1 |
Τὸ λῆμμα, ὃ εἶδεν Αμβακουμ ὁ προφήτης.
|
2 |
Ἕως τίνος, κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις;
|
3 |
ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.
|
4 |
διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.
|
5 |
ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.
|
6 |
διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ᾿ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ·
|
7 |
φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται·
|
8 |
καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
|
9 |
συντέλεια εἰς ἀσεβεῖς ἥξει ἀνθεστηκότας προσώποις αὐτῶν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.
|
10 |
καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.
|
11 |
τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου. —
|
12 |
οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς, κύριε, ὁ θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.
|
13 |
καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
|
14 |
καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον.
|
15 |
συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ·
|
16 |
ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά·
|
17 |
διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται.
|