυὶδ τὸν δοῦλόν μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν" ἡ γάρ χείρ μου συναντιλήψεται αὐτῷ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν, ὅπως, οὔτινος τὸ πρᾶγμα τῇ ζεούσῃ σπουδῇ ἡ τῆς χριστιανικω-τάτης ὑμῶν φιλανθρωπίας εὐσεβὴς βασιλεία ἀγωνίζεται, ἀποτελέσαι ἀνταμείψεως χάριν πάσας τὰς πράξεις τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους εὐτυχεῖς καὶ αἰσίας ποιήσῃ, ὃς ἐν τοῖς αὐτοῦ ἁγίοις εὐαγγελίοις ἐπαγγέλλεται φάσκων᾽ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. πιάντες γάρ, πρὸς οὗς κατέλαβεν ἡ τῶν θείων ὑμῶν κεραιῶν εἴδησις, καὶ ὅτι οὕτως εὐμενῶς τῆς σεβασμίας μεγαλοψυχίας τῆς ὑμῶν ἡμερότητος ἀπεδείχθη ὁ σκοτός, ἀναριϑμήτους εὐχαριστίας καὶ ἀδιαλείτττους ἐπαίνους θαυμάσαντες περὶ τοῦ τοσούτου τῆς συμπαθείας μεγέθους τῷ κατορθωτῇ τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀποδεδώκασιν, ἐπειδὴ ὡς ἀληθῶς εὐσεβέστατοι καὶ δικαιότατοι βασιλεῖς ἅπερ εἰσὶ τοῦ θεοῦ μετὰ φόβου θεοῦ κατηξιώσατε διαπράττεσθαι, πᾶσαν ἀβλάβειαν τοῖς στελλομένοις παρ᾽ ἡμῶν προσώποις ὑποσχόμενοι. καὶ θαρροῦμεν, ὅτι ἅπερ ὑπέσχετο ἡ ὑμετέρα εὐσεβὴς εὐμένεια δύναται καὶ ἀποτελέσαι, ὅππως ὅπερ τῷ θεῷ ἀφιέρωται θεοσεβεῖ φιλανθρωπίᾳ παρὰ τοῦ φιλοχρίστου ὑμῶν κράτους οὐδὲν ἧττον τῆς αὐτοῦ παντοκρα-τορίας συνεργούσης καὶ ἡ ὑπόσχεσις πληρωθήσεται. ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν καὶ αἰωνίζουσα μνήμη καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ δεσπότου Χριστοῦ, οὔτινος καὶ τὸ πρᾶγμα ἐστίν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκήπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινοθέντας ὑτοστρώσουσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κρατυνθῇ ἡ δυνα-στεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς ἀϊδίου διαδέξηται βασιλείας. οὐδὲ γὰρ δυνήσεται ἄλλο ὅμοιον εὑρεθῆναι, ὅπερ τὴν φιλανθρωπίαν τῆς ὑμετέρας ἀηττή-του ἀνδρείας τῇ θείᾳ παραθήσεται μεγαλειότητι, εἰ μὴ ἵνα ἐξωθηθέντων τῶν πλανωμένων ἀπὸ τοῦ τῆς ἀληθείας κανόνος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως πανταχοῦ φανερωθῇ καὶ κηρυχθῇ τὸ ἀκέραιον.

Διὰ τοῦτο, εὐσεβέστατοι καὶ θεοδίδακτοι δεσπόται καὶ τέκνα, ἐὰν τοῦτον τὸν κανόνα τῶν ἁγίων γραφῶν, τῶν σεβασμίων συνόδων, τῶν πνευματικῶν πατέρων ἀνεπίληπτον τοῦ ἀποστολικοῦ δόγματος κατὰ τὴν εὐαγγελικὴν αὐτῶν ἔννοιαν, δι' οὗ τῆς ἀληθείας ἡμῖν τὸν τύπον τοῦ πνεύματος ἀνακαλύπτοντος ἔδειξαν, ὁ πρόεδρος τῆς ἐν Κωνσταντι-νουπόλει ἐκκλησίας σὺν ἡμῖν κρατεῖν καὶ κηρύττειν ἐπιλέξηται, εἰρήνη πολλὴ γενήσεται τοῖς ἀγαπῶσιν τὸ ὄνομα τοῦ θεοῦ καὶ οὐκ ἀπομενεῖ τι σκάνδαλον διχονοίας, καὶ γενήσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἐπὰν διὰ τῆς χάριτος τοῦ ἁγίου πνεύματος ὁ λαὸς πρὸς ἐπίγνωσιν τῆς χριστιανότητος προσέλθῃ πᾶσιν ἡμῖν καρδία μία καὶ ψυχὴ μία. ἐπεί, ὅπερ ἀπέστω, τὴν πρὸ μικροῦ ἀπὸ ἄλλων εἰσαχθεῖσαν καινότητα ἐπισπάσασθαι θελήσοι καὶ ταῖς ἀλλοτρίαις διδασκαλίαις ἀπὸ τοῦ κανόνος τῆς ἀληθείας τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς ἡμῶν πίστεως ἑαυτὸν σαγηνεῦσαι, ἧντινα ἅτε δὴ ταῖς ψυχαῖς καταδίκην ἐκκλῖναι ἀδιαλείπττως ἀπὸ τῶν προηγησαμένων τὴν ἡμετέραν μετριότητα προτραπέντες καὶ ὑπομνησθέντες μέχρι τούτου ὑπερέθεντο, αὐτὸς γνώσεται, {δ τι περὶ τῆς τοιαύτης καταφρονήσεως ἐν τῷ θείῳ τοῦ Χριστοῦ κριτηρίῳ ἀπολογήσεται παρὰ τῷ δικαστῇ πάντων τῷ ἐν οὐρανοῖς ὄντι, ᾧτινι καὶ ἡμεῖς (αὐτοὶ ὑπὲρ τῆς προσληφϑθείσης διακονίας τοῦ ἀληθοῦς κηρύγματος ἢ τῆς ἐναντίας προλήψεως τῆς χριστιανικωτάτης πίστεως, ὅταν πρὸς τὸ κρίνειν παραγένηται, λόγον ἀποδώσομεν, καὶ ἡμῖν μέν, ὅπερ δεόμενος παρακαλῶ, ἐκγένηται τὸν ἀποστολικὸν καὶ εὐαγγελικὸν τῆς ὀρθῆς πίστεως κανόνα, ὡς ἀπ᾽ ἀρχῆς παρελάβομεν, ἀδιασείστως καὶ ἐλευθερίως μετὰ ἁπλῆς καθαρότητος ἀκέραιον καὶ ἄτρωτον φυλάξαι. διόπερ τῇ ὑμετέρᾳ σεβασμίᾳ γαληνότητι ὑπὲρ τῆς στοργῆς καὶ τιμῆς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὀρθῆς πίστεως ἀπ᾽ αὐτοῦ τοῦ συμβασιλέως τοῦ χριστιανικω-τάτου ὑμῶν κράτους τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ, οὗτινος τὴν ἀληθῆ πίστιν ἄχραντον ἐπιθυμεῖτε φυλάττειν, τέλειος μισθὸς καταλογισθήσεται τοῖς εὐσεβέσι καμάτοις, ὅτι ἔν τινι οὐδὲν ἠμελήθη ἢ παρεωράϑη ἀπὸ τῆς ὑμῶν θεοστεφοῦς εὐμενείας, ὅπερ ἀνήκειν δυνήσεται τῇ ὑγιεῖ ἀκεραιότητι τῆς ἀληθοῦς πίστεως πρὸς τὴν τῶν ἐκκλησιῶν ὁμόνοιαν, ἐπειδὴ ὁ κριτὴς τῶν πάντων θεὸς τὴν πρόθεσιν ἐκζητεῖ τῆς διανοίας καὶ τὴν σπουδὴν τῆς εὐσεβείας προσδέχεται, ὃς τὰς ἐκβάσεις τῶν πραγμάτων, καθὼς συμφέρειζνσ κρίνει, καὶ διοικεῖ.

