| Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως. | |
| 1 | Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ, |
| 2 | ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. |
| 3 | εἴπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου· |
| 4 | πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα. |
| 5 | δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, |
| 6 | ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ, |
| 7 | τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα. |
| 8 | εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, |
| 9 | τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. |
| 10 | ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· |
| 11 | εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. |
| 12 | ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. |
| 13 | εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, |
| 14 | ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου· |
| 15 | ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα. |
| 16 | δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν θεόν, ὅσα ἐποίησεν τῇ ψυχῇ μου. |
| 17 | πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου |
| 18 | Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος. |
| 19 | διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός, προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου. |
| 20 | εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ. |