Ιώβ

Κεφάλαια
1 Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ
2 Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν;
3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·
4 ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·
5 ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·
6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·
7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.
8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν·
9 ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
10 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη·
11 ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν.
12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα·
13 εὐλογία ἀπολλυμένου ἐπ᾿ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησεν.
14 δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι.
15 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.
16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα·
17 συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα.
18 εἶπα δέ Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω·
19 ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·
20 ἡ δόξα μου καινὴ μετ᾿ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται.
21 ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ·
22 ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν·
23 ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν.
24 ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν·
25 ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν.
← πίσω Το τέλος του
29
κεφάλαιο
μπροστά →
Επισημάνετε έναν στίχο κάνοντας κλικ στον αριθμό του. Εργα
Shift
και
Ctrl