Παρακαλῶ τοίνυν, εὐσεβέστατοι καὶ φιλανθρωπότατοι βασιλέων καὶ αὔγουστοι, καὶ ἅμα σὺν τῇ ἐμῇ ἐλαχιστίᾳ πᾶσα ψυχὴ Χριστιανῶν γονυπετοῦσα δέεται, ἵνα πᾶσι τοῖς θεαρέστοις ἀγαθοῖς καὶ ταῖς θαυμασταῖς καὶ βασιλικαῖς εὐεργεσίαις, ἄστινας διὰ τῆς ὑμῶν θεαρέστου σπουδῆς ἡ ὕψιστος ῥοπὴ τῷ ἀνθρωπίνῳ γένει χαρίσασθαι κατηξίωσε, καὶ τοῦτο εἰς ὁλόκληρον ἀποκατάστασιν τῆς τελείας εὐσεβείας τῷ συμβασιλευόντι δεσπότῃ Χριστῷ εὐπρόσδεκτον θυσίαν προσαγαγεῖν κελεύσητε, τὸν λόγον τῆς ἀτιμωρησίας χα-ρισάμενοι καὶ ἐλευθέραν τοῦ λαλεῖν ἄδειαν ἑνὶ ἑκάστῳ τῷ λαλεῖν ἐθέλοντι καὶ λόγον ὑπὲρ τῆς πίστεως, ἧς πιστεύει καὶ κρατεῖ, ἀποδοῦναι, ἵνα ἀπὸ πάντων φανερῶς ἐπιγνωσθῇ, ὅτι οὐδενὶ φόβῳ, οὐδεμιᾷ δυναστείᾳ, οὐδεμιᾷ ἀπειλῇ ἢ ἀποστροφῇ τίς ποτε ὑπὲρ τῆς ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως λαλεῖν θέλων ἐκωλύθη ἢ ἀπεβλήθη, ὅπως πάντες ὁμοθυμαδὸν ὑπὲρ τοῦ τοιούτου καὶ οὕτως ἀνεικάστου ἀγαθοῦ εἰς πάντα τὸν χρόνον τῆς ἑαυτῶν ζωῆς τὴν θείαν μεγαλωσύνην δοξάζωσι καὶ ὑπὲρ ῥώσεως καὶ ὑψώσεως τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀκαταπαύστους ὁμοθυμαδὸν τῷ δεσπότῃ Χριστῷ δεήσεις ἐκχέωσιν.

Τὸ εὐσεβέστατον τῶν δεσποτῶν κράτος ἡ ὕψιστος χάρις διαφυλάξοι καὶ τούτῳ πάντων τῶν ἐθνῶν τοὺς αὐχένας ὑποτάξοι.

Η ΕΠΙΓΡΑΦΗ ΤΗΣ ΣΥΝΟΔΙΚΗΣ ἈΝΑΦΟΡΑΣ

ΤΟΙ͂Σ ΕΥ̓ΣΕΒΕΣΤΑΤΟΙ͂Σ ΔΕΣΠΌΤΑΙΣ ΚΑΙ ΓΑΛΗΝΟΤΑΤΟΙΣ ΝΙΚΗΤΑΙ͂Σ ΚΑΙ ΤΡΟΠΑΙΟΥ-ΧΟΙΣ ΠΌΘΗΤΟΙΣ ΤΈΚΝΟΙΣ ΤΟΥ ΘΕΟΥ͂ ΚΑΙ ΔΕΣΠΌΤΟΥ ἩΜΩ͂Ν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΩΝΣΤΑΝΤΙΝΏ Μεγάλῷ ΒΑΣΙΛΕΙ ἩΡΑΚΛΕΙΏ ΚΑΙ Τιιβεριώ ΑΥ̓ΓΟΥΣΤΟΙΣ ΑΓΑΘΩ͂Ν ΕΠΙΊΣΚΟΠΟΣ ΔΟΥΛΟΣ ΤΩΝ ΔΟΥΛΩΝ ΤΟΥ ΘΕΟΥ ΣῪΝ ΠΆΣΑΙΣ ΤΑΙ͂Σ ΣΥΝ-ΟΔΟΙΣ ΤΑΙ͂Σ ΑΝΗΚΟΥΣΑΙΣ ΤῊ ΣΥΝΟΔΩ ΤΟΥ ἈΠΟΣΤΟΛΙΚΟῪ ΘΡΟΝΟΥ

Πάντων τῶν ἀγαθῶν ἐλπὶς ὑπάρχειν γνωρίζεται, ἡνίκα ἡ βασιλικὴ κορυφὴ τὸν στέ-ψαντα αὐτὴν καὶ τοῖς ἀνθρώποις ἐγκαταστήσαντα πρὸς σωτηριώδη κυβέρνησιν ἐπιγινώ-σκουσα τὴν περὶ αὐτοῦ ἀληθῆ ὁμολογίαν, ἦτινι μόνῃ ὑπὲρ πάντα τὰ δῶρα ἐπιτέρπεται, πιστῶς ἐπιζητήσει καὶ ἀναζωπυροῦντι λογισμῷ περιττύσσεσθαι ἐπιθυμεῖ. καὶ τοῦτο τοῦ θεοῦ ἐξοχώτατόν ἐστι δῶρον, ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ προέρχεται, πρὸς ὃν ἐπαναφέρεται ὅπερ προσελήφθη ἀπὸ τῆς αὐτοῦ μεγαλειότητος' οὔτινος τῷ πνεύματι ἐν τοῖς τῆς διανοίας ἀποκρύφοις οἰκοδομοῦντος καὶ ἀναρρωνύντος τῇ πνευματικῇ βράσει τῆς ἀκτῖνος τοῦ εὐσεβοῦς σκοποῦ κύκλῳ πάντα διακαθαίρονται καὶ τῆς εὐωδίας ἡ ὀσμὴ ἀπὸ τῆς θυσίας τῆς καρδίας ἀνέρχεται πρὸς τὸν κύριον, ὅστις τῷ τοιούτῳ δώρῳ εὐαρεστεῖται: ὅθεν καὶ ἐν τοῖς ἐπιγείοις εὐτυχίαν δωρήσεται καὶ ἅπαντα τὰ ἔθνη ὑποτάξει, ἅπερ προσκαλεῖται πρὸς τὴν ὁμολογίαν τῆς ἀληθοῦς αὐτοῦ ἐπιγνώσεως, τὰ ὑποτεταγμένα τῷ χριστιανικῷ κράτει (ἐκ τῆς ἐξουσίας ἐλευθεροῖ τοῦ σκότους», ἵνα εὐτυχεῖς ποιήσῃ τοὺς τεταπεινω-μένους, οὖς ταλαιπώρως ὑψοῦσθαι πρὸς κατάβλησιν ἑαυτῶν παρείασεν.

Ἐπειδὴ δέ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν θεάρεστον πρόθεσιν, ἣν περὶ τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε -- τοῦ θεοῦ μυστικῶς πληροφοροῦντος οὐ ῥήμασι ῥευστοῖς οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ ἑαυτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος --, καὶ πάσης ἀμφιβολίας περιαιρε-θείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως, ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ χριστιανικωτάτου ὑμῶν κράτους ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει τῆς πίστεως, ὅμως διὰ τῆς τοῦ θεοῦ χάριτος σταθηροὶ ἕνεκεν τῶν προσταχϑέντων διὰ τῆς θειώδους σάκρας ἐγνωκότες τὸν συμβασι-λεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν τὸν κτίστην καὶ πρύτανιν τῶν πάντων θεόν, ἱλαρευόμενοι περὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχα-ριστεῖν ἠρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτως θαυμαστὸν καὶ σωτηριῶδες, οὕτως μονογενῶς τῷ θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρω-πία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβείᾳ καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς θεάρεστον ἀποτέλεσμα μετὰ ἀκε-ραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη. πιστεύομεν δέ, ὅτι, ὅπερ ὀλίγοις καὶ ἀραιοῖς συνεζχωρ )ήθη, τῷ θεοστέπτῳ ὑμῶν κράτει θεόθεν δωρηθήσεται, ἵνα δι᾽ αὐτοῦ τῆς καθολικῆς καὶ ἀποστολικῆς (ἀληθινῆς ἡμῶν πίστεως τὸ τηλαυγέστατον ἐκλάμψῃη φῶς ἐν ταῖς πάντων καρδίαις, ὅπερ ἐκ τῆς πηγῆς τοῦ ἀληθινοῦ φωτὸς ὡς δι᾽ ἀκτίνων τῆς ζωοποιοῦ λαμπηδόνος τοῖς μακαρίοις λειτουργοῖς Πέτρῳ καὶ Παύλῳ τοῖς τῶν ἀποστόλων κορυφαίοις καὶ τοῖς τούτων μαθηταῖς καὶ διαδόχοις τοῖς ἀποστολικοῖς κατὰ βαθμὸν μέχρι τῆς ἡμετέρας οὐδενότητος τῇ τοῦ θεοῦ βοηθείᾳ ἐφυλάχθη, μηδεμιᾷ τῆς αἱρετικῆς πλάνης δυσωδεστάτου σκότους ἀχλύϊ μήτε νεφέλαις ψεύδους ἢ νέφεσιν ἀπάτης μολυνθὲν μήτε παραμεμιγμέναις αἱρετικῶν φαυλότησι καθάπερ ἀμαυροῖς νέφεσι κατασκια-σϑέν, ἀβαρὲς καὶ ἀκέραιον καὶ ταῖς ἰδίαις ἀκτῖσι διαλάμψαν {όὄπερ εὐσεβέσι αὐτοῦ ἐπιχειρή-μασι κατασφαλίζειν ἐπιποθεῖ ὑμῶν θεόστεττος κορυφή». ἐν τούτῳ γὰρ ὃ τε ἀποστολικὸς θρόνος οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου οὐ χωρὶς κινδύνων ἀπέκαμον, ἐπὶ τοῦ παρόντος δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσά-μενοι, νῦν τοῦ συνοδικοῦ ὅρου τοὺς τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστί, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν εὐαγγελίοις τοῦ κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαν-τικῶς διδάσκων παραγγέλλει: ὅστις με ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὅμο-λογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς καὶ τῇ ἐπακολουθούσῃ τιμωρίᾳ ἐκφοβεῖ, ἥτινι αὐστηρῶς ἀπειλεῖ: καὶ ὅστις με ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνή-σομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἀποτρέπεται γὰρ πρὸς τὰς διαφορὰς τῶν καιρῶν ἡ ἀληθὴς ὁμολογία τῆς εὐσεβείας ποικίλλεσθαι, καθὼς οὐδὲ αὐτὸς τὴν ποικιλίαν προσεδέξατο, περὶ οὗ ἐστιν αὕτη ἡ ἀληθὴς ὁμολογία ὡς λέγει: ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι.

Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας ἡ εὐμένεια πρόσωπα ἀπὸ τῶν ἐπισκόπων ἀριθμῷ σταλῆναι ἐκέλευσε βίῳ τε καὶ εἰδήσει πάντων τῶν γραφῶν προὔχοντας --, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει ὅμως θαρρεῖν οὐ τολμᾷ, ἡ δὲ τελεία εἴδησις, ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις, ἐὰν δὲ πρὸς εὐγλωττίαν βιωτικήν, οὐχ ὑπολαμβάνομέν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον, ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν ζκαθήμέραν» ἡ μανία βράζει, ποτὲ μὲν καταπο-νοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες, ὅθεν ὅλος ὁ βίος ἡμῶν μεριμνῶν ἐστι πεπληρωμένος --, οὔστινας περικυκλοῖ ἡ τῶν ἐθνῶν χεὶρ καὶ ἐκ τοῦ σωματικοῦ καμάτου ἡ τροφὴ ἐστι, καθὸ ἡ παλαιὰ διακράτησις τῶν ἐκκλησιῶν κατ᾽ ὀλίγον ταῖς διαφόροις συμφοραῖς ἐκλείψασα ὑπέπεσε καὶ μόνη ἐστὶν ἡμετέρα ὑπόστασις ἡ πίστις ἡμῶν, μεθ᾽ ἧς τὸ ζῆν ἄκρα ἐστὶ δόξα, δι᾽ ἣν τό ἀποθανεῖν κέρδος αἰώνιόν ἐστιν. αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὄρους τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως, οὖς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν,

