In Psalmum ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν ∆αυῒδ τὸν βασιλέα, καὶ Παῦλον τὸν ἀπόστολον, περὶ μετανοίας· καὶ εἰς διάφορα ῥήματα τοῦ ψαλτῆρος εἰς τὸ τοῦ Χριστοῦ τέλος ἐσχηκότα· καὶ περὶ τοῦ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς σωτηρίας ἑαυτῶν.

[PG55.527]

Ἀρτίως ἠκούσατε τοῦ ὑμνογράφου ∆αυῒδ βοῶντος· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ πάλιν, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ὁ ∆αυῒδ βοᾷ. Καὶ τίνος ἕνεκεν ὁ προφήτης λέγει, Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου; Ἐπειδὴ ὅπου ἔλεος, ἀνεξέταστος σωτη ρία· ὅπου ἔλεος, δικαστήριον οὐ καθέζεται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται. Ἅπαξ ἐλεηθῆναι [PG55.528] ζητῶ, ἀπάλλαξόν με τῆς ἀσθενείας. Καὶ διὰ τί βοᾷ ὁ ∆αυῒδ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός;

Ὁ μετὰ πλῆθος κατορθωμάτων, ὁ μετὰ τρόπαια το σαῦτα, ὁ τὸν Γολιὰθ ἀποκτείνας, καὶ τὸν λέοντα πνίξας, ὁ καὶ τηλικαύτην παῤῥησίαν ἔχων Πνεύματος ἁγίου, λέγει· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενόμενον, προ φήτην κατέστησας· ἐν τῷ πολέμῳ νικῆσαί με ἐποίη [PG55.529] σας, τὸν Γολιὰθ καταβαλόντα οὐ φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως· πορφυρίδα περιέβαλές με· ἄλλον ἐξέβαλες, καὶ ἐμὲ ἐπεισήγαγες· πλοῦτόν μοι δέδωκας. Ὅπως ἂν δικασθῇς ἐν τοῖς λόγοις σου, καὶ νική σῃς ἐν τῷ κρίνεσθαί σε. Ἃ ἐπαλαίωσεν ἡ ἁμαρτία, ἐνεκαίνισεν ἡ χάρις. Καὶ τί δῷς, ὦ προφῆτα; ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέ γει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ ἐμοὶ γνώριμον ἐποίησας.

Ἔμα θον ὅτι Υἱὸν ἔχεις ἀνθρωπογενῆ. Ἔγνων ὅτι σύνθρονον ἔχεις. Εὐηγγελισάμην τῇ οἰκουμένῃ τὸν σταυρὸν, τὸν τάφον, τὴν κατάβασιν, τὴν ἀνάστασιν. Εἶπον αὐτοῦ τὸ δικαστήριον· εἶπον τὴν σωτηρίαν τῶν ἐθνῶν· εἶπον τῶν ἀποστόλων τὴν ἐκλογὴν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῆς Ἐκκλησίας τὴν κλῆσιν· εἶπον τῶν παρθένων τὸν χορὸν, εἶπον τὴν ἐκ δεξιῶν καθ έδραν. Ἰδοὺ γὰρ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσε; Ἄκου σον αὐτοῦ τοῦ προφήτου λέγοντος τὴν ἐξ οὐρανοῦ κατάβασιν αὐτοῦ· Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς ἐκπέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι. Εἰ γὰρ γυμνὴν παρεῖχε τὴν θεότητα, οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἥλιος ἂν ἐσβέσθη. Εἰ γυμνὴν τὴν οὐσίαν ὑπέδειξεν, ἡ σελήνη ἂν ἠφανίσθη, ἡ γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν πάντων ἐμαραίνετο. ∆ιὰ τοῦτο ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, ἀλλὰ ἠρέμα ἦλθε, καὶ μήτραν παρθενικὴν ᾤκησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὁ λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται. Τὰ ὄρη διαφθείρονται, καὶ ἡ μήτρα Θεὸν ἐβάσταζεν.

Πῶς ἑρμηνεύσω; πῶς πα ραστήσω; Ὢ ἀπόνοια τοῦ βλασφήμου! Πῶς ἡ δούλη τὸν Θεὸν ἐβάσταξεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω. Ὁ πανταχοῦ παρὼν, πῶς ἐν μήτρᾳ ἦν, καὶ ἐν οὐρανῷ ἦν; Ἀλλ' ἐγὼ μὲν, ὅτι καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο, καὶ ἐν τῇ μήτρᾳ τῆς παρθένου κατῴκει, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. Πίστει δέχομαι, οὐ πε ριεργάζομαι τῷ λόγῳ· ἀλλ' ὅτι ὤφθη, ἀλλ' ὅτι μέλλει παραγίνεσθαι, οὐ ταράσσων, οὐδὲ θορυβῶν, οὐκ ἀπολ λύων, οὐδὲ λυόμενος. Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες τὴν βασιλείαν, εἶπες αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Εἰπὲ αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Λέγε καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ἀστᾶ μου. Εἰπὲ αὐτοῦ καὶ τὴν χολήν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰπὲ αὐτοῦ καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Εἰπὲ αὐτοῦ καὶ τὸ βά πτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἰπὲ αὐτοῦ καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. Εἰπὲ αὐτοῦ καὶ τὸ ποτήριον· Τὸ ποτήριόν σου μεθύσκον με, ὡσεὶ κράτιστον. Εἰπὲ καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδορίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Εἰπὲ καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν· Αἴτη [PG55.530] σαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Εἰπὲ αὐτοῦ καὶ τὸν τάφον· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Εἰπὲ αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Εἰπὲ καὶ τῶν ἀποστόλων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγγεννήθησάν σοι υἱοί. Εἰπὲ καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτοῦ. Εἰπὲ καὶ τῆς Ἐκκλησίας τὴν κλῆσιν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Εἰπὲ αὐτοῦ καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὦ ∆αυῒδ, πᾶσαν τὴν προφητείαν ἀπήγγειλας, καὶ τί βοᾷς· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου; Βασιλεὺς εἶ, διαδήματι περίκεισαι, πορφυρίδα περιεβάλλου. Ἀλλὰ λέγει· Φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ. Τὸ κάλλος ἐκεῖνο ζητῶ.

∆ός μοι τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πάλιν λαλήσῃς μοι, κἀγὼ λαλήσω σοι. Ἀπέστη γὰρ ἀπ' ἐμοῦ τὸ Πνεῦμα, καθάπερ περιστερὰ βόρβορον βλέπουσα. Βούλομαι αὐτὴν ἐπανελθεῖν. Τότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου. Οὐ δύναμαι ὑπενεγκεῖν, ἐπειδὴ τὴν παῤῥησίαν ἀπώλεσα. Ὁρᾷς τὸν ∆αυῒδ ἐξομολογούμενον τῷ Θεῷ. Βλέπε πόσον κακὸν ἡ ἁμαρτία. Καὶ ποία ἁμαρτία; Μοιχεία καὶ φόνος καὶ νόμου παράβασις, ἀθέτησις λόγων Θεοῦ. Καὶ ταῦτα λέγων οὐ κατηγορῶ τοῦ προφήτου, ἀλλὰ τὴν ταχεῖαν αὐτοῦ μετάνοιαν ἀπαγγέλλω. Ἀλλὰ γὰρ ἔπρεπεν τῷ προφήτῃ πληρῶσαι τὸ γεγραμμένον Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· τοῦτο γὰρ αὐτὸν καὶ ἐδικαίωσεν. Ἡμάρτηκα τῷ Κυρίῳ, λέγων. Ἀλλ' ἦλθεν ὁ προφήτης Νάθαν, καὶ εἶπεν· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σύντομος ἡ ἁμαρτία, συντομωτέρα ἡ ἐξομολόγησις.

Ἐπειδὴ γὰρ ἥμαρτεν πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα, ἡττᾶτο ὑπὸ τῆς ἁμαρτίας, καὶ γράψας ψαλμὸν, εἶπεν· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ διὰ πάσης τῆς ἐξομολογήσεως λύσιν ἐδέξατο πάσης ἁμαρτίας. Ἀλλὰ καὶ Παῦλος πῶς ἐλεήθη; Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὢ φιλανθρωπία ∆εσπότου! Ἀνθρώπῳ λέγει· Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ διαλέγεται· Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ ἔλεγε· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Τί οὖν Παῦλος; Τίς εἶ, Κύριε, ὁ λαλῶν μοι; Ὢ εὐγνώμονος δούλου! Εὐθέως τὴν δεσποτείαν ὡμολόγησε, Τίς εἶ, Κύριε; εἰπών. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζαραῖος, ὃν σὺ διώκεις· ἀλλὰ ἀναστὰς εἴσελθε εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιεῖν. Καὶ ὅ ποτε λύκος, νῦν πρόβατον· ὅ ποτε διώκτης, νῦν εὐαγγελιστής· ὅ ποτε ζιζάνιον, νῦν σῖτος· ὅ ποτε πειρατὴς καὶ καταποντιστὴς, νῦν κυβερνήτης λαοῦ· ὅ ποτε πορθῶν τὴν Ἐκκλησίαν, νῦν πιστευόμενος αὐτήν· ὅ ποτε τὰς ἀμπέλους ἐκκόπτων, νῦν φυτουργὸς γενόμενος· ὅ ποτε μόλυβδος, νῦν χρυσὸς γενόμενος.

Καὶ σὺ βόησον, ἀγαπητὲ, ὅτι μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων, καὶ εὐθέως ἀκούεις· Ἀλλὰ πολλὴ ἡ τοῦ ∆εσπότου φιλανθρωπία. Ἐγένετο γὰρ Θεὸς ἄνθρωπος, καὶ εἰσῆλθεν εἰς μήτραν παρθενικὴν, καὶ ᾤκησεν. Καὶ τίνας ἐκάλεσεν; Μάγους. Μετ' ἐκείνους, τίνα; Πόρ [PG55.531] νην. Μετ' ἐκείνην, τίνα; Λῃστήν. Μετ' ἐκεῖνον, τίνα; Βλάσφημον. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθίνια τῆς κλήσεως ἡ τυραννὶς τῆς ἁμαρτίας. ∆ιότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα, ἄνθρωποι μὲν ὕπνῳ ἁμαρτίας, καὶ Ἰουδαϊσμῷ, καὶ ἀπογνώσει πολλῇ κατείχοντο. ∆ιὰ τοῦτο τοίνυν ἐλθὼν, ἐκ προοιμίων τὰ ἀκροθίνια τῆς Ἐκκλησίας ἐκάλεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τὸν λῃστήν. Ἀκάθαρτος εἶ; Ἐννόησον τὴν πόρνην. Βλάσφημος εἶ; Ἐννόησον τὸν Παῦλον, τὸν βλάσφημον. Ἄπιστος εἶ; Ἐννόησον τοὺς μάγους. Οἶδα κἀγὼ ὁποία ἐστὶν ἡ ἀπόγνωσις τῆς ἁμαρτίας. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων σοι τὰ ῥήματα ταῦτα·

Ὅλον τὸν βίον σου ᾤκησας μετὰ πορνῶν, μετὰ ταῦτα ἐπιώρκησας, ἐμοίχευσας παρ' ὅλους τοὺς τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα. Ἀλλὰ σὺ τόλμα ἐναντία. Ἔπεσας; Ἀλλ' ἀνάστηθι. Ἐπόρνευσας; Μετανόησον. Ἐμοίχευσας; Μετάγνωθι. Μικρὰ ἡ μετάνοιά σου· ἀλλὰ μεγάλη ἡ τοῦ ∆εσπότου φιλανθρωπία. Ἕως ἐμπνέεις, καὶ ἐν αὐτῇ τῇ κλίνῃ κατάκει [PG55.532] σαι, μετανόησον· ἡ τοῦ καιροῦ στενοχωρία ἄγει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα τὰ φάρμακα ἐπάλειψον, καὶ τὴν φλεγμονὴν καταστέλλοις. Οἶδα γὰρ, ἀγαπητὲ, ὅτι πολλὰ τὰ τραύματα τῆς ψυχῆς, ἀλλ' ἕκαστον τραῦμα ἴδιον ἔχει καὶ κατάλληλον φάρμακον κατεσκευασμένον. Ἔχεις Ἐκκλησίαν ἐπιτελουμένην Πνεύματος παρουσίαν. Ἔχεις συναθροισμὸν μαρτύρων, καὶ ἄλλα πολλὰ τὰ δυνάμενά σε ἀπὸ ἁμαρτίας εἰς δικαιοσύνην ἀνακαλέσασθαι.

Ἠκούσατε τὰ εὐτελῆ ἁμαρτήματα τῶν δικαίων· ἴδετε τὸ τάχος τῆς μετανοίας διὰ λόγων καὶ δακρύων. Καὶ γὰρ αὐτὸς ὁ ∆αυῒδ βοᾷ λέγων· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ Παῦλος ἔλεγεν· Ἀλλ' ἠλεήθην, ὅτι τὸν Χριστὸν ἀγνοῶν ἐδίωκον. Τοιγαροῦν καὶ ἡμεῖς μὴ ἀπογνῶμεν τῆς σωτηρίας ἑαυτῶν, τὴν μνήμην τῶν προημαρτηκότων καὶ βασιλείας τῶν οὐρανῶν καταξιωθέντων ἔχοντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς Ψαλμὸν Νʹ Αʹ / In Psalmum 50 homilia 1 / Проповедь на Псалом 50, часть 1

Psalmum 50 (homilia 1) [Sp.] ΟΜΙΛΙΑ Εἰς ἐπιγραφὴν τοῦ νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας ∆αυῒδ, καὶ περὶ τῆς τοῦ Οὐρίου.

[PG55.565]

αʹ. Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν. Οὕτω δὴ καὶ οἱ προφῆται ζωγράφοι τινές εἰσιν ἀρετῆς καὶ κακίας. Γρά φουσι γὰρ καὶ οὗτοι τῷ λόγῳ τὸν ἁμαρτωλὸν, τὸν δί καιον, τὸν μετανοοῦντα, τὸν ἑστῶτα, τὸν πίπτοντα, τὸν ἐγειρόμενον, τὸν σαλευόμενον. Καὶ καθάπερ οἱ ζωγράφοι ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην, καὶ δαίμονας πάλιν, νῦν μὲν πολεμοῦντας, νῦν δὲ πο λεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα, ποτὲ δὲ καὶ νικώμενον.

