| 1 | Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί. |
| 2 | οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου. |
| 3 | οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. |
| 4 | πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. 4a υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. |
| 5 | διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. |
| 6 | εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. |
| 7 | μνήμη δικαίων μετ᾿ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. |
| 8 | σοφὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται. |
| 9 | ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται. |
| 10 | ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. |
| 11 | πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. |
| 12 | μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. |
| 13 | ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. |
| 14 | σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. |
| 15 | κτῆσις πλουσίων πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν πενία. |
| 16 | ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. |
| 17 | ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. |
| 18 | καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. |
| 19 | ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. |
| 20 | ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. |
| 21 | χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. |
| 22 | εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ. |
| 23 | ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. |
| 24 | ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή. |
| 25 | παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα. |
| 26 | ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν. |
| 27 | φόβος κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. |
| 28 | ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται. |
| 29 | ὀχύρωμα ὁσίου φόβος κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. |
| 30 | δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν. |
| 31 | στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. |
| 32 | χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. |