πιστεύοντες εἰς θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν πάντων καὶ ἀοράτων, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν θεὸν ἐκ θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτός, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, τουτέστι τῆς αὐτῆς σὺν τῷ πατρὶ οὐσίας, δι᾽ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, σὺν τῷ πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδο-ξαζόμενον, τριάδα ἐν μονάδι καὶ μονάδα ἐν τριάδι, ἑνότητα μὲν ζοὐσίας», τριάδα δὲ προσώπων ἤγουν ὑποστάσεων “- θεὸν τὸν πατέρα ὁμολογοῦντες, θεὸν τὸν υἱόν, θεὸν τὸ πνεῦμα τὸ ἅγιον, οὐ τρεῖς θεούς, ἀλλ᾽ ἕνα θεὸν πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν, ὧν μία οὐσία ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἕν κράτος, μία δόξα, μία προσκύνησις, ἕν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου τριάδος θέλημα καὶ ἐνέργεια, ἧτις πάντα ἔκτισε, {διοικεῖν καὶ διακρατεῖ. ὁμολογοῦμεν δὲ τὸν ἕνα τῆς αὐτῆς ἁγίας ὁμοουσίου τριάδος, τὸν θεὸν λόγον, τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, ἐπ᾽ ἐσχάτων δὲ τῶν αἰώνων δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκω-θέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἀχράντου καὶ ἀειτταρθένου ἐνδόξου Μαρίας τῆς δεσποίνης ἡμῶν τῆς ἀληθῶς καὶ κυρίως θεοτόκου, κατὰ σάρκα δηλονότι ἐξ αὐτῆς τεχθέντα καὶ ἀληθῶς ἄνθρωπον γενόμενον, τὸν αὐτὸν θεὸν ἀληθινὸν καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινόν, θεὸν μὲν ἐκ τοῦ θεοῦ πατρός, ἄνθρωπον δὲ ἐκ τῆς παρθένου μητρός, σαρκωθέντα ἐξ αὐτῆς σαρκί, ψυχὴν ἔχοντα λογικὴν καὶ νοεράν, ὁμοούσιον τὸν αὐτὸν τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν τοῦτον κατὰ τὴν ἀνθρωπότητα καὶ κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς μόνης ἁμαρτίας, σταυρωθέντα ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτον, παθόντα καὶ ταφέντα καὶ ἀναστάντα, ἀνελθόντα εἰς τοὺς οὐρανούς, καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως ὑποστῆ-ναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς (ἰδιότητος) ἑκατέρας φύσεως εἰς ἕν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν’ οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δυσὶ φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι, καὶ μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν, ἐπειδὴ οὔτε ὁ λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη οὔτε ἡ σὰρξ εἰς τὴν τοῦ λόγου φύσιν μετεμορφώθη διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν. τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀσυγχύτως ἀχωρίστως ἀτρέπτως καὶ συνετέθη. εἷς γὰρ ἐξ ἑκατέρων καὶ δι᾽ ἑνὸς τὰ ἑκάτερα, ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος καὶ τὸ ταπεινὸν τῆς σαρκός, ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένον τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος, καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ὑποπίπτει ταῖς ὕβρεσιν. ὅθεν ἀκολούθως καϑὸ δύο φύσεις ἤτοι οὐσίας, τουτέστι θεότητα καὶ ἀνθρωπότητα, ἀσυγχύτως ἀδιαιρέτως ἀτρέπτως αὐτὸν ἔχειν ἀληθῶς ὁμολογοῦμεν, οὕτως ὁμοίως καὶ δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἔχειν, ἅτε δὴ τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον ἕνα καὶ τὸν αὐτὸν τοῦτον κύριον Ἰησοῦν Χριστὸν ὁ τῆς εὐσεβείας ἡμᾶς καταρτίζει κανών, ἐπειδὴ τοῦτο ἡμᾶς ἡ ἀποστολικὴ καὶ εὐαγγελικὴ παράδοσις καὶ τῶν ἁγίων πατέρων ἡ διδασκαλία, οὕστινας ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία καὶ αἱ σεβάσμιαι σύνοδοι δέχονται, ὁρίσαι δείκνυνται, ἐξ ὧν διδασκαλιῶν ταῦτα ἀναλεξάμενοι διὰ βραχέων συνηγάγομεν. τοῦτο γὰρ πιστεύομεν, ὅπερ κατὰ τὴν ἀποστολικὴν παράδοσιν παρελάβομεν, ἥστινος τῇ αὐὖ-θεντίᾳ ἐν πᾶσιν ἑπόμεθα. τὸ αὐτὸ γὰρ γινώσκομεν καὶ τοὺς παρ᾽ αὐτῆς καταστάντας τοὺς προηγησαμένους τὴν ἡμετέραν μετριότητα, ἣν καὶ μέχρι τέλους παραφυλαχθῆναι ἡμῖν εἴτε ἐν ζωῇ εἴτε ἐν θανάτῳ εὐχόμεθα.

Τοῦτον τοιγαροῦν τῆς καθαρᾶς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας κανόνα καὶ ἡ ἁγία σύνοδος, ἥτις ἐν ταύτῃ τῇ δουλικῇ τοῦ ὑμετέρου χριστιανικωτάτου κράτους τῶν Ῥωμαίων πόλει ὑπὸ τοῦ τῆς ἀποστολικῆς μνήμης Μαρτίνου τοῦ πάπα συνῆλθε, συνοδικῶς κηρύξαι καὶ συστατικῶς διεκδικῆσαι πάντες ἡμεῖς, ὅστις δήποτε ὅπου δήποτε ἦσαν οἱ ἐλάχιστοι τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, ἐπέγνωμεν" ἐν ἦ καὶ οἱ προηγησάμενοι τὴν ἡμετέραν ὀλιγότητα συνελθόντες τὴν ἀποστολικὴν ὁμολογίαν, ἣν ἐξ ἀρχῆς παρέλα-βον, καὶ συνοδικῷ κηρύγματι ἐκήρυξαν καὶ χωρὶς οἱασδήποτε καινοτομίας πλάνης ἀναμφι-βόλως ὥρισαν. τοίνυν τῆς εὐσεβείας τῷ ζήλῳ καὶ τῷ πόθῳ τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας ἡ εὐμένεια τῆς ὑμετέρας γαληνότητος κινηθεῖσα ἐπὶ πλέον λαμπρῦναι ταύτην, ἵνα τῇ βασιλικῇ θάλψει πολὺ μᾷλλον ἐξαστράψαι, ἀποκαμεῖν φροντίσῃ" ἧς ἡ εὐχή, ἐπειδὴ ἐκ τοῦ θεοῦ ἐστιν, ἐκ τοῦ θεοῦ ἀποτελεσθείη, ἵνα καὶ ἡ ἀλήθεια ἧτις ἀκμὴν τοῖς ἐν δισταγμῷ τυγχάνουσι φανῇ καὶ τοῖς ταύτην εἰλικρινῶς περιτττυσσομένοις ἀνδρεία προστεθῇ καὶ τῶν ζιζανίων τὰ σπέρματα τῇ πνευματικῇ δρεπάνῃ ὡς προσκόμματος καὶ ἀπάτης ἀφορμὴ ἐκ τοῦ μέσου τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν ἐκκοτῇ. ὥντινων αὐθένται ὑπάρχουσι Θεόδωρος ὁ Φαρανίτης, Κῦρος ὁ ᾿Αλεξανδρείας, Σέργιος, Πύρρος, Παῦλος καὶ Πέτρος οἱ Κωνσταντι-νουπόλεως καὶ οἱ τούτων ὁμόφρονες μέχρι τέλους ἀποδειχθέντες, οἵτινες τῆς καινῆς πλάνης αὐθένται καὶ τῆς τελείας οἰκονομίας, ἐν ἧ πάντες ἐσώθημεν, ἐχθροί, οὐ μόνον τῆς ἀληθοῦς ὁμολογίας ἐναντίοι, ἀλλά τε δὴ πλανώμενοι ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας τὰ ἐνάντια ἑαυτῶν ἐδίδαξαν, ἄλλως καὶ ἄλλως δικαιολογούμενοι καὶ ἀλλήλων τὰ δόγματα καταλύοντες. ὃ ποτε γὰρ μηδεμιᾷ ἀληθείᾳ ἐθεμελιώθη, ἀναγκαῖόν ἐστιν, ἵνα τῆς πλάνης τὸ ἀνακόλουθον ποικίλληται" ἡ γὰρ ἀληθινὴ πίστις ἐναλλαγῆναι οὐ δύναται ἤ ποτε μὲν ἄλλως, ποτὲ δὲ ἄλλως μετὰ ταῦτα κηρυχθῆναι, ἐπειδὴ ἔσται ὑμῶν ὡς ὁ ἀπόστολος διδάσκει᾽ τό ναὶ ναὶ καὶ τὸ οὗ οὔ τὸ γὰρ πλεῖον ἀπὸ τοῦ πονηροῦ ἐστι.