Ἐπεὶ οὖν τοιαύτη αὐτῶν ἡ τέχνη, μετὰ ἀκριβείας αὐτὴν καταμάθωμεν. Τοὺς μὲν γὰρ τῶν ζωγράφων πίνακας ὁρῶντες, οὐδὲν κερδαίνοντες ἀπερ χόμεθα. Τί γάρ μοι ὄφελος βασιλέως καὶ ὑπάτου εἰκόνα δεῖν; Βασιλεὺς γὰρ γενέσθαι οὔτε δύναμαι, οὔτε βούλο μαι. Τί μοι οὖν ὄφελος τῆς θεωρίας, ἧς τὴν ἐπιθυμίαν οὐκ ἔχω, ἧς κἂν ἐπιθυμήσω, κολάζομαι; Τί μοι τὸ ὄφε λος ἄνθρωπον ἰδεῖν πλουτοῦντα; Κἂν πένης ὦ, φθονῶ· κἂν πλούσιος ὦ, βασκαίνομαι. Πάλιν τὰ αὐτὰ πάσχων, καὶ ὀδύρομαι. Ἄφες ἐκείνας τὰς εἰκόνας, καὶ βλέπε ταύτην τὴν θεωρίαν. Ἐὰν ἴδω ὕπατον, τί πρὸς ἐμέ; Ἐὰν ἴδω ἁμαρτωλὸν καταπεσόντα, καὶ πάλιν ἀνα στάντα, ἡ θεωρία διδασκαλίας ὑπόθεσίς μοι γίνεται. Ἐὰν ἴδω δίκαιον ἑστῶτα, ἡ θεωρία πρὸς φιλοσοφίαν χειραγωγεῖ με. Ἀπὸ τῆς θεωρίας μανθάνω τὴν μά χην, καὶ παιδεύομαι τὴν νίκην. Ἐὰν ἴδω δίκαιον ὑποσκε λιζόμενον, πάλιν σοφώτερος ὑπὸ τῆς θεωρίας γίνομαι. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὐδὲ εἰκῆ εἴρηται, ἀλλ' ἐπειδὴ τοῦ ψαλμοῦ τοῦ σήμερον ἀναγνωσθέντος ἡ εἰκὼν εἰς ταύτην ἡμᾶς ἄγει τῆς διδασκαλίας τὴν ὑπόθεσιν. Τί γάρ φησιν ὁ προφήτης; Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Αὕτη ἡ εἰκών. Τὸν γὰρ ψαλμὸν εἰκόνα καλῶ. Βλέπω γὰρ διάφορα πρόσωπα ἐν τῷ ψαλμῷ· ἁμαρτίαν ἐπιοῦσαν καὶ σφαττομένην, με τάνοιαν παρεστῶσαν καὶ συμμαχοῦσαν Θεῷ, φιλανθρω πίαν ἄνωθεν λάμπουσαν, φιλοσοφίαν παρέχουσαν, καὶ πολλὰς ἔχουσαν δακρύων πηγὰς ἐξ ὁμολογήσεως.

Ταῦτα τὰ πρόσωπα τῆς εἰκόνος. Ἀλλὰ πρὶν τοῦ ψαλμοῦ ἄρξω μαι, ἀναγκαῖον αὐτοῦ τὴν ἐπιγραφὴν ἀκριβέστερον ὑμῖν διηγήσασθαι. Ὥσπερ γὰρ αἱ εἰκόνες ἐπιγραφὰς ἔχουσιν, [PG55.566] οὕτω καὶ ἐπὶ τῶν ψαλμῶν. Καὶ γὰρ αἱ εἰκόνες ἄνω ἑστῶσαι, κάτω ἔχουσι φοινικίδας σανίδας, τίς ὁ βασι λεὺς, καὶ τίνος, καὶ ποῖον πόλεμον κατώρθωσεν· ἐπὶ δὲ τοῦ ψαλμοῦ ἄνωθεν ἡ ἐπιγραφὴ ἔγκειται, τίς ἡ ὑπόθε σις, καὶ τίς ἡ διδασκαλία, καὶ τίς ἡ ῥίζα, καὶ τίνος ἕνεκεν ὁ ψαλμὸς εἴρηται. Παρέχετέ μοι μετὰ ἀκριβείας τὴν ἀκοὴν τῷ λόγῳ. Οὖ γὰρ περὶ τῶν τυχόντων ἡμῖν ἐστιν ἡ διήγησις. Ψαλμὸς τῷ ∆αυῒδ, ἐν τῷ εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ὅτε εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν γυναῖκα τοῦ Οὐρίου. Αὕτη ἡ ἐπιγραφή. Μάθωμεν τοίνυν τίς ἐστιν ὁ Νάθαν, καὶ τίς ἡ Βηρσαβεέ. Τίς ἄρα ἐστὶν ἡ γυνὴ τοῦ Οὐρίου; καὶ πότε εἰσῆλθε πρὸς αὐτὴν ὁ προφήτης; καὶ τίνος ἕνεκεν τὸν ψαλμὸν τοῦτον ἔγραψεν; Οὐ γὰρ ἅπαν τες οἱ ψαλμοὶ εἰς τὸν ∆αυῒδ εἰρημένοι εἰσίν. Ἅπαντες μὲν γὰρ παρ' αὐτοῦ, οὐ πάντες δὲ εἰς αὐτὸν εἴρηνται. Οὐ γὰρ τὰ οἰκεῖα πάθη διηγήσατο μόνον, ἀλλὰ καὶ τὰς ἀλλοτρίας συμφορὰς ἐτραγῴδησεν. Οἷον, Ἐπὶ τῶν πο ταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσα μεν· εὔδηλον ὅτι οὐ περὶ αὐτοῦ ὁ ψαλμὸς εἴρηται· οὔτε γὰρ εἰς Βαβυλῶνα ἀπῆλθεν, οὔτε εἶδε γῆν βαρβάρων, οὔτε ἐκάθισεν εἰς ἀλλοτρίαν γῆν καὶ ἔκλαυσεν· ἀλλὰ τὰ πάθη τῶν Ἰουδαίων διηγεῖται. Πάλιν ὅταν λέγῃ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· οὐ τὸ ἑαυτοῦ πάθος ἐξηγεῖται, ἀλλὰ τὸν σταυρὸν, τὴν θυσίαν τῆς οἰκουμένης ἐκήρυττε, τὴν ἐπὶ σωτηρίᾳ τοῦ γένους τοῦ ἡμετέρου. Εἰκὼν γάρ ἐστι ποι κίλην ἔχουσα διδασκαλίαν. Ποτὲ μὲν οὖν τὰ ἑαυτοῦ, ποτὲ δὲ τὰ ἀλλότρια διηγεῖται. Ἐπεὶ οὖν ὁ ψαλμὸς οὗτος καὶ τὰ ἀλλότρια διηγεῖται, διὰ τοῦτο, Ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, ἐπιγέγραπται. Ὥστε ἡ ἐπι γραφὴ οὐ συγχωρεῖ ἡμῖν ληθαργῆσαι, οὐδὲ ἀλλαχοῦ πε ριφέρειν τὴν διάνοιαν· ἀλλ' ἕστηκε τὰ τοιαῦτα προστάτ των καὶ διδάσκων, διδάσκει δὲ καὶ ἕτερα νοήματα, ἅπερ ἡμῖν ἡ ἐπιγραφὴ λέγει.

βʹ. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, οἵ τε δίκαιοι, οἵ τε ἁμαρτωλοί. Ἑκατέρῳ γὰρ τῷ μέρει χρήσιμος ὁ ψαλμός· τῷ μὲν δικαίῳ, ἵνα μὴ ᾖ ῥᾴθυμος· τῷ δὲ ἁμαρτωλῷ, ἵνα μὴ ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀμφότερα γὰρ δυσεπίληπτα. Ὅ τε γὰρ δίκαιος ῥᾳθυμήσας καταβάλλε ται, ὅ τε ἁμαρτωλὸς ἀπογνοὺς οὐκ ἀνίσταται. Ἵνα οὖν μήτε οὗτος ἐν πτώματι μείνῃ, μήτε ἐκεῖνος εἰς πτῶμα καταπέσῃ, ἑκατέρῳ τῷ μέρει σωτηριώδης αὕτη δίδοται τοῦ μελῳδοῦ τούτου ἡ ψαλμῳδία. Μέλλω γοῦν λέγειν ἁμάρτημα τοῦ προφήτου μέγα καὶ χαλεπόν. Ἀλλὰ μηδεὶς ἡμῶν καταγινωσκέτω. Ἡ γὰρ τοῦ Θεοῦ φιλανθρω πία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων πρόνοιαν ποιου μένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτή [PG55.567] ματα εἰς φάρμακα μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύ ματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου ναυ άγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ. Ὅταν γὰρ ὁ δίκαιος ἁμάρτῃ, οὐκέτι ἀπογινώσκω τῆς ἐμαυτοῦ σωτηρίας· ὅταν ἴδω, ὅτι ἀπὸ τῶν οὐρανῶν κατηνέχθη, τὸ ἐκείνου πτῶμα ἐμοὶ ὑπόθεσις ἀναστάσεως γίνεται.

∆ιὰ γὰρ τοῦτο καὶ ἡ τοῦ Πνεύματος χάρις οὐ μόνον τῶν κατορθωμάτων τῶν δικαίων ἐμνημόνευσεν, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Οὐ γὰρ ἐκείνων προεμνημόνευσε μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γινομένων. Θέλω τοίνυν δεῖξαι τοῦτον τὸν γεν ναῖον ἄνδρα τρωθέντα, πεσόντα, ἀναστάντα, παλαίσαντα, ἡττηθέντα, νικήσαντα, στεφανωθέντα. Οὐ γὰρ δείκνυμι αὐτὸν κείμενον ἐν τῷ πτώματι μόνον, ἀλλὰ καὶ ἐγερθέν τα, ἵνα ἑκατέρωθεν σὺ κερδάνῃς, ἵνα, ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς, ἀλλὰ παραυτὰ ἐπὶ τὴν ἀνάστασιν δράμῃς· μηδὲ εἴπῃς· Οἴμοι ἀπωλόμην, ἐμοίχευσα, ἐπόρνευσα, ἐφόνευσα. Ἔχεις γὰρ σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρ τίαν. Ὅταν γὰρ ἴδῃς τὸν τοιοῦτον δεξάμενον τραύματα καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχε, καὶ παῤῥησιάζου δακρύων πηγὰς ἐκχέων, ἵνα διὰ τῆς ἐκείνου μετανοίας ἀκριβέστερον τὴν ἑαυτοῦ σωτηρίαν μάθῃς. Οἷόν τι λέγω· Πολλοὶ πολλάκις περιέπεσον, καὶ ἄνδρες καὶ γυναῖκες, χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. ∆ά κρυα ἐξεχύθη, φάρμακα ἐδαπανήθη, ἰατρικὴ ἠπόρησε τέχνη, κάλλος ἀνηλώθη, τὸ σῶμα ἀπηγόρευται Περιέρ χεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; Χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη· μένει τὸ νόσημα, οὐκ ἰάθη τὸ ἕλκος.

Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν· Κἀγὼ τοιούτῳ πάθει περι έπεσον, καὶ ὁ δεῖνα, ἢ ἡ δεῖνα περιέθηκάν μοι φάρμα κον, καὶ ἀπήλλαξάν με τῆς ὀδύνης. Εἶτα παρακαλεῖ· ∆εῖξόν μοι τὴν γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπόν. Οὕτω δὴ καὶ νῦν, ἐπειδὴ ἐμοίχευσε, καὶ φόνον ἐποίησε, τὸ δὲ ἕλκος χαλεπὸν, δείκνυμί σοι πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον ἐπέθηκεν. Καὶ οὐ λέγω· Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε, ἢ τήνδε. Οὐ χρεία καμάτου, οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε προθύρων ἀναγ καῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Μόνον πρόσεχε τοῖς λεγομένοις. Ἀνάγκη γὰρ τὸν λόγον εἰσαγαγεῖν, καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν, καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε. Οὗτος τοίνυν ὁ ∆αυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ, καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ προσέχων καὶ τοῖς ποι μνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ' ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ καθήμενος, τῇ τῶν προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέ τησεν. Οὗτος τοίνυν νέος ἦν, κομιδῇ μειράκιον, νέος μὲν τῇ ἡλικίᾳ, πεπολιωμένος δὲ τῇ διανοίᾳ· καὶ τὸ ἀτελὲς τῆς ἡλικίας οὐδὲν ἐνεπόδιζε τῇ τοσαύτῃ ἀρετῇ· ἀλλὰ νέος ὢν σφόδρα ἐνίκα οὐ δυνάμει σώματος, ἀλλὰ δυνάμει πί στεως. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· Ἐδέησέ ποτε γενέσθαι βασιλέα τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρῶτος γενόμενος ἀνάξιος ἦν. Πέμπει ὁ Θεὸς τὸν Σαμουὴλ εὐθέως πρὸς τὸν πατέρα αὐτοῦ.

Ἐλθόντος τοίνυν τοῦ Σα μουὴλ πρὸς τὸν Ἰεσσαὶ τὸν πατέρα ∆αυῒδ, τὸ παιδίον ἦν ἐν τοῖς ποιμνίοις, μικρὸν πάνυ. Οὐ παύομαι συνεχῶς τὴν νεότητα λέγων, ἵνα μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ἐπεδεί ξαντο, καὶ πολλοὶ καὶ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν. Καὶ ὁ ∆ανιὴλ δωδεκαετὴς ὢν, τοὺς λέοντας πρόβατα ἐποίησεν, οὐ τὴν φύσιν αὐτῶν μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας· καὶ τοὺς [PG55.568] ἀσυνέτους πρεσβυτέρους διελέγξας, κριτὴς τοῦ Ἰσραὴλ ἀναδείκνυται. Καὶ Στέφανος ὁ τῶν διακόνων πρόκριτος, πλήρης χάριτος, καὶ δυνάμεως ἐκ νεότητος πλησθεὶς, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο· Παῦλος δὲ γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ τὸ μὲν πρότερον σκυλευτὴς τῶν Ἐκκλησιῶν γέγονε, ἀλλὰ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασε, καὶ πρόβατον γέγονεν ἀγαθότη τος.

γʹ. Μὴ οὖν τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὔτε γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἡ ἀρετὴ καὶ ἡ κακία, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς γνώμης· κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάπτει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέ[ν] σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν νέος ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, οὐ πλημμύραν σωμάτων περιβεβλημένος, ἀλλὰ τὸ κέρας, ἔνθα ἦν τὸ ἔλαιον τὸ ἅγιον, ἔχων. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶ τον υἱόν. Πάραγε αὐτὸν, φησίν· οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, τὸν τέ ταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο.

Λέγει αὐτῷ· Ἔχεις ἄλ λον; Ἠσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρότερον καὶ εὐτελῆ, ποιμένα. Βασιλέα ζητεῖς μικρὸν καὶ εὐτελῆ ποιῆ σαι; Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· ἄνθρωπος εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Μὴ γὰρ πολυσαρ κίαν ζητοῦμεν; Ψυχῆς εὐγένειαν ἐπιποθοῦμεν. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς, Ἄπελθε, χρῖσόν μοι τὸν ∆αυΐδ· ἀλλ', Ἄπελθε, χρῖσόν μοι ἕνα τῶν υἱῶν Ἰεσσαί. Καὶ διὰ τί ἀπορεῖ; καὶ διὰ τί οὐ λέγει τὸ ὄνομα; Ἵνα μὴ πάθῃ ∆αυῒδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν, ἐπολέμησαν, ἐπώλησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἱστήκει ὁ προφήτης ἀπο ρῶν· ∆ός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν ποιμαῖνον τὰ πρόβατα. Οὐχ οὕτως ὄψε ται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ εἰσιν οἱ καλλωπιζόμενοι ἐπ' εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνή; Τάφος κεκονια μένος, ἐὰν μὴ σωφρονῇ. Κάλλος δέ ἐστι βάραθρον ὀρω ρυγμένον, ἑτέροις δὲ δηλητήριον κατεσκευασμένον, ἐὰν μὴ σωφρονῇ· ἢ νόσῳ μαραίνεται καὶ θανάτῳ διακόπτε ται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλί δωτον, ἀλλὰ τότε μᾶλλον τὴν οἰκείαν ὡραιότητα ἐπιδεί κνυται, ὅταν παύσῃ τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμά σῃς.

Ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος ἀνατεταμέναι καρπὸν οὐκ ἔχουσιν ἀνθρώποις χρήσιμον, ἀλόγοις δὲ μόνον· ἡ δὲ ἄμπελος χαμαὶ κειμένη ὥριμον ἔχει καρπὸν βοτρύων. Τί οὖν βούλει, ἄμπελον ἔχειν, ἢ δρῦν; ∆ῆλον ὅτι ἄμπε λον· ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα θηρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; τί δὲ ταῶνος ὡραιότερον; Ἀλλὰ τί βέλτιον, μέλιττα, ἢ ταών; ∆ῆλον ὅτι μέλιττα. Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλα ψας· ἄνελε μέλιτταν, καὶ χωλεύει πολλά. Ἦλθε τοίνυν ὁ ∆αυῒδ, ἐκχεῖται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος, οὐδὲ δόρατα, ἀλλ' ἔχων αὐτὴν τὴν τοῦ Θεοῦ ψῆφον, τὴν πάντων δυνατωτέραν. Οὗτος δὴ καὶ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων τεταραγμένων, καὶ τῶν βαρβάρων ἐπικειμένων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν. Καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι καὶ ἐξελθεῖν. Ἦλθεν ὁ ∆αυῒδ, εἶδεν ἀστράπτοντα, καὶ ἀφό ρητον ὄντα τὸν πολέμιον, καὶ πάντας κατεπτηχότας. Ὁ ποιμὴν ἐν τῷ πολέμῳ, καὶ οἱ ἐν πολέμῳ μεμελετηκότες οὐδὲ τὴν φωνὴν ἔφερον τοῦ πολεμίου· ὁ δὲ δένδρεσι καὶ [PG55.569] σκιαῖς καὶ πηγαῖς προσομιλῶν, ἐπὶ ταῖς ὄψεσιν αὐτοῦ εἱστήκει, καὶ λέγει· Τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσι πρὸς αὐτόν· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δέ· Οὐκ ἀπόνοια, ἀλλὰ πίστις· οὐχ ὑπερηφανίαν, ἀλλ' εὐσέβειαν κέκτη μαι· θώρακα οὐχ ὁπλίζομαι, ἀλλὰ πίστιν ἐνδέδυμαι· οὐ σκοπῶ ἐκείνου τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς δια νοίας· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει. Οὐ δέδοικα αὐτὸν (ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ), κἂν μυριάκις δυνατὸς ᾖ. ∆ιὰ γὰρ τὴν ἄνωθεν ῥοπὴν πάντων ἀσθενέστερός ἐστιν ὁ ἀπερίτμητος οὗτος. Ποίοις ὅπλοις θαῤῥεῖς, ὦ ∆αυΐδ; Οὐ σαρκικοῖς, ἀλλὰ πνευμα τικοῖς.

Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευ ματικά. Καὶ πῶς, ὅτι σὺ μικρὸς καὶ ἀσθενὴς εἶ; Ἀλλὰ μέγας ὁ ∆εσπότης. Εὐτελὲς τὸ ὅπλον· ἀλλ' ὁ πέμψας ἰσχυρός. Θάλασσαν ἐποίησε ξηρὰν, πέτραν διέῤῥηξε, τὰ στοιχεῖα μετέβαλε· πολλῷ μᾶλλον ἑνὸς ἀνδρὸς περιγίνε ται.

δʹ. Ἦλθε τοίνυν πρὸς τοὺς ἄνδρας, καὶ λέγει αὐτοῖς· Τί δοθήσεται τῷ ἀνδρὶ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Περὶ μισθῶν διαλέγεται, οὐχ ἵνα λάβῃ μισθὸν, ἀλλ' ἵνα τούτους εἰς πίστιν ἀγάγῃ. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος. πά λιν βασκανία. Ἐπὶ τί ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου. Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμε νον! Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθο νούμενον λαμπρότερον κατασκευάζει. Οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐγένετο. Οἱ μὲν γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν καθίσταντο· ὁ δὲ φθονηθεὶς βασιλεὺς ἐγένετο. Πάλιν οὖν οἱ ἀδελφοί· Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον κατέβης. Τί ἐφθόνησαν; τί ἐβάσκηναν; Λόγον ἤκουσαν, ῥημάτων εὐημερίαν οὐκ ἤνεγκαν. Ἀλλὰ τί οὗτος ὁ σοφὸς ἁνήρ; Ἀπέστη ἀπ' αὐτῶν ὑποτεμνόμενος τὸ ἕλκος, καὶ ἀπῆλθεν εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, καὶ λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; καὶ εἰσήγαγον αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καθήμενον, κατεπτηχότα, δεδοικότα, τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφα λὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι, ὅτι παιδάριον εἶ μικρὸν, οὗτος δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεό τητος αὐτοῦ; Μὴ βλέπε τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα· μὴ ἴδῃς, ὅτι μικρὸς τῷ εἴδει, ἀλλ' ὅτι μέγας τῷ φρονή ματι. Τί οὖν ἵνα γίνηται; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγ κάζεται ὁ ∆αυῒδ λοιπὸν αὐτῷ τὰ κατορθώματα αὐ τοῦ λέγειν. Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν παρὰ τὴν ποίμνην τοῦ πατρός μου· καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τούτων τῶν θηρίων, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τὸν ∆αυΐδ· Πορεύου, ὁ Κύριος μετὰ σοῦ. Καὶ ἔδωκεν αὐτῷ ὅπλα, καὶ οὐκ ἐδύνατο αὐτὰ ὁ ∆αυῒδ βαστάσαι. ∆ιὰ τί; Οὐ συγχωρεῖ τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα μερίσηται τὴν νίκην τῶν κατορ θωμάτων, ἵνα μὴ λέγῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνί κησαν. Ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἐξέρ χεται γυμνὸς, καὶ τεθωρακισμένος τὴν εὐλάβειαν· ἐξέρ χεται ποιμὴν, καὶ οὐ στρατιώτης· ἀφίησι βόλον, οὐ τῇ φύσει τοῦ σώματος θαῤῥῶν, ἀλλὰ τῇ δυνάμει τῆς πί στεως τὴν νίκην ἀπηνέγκατο· ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸ [PG55.570] ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.

Καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Πάλιν φθόνος, πάλιν βασκα νία. Συνεχῶς ἀνορύττω τὴν πηγὴν, ὥστε αὐτὸν εὑρεῖν τὸν ὀφθαλμόν. Οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν ὁ Θεός· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὢ ἐγκώμιον ὑψηλόν! ὢ ἀπόδειξις ἀρετῆς! Ὁ ∆εσπότης αὐτοῦ λέγει· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Οὗτος τοίνυν ὁ τῶν θηρίων περιγε νόμενος, ὁ τὸν Γολιὰθ ἀποκτείνας, ὁ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος, ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τῷ πνεύματι, ὁ ἐν τῇ βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων ἐπιδειξάμενος· ἔλουε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ' ἀπὸ δακρύων καθ' ἑκάστην νύκτα βρέχων τὴν στρωμνὴν αὐτοῦ. Οἱ μὲν γὰρ νῦν ἄνθρωποι καὶ ἐν ἡμέρᾳ καθεύδουσιν, ἐκεῖνος δὲ καὶ ἐν νυκτὶ ἐμμέριμνος ἦν. ∆ιὰ τί ἐν νυκτί; Ἐπειδὴ ἐν ἡμέρᾳ βασιλεὺς ὢν ὑπὸ μυρίων περιηντλεῖτο πραγμά των· ἐν δὲ νυκτὶ καθάπερ ἐν λιμένι διάγων, τότε μόνος μόνῳ τῷ Θεῷ διελέγετο, καὶ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔλουε τὴν στρωμνὴν ἑαυτοῦ. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ Πνεύματος χάριν ἐπισπασάμενος, ὁ ἐν ἡλικίᾳ νεότητος πεπολιωμένος, ὁ τῆς ἁψῖδος τῶν οὐ ρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας δωρεᾶς καὶ χάριτος, ὁ πολέμους καταλύσας, ὁ μυρία κατορθώματα κατὰ τοῦ διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασι λείαν, ὅτε μυρίους ἐνίκησε πολεμίους, ὅτε ἔθνη ὑπέταξεν, ὅτε εἰρήνη πανταχόθεν, ῥᾳθυμότερος ἐγένετο, ἵνα μά θητε πόσων ἀγαθῶν πρόξενος ἡ θλίψις, καὶ πόσων κακῶν ἡ ἄνεσις. Καὶ πότε; Ἐν μεσημβρίᾳ μέσῃ. Μετὰ ἄριστον ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε γυναῖκα γυμνὴν, λουομένην, καλὴν καὶ εὔμορφον σφό δρα. Ἀλλὰ οὐκ ἔγκλημα τὸ κάλλος· τὸ γὰρ κάλλος Θεοῦ δῶρον. Εἶδε γυναῖκα λουομένην ἐν ὑπερῴῳ, γυναῖκα στρατιώτου, καλὴν, ὡραίαν. Εἶδεν, ἐπτερώθη τῷ ὄμ ματι, ἐδέξατο τὸ βέλος.

εʹ. Ἀκουέτωσαν οἱ περίεργοι, οἱ τὰ ἀλλότρια περιερ γαζόμενοι καὶ καταμανθάνοντες κάλλη. Ἀκουέτωσαν οἱ περὶ τὰ θέατρα μεμηνότες, οἱ λέγοντες· Θεωροῦμεν μὲν, οὐδὲν δὲ βλαπτόμεθα. Ὁ ∆αυῒδ ἐβλάβη, καὶ σὺ οὐ βλά πτῃ; Ἐκεῖνος ἐνικήθη, καὶ σοὶ ἔχω θαῤῥῆσαι; Ὁ τοσαύτην ἔχων Πνεύματος χάριν, βέλος ἐδέξατο· καὶ σὺ ἄτρωτος διαμένεις ἐν τῇ τῶν ἀτόπων θεωρίᾳ; Καίτοι ἐκεῖνος οὐκ εἶδε πόρνην, ἀλλὰ σώφρονα γυναῖκα καὶ σεμνήν· καὶ οὐκ ἐν θεάτρῳ, ἀλλ' ἐν οἰκίᾳ· σὺ δὲ ἐν θεά τρῳ, ὅπου καὶ ὁ τόπος κολάζει ψυχήν· ὅπου οὐ βλέπεις μόνον, ἀλλὰ καὶ ἀκούεις ῥημάτων αἰσχρῶν, καὶ βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικά· καὶ πανταχόθεν πλήττεταί σου ἡ διάνοια· τῇ ὄψει ἀφ' ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ' ὧν ἀκούεις· τῇ ῥινὶ, ἀφ' ὧν ὀσφραί νῃ. Τοσαῦται φθοραὶ, τοσαῦτα βάραθρα, καὶ ἔχω σοι θαῤῥῆσαι, ὅτι οὐ γίνῃ θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ γὰρ σίδηρος εἶ; Ἅνθρωπος εἶ, τῇ κοινῇ τῆς φύσεως ἀσθενείᾳ ὑποκείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος; Ὅπερ ἐστὶν ὁ χόρτος, τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν αὐτὴν λουομένην γυ μνὴν, ἑάλω τῷ κάλλει, ἐδέξατο τὸ βέλος, ἔλαβε τὸ τραῦ μα, ἔπεμψεν ἐπ' αὐτήν· καὶ ὡς μόνον ἦλθε πρὸς αὐτὸν, εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν ἐπιθυμίαν. Κελεύει αὐτὴν ἀπελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. Ταῦτα δὲ λέγων καὶ εἰς μέσον φέρω τὸν τετραυματισμένον, ἵνα οἱ περιεστῶτες ἴδητε πάντες, πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει τοὺς περιεστῶτας πάντας, ἵνα βλέπωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον· πολλῷ μᾶλλον προφήτου χειρουργουμένου πάντας χρὴ συνδραμεῖν, ἵνα [PG55.571] ἴδωμεν πῶς ὀφείλομεν ἀπαλλαγῆναι τῆς σηπεδόνος καὶ τῶν σκωλήκων. Χαλεπὸν τὸ ἁμάρτημα· ἐπιθυμία ἐπληρώθη, ἡ ἁμαρτία ἀπηρτίσθη, ὁ θεραπεύων οὐκ ἦν. Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμιζε λανθάνειν τὸν ἄνδρα αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' ὅλως ἡ ἐπιθυμία αὐτὸν ἐσκότισε. Συνέλαβεν ἡ γυνὴ, ἔγκυος ἐγένετο· δρομαία ἐπὶ τὸν βασιλέα ἔρχεται. Βασιλεῦ, ἀπωλόμην. Τί ἔχεις; Ἔγκυός εἰμι. Ὁ καρπὸς τῆς ἁμαρτίας ἐβλάστησε· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ βαστάζω· ὁ ἔλεγχος ηὐξήθη τοῦ ἁμαρτήματος· οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; ἢ τί λαλήσω; Ἐννόησον πόσον κακὸν ἡ ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρατιώτην φοβεῖται. Οὐ γάρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν. ∆ιάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος. Οὐχὶ σὺ βασιλεύς; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ναὶ, ἀλλὰ καὶ χαλεπὸν ἁμάρτημα ἐποίησα. Ὢ ἁμαρτία δειλίας μήτηρ !ὢ ἀτιμίας ἔλεγχος! ὢ σιωπῆς ὑπόθε σις! ∆έδοικα, τρέμω, ὅτι με κατῄσχυνας· ἔνδον ἔχω τὸν ἔλεγχον. Ἐὰν ἔλθῃ ὁ ἀνήρ μου, τί εἴπω; τί λαλήσω; Εὑρήσει με ἔγκυον, καὶ φονεύσει ἔνδον ἔχουσαν τὸν ἔλεγ χον τῆς ἁμαρτίας. Βλέπεις τὸ ναυάγιον μεμελετημένον; ὁρᾷς πόσον κακὸν ἡ ἁμαρτία; Τί οὖν ὁ βασιλεύς; Ἁμαρ τίαν ἐπὶ ἁμαρτίαν προστίθησι. ∆εῖ γὰρ πλατῦναι τὸν λόγον τοῦ διηγήματος. Ἦλθεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς ἀπὸ τοῦ πολέμου, καὶ εἰσῆλθεν ὁ Οὐρίας πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτῷ ὁ βασιλεύς· Τί ἐστιν, Οὐρία; πῶς ὁ πό λεμος; Λέγει· Καλῶς· νενικήκαμεν. Ἤκουσεν ὁ βασιλεὺς, ὅτι ὁ στρατιώτης ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ στρατιώτης τὸν πόλεμον ὑπέταξε, καὶ ὁ βασιλεὺς ὑπὸ τῆς ἡδονῆς ἡττήθη· ὁ στρατιώτης τοῦ πολέμου περιεγέ νετο, αὐτὸς δὲ ὑπὸ τῆς ἁμαρτίας κατεβέβλητο· ὁ στρα τιώτης ἔλεγε τὴν νίκην, αὐτὸς δὲ ὑπὸ αἰσχύνης οὐδὲ τὴν ἧτταν εἰπεῖν ἐτόλμα. Νενικήκαμεν, φησὶ, καὶ περιεγενό μεθα. Ἐν ἀπορίᾳ ἦν ὁ βασιλεὺς, οὐκ ᾔσθετο τῆς νίκης τοῦ πολέμου διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡτ τήθη. Λέγει τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν σου· λοῦσαι, καὶ ἀπόλαυσον τραπέζης, καὶ ἀπόλαυσον τῆς γυναικός σου. ∆ιὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ αὐτοῦ νομισθῇ τὸ παιδίον τίκτεσθαι. Ὁ δὲ ἀκοίμητος ὀφθαλμὸς οὐ συνεχώρησε τοῦτο γενέσθαι, φειδόμενος τοῦ τετραυματισμένου. Τί οὖν ὁ στρατιώτης φησί; Καὶ πῶς δύναμαι καταλιπεῖν σε, καὶ τρυφᾷν; Ἰσραὴλ ἐν τῷ πολέμῳ, ὁ ἀρχιστράτηγος ἐν τῇ παρατάξει, ἡ κιβωτὸς τοῦ Κυρίου ἐν τῇ παρεμβολῇ· καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; Ταῦτα ἔλεγεν ἀγνοῶν ὁ στρατιώτης. Ὄνειδος δὲ ἐγένετο τῷ βασιλεῖ, ὅτι ὁ μὲν στρατιώτης οὐδὲ τὴν οἰκίαν αὐτοῦ ἠβουλήθη ἰδεῖν ἐλθὼν ἐκ τοῦ πολέμου, ὁ δὲ βασιλεὺς τοιαῦτα ἦν παρανομήσας, ὥστε ἀνάγκην ἐπιφέρειν τῷ ἰδίῳ στρατιώ τῃ πρὸς τὸ θεάσασθαι τὴν ἰδίαν γυναῖκα, ἵνα δυνηθῇ τὸ ἴδιον τραῦμα καλύψαι. Ἀπῆλθεν ἐπὶ τὸν πόλεμον, καὶ ἐτέχθη τὸ παιδίον. Τί οὖν ποιεῖ; Ἐπειδὴ οὐκ ἐδύνατο συσκιάσαι τὸ ἕλκος, γράφει τῷ στρατηγῷ τοῦ πολέμου· Λαβὼν τὸν Οὐρίαν στῆσον εἰς τὸ κραταιὸν μέρος τοῦ πο λέμου. ∆ιὰ τί; Ὥστε αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ τὴν ἐπιστολήν. Ὢ τῆς ἀσελγείας! εἰς ὅσην ὠμό τητα τὸν πραότατον ἐκεῖνον ἡ ἁμαρτία προήγαγε! Τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπι στολὴν ἔφερεν αἵματος γέμουσαν, καὶ ἀπῄει. ∆εῖ γὰρ ἐπιτεμεῖν. Τί οὖν γίνεται; Ἐν τῷ πολέμῳ ἔπεσεν, ἐσφάγη. Ἰδοὺ δύο ἁμαρτήματα, μοιχεία καὶ φόνος. Ὁ φόνος καρπὸς τῆς μοιχείας ἐγένετο.

ςʹ. Ταῦτα δὲ λέγω διὰ τοὺς ἁμαρτωλοὺς καὶ πολλὰ ἑαυ τοῖς συνειδότας κακὰ, ἵνα ἀκούοντες μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς γὰρ δύο ταύτας πρώτας ἐντολὰς παρ έβη. Ἐμοίχευσε. καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χα λεπὸν τὸ ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν ὁ Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἐσφάγη, καὶ εὐθέως ἐσκίρτησεν [PG55.572] ἡ ἁμαρτία ἡ συνεσκιασμένη, τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης. Ἀπηρτίσθη ἡ ἐπιθυμία, ἐπλη ρώθη ἡ παρανομία, ἀνῄρητο ὁ ἠδικημένος. Ὁ προφήτης προφήτην ἐλέγχει. ∆ιὰ τί; Καίτοι ὁ ∆αυῒδ προφήτης ἦν· πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει; Ὥσπερ οὖν οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν, καὶ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ' ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ' ἐν ἁμαρτίᾳ διαγινόμενος. Λέγουσιν αὐτῷ· Νάθαν ὁ προφήτης ἔξω. Λέγει· Εἰσέλθῃ. Εἰσέρχεται ὁ προφήτης. Ὁρᾷ αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς καὶ τύφου τοῦ βασιλικοῦ. Καὶ τί φησι; ∆ίκην ἔχω, βασιλεῦ. ἄκουσόν μου. Ὢ σοφίας ἰα τροῦ! Εἰσῆλθε σιδήριον λαβὼν, ἵνα τέμῃ τὸ ἕλκος· ἀλλ' οὐ δείκνυσι τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας· κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον. ἀλλ' ὑπὸ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν αὐτῷ· Ὦ παράνομε, ὦ βέβηλε, ὦ μοιχὲ, ὦ ἀνδροφόνε· οὐ γυ μνοῖ τὸν ἔλεγχον, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥη σίαν· ἀλλὰ τὸν σίδηρον ἐγκεκρυμμένον φέρει καὶ λέγει· ∆ίκην ἔχω, βασιλεῦ, ἄκουσόν μου.

Τί οὖν ὁ βασιλεύς; Εἰπὲ τὴν δίκην. Ὁ δὲ λέγει· Ἄνθρωπός τις ἦν πλούσιος·οὗτος εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης. ∆ύο ἄνθρωποι, Οὐρίας καὶ ∆αυΐδ. Μάνθανε τὰ προσωπεῖα ἐν τῇ ἀληθείᾳ. Ὁ μὲν πένης οὐκ εἶχεν εἰ μὴ μίαν ἀμνάδα (τὴν μοιχευθεῖσαν γυναῖκα λέγει), ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾶς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν; Ἐπὶ μὲν γὰρ τῶν πλουτούντων πολὺς ὁ τῦφος· ἐπὶ δὲ τῶν πενή των ἡ γυνὴ ὑπηρέτις γίνεται καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτὴ καὶ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω, καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τῦ φος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γὰρ γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ. Ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἐγέννησε γὰρ ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. ∆ιὰ τοῦτο καὶ ἀντὶ βρωμάτων τὴν ἰδίαν σάρκα ἡμᾶς ἔθρεψε, καὶ ἀντὶ πόματος τὸ ἴδιον αὐτοῦ αἷμα ἡμᾶς ἐπότισεν. Ἡ οὖν ἀμνὰς ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευ δεν. Ηὐξήθη ἡ τραγῳδία τῇ διηγήσει τῆς φιλοστοργίας. Ἦλθε τοίνυν ξένος ἄνθρωπος πρὸς τὸν πλούσιον ἐκεῖνον. Τίς ὁ ξένος; Ἡ ἐπιθυμία. Ἵνα οὖν δείξῃ αὐτοῦ τὴν σεμνότητα, ξένον τῇ μεθόδῳ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ δέποτε γὰρ ἀλλότριον γάμον διώρυξεν. οὐδὲ ἀδί κοις ἐθεάσατο τοῖς ὀφθαλμοῖς· ἀλλὰ τρωθεὶς δὴ εἰς ἐκεί νην τὴν γυναῖκα τὴν σεμνότητα ἀπώλεσε, καὶ μικρὸν ῥᾳθυμήσας ἐξέπεσε τοῦ προσήκοντος Ἦλθεν ὁ ξένος, ἡ ἐπιθυμία ἡ ἀκόλαστος, ἡ θηριώδης ἐκείνη ἦλθε πρὸς αὐ τόν. Ξένος πρὸς τὸν πλούσιον ἐκεῖνον ἦλθε, καὶ οὐκ ἔλα βεν ἀπὸ τῶν ποιμνίων καὶ βουκολίων αὐτοῦ· ἀλλ' ἔπεμψε καὶ ἔλαβε τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν, καὶ ἀπὸ τῆς τραπέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς.

Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην δικάζειν. Ὠργίσθη ὁ βασιλεὺς, καὶ τὸ δίκαιον ἐξεφώνησε μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐ γὰρ ἦν φιλοστοργία ἡ λυμαινομένη τὸ δίκαιον. Ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλάσιον ἀπο τίσει. Ὑπὲρ τὸν νόμον κελεύει. Ὁ γὰρ νόμος κελεύει τὸν κλέπτοντα τετραπλασίονα ἀποδιδόναι· αὐτὸς δὲ ὑπερβέ βηκε τὸν νόμον· κελεύει γὰρ καὶ αὐτὸν ἀναιρεθῆναι, καὶ ἐν τετραπλῷ ἀποτῖσαι. Ἐξήνεγκε τὴν ψῆφον, καὶ τὴν καταδίκην ἀπήρτισε. Ῥίπτει οὖν τὸ προσωπεῖον ὁ προ φήτης, καὶ λέγει· Σὺ εἶ, βασιλεῦ. Ὢ τομὴ, οὐ ξίφει τέ μνουσα τὴν αἴσθησιν τῆς ὀδύνης, ἀλλ' ἐν τῇ συντομίᾳ τοῦ ἐλέγχου! Ὅτε γὰρ ἔδει, ὑπεκρίνατο τὸ δρᾶμα· ὅτε δὲ χρεία ἦν τοῦ ἐλέγχου, εὐθέως ἔδωκε καὶ ἀπέτεμεν, οὐ πολλὴν ὀδύνην ἐργασάμενος· Σὺ εἶ, βασιλεῦ. Τί οὖν αὐ τός; Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν τῆς ψυχῆς; Οὐκ εἶπε πρὸς αὐτόν· Ὦ ἄθλιε καὶ ταλαίπωρε, οὔτε φανερῶς ἐλέγξαι ἐβουλήθη. Τί οὖν λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ Τί δὲ ὁ προ [PG55.573] φήτης; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια· ἀλλ' ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἀνομίας σου, φησὶ, πρῶτος, ἵνα δικαιωθῇς. ∆ιὰ πρα γμάτων ἥμαρτες, καὶ διὰ ῥημάτων μετανόει.

ζʹ. Ταῦτα λέγω, ἵνα ἀκούσωσιν οἱ ἁμαρτωλοὶ καὶ οἱ ἐμπεπτωκότες ἁμαρτήμασι, καὶ μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτηκα, φησὶ, τῷ Κυρίῳ. Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπας· Ῥομφαία πεσεῖται ἐπ' αὐτόν· ἀλλὰ ἐγὼ, Σὺ οὐκ ἀποθανῇ. Εἶδες πῶς ἔλυσεν ὁ Θεὸς τὴν δίκην τοῦ προφήτου; Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἀλλ' ἐπὶ τὴν ἀρχὴν ἀναδράμωμεν. Ψαλμὸς τῷ ∆αυῒδ, ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης.

Ἐνταῦθα δείκνυται αὐτοῦ ἡ εὐγνωμοσύνη καὶ συγχώρησις. Ἰδὲ οὖν, ἔμαθες πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον ἐδέ ξατο, Ὅταν δὲ ὁ Θεὸς δικαιοῖ, τίς κατακρίνει; Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ συγχωρῶ, ἀλλ