1 |
Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,
|
2 |
οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ·
|
3 |
υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.
|
4 |
υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.
|
5 |
υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε.
|
6 |
υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο.
|
7 |
υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
|
8 |
υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε.
|
9 |
υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα.
|
10 |
υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο.
|
11 |
υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς.
|
12 |
υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο.
|
13 |
υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ.
|
14 |
υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ.
|
15 |
υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες.
|
16 |
υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.
|
17 |
υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς.
|
18 |
υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο.
|
19 |
υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς.
|
20 |
υἱοὶ Γαβερ ἐνενήκοντα πέντε.
|
21 |
υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς.
|
22 |
υἱοὶ Νετωφα πεντήκοντα ἕξ.
|
23 |
υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.
|
24 |
υἱοὶ Ασμωθ τεσσαράκοντα δύο.
|
25 |
υἱοὶ Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.
|
26 |
υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς.
|
27 |
ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο.
|
28 |
ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς.
|
29 |
υἱοὶ Ναβου πεντήκοντα δύο.
|
30 |
υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ.
|
31 |
υἱοὶ Ηλαμ — αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
|
32 |
υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι.
|
33 |
υἱοὶ Λοδ, Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε.
|
34 |
υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε.
|
35 |
υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα. —
|
36 |
καὶ οἱ ἱερεῖς· υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς.
|
37 |
υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο.
|
38 |
υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά.
|
39 |
υἱοὶ Ηρεμ χίλιοι ἑπτά. —
|
40 |
καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες.
|
41 |
οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ.
|
42 |
υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβαου, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. —
|
43 |
οἱ ναθιναῖοι· υἱοὶ Σουια, υἱοὶ Ασουφε, υἱοὶ Ταβαωθ,
|
44 |
υἱοὶ Κηραος, υἱοὶ Σωηα, υἱοὶ Φαδων,
|
45 |
υἱοὶ Λαβανω, υἱοὶ Αγαβα, υἱοὶ Ακαβωθ,
|
46 |
υἱοὶ Αγαβ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν,
|
47 |
υἱοὶ Κεδελ, υἱοὶ Γαερ, υἱοὶ Ρεηα,
|
48 |
υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, υἱοὶ Γαζεμ,
|
49 |
υἱοὶ Ουσα, υἱοὶ Φαση, υἱοὶ Βασι,
|
50 |
υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων,
|
51 |
υἱοὶ Βακβουκ, υἱοὶ Ακιφα, υἱοὶ Αρουρ,
|
52 |
υἱοὶ Βασαλωθ, υἱοὶ Μαουδα, υἱοὶ Αρησα,
|
53 |
υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θεμα,
|
54 |
υἱοὶ Νασουε, υἱοὶ Ατουφα.
|
55 |
υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα,
|
56 |
υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ,
|
57 |
υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεραθ — ασεβωιν, υἱοὶ Ημι.
|
58 |
πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο. —
|
59 |
καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν·
|
60 |
υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο.
|
61 |
καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
|
62 |
οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,
|
63 |
καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. —
|
64 |
πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
|
65 |
χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
|
66 |
ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε,
|
67 |
κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. —
|
68 |
καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·
|
69 |
ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργύριον, μναῖ πεντακισχίλιαι, καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν. —
|
70 |
καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν.
|