Πρὸς τούτοις ἀπολογετέον ἐστὶν ἡμῖν τοῖς ἐλαχίστοις οἰκέταις πρὸς τὴν εὐμένειαν τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν χάριν τῆς βραδύτητος τῶν σταλέντων ἐκ τῆς ἡμετέρας συνόδου προσώπων, οὖς σταλῆναι διὰ τῆς σεβασμίας αὐτῆς σάκρας ἡ ὑμετέρα κορυφὴ παρεκελεύσατο, πρῶτον μὲν οὖν, ὅτι ἀναρίθμητον πλῆθος τῶν ἡμετέρων μέχρι τῶν κλιμάτων τοῦ ὠκεανοῦ ἐπεκτείνεται, ἦστινος ὁδοῦ τὸ μῆκος ἐν πολλῇ καιροῦ παραδρομῇ διατείνει. εἴτα ἠλπίζομεν ἀπὸ Βρετανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον τῆς μεγάλης νήσου Βρετανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον μετὰ ἄλλων ἐκεῖσε {μέχρι τοῦ παρόντος») διαγόντων καὶ ἐκεῖθεν τῇ ἡμετέρᾳ ἐνωθῆναι μετριότητι καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδον ἡ ἡμετέρα ἀναφορὰ γενήσεται, μήπως, ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσεται, τὸ μέρος λάθῃ, καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λαγγιβάρδων καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγγων, Γάλλων καὶ Γότθων καὶ Βρετανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσονται τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται, οἵτινες, ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ᾽ ἡμῶν κρατοῦνται καὶ ἡμῖν ὁμοφρονοῦσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκανδάλου τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι. ἡμεῖς δέ, εἰ καὶ ἐλάχιστοι, ἀλλ᾽ ὅμως ἀπὸ ὅλης ἰσχύος θαρροῦμεν, ἵνα τοῦ χριστιανικωτάτου ὑμῶν κράτους ἡ πολιτεία, ἐν ἦ τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ὁ θρόνος τεθεμε-λίωται, οὔτινος τὴν αὐθεντίαν πάντα τὰ τῶν Χριστιανῶν ἅμα ἡμῖν ἔθνη προσκυνοῦσι καὶ σέβουσι, κατὰ τὴν αὐτοῦ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου τιμὴν πάντων τῶν ἐθνῶν ἀποδειχθῇ ὑψηλοτέρα' τὰ δὲ πρόσωπα ἃ παρὰ τῆς ἡμετέρας μετριότητος κατὰ τάξιν ἐπιλέξασθαι συνείδομεν καὶ στεῖλαι πρὸς τὰ ἴχνη τῆς ὑμετέρας θεοσκεπάστον ἀνδρείας, τὰ ὀφείλοντα προσαγαγεῖν τὴν ἀναφορὰν πάντων ἡμῶν, τουτέστιν ἁπάντων τῶν κατὰ τὰ ἀρκτῷα καὶ δυτικὰ κλίματα ἐπισκόπων, ἐν ἧ καὶ τῆς ἀποστολικῆς ἡμῶν πίστεως τὴν ὁμολογίαν προαπηρξάμεθα, ὅμως οὐχ ὡς περὶ ἀδήλων φιλονεικεῖν, ἀλλ᾽ ὡς βέβαια καὶ ἄτρζεπνγτα συνελόντι ὅρῳ προφέρειν ἱκετευτικῶς παρακαλοῦντες, ἵνα τοῦ ὑμετέρου θεο-στέπτου κράτους ἐπινεύοντος ταῦτα αὐτὰ πᾶσι κηρυχθῆναι καὶ πρὸς πάντας ἐπικρατεῖν κελεύσητε, ἵνα ὁ θεὸς ὁ τὴν ἀλήθειαν καὶ δικαιοσύνην ἀγαττῶν πάντα αἴσια χαρίσηται τοῖς χρόνοις τῆς ὑμετέρας γαληνοτάτης εὐμενείας, ἐν οἷς τοῦ ἀποστολικοῦ κηρύγματος καὶ τῆς εὐσεβείας ἡ ἀλήθεια ἐκλάμπῃ, κρείττονι καὶ αἰσίᾳ ἐκβάσει τῆς ὑμῶν ἀνδρειοτάτης γαληνότητος τὸ κράτος εὐφρανθῆναι περὶ τῆς τῶν πολεμίων ὑποταγῆς χαριζόμενος. Δέξασθαι τοίνυν καταξιώσατε, εὐσεβέστατοι βασιλέων, τοὺς σταλέντας παρὰ τῆς ἡμε-τέρας μετριότητος ἐπισκόπους μετὰ τῶν ὑπολοίπων τῆς ἐκκλησιαστικῆς τάξεως ἀνδρῶν καὶ τῶν εὐλαβεστάτων δούλων τοῦ θεοῦ μετ᾽ εὐμενείας τῆς εἰθισμένης γαληνότητος, ὅπως καὶ τῇ ἐξ αὐτῶν μαρτυρίᾳ μετ᾽ εὐχαριστίας εἰς τὰ οἰκεῖα ἑαυτῶν ἐπαναστρεφόντων παρὰ πᾶσι τοῖς ἔθνεσι συχνάσῃ ὁ ἔπαινος τῆς ὑμετέρας φιλανθρωπίας ὡς ἐκείνου τοῦ μεγάλου Κωνσταντίνου, οὗτινος μετὰ τελευτὴν ἡ ἀξιεπαίνετος οὐδὲν ἧττον φήμη ἀκμάζει, οὗτινος οὐ μόνον τὸ ἐπίσημον τῆς ἐξουσίας ἐστὶν ἀλλὰ καὶ τῆς εὐσεβείας, μεθ᾽ οὗ ἐκείνη ἡ ἱερωτάτη σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ προέδρων ἐν τῇ Νικαέων πόλει ἐπὶ διεκδικήσει τῆς ὁμοουσίου τριάδος συνῆλθε, καὶ καθὼς Θεοδοσίου τοῦ μεγάλου, οὔτινος ἐν ταῖς ἄλλαις αὐτοῦ ἀρεταῖς ἡ μονογενὴς εὐσέβεια κηρύττεται, οὔτινος ἐπινεύσαντος διὰ τῆς χάριτος τοῦ ἁγίου πνεύματος τῶν ἑκατὸν πεντήκοντα πατέρων ἡ γνώμη ἐκηρύχθη, ἣν αὐτοῖς ἐνέπνευσε τὸ πνεῦμα τὸ ἅγιον τὸ ὁμοούσιον τῷ πατρὶ καὶ τῷ υἱῷ, καὶ καθὼς τοῦ ἐξόχως τῆς ἀληθείας ἐρῶντος Μαρκιανοῦ τοῦ βασιλέως τοῦ καὶ τὴν πρώτην ἐν Ἐφέσῳ σύνοδον, ἅτε δὴ καϑολικὴν καὶ ἀποστολικὴν πίστιν κηρύττοντος ὑπὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου δεχθῆναι ἐποίησε καὶ {τὰς αὐξήσαντας πλάνας» ἐκ τῆς τοῦ θεοῦ ἀπήλασεν ἐκκλησίας, τὸν ἱερώτατον ἐκεῖνον Τόμον ἐπισπασάμενος τοῦ ἀποστολικοῦ ἀνδρὸς τοῦ πάπα Λέοντος, ὃν ὁ μακάριος Πέτρος ὁ ἀπόστολος ἰδίοις ὑπηγόρευσε ῥήμασι, καὶ καϑὼς τοῦ τελευταίου μέν, ὅμως δὲ πάντων ἐξοχωτέρου τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἡ ἀρετὴ οὕτως καὶ ἡ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα, οὔτινος καθ᾽ ὁμοίωμα ἡ αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει τοῖς τῆς εὐσεβείας σπουδάσμασι καὶ τῇ καθολικῇ συντρέχει ἐκκλησίᾳ, ἵνα ἐν τῇ ἑνώσει τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελειότερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἡ ἁγία τῶν Ῥωμαίων ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ καί, ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθήσεται, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα, καὶ οὖς ἡ τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται ἡ βασιλικὴ ἀνδρεία κτήσηται.

