᾿Αντίγραφος θεία σάκρα τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου γενομένη πρὸς Λέοντα τὸν ἁγιώτατον καὶ μακαριώτατον πάτπταν τῆς πρεσβυτέρας Ῥώμης, σταλεῖσα διὰ τῶν ἐκεῖθεν σταλέντων συνοδικαρίων παρὰ περιόντος ᾿Αγάθωνος τοῦ τῆς ὁσίας μνήμης.
Ἡ ἐπιγραφή
Λέοντι τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκότπῳ τῆς ἀρχαίας καὶ περιδόξου πόλεως Ῥώμης καὶ οἰκουμενικῷ πάπᾳ.
᾿Απελύθη μηνὶ Δεκεμβρίῳ τρίτῃ καὶ δεκάτῃ ἰνδικτιῶνος δεκάτης.
Τῆς τῶν οὐρανῶν ἀκαταλήκτου βασιλείας τε καὶ μακαριότητος ἐφιέμενοι καὶ πρὸς τὴν πνευματικὴν υἱοθεσίαν τὸν φιλευσεβῆ σκοπὸν ἡμῶν διευθύνοντες ἐκεῖνα διαμελετῶμεν καὶ πράττομεν, ὅσα τοῦ σπουδαζομένου τυχεῖν ὑποτίθεται. τί οὖν ὁ κύριος ἐν εὐαγγελίοις ἐπηγγείλατο; μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. ταύτης δὴ τῆς ἐπαγγελίας τῆς καὶ πρὸς τὴν θείαν ἡμᾶς ἀναβιβαζούσης συγγένειαν καὶ τὴν τῆς υἱοθεσίας χαριζομένης εὐγένειαν ἐντὸς γενέσθαι βουλόμενοι καὶ τὸν περιστέψαντα ἡμᾶς Χριστὸν αὐτὸν ἐκμιμούμενοι καὶ τὸ πᾶν ἐν ἑαυτῷ τῷ θεῷ καταλλάξαντα πρὸς εἰρήνην τε καὶ ὁμόνοιαν τὴν ἡμετέραν φιλόχριστον πολιτείαν ἄγειν σπουδάζομεν, ἐξαιρέτως δὲ τῆς τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν εὐταξίας φροντίζομεν καὶ τὴν τῆς πίστεως ἕνωσιν διὰ παντὸς ἐμπορεύεσθαι προνοούμεθα. λίαν τοίνυν καὶ οὐ μετρίως ἐχαλετταίνομεν καὶ τὸ λοιπὸν οὐκ ἐφέρομεν τὴν τοσαύτην τῷ χρόνῳ διάστασιν συνακμάσασαν, ὥστε καὶ τοὺς ἀπίστους τοῖς φιλοχρίστοις ἐπιγελᾶν καὶ εὐφροσύνην ἡγεῖσθαι τὴν τῶν Χριστιανῶν εἰς ἀλλήλους ἀπέχθειαν. τὴν πρὸς ἐκείνους γὰρ ἀφέντες ἀντιπαράταξιν κατ᾽ ἀλλήλων τὰς γλώσσας ἠκονημένῳ ξυρῷ ταῖς δυσφημίαις ἐξώπλιζον καὶ τὴν πίστιν ταῖς διχονοίαις συγκατεδί-χαζον.
Ταῦτα πρὸ τῶν ἡμετέρων χρόνων ἀρξάμενα καὶ εἰς τοσοῦτον κακίας ἐλάσαντα, ὥστε καὶ τὸ πάθος ἀνίατον μένειν δοκεῖν, στῆσαι μὲν ἦν χαλεπόν, μὴ στῆσαι δὲ χαλεπώτερον" καὶ παρώργιζον μὲν θεόν, παρώργιζον δὲ καὶ τὴν ἡμῶν ἡμερότητα. οὐκ ἄλλως τοίνυν τὴν συνέχουσαν νόσον τὰς ἐκκλησίας τοῦ θεοῦ θεραπεῦσαι διέγνωμεν, εἰ μήπω δὴ τοὺς τοῦ θεοῦ μὲν ἱερεῖς καὶ θεράποντας, τῶν δὲ τοιούτων θεραπευτὰς εἰς ἐπίσκεψιν προτρε-ψόμεθα᾽ πολλάκις γὰρ ἡ ἐκκλησία ταῖς ἐκβολαῖς τῶν αἱρέσεων ἐπικινδύνως ἐνόσησεν᾽ ἀλλ᾽ οὐχ ἑτέρως ἐδέξατο τῆς ὀρθοδοξίας τὴν ἴασιν, εἰ μὴ ταῖς τῶν εὐσεβῶν καὶ φιλοχρίστων βασιλέων προσκλήσεσι, ταῖς δὲ τῶν θεοφόρων ἱερέων συννεύσεσί τε καὶ συνελεύσεσι. διὸ δὴ τὴν μὲν τοῦ ἐν ἁγίοις πάπα ᾿Αγάθωνος μακαριότητα δι᾽ εὐσεβῶν ἡμῶν κεραιῶν στεῖλαί τινας τοὺς τὸ πρόσωπον αὐτοῦ ἐπέχοντας προετρέψαμεν, τοὺς δὲ λοιποὺς ἁγιω-τάτους προέδρους διηγορεύσαμεν τοὺς ὑπ’ αὐτὸν ἕκαστον ὁσιωτάτους ἱερεῖς συγκαλέσαντα πάντας ὁμοῦ κατὰ τὴν θεοφύλακτον ἡμῶν καὶ βασιλίδα συναγείρεσθαι πόλιν, ὥστε τοῦ μὲν σεσηπότος ἢ σκανδαλίζοντος μέλους τὸ ἀλυσιτελὲς ἐκτεμεῖν, ἡνίκα μὴ βούλητε μάλιστα τὸ θεραπεύεσθαι δέχεσθαι, τὸ δὲ λοιπὸν ἅταν καταρρῶσαι σῶμα Χριστοῦ τοῖς τῆς εὐσεβείας δόγμασί τε καὶ καταπλάσμασι. συμφέρει γάρ -- εὐαγγελικῶς εἰπεῖν, -- ἵνα ἕν μέλος ἀπόληται καὶ σέσωσται τῆς ἐκκλησίας ὅλης τὸ πλήρωμα. καὶ δὴ κατὰ τὴν ἡμετέραν πρόσκλησίν τε καὶ πρόσταξιν τῶν τε τοῦ μέρους τῆς ὑμετέρας μακαριότητος, τῶν τε συνθρόνων αὐτῇ μετ’ αὐτὴν ἁγιωτάτων πατριαρχῶν καὶ λοιπῶν ἁπάντων ὁσιωτάτων ἐπισκόπων τῇ ἡμετέρᾳ συνελθόντων τε καὶ συνεδρευσάντων φιλευσεβεῖ γαλη-νότητι τὸν περὶ πίστεως διεγυμνάζομεν λόγον.
Αὐτίκα γοῦν τὴν πρὸς τὸ ἡμέτερον κράτος τοῦ ἐν ἁγίοις πάπα ᾿Αγάθωνος ἀναφορὰν οἱ τὸ πρόσωπον αὐτοῦ ἐπέχοντες προκομίσαντες -- φαμὲν δὴ ᾿Αβουνδάντιος, Ἰωάννης καὶ Ἰωάννης οἱ ἁγιώτατοι ἐπίσκοποι, Θεόδωρος καὶ [εἐώργιος οἱ θεοφιλέστατοι πρεσβύ-τεροι καὶ Ἰωάννης ὁ θεοφιλέστατος ἀρχιδιάκονος καὶ Κωνσταντῖνος ὁ εὐλαβέστατος ὑπο-διάκονος καὶ Θεόδωρος ὁ θεοφιλέστατος πρεσβύτερος τῆς ἐκκλησίας Ῥαβέννης καὶ οἱ σὺν αὐτοῖς -- τῇ ἡμετέρᾳ γαλήνῃ ταύτην ἀνέτειναν, ἣν εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι κελεύσαντες τῆς ὑγιοῦς τε καὶ ἀνοθεύτου πίστεως ἐν αὐτῇ τὸν χαρακτῆρα κατοπτρισάμεθα" τάς τε γὰρ εὐαγγελικάς τε καὶ ἀποστολικὰς φωνὰς ἀνακρίναντες, τά τε παρὰ τῶν ἁγίων τε καὶ οἰκουμενικῶν συνόδων συγκροτηθέντα τε καὶ ὁρισθέντα ταύτῃ συγκρούσαντες καί, ἅσπερ ἔφερε χρήσεις, τοῖς πατρικοῖς παραβαλόντες συντάγμασι καὶ μηδὲν εὑρηκότες ἀσύμφωνον ἀπαραχάρακτον τῆς ἀληθοῦς ὁμολογίας ἐν αὐτῇ τὸν λόγον κατενοήσαμεν, καὶ ὥσπερ αὐτὸν τὸν ἐξάρχοντα τοῦ ἀποστολικοῦ χοροῦ, τὸν πρωτόβαθρον Πέτρον, τοῖς νοητοῖς κατενοήσαμεν ὄμμασι τὸ τῆς οἰκονομίας ὅλης θεολογοῦντα μυστήριον καὶ διὰ τῶν γραμμάτων τῷ Χριστῷ προσφθεγγόμενον᾽ σὺ εἴ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος" αὐτὸν γὰρ ὅλον Χριστὸν ἡμῖν τὸ ἱερὸν αὐτοῦ γράμμα τῷ λόγῳ διέγραφεν, ὅπερ ἅπάντες ἀσπασίως τε καὶ εἰρηνικῶς ἐδεξάμεθα καὶ οἷον αὐτὸν Πέτρον ταῖς τῆς ψυχῆς ἀγκάλαις ὑπεδεξάμεθα. μόνος δέ, σὺν οἷς ὑπεσύρετο, Μακάριος ὁ μὴ μακάριος ἀπεστάτησεν, ὃς τὴν ᾿Αντιοχέων προήδρευσε καὶ τοῦ μὲν ζυγοῦ τοῦ Χριστοῦ ἐναντίσας ἑαυτὸν ὑπεξήγαγε, τῆς δὲ ἱερατικῆς ὁμηγύρεως ἀπεσκίρτησε᾽ μηδὲ γὰρ ὅλως συνθέσθαι τοῖς πτανιέροις ᾿Αγάθωνος κατένευσε γράμμασιν ὥσπερ ἂν εἰ καὶ κατ’ αὐτοῦ τοῦ κορυφαίου Πέτρου μαινόμενος. πολλὴ μὲν οὖν ἡ παραίνεσις, πολλὴ δὲ καὶ ἡ παράκλησις αὐτῷ προσεφέρετο᾽ πάσης γὰρ ἐπιστροφῆς ὁδὸν ὑπεδείξαμεν, τί μὲν οὖν οὐ λέγοντες, τί δὲ οὐ τεχναζόμενοι τῶν ὅσα μάλιστα μὲν τοῦ ἱερατικοῦ συλλόγου χωρίζουσι διεσττώμεθα γὰρ αὐτῷ. πῶς γὰρ οὐχὶ καὶ τοῖς οἰκτιρμοῖς τὸ σπλάγχνον ἐσπαρασσόμεθα διασπτωμένῳ τῆς τοῦ κυρίου ἀγέλης; ἀλλ' ὄψις πόρνης ἐγένετο αὐτῷ καὶ τὸ τῆς ἀναισχυντίας ἐνεδύσατο πρόσωπον καὶ σὺν τῇ παρακλήσει καὶ τὴν εὐσέβειαν ἀπεκρούσατο᾽ οὐ γὰρ συνῆκε τοῦ συνιέναι καὶ λόγον ὅσιον ἐβδελύξατο. καὶ τί μηκύνομεν τὴν περὶ τούτου ἐξήγησιν, περὶ ὧν διηγεῖται λετττομε-ρέστερον τῶν πεπραγμένων ἡ δύναμις, δι’ ὧν σταλέντων ὑμῖν τῶν κινηθέντων ἁπάντων τὴν εἴδησιν ἀνιχνεύετε;
Ἐπεὶ δὲ οὕτως ἐσκλήρυνε καὶ νεῦρον σιδηροῦν τὸν τράχηλον ἀνετείνατο καὶ τὸ πρόσ-ὠτπτον ἀπεχάλκωσε τά τε ὦτα τοῦ μὴ ἀκούειν ἐβάρυνε καὶ τὴν καρδίαν ἔταξεν ἀπειθῆ τοῦ μὴ εἰσακοῦσαι τοῦ νόμου, -- νόμος γὰρ ἐκ Σιὼν ἐκπορεύεται, τῆς ἀποστολικῆς ἀκρωρείας τὰ δόγματα --, διά τοι ταῦτα ἡ ἁγία τε καὶ οἰκουμενικὴ σύνοδος τὸν αὐτὸν φρενοβλαβῆ Μακάριον σὺν τοῖς αὐτῷ συναιρέταις τοῦ μὲν ἱερατικοῦ σχήματος ἀπεγύμνωσε, κοινῇ δὲ πάντες δι’ ἐγγράφου δεήσεως τὴν ἡμετέραν γαλήνην ἱκέτευσαν πρὸς τὴν ὑμετέραν τούτους παραπέμψαι μακαριότητα. τοῦτο δὴ καὶ πεπράχαμεν καὶ πρὸς ὑμᾶς ἐκείνους ἐστάλκαμεν τῇ ὑμετέρᾳ πατρικῇ κρίσει τὸ πᾶν περὶ αὐτῶν ἐπιτρέψαντες" θεῖον δὲ καὶ σεβάσμιον ὅρον ἡ ἁγία σύνοδος ἐξεφώνησεν, ᾧ καὶ συνυπεγράψαμεν καὶ δι’ εὐσεβῶν ἡμῶν ἰδίκτων τοῦτον ἐπεκυρώσαμεν προτρέψαντες ἅπαντα τὸν φιλόχριστον ἡμῶν λαὸν τῇ ἐν αὐτοῖς ἐγγε-γραμμένῃ πίστει συνέπεσθαι καὶ μηδὲν τὸ παράπαν ἐφευρίσκειν αἱρεσιούργημα. καὶ δόξα τῷ ποιοῦντι δεδοξασμένα θεῷ τῷ παρ᾽ (ἡλμῖν τὴν πίστιν ἀπαρεγχείρητον διασώσαντι.
πῶς γὰρ οὐκ ἔμελλεν, ἐν ἦ πέτρᾳ τὴν ἐκκλησίαν ἐθεμελίωσε καὶ πύλαις ἅδου ταῖς αἱρετικαῖς ἐνεδρεύσεσι μὴ κατισχύεσθαι προηγόρευσεν, ἐξ ἧς, ὥσπερ ἐξ οὐρανίων ἀψίδων τῆς ἀληθοῦς ὁμολογίας, ὁ λόγος ἀνέλαμψε καὶ τὰς ψυχὰς τῶν φιλοχρίστων ἐφώτισε καὶ τὴν ὀρθοδοξίαν κατεψυγμένην ἀνεζωπύρησε. ταῦτα κατὰ σκοπὸν θεοῦ συννεύσαντος διηνύσαμεν καὶ εἰς μίαν ποίμνην τὰ τοῦ Χριστοῦ πρόβατα συνηλάσαμεν, οὐκέτι μὲν οὖν τοῖς μισθωτοῖς καὶ οὐκ οὖσι ποιμέσιν ἐξαπτατώμενα καὶ διὰ τοῦτο τοῖς λύκοις ἁλώσιμα, ἑνὶ δὲ καὶ μόνῳ ποιμένι τῷ καλῷ ποιμαινόμενα, ᾧ καὶ ὑμεῖς συμποιμαίνειν ἐτάχθητε καὶ ὑπὲρ τῶν προβάτων τιθέναι τὴν ψυχὴν διετάχθητε. οὐκοῦν ἀνδρίζου καὶ ἴσχυε καὶ τὴν τοῦ λόγου ῥομφαίαν περίζωσαι καὶ θείῳ ζήλῳ ταύτην παράθηξον᾽ καὶ στῆθι ἑδραῖος τῆς εὐσεβείας ὑπερμαχόμενος, καὶ πᾶσαν αἱρετικὴν ἀκοὴν καὶ εἰσήγησιν ἐκτεμεῖν ττροθυμήθητι, καθὰ καὶ Πέτρος τὸ πρότερον τὸ τῆς Ἰουδαϊκῆς ἀκροάσεως αἰσθητήριον τῇ μαχαίρᾳ πατάξας ἀφείλετο τῆς νομικῆς τε καὶ ἀνδραποδώδους συναγωγῆς προδιαγράφων τὴν κώφευσιν᾽ ἀνάτεινον τὴν ἀξίνην τοῦ πνεύματος καὶ πᾶν δένδρον ἐκφύον καρττὸν αἱρέσεως ἢ κατηχήσεσι μεταφύτευσον ἢ κανονικαῖς ἐπιτιμήσεσιν ἔκκοψον καὶ εἰς τὸ πῦρ τῆς μελ-λούσης γεέννης παράπεμψον, ἵνα πάντοθεν τῶν τὴν πίστιν λυμαινομένων ἐκτεμνομένων ἐρρωμένον ἧ καὶ ὁλόκληρον τῆς ἐκκλησίας τὸ σῶμα τῇ εἰρήνῃ τοῦ πνεύματος συσφιγγό-μενόν τε καὶ συναρμολογούμενον᾽ ἧς ἀκλονήτου μενούσης κλονεῖται μὲν τῶν δυσμενῶν ἡ στάσις τε καὶ ἀντίστασις, ἐρείδεται δὲ τῇ πέτρᾳ τῆς πίστεως ὁ θρόνος τῆς ἡμῶν γαλη-νότητος, ἰθύνεται δὲ πρὸς τὸ συμφέρον τοῦ ἡμετέρου κράτους τὰ βουλεύματα καὶ κινήματα, τῆς ὅλης δὲ πολιτείας Ῥωμαϊκῆς ἡ κατάστασις συγγαληνιᾷ τῇ γαλήνῃ τῆς πίστεως. Προτρέπομεν δὲ καὶ τὴν ὑμετέραν πανίερον κορυφὴν ἀνυπερθέτως ἐκπέμψαι τὸν παρ᾽ αὐτῆς ὁριζόμενον ἀποκρισιάριον, ἐφ᾽ ᾧ τοῦτον κατὰ τὴν βασιλίδα καὶ θεοφύλακτον ἡμῶν διάγειν πόλιν καὶ ἐν τοῖς ἀνακύπτουσιν εἴτε δογματικοῖς εἴτε κανονικοῖς καὶ ἁπλῶς ἐκκλησιαστικοῖς ἅπασι πράγμασι τὸ τῆς ὑμετέρας ἁγιωσύνης ἐξεικονίζειν πρόσωπον. Ἔρρωσο ἐν κυρίῳ, μακαριώτατε, καὶ ὑπερεύχεσθαι τοῦ ἡμετέρου κράτους συντονώτερον διανάστηθι.
Ἡ ὑπογραφὴ τοῦ εὐσεβεστάτου βασιλέως
Τὸ θεῖον σε περιφυλάξοι ἐπὶ πολλοὺς χρόνους, ἁγιώτατε καὶ μακαριώτατε πάτερ.