ΠΡΑΞΙΣ ΔΕΎΤΕΡΑ
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θεοστέπτων καὶ γαληνοτάτων ἡμῶν δεσπότων Φλαβίων Κωνσταν-τίνου μὲν τοῦ εὐσεβεστάτου καὶ θεοψηφίστου μεγάλου βασιλέως αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους εἰκοστοεβδόμου καὶ μετὰ ὑπατείαν τῆς αὐτοῦ θεοσόφου πραότητος ἔτους τρισκαιδεκάτου Ἡρακλείου δὲ καὶ Τιβερίου τῶν θεοφυλάκτων αὐτοῦ ἀδελφῶν ἔτους εἰκοστοδευτέρου τῇ δεκάτῃ τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος ἐνάτης.
Προκαϑημένου τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου μεγάλου βασιλέως Κωνσταντίνου
ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ καὶ κατὰ κέλευσιν τῆς
αὐτοῦ θεοσόφου γαλήνης παρόντων καὶ ἀκροωμένων
Νικήτα τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ μαγίστρου τῶν βασιλικῶν ὀφφικίων
Θεοδώρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου, κόμητος τοῦ βασιλικοῦ ὀψικίου καὶ ὑποστρατήγου Θράκης
Σεργίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου
{Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου)
Ἰουλιανοῦ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ στρατιωτικοῦ λογοθέτου
Κωνσταντίνου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κουράτωρος τοῦ βασιλικοῦ τοῦ Ὁρμίσδου οἴκου
᾿Αναστασίου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ τοποτηρητοῦ τοῦ κόμητος τοῦ βασιλικοῦ ἐξκουβίτου
Ἰωάννου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων πατρικίου καὶ κοιαίστωρος
Πολνεύκτον τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Θωμᾷ τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων
Παύλου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ διοικητοῦ τῶν ἀνατολικῶν ἐπαρχιῶν Πέτρου τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων Λεοντζίουν τοῦ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ δομεστίκου τῆς βασιλικῆς τραπέζης.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ βασιλικὸν θέσπισμα
συναθροισθείσης ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, τουτέστι
Θεοδώρου καὶ Πεωργίου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου διακόνου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ᾿Αγάθωνος καὶ
Γεωργίου τοῦ ὁσιωτάτον καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ταύτης τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
Πέτρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου μοναχοῦ καὶ τοποτηρητοῦ τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως καὶ
Μακαρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Θεουπόλεως ᾿Αντιοχείας καὶ
[εωργίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἀποκρισιαρίου Θεοδώρου τοῦ ὁσιωτάτου τοποτηρητοῦ τοῦ θρόνου Ἱεροσολύμων
Ἰωάννου ἐπισκόπου πόλεως Πόρτον, ᾿Αβουνδαντίου ἐπισκόπου πόλεως Πατέρνου, Ἰωάν-νου ἐπισκόπου πόλεως Ῥηγίου, ἐπεχόντων τὸν τόπον τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὁσίας τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων συνόδου τῶν καὶ δι᾽ οἰκείων ὑπογραφῶν δηλουμένων ἐν τῇ γενομένη πρὸς τὸν εὐσεβέστατον βασιλέα Κωνσταντῖνον παρ᾽ αὐτῶν ἀναφορᾷ καὶ
Θεοδώρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ θεοφιλεστάτου ἀρχιεπι-σκόπου Ῥαβέννης Θεοδώρου
Βασιλείου ἐπισκόπου πόλεως [ὁρτύνης τῆς Κρητῶν νήσου
Θεοδώρου ἐπισκόπου Ἐφέσου
Σισινίου ἐπισκόπου Ἡρακλείας Θράκης
[Γεωργίου ἐπισκόπου Κυζίκου
Πέτρου ἐπισκόπου Νικομηδείας
Φωτίου ἐπισκόπου Νικαίας
Ἰωάννου ἐπισκόπου Χαλκηδόνος
Θεοδώρου ἐπισκόπου Μελιτηνῆς
Σισινίου ἐπισκόπου Ἱεραπόλεως Φρυγίας
Μακροβίου ἐπισκόπου Σελευκείας Ἰσαυρίας
[εωργίου ἐπισκόπου Βυζίης Θράκης
[ρηγορίου ἐπισκόπου Μιτυλήνης
Σεργίου ἐπισκόπου Σηλυβρίας
᾿Ανδρέου ἐπισκόπου Μεθύμνης Θεογνίου ἐπισκόπου Κίου
Ππεωργίου ἐπισκόπου Καμουλιανῶν (᾿Αντωνίουν ἐπισκόπου Ὑπαίπων [ενεσίου ἐπισκόπου ᾿Αναστασιουπόλεως Πλάτωνος ἐπισκόπου Κίννης
Ἰωάννου ἐπισκόπου Δασκυλίου Θεοδώρου ἐπισκόπου Ἰουστινιανουπόλεως Γόρδου Θεοδώρου ἐπισκόπου Βερίσσης Στεφάνου {ἐπισκόπου Ἡρακλείας Πόντου Λογγίνου ἐπισκόπου Τίου
Δομετίου ἐπισκόπου Πλουσιάδος Σολομῶνος ἐπισκόπου Κλανέου [εωργίου ἐπισκόπου Κώον
Ἰωάννου ἐπισκόπου Μύνδου
[ρηγορίου ἐπισκόπου Καντάνου Ἰωάννου ἐπισκόπου Λάππης
Εὐλαλίου ἐπισκόπου Ζηνζωνγουπόλεως Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ Θεοδώρου ἐπισκόπου Ὄλβης
Θεοφάνους πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἐν Σικελίᾳ εὐαγοῦς μοναστηρίου ἐπιλεγομένου
Βαίων
[εωργίου πρεσβυτέρου καὶ μοναχοῦ μονῆς τῶν Ῥενάτης διακειμένης ἐν τῇ πρεσβυτέρᾳ
Ῥώμῃ
Κόνωνος καὶ Στεφάνου πρεσβυτέρων καὶ μοναχῶν μονῆς ἐπιλεγομένης Δόμου ᾿Αρσικίας διακειμένης ὡσαύτως κατὰ τὴν πρεσβυτέραν Ῥώμην ᾿Αναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τῶν εὐκτηρίων τοῦ ἐν Κωνσταντινουπόλει εὐαγοῦς
πατριαρχείου καὶ
Στεφάνου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ μαθητοῦ Μακαρίου τοῦ ἀρχιεπισκόπου Θεου-
πόλεως ᾿Αντιοχείας.
Καὶ καθεσθέντων τῶν τε ἐνδοξοτάτων πατρικίων καὶ ὑπάτων καὶ πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλῶν ἐπισκόπων κατὰ τάξιν ἐν τῷ αὐτῷ τοῦ Τρούλλου σεκρέτῳ, προκειμένων ἐν μέσῳ τῶν ἁγίων καὶ ἀχράντων εὐαγγελίων Παῦλος ὁ μεγαλοπρεπέστατος ἀσηκρῆ-τις (καὶ σεκρετάριος βασιλικὸς εἴττε'
Μέμνηται ἡ ὑμετέρα εὐσέβεια καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ ὑμῶν σύνοδος, ὡς κατὰ τὴν προτέραν συνέλευσιν τέλος λαβούσης τῆς ἀναγνώσεως τῶν πεπραγμένων τῆς ἁγίας ἐν Ἐφέσῳ τρίτης τὸ πρότερον συνόδου συνεῖδεν ἀκολούθως καὶ τὰ τῆς ἁγίας τετάρτης ἐν Χαλκηδόνι συνόδου ἀναγνωσθῆναι πεπραγμένα, καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶττε'
Προσαγέσθωσαν καὶ τὰ τῆς λεχθείσης τετάρτης ἁγίας ἐν Χαλκηδόνι συνόδου πεπραγ-μένα καὶ εἰς ἐτπτήκοον ἡμῶν» ἀναγινωσκέσθωσαν'
Καὶ λαβὼν ᾿Αντίοχος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ ἁγιωτάτου πατριάρ-χου Κωνσταντινουπόλεως τὸ πρῶτον βιβλίον τῆς αὐτῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἀνέγνω. καὶ ἀναγινώσκοντος αὐτοῦ τὴν ἐν αὐτοῖς ἐμφερομένην ἐπιστολὴν τοῦ ἐν ἁγίᾳ τῇ μνήμῃ τῆς μεγαλωνύμου Ῥώμης πάπα Λέοντος καὶ ἐλθόντος εἰς τὸ ῥητὸν τὸ φάσκον-«ἐνεργεῖ {γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος, καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑπο-πέπτωκεν" ἀναστάντες οἱ τοῦ ἀποστολικοῦ θρόνου τοῦ μέρους τῆς πρεσβυτέρας Ῥώμης ἐβόησαν:
Ἰδού, δέσποτα ἀγαθέ, φανερῶς δύο φυσικὰς ἐνεργείας ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ παρὼν ἁγιώτατος κηρύσσει πατήρ, οὔτινος τὸν παρόντα λόγον ἡ ἁγία τετάρτη σύνοδος στήλην ὀρθοδοξίας" ἀπεγράψατο καζτὰν καθαίρεσιν πάσης αἱρέσεως ἅτε τοῦ μεγάλου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου ὁμολογίᾳ συμβαίνουσαν. καὶ τί περὶ τούτου ἀξιοῦσι Μακάριος ὁ ὁσιώτατος καὶ οἱ σὺν αὐτῷ θεοφιλέστατοι ἄνδρες λέγειν;
Μακάριος ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ᾿Αντιοχείας εἶπεν"
Ἐγώ, δέσποτα, δύο ἐνεργείας οὐ λέγω, ἀλλ᾽ οὐδὲ νοῶ τὸν ἐν μακαρίᾳ τῇ λήξει Λέοντα
δι᾽ αὐτῆς τῆς ῥήσεως δύο ἐνεργείας φήσαντα.