Καὶ ἡμεῖς γάρ, εἰ καὶ ἀνάξιοι, τὴν τοῦ θεοῦ φιλανθρωπίαν ἱκετεύομεν, ἵνα χωρὶς ὀλίσθου τινὸς μέχρις αὐτοῦ τοῦ τῆς ζωῆς ὅρου ἄσπιλον {τὴν πίστιν» ἡμᾶς φυλάξαι καὶ κηρύξαι συγχωρήστι καὶ δι᾽ αὐτῆς ἐνώπιον αὐτοῦ δοξασθῆναι, ἐπειδὴ εἰ καὶ σοφίαν κοσμικὴν καὶ ματαίαν ἀπάτην, ὥς φησιν ὁ μακάριος Παῦλος ὁ ἀπόστολος, παντελῶς ἀγνοοῦμεν, ὅμως τὸν κανόνα τοῦ ἀληθοῦς κηρύγματος τῇ ἁπλουστάτῃ ἀληθείᾳ διδάσκομεν καὶ διεκδικοῦμεν, ἐπειδὴ οὐχὶ πομπὰς ῥημάτων ἔχειν ἐπιθυμοῦμεν, ἵνα ταῖς φιλονεικίαις προκαταληφθῶμεν - οὔτε γὰρ ἐκβαίνει ἐν στενοχωρίαις διαγόντων ἡμῶν --, ἀλλὰ τοὺς θέλοντας ἐπιστρέψαι πρὸς τὴν ἀλήθειαν τῆς ὀρθῆς ἡμῶν πίστεως τὴν τάξιν μετὰ ἁπλῆς καρδίας καὶ ῥημάτων πραότητος προφέρομεν. σῶσαι γὰρ διὰ τῆς ἀληθείας τῆς ἀποστολικῆς ὁμολογίας τὰς ἐκ τῆς θείας ῥοπῆς ἐμπιστευθείσας ἡμῖν ψυχὰς ἐπιθυμοῦμεν ἢ διὰ φλναρίας τοὺς ἀκούοντας εἰς πλάνην ἐμβάλλειν. διόπερ ὅστις δήποτε τῶν ἱερέων ταῦτα τὰ ἐν τῇ ὁμολογίᾳ τῆς ἡμετέρας μετριότητος περιεχόμενα ἅμα ἡμῖν εἰλικρινῶς κηρύττειν ἐπιθυμήσει, ἵνα τῇ ἡμετέρᾳ ἀποστολικῇ πίστει ὁμόφρονας, ὡς συνιερεῖς, ὡς συλλειτουργούς, ὡς τῆς αὐτῆς πίστεως καί, ἵνα ἁπλῶς εἴπωμεν, ὡς πνευματικοὺς ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν δεχόμεθα" τοὺς δὲ ταῦτα σὺν ἡμῖν ὁμολογεῖν μὴ θέλοντας ὡς ἐχθροὺς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας ἐνόχους εἶναι κρίνομεν τῆς αἰωνίου κατακρίσεως, οὔτε δέ ποτε τοὺς τοιούτους ἐν τῷ συλλόγῳ τῆς ἡμετέρας μετριότητος εἰ μὴ διορθωθέντας ἀνεχόμεθα δέξασθαι, μήτε παραβῆναι ἡμᾶς τις ἐξ αὐτῶν ὑπολάβοι, ὅπερ παρελάβομεν ἀπὸ τῶν προηγησαμένων ἡμᾷς, διὰ τοῦτο χαρὰ μεγάλη ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐὰν τῆς ὑμετέρας εὐμενοῦς {εὐσεβείας μεσιτευούσης ὁ συμβασιλεὺς ὑμῶν καὶ παντοκράτωρ θεὸς ταῦτα πρὸς πέρας ἀγάγοι, ἵνα ὁ οὐρανὸς εὐφρανθῇ καὶ ἀγαλλιάσεται ἡ γῆ γινομένης εἰρήνης πολλῆς τοῖς τῆν ἀλήθειαν ἀγατπτῶσι, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, καὶ ἀφαι-ρεθήσεται ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ βδέλυγμα σκανδάλου τὸ ὃν εἰς πτῶσιν πολλῶν ἀσυστάτων καὶ ἁπλουστέρων, καὶ γενήσεται μία πίστις, ἕν στόμα καὶ χεῖλος ἕν καὶ μία πρὸς πάντας τοῦ ἀποστολικοῦ κηρύγματος ὁμολογία, ἐν ὅσῳ πάντες ὁμοθυμαδὸν λαλοῦσι τὰ μεγαλεῖα τοῦ θεοῦ" ἧἣντινα ἐν τοῖς χρόνοις τῆς ὑμετέρας γαληναίας εὐδαιμονίας ὁ πολυέλεος θεὸς χαρίσασθαι καταξιώσει, ἕως τὰ διεσπασμένα πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας τοῦ θεοῦ κατασκευάζονται, τὰ διακεχωρισμένα εἰς ἁρμογὴν τῆς ἀληθείας συνέρχονται, τὰ διεζευγμένα εἰς ἀγάπην ἀποστολικῆς πίστεως συνάπτονται, τὰ διεσκορπισμένα εἰς ἕνωσιν τῆς ἐπικρατούσης ἀποστολικῆς (ἀληθείας) συνέρχονται, ἵνα ὁμοφρόνως ἅμα ἡμῖν πάντες τὴν μεγαλειότητα τοῦ ἐνεργήσαντος τὸ ἀγαθὸν τοῦτο θεοῦ πιστῶς ἰσχύσωσι παρακαλέσαι ὑπὲρ τοῦ μακροχρόνιον καὶ τελείαν εὐδαιμονίαν θεόθεν χαρισθῆναι τῷ κράτει τῆς ὑμῶν ἀνδρείας, ἵνα τοῖς καμάτοις τῆς ὑμῶν ἀηττήτου ἡμερότητος συναχθήσονται ἐκ τῶν ἐθνῶν εἰς τὸ ζ(ὁμολογήσασθαι» τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ καὶ δοξάζειν ἐν ὕμνοις τὴν ἀληθῆ αὐτοῦ ὁμολογίαν τοῦ ποιήσαντος θαυμάσια μεγάλα μόνου, τοῦ ποιήσαντος τέρατα ἐττὶ τῆς γῆς τοῦ ἀνταναιροῦντος πολέμους μέχρι τῶν ἐσχάτων τῆς γῆς, ὃς τὰ διεσπαρμένα συνήγαγε καὶ τὰ συναχθέντα φυλάττει, ὃς τοὺς εὐσεβεῖς βασιλεῖς ἐπὶ τὸν λαὸν αὐτοῦ βασιλεύειν προστάττει, ὄντινα διὰ τῆς ἀγρύπνου εὐσεβείας καὶ τῶν ἀηττήτων καμάτων συνεργοῦντος τοῦ θεοῦ φυλάττουσιν.

ΑἹ ὙΠΟΓΡΑΦΑΙ

ἂ ᾿Αγάϑων, ἐπίσκοπος τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας πτόλεως Ῥώμης, ταύτῃ τῇ ἀναφορᾷ ἅμα τῷ κοινῷ ὅλης τῆς συνόδου τοῦ ἀποστολικοῦ θρόνον τῇ γενομένῃ χάριν τῆς ὀρθότητος τῆς ἀποστολικῆς ὁμολογίας ὡς ἀνωτέρω περιέχεται φρονῶν

ὑπέγραψα.

8 ᾿Ανδρέας, χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν τῇ Ὄστῃ ἐκκλησίας, ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

Γ᾽ ᾿Αγνέλλος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν Τερρακένῃ ἐκκλησίας ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

<…>

Ε ᾿Αδεοδάτος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν Σάρμῃ ἐκκλησίας ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΣΤ Πέτρος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν Κούμῃ ἐκκλησίας ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

Ζ ᾿Αγνέλλος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν Μεσέντ) ἐκκλησίας ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

Ἡ Γάρζιχος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν Ποτιολάνῳ ἐκκλησίας ἐπαρχίας Καμ-πανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

Ὁ Στέφανος ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λουκριτίας ἐπαρχίας Καλαβρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα,

Ϊ ᾿Αγνέλλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐν Νεαπόλει ἐκκλησίας ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῆ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΑ Αὐριλιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Νολάνου ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

[ΙΒ Βαρβάτος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βενεβέντου ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΓ Δεκόροσος χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Καπούας ἐπταρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΔ Ἰουλιανὸς ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κονσέντου ζἐπαρχίας Βριττίων) ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΕ Ἰωάννης χάριτι θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ἰδροῦντος ἐπαρχίας Καλαβρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΣΤ Γερμανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τερεντοῦ ἐπαρχίας Καλαβρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΖ Θεοφάνης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τούρης ἐπαρχίας Καλαβρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΗ Πέτρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ἐν Κοτρῶνι ἐπαρχίας Βριττίων ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΙΘ Παῦλος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σκυλλακίνης ἐπαρχίας Βριττίων ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

Κ [εώργιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ταυριάνης ἐπαρχίας Καλαβρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΑ Θεόδωρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ταρπεῖας ἐπαρχίας Καλαβρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΒ ᾿Αβουνδάντιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τεμψάνης ἐπαρχίας Βριττίων ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΓ Ὑάκινθος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σύρτης ἐπαρχίας Καμπανίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΔ Πλακέντιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βελλικέρνης {ἐπαρχίας Καμ-πανίας) ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΕ Ἰουβενάλιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αλβάνης ἐν ταύτῃ τῇ ἀνα-φορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΣΤ Βιίτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λευκῆς Σίλβας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα,

ΚΖ Παῦλος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Νομέντον ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΗ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τοῦ Πόρτου ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΚΘ Στέφανος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βενέστροις ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

Λ Φίληξ ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σπολίτης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρ᾽ ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΛΑ Ὀνοράτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας <........> ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΛΒ Φίληξ ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Καμερίνης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ

ΛΓ Φλῶρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φούλγης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομέντῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΛΔ Δεκέντιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φοροφλαμίνου ταύτῃ τῇ ἀνα-φορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΛΕ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Νούρσης ταύτῃ τῇ ἀναφορῇ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΛΣΤ Φίληξ ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Ασκουλάνων ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα,

ΛΖ ᾿Ατριανὸς ζἐλάχιστος) ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ῥετρίνης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα

ΛΗ Φλῶρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φουρκόνης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκα τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα,

ΛΘ Κλαρέντιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βαλβίσσης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

Μ Κρέσκης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βιβῶνος ἐπαρχίας Καλαβρίας ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομέντ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΑ θθεοδόσιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Συρακούσης τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΒ Βενέδικτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Μεσένης τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΓ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας εἰς τὰ Θερμιτάνα τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΔ Πέτρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τοῦ Ταυρομενίου τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομέντῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΕ Ἰουλιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κατάνης τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομέντ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΣΤ Γξώργιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τροκαλιτάνης τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΖ Γεώργιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λαγαριγενίτης τῆς ἐν Σικελίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΜΗ ᾿Αδεοδάτος ἐν ὀνόματι τοῦ θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λευκῶν, λεγάτον τῆς σεβασμίας συνόδου τῆς ἐν Γαλλίᾳ τῇ ἐπαρχίᾳ ταύτῃ τῇ ἀναφορᾷ τῇ συνοδικῶς παρ᾽ ἡμῶν γενομένῃ συναινῶν ὑπέγραψα.

ΜΘ Οὐλβυνθρίδους ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ἐβροϊκῆς νήσου τῆς Βρεττανίας, λεγάτον τῆς σεβασμίας συνόδου τῆς ἐν Βρεττανίᾳ καθεστώσης ταύτῃ τῇ ἀναφορᾷ τῇ συνοδικῶς παρ᾽ ἡμῶν γενομένῃ συναινῶν ὑπέγραψα.

Ν Μαυρίκιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τριβούρτου ἐπαρχίας Πικένης ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ζσυναινῶν» ὑπέγραψα.

ΝΑ Φιίληξ ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας Ῥελατένσου λεγάτος τῆς σεβασ-μίας συνόδου τῆς ἐν τῇ χώρᾳ τῶν Γάλλων καθεστώσης ταύτῃ τῇ ἀναφορᾷ τῇ συνοδικῶς γενομένῃ παρὰ πάντων ἡμῶν συναινῶν ὑπέγραψα.

ΝΒ τταυρῖνος ἀνάξιος διάκονος τῆς ἁγίας ἐκκλησίας ᾿Ακλοένσου λεγάτον τῆς σεβασμίας συνόδου τῆς ἐν τῇ χώρᾳ τῶν Γάλλων καθεστώσης ταύτῃ τῇ ἀναφορᾷ τῇ συνοδικῶς γενομένῃ παρ᾽ ἡμῶν συναινῶν ὑπέγραψα.

ΝΓ Μανσούετος κατὰ θεοῦ χάριν ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Μεδιολάνου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς γενομένῃ παρὰ πάντων ἡμῶν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΝΔ Ἰωάννης ζἀνάξιος ἐπίσκοπος» ἐκκλησίας Βεργομάνης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΝΕ δδονάτος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λαυδένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγράψα.

ΝΣΤ ᾿Αναστάσιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τικένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συναινῶν ὑπέγραψα. ΝΖ Βαλεντῖνος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Ακόνσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέ-

ΝΗ Δδεσιδέριος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κρεμόνσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΝΘ Γρατιανὸς ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Νοβάρκου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

Ξ Δεσιδέριος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ἱππορικῆς ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞᾺ Ἰωάννης εὐσεβείᾳ θεοῦ ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας {......) ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΒ Δεϊουσδέδιθ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βρεκτιάνα ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΓ Αὐδάκης ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Δεστονένσον ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΔ Βενενάτος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αρτενσοῦ ταύτῃ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἀναφορᾷ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΕ Βενέδικτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βανδένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομέντ) ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΣΤ Βόνος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αλβινγαρένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΖ Θεόδωρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βερκελένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΗ͂ Ῥουστίκιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ταουρνάτων ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΞΘ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βιντιμιλίου ταύτῃ τῇ ἀναφορᾷ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ

Ο Σεβῆρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λουνένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΑ Ἐλευθέριος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λουκένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΒ Μαυριανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τισένης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΓ Σερένος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ποπουλονένσου ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΔ Ῥεπαράτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φλωρεντίνης ταύτῃ τῇ ἀνα-φορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΕ Βαλεριανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ῥουσελένσου ταύτῃ τῇ ἀνα-φορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΣΤ Κυπριανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αρετήνης ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένη ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΖ Βιταλιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σενένσονυ ἐν ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ΟΗ Μαρκιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βολοτεράνης ἐν ταύτῃ τῇ ἀναφορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

ὍΘ᾽ Μαυρίκιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σονανένσου ἐν ταύτῃ τῇ ἀνα-φορᾷ τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνήνεσα καὶ ὑπέγραψα.

Π ᾿Αγνέλλος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βουλσινιένσων ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως

ΠᾺ Κουστόδιτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τοῦ Βαλεντίνου Κάστρου ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΠΒ Θεόδωρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κλουσένης ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΠΓ Βιταλιανὸς ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τούσκης ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΠΔ Μαυρίκιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αναγνίνης ἐν ταύτῃ τῇ ἀνα-φορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΠῈ Σατορνῖνος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αλατρίνης ἐν ταύτῃ τῇ ἀνα-φορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέ-

ΠΣΤ Βαλεριανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας εἰς τὰ Ῥωσάνα ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως

ΠΖ Γαυζίσκος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σιγγιλίνης ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΠῊ ᾿Αγάϑων ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Ακυλίας ἐπαρχίας ᾿Ιστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν,

ΠΘ Κυριακὸς ἁμαρτωλὸς καὶ ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πολένσου ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4 Αὐριλλιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Παρέντου ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Α Οὐρσῖνος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κένσου ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Β ᾿Ανδρέας ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κελαιάνης ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Γ Γαυδέντιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τιργιόνης ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Δ Βενενάτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ὀπετέργιρε ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Ε Οὐροῖνος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Παταβίνης ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4ΣΤ Παῦλος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αλτινένσου ἐπαρχίας Ἰστρίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Ζ Βεάτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πισαυρένσου ἐπαρχίας Πενταπό-λεως ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

4Η Παῦλος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αριμίνου ἐπαρχίας Πενταπόλεως ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα,

4Θ Δομένικος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας (........ δ ἐπαρχίας Πενταπόλεως ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα,

Ρ ᾿Αδριανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Νομανάτης ἐπαρχίας Πενταπόλεως ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΑ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Αὐσίμαρες ἐπαρχίας Πενταπόλεως (ἐν) ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετά-ξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΒ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας ᾿Αγκῶνος ἐπαρχίας Πενταπόλεως ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΓ Βενενάτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Οὐρουσίνης ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΔ Βονιφάτιος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Τουδεριτίνης ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΕ Ἐξιλαράτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Μαντουρίας ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ῬΣΤ ᾿Αμάτωρ ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βλεράνης ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΖ Γρατζιῶσος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σουτρίνης ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΗ δδεοδάτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Νεπεσίνης ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΘ Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φαλάρεως ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙ Θεόδωρος ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τῆς πόλεως ᾿Αμέρνης ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙΑ Βαρβατιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πολυμαρτίας ἐπαρχίας Τουσ-κίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετά-ξαμεν, ὁμοίως ὑπέγραψα.,

ΡΙΒ Δεουσδέδιτ ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ναρνιένσου ἐπαρχίας Τουσκίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα

ΡΙΓ Θεόδωρος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ῥαβέννης ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙΔ Στέφανος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σανσινάτης ἐν ταύτῃ τῇ ἀνα-φορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙΕ Βαρβάτος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κορνηλίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.,

ΡΙ͂ΣΤ Βίκτωρ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βονονίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙΖ Φλῶρος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Κεσιτούνης ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙΉ Βιτάλιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φαβεντίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΙΘ Ἰουστῖνος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Βικοαβεντίνης ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΚ Βικέντιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λιμένσου ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΚΑ ππλακέντιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πλακεντίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΚΒ Μαυρίκιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τοῦ Ῥηγίου ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΚΓ Πέτρος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Μοντέσον ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΚΔ Γατζίωσος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Παρμένσου ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

ΡΚΕ Μάγνος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πωπιλίας ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὁμοίως ὑπέγραψα.

35
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία