VI Οικουμενική Σύνοδος (680)

6 ΟΣ - πραξισ 3

ΠΡΑΞΙΣ ΤΡΙΤΗ

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως καὶ αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ τρισκαιδεκάτῃ τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.

Προκαθημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων

Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων

Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης

Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίον

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου

Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου

Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τοῦ Ὁρμίσδου οἴκου

᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου

Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος

Πολυεύκτου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Θωμᾶ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν

Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων

Λεοντίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων {καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης).

Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα

συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι

Θεοδώρου καὶ [ξἐωργίου τῶν θεοσεβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ θεοσεβεστά-του διακόνον ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἀγιωτάτον ζἀρχιλεπισκόπον τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ

[εωργίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ

Πέτρου τοῦ θεοσεβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ

Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουτπόλεως ᾿Αντιοχείας καὶ

[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων

Ἰωάννου ἐπισκόπου πόλεως Πόρτου, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένῃ πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ

Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου

Βασιλείου ἐπισκόπου πόλεως Γορτύνης τῆς Κρητῶν νήσου

Θεοδώρου ἐπισκόπου ᾿Εφέσου

Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης

Γεωργίου ἐπισκόπου Κυζίκου

Πέτρου ἐπισκόπου Νικομηδείας

Φωτίου ἐπισκόπου Νικαίας

Ἰωάννου ἐπισκόπου Χαλκηδόνος

Θεοδώρου ἐπισκόπου Μελιτηνῆς

Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας

Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας

Ππωργίον ἐπισκόπου Βυζίης Θράκης

Γρηγορίου ἐπισκόπου Μιτυλήνης

Σεργίου ἐπισκόπου Σηλυβρίας

᾿Ανδρέου ἐπισκόπου Μεθύμνης

Θεογνίου ἐπισκόπου Κίου

[εωργίου ἐπισκόπου Καμουλιανῶν

᾿Αντωνίου ἐπισκόπου Ὑπαίπων

Ἰωάννου ἐπισκόπον Δασκυλίου

Πενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως

Πλάτωνος ἐπισκόπου Κίννης

Θεοδώρου {ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου

Θεοδώρου ἐπισκόπου Βερίσσης

Στεφάνου (ἐπισκόπου) Ἡρακλείας Πόντου

Λογγίνου ἐπισκόπου Τίου

Δομετίου ἐπισκόπου Πλουσιάδος

Σολομῶνος ἐπισκόπου Κλανέου

[εωργίονυ ἐπισκόπου Κώου

Ἰωάννου ἐπισκόπου Μύνδον

Γ[ρηγορίου ἐπισκόπου Καντάνου

Ἰωάννου ἐπισκόπου Λάππης

Εὐλαλίου ἐπισκόπου Ζηζνω)νουπόλεως

Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ

Θεοδώρου ἐπισκόπου Ὄλβης

Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τῆς ἐν Σικελίᾳ εὐαγοῦς μονῆς ἐπιλεγομένης Βαίων

[Γεωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην

᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐνταῦθα εὐαγοῦς πατριαρχείου καὶ

Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας.

Καὶ καϑεσθέντων τῶν {τε ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιω-τάτων καὶ θεοφιλῶν μητροπολιτῶν καὶ ἐπισκόττων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων ἀχράντων εὐαγγελίων Παῦλος ὁ μεγα-λοπρεπέστατος ἀσηκρῆτις καὶ βασιλικὸς σεκρετάριος εἶπτε'

Κατὰ τὰ ἐν τῇ παρελθούσῃ συνελεύσει διαλαληθέντα παρὰ τῆς θεοσόφου ὑμῶν βασι-λείας, ἰδοὺ τὰ βιβλία τῆς ἁγίας πέμπτης συνόδου μετὰ χεῖρας ἔχομεν καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον.

Κωνσταντῖνος (ὁ) εὐσεβέστατος βασιλεὺς εἴπεν-

Παρὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος ὑποδεχόμενος τὴν βίβλον

ἀναγινωσκέτω. Καὶ λαβὼν καὶ ἀνατττύξας τὴν τοιαύτην βίβλον ἀπήρξατο τοῦ προοιμίου τῆς τοιαύτης βίβλου ἔχοντος ἐπὶ λέξεως οὕτως: »Λόγος τοῦ ἐν ἁγίοις Μηνᾷ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς Βιγίλιον τὸν μακαριώτατον πάπαν Ῥώμης περὶ τοῦ ἕν εἶναι τοῦ Χριστοῦ τὸ θέλημα." καὶ ἀναστάντες οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ἐβόησαν:

Εὐσεβέστατε δέσποτα, ἐφαλσεύθη ἡ παροῦσα βίβλος τῆς πέμπτης συνόδου: μὴ ἀνα-γνωσθῇ ὁ λεγόμενος λόγος Μηνᾷ πρὸς Βιγίλιον, πλαστὸς γάρ ἐστιν: ἀλλὰ κέλευσον ἀκριβῶς ἐπισκῆψαι. πληροφορηθῆναι γὰρ ἔχει τὸ εὐσεβὲς ὑμῶν κράτος, ὅτι οὐκ ἐτέθη τηνικαῦτα γινομένων τῶν πεπραγμένων ἐν τῇ ἁγίᾳ πέμπτῃ συνόδῳ ἐν προοιμίοις οὗτος ὁ λεγόμενος λόγος Μηνᾷ πρὸς Βιγίλιον, ἀλλὰ προσεχῶς ἐνετέθη ἐν τοῖς προοιμίοις τῆς παρούσης βιβλίου, καθὸ ἐν τῷ εἰκοστῷ πρώτῳ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ τῆς θείας λήξεως ἐτελεύτησε Μηνᾶς, ἡ δὲ ἁγία πέμπτη σύνοδος ἐν τῷ εἰκοστῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας συνεθροίσθη, ἐπισκοποῦντος ταύτης τῆς βασιλίδος πόλεως Εὐτυχίου τοῦ τῆς ὁσίας μνήμης.

Καὶ ἐπισκήψαντες ὅ τε εὐσεβέστατος βασιλεὺς ἅμα τοῖς ἐνδοξοτάτοις ἄρχουσι καί τισι τῶν τῆς ἁγίας συνόδου θεοφιλῶν ἐπισκόπων καὶ ἀνατττύξαντες καὶ ἀνακρίναντες εὗρον τρεῖς τετράδας εἰς τὴν ἀρχὴν τοῦ βιβλίου ἐκ προσθήκης ἐμβληθῆναι μὴ ἐχούσας ὑποση-μείωσιν ἀριθμητικὴν τὴν πρὸς συνήθειαν ἐντεθειμένην ἐν ταῖς {τετ)ράσιν, ἀλλ’ ἐν τῇ

τετάρτῃ τετράδι εἶναι τὸν πρῶτον ἀριθμὸν καὶ εἰς τὴν μετ᾽ αὐτὴν δευτέραν καὶ τρίτην τετράδα ἐφεξῆς, ἄλλως τε [δὲ] καὶ ἀνόμοια εἶναι τὰ γράμματα τῶν ὑποβληθεισῶν ἐν πρώτοις τριῶν τετράδων, ἐν αἷς ἐμφέρεται ὁ λεγόμενος Μηνᾷ πρὸς Βιγίλιον λόγος, πρὸς τὰ γράμματα τὰ ἀρχῆθεν γεγραμμένα ἐν τῷ λεχθέντι βιβλίῳ.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἴπεν'

Ὁ τοιοῦτος μὴ ἀναγινωσκέσθω λόγος, τὸ δὲ προοίμιον τῶν πεπραγμένων τῆς αὐτῆς ἁγίας πέμπτης συνόδου κατὰ τάξιν ἀναγινωσκέσθω. Καὶ ἀνεγνώσθη τὸ πρῶτον βιβλίον.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν.

᾿Ακολούθως καὶ ἡ τοῦ δευτέρου βιβλίου τῶν πεπραγμένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ πέμπτῃ συνόδῳ γενέσθω ἀνάγνωσις,

Καὶ λαβὼν Πέτρος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρχον Κωνσταντινουπόλεως τὸ βιβλίον ἀνέγνω, καὶ ἀναγινωσκομένης τῆς ἑβδόμης πράξεως εὑρέθησαν ἐν αὐτῇ λίβελλοι δύο ὡς ἀπὸ Βιγιλλίου τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ γενομένου πάπα Ῥώμης, ὁ μὲν εἷς πρὸς Ἰουστινιανὸν τὸν ἐν εὐσεβεῖ τῇ λήξει γενόμενον βασιλέα, ὁ δὲ ἕτερος πρὸς Θεοδώραν τὴν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένην αὐγούσταν, ἐν οἷς περιέχεται οὕτως’ ,᾿Αναϑεματίζομεν δὲ καὶ Θεόδωρον τὸν γενόμενον ἐπίσκοπον Μομψουεστίας ὡς ἀλλότριον ἀεὶ γεγονότα τῶν ἐκκλησιῶν καὶ τῶν ἁγίων πατέρων ἐναντίον, ὃς οὐχ ὁμολογεῖ σαρκωθῆναι τὸν θεὸν λόγον, τουτέστι Χριστὸν εἶναι μίαν ὑπόστασιν καὶ ἕν πρόσωπον καὶ μίαν ἐνέργειαν." Καὶ ἀναστάντες πάλιν οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης μετὰ καὶ τῶν σὺν αὐτοῖς θεοφιλῶν ἀνδρῶν ἐβόησαν καὶ εἴπον'

Μὴ ποιήσῃ ὁ θεός, δέσποτα, οὐκ εἶπε Βιγίλλιος μίαν ἐνέργειαν, οὐκ εἰσὶν οἱ λίβελλοι Βιγιλλίου, ἐφαλσεύθη καὶ αὕτη ἡ βίβλος ὥσπερ καὶ τὰ προοίμια τοῦ πρώτον βιβλίου τῆς παρούσης πέμπτης συνόδου: ἐπεί, δέσποτα, εἰ μίαν ἐνέργειαν ἐδογμάτισε Βιγίλλιος καὶ ἀπεδέχθη ἐκ τῆς συνόδου, καὶ ἐν τῷ ὅρῳ τῆς αὐτῆς ἁγίας {πέμπτης συνόδου ἡ τοιαύτη περὶ μιᾶς ἐνεργείας εἶχεν ἀναληφθῆναι φωνή. ἀναγινωσκομένου δέ, εὐσεβέστατε δέσποτα, τοῦ τοιούτου ὅρου εὑρίσκει ὁ δεσπότης τὴν πᾶσαν ἀλήθειαν: καὶ καθ᾽ εἱρμὸν καὶ τάξιν ἀναγνωσθείσης τῆς εἰρημένης βίβλου μέχρι τοῦ ὅρον, ἀναγνωσθέντος δὲ καὶ αὐτοῦ τοῦ ὅρου ἕως πέρατος οὐδαμῶς τι ἐμφερόμενον περὶ μιᾶς ἐνεργείας ἐν τῷ τοιούτῳ εὑρέθη ὅρῳ.

Θεόδωρος καὶ [εῴώργιος οἱ εὐλαβέστατοι πρεσβύτεροι καὶ Ἰωάννης ὁ εὐλαβέστατος διά-κονος, οἱ τὸν τόπον ἐπέχοντες τοῦ ἁγιωτάτου πάπα τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, εἴπον-

Αἰτοῦμεν τὴν θεόσοφον ὑμῶν γαλήνην εὐκαίρως τὴν λεχθεῖσαν ἀνακριθῆναι βίβλον εἰς τὸ τὴν ἐν αὐτῇ γενομένην πλαστουργίαν φανερωθῆναι.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶτπτε:

Τὸ αἰτηθὲν καθ᾽ ἑτέραν γενέσθω, ἡ δὲ παροῦσα βίβλος μέχρι τέλους ἀναγινωσκέσθω. Καὶ ἀνεγνώσθη.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπτε'

Τὴν εἴδησιν τῶν ἀναγνωσθέντων βιβλίων λαβοῦσα, τῶν συνοδικῶν φημι, ἧ τε ἁγία σύνοδος καὶ οἱ ἐνδοξότατοι ἄρχοντες λεγέτωσαν, εἰ εὑρέθη ὁρισθὲν ἀπὸ τῶν αὐτῶν ἁγίων συνόδων, ὅπερ ὑπέσχετο Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ οἱ σὺν αὐτῷ εὐλαβέστατοι ἄνδρες ἀποδεικνύειν ἕν θέλημα καὶ {μίαν» ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἡ ἁγία σύνοδος καὶ οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον"

Ἐκ τῶν νῦν ἀναγνωσθεισῶν ἁγίων συνόδων, ὡς ἴστε, εὐσεβέστατοι, παντελῶς οὐχ εὕρομεν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕν θέλημα καὶ μίαν ἐνέργειαν.

Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπτε:

Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος καὶ οἱ σὺν αὐτῷ διεξίτωσαν, εἰ κατὰ τὰ παρ᾽ αὐτῶν ὑποσχεθϑέντα ἑτοίμως ἔχουσι χρήσεις προαγαγεῖν ἁγίων ἐκκρίτων πατέρων ὀφει-λούσας ἀποδεῖξαι, ὅπερ ὑπέσχοντο, ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ταύτας προκομιζέτωσαν.

Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας καὶ οἱ σὺν αὐτῷ εἶπον:

Κατὰ τὰ κελευσθέντα παρὰ τοῦ ὑμετέρου κράτους, διωρίας ἡμῖν διδομένης, τὰς ὑπο-σχεθείσας παρ᾽ ἡμῶν προφέρεσθαι τῶν ἁγίων πατέρων προκομίζομεν χρήσεις. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπτε'

Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος καὶ οἱ σὺν αὐτῷ τοῦτο καθ᾽ ἑτέραν πραττέτωσαν. [εώργιος ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως καὶ ἡ ὑπ᾽ αὐτὸν σύνοδος εἶπτον"

25
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία