Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. |
1 |
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
|
2 |
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
|
3 |
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
|
4 |
ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
|
5 |
ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.
|
6 |
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
|
7 |
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
|
8 |
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
|
9 |
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
|
10 |
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
|
11 |
καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
|
12 |
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
|
13 |
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
|
14 |
ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
|
15 |
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ. καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
|
16 |
τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.
|
17 |
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
|
18 |
ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
|
19 |
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ.
|
20 |
ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
|
21 |
οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
|
22 |
τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
|
23 |
δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
|
24 |
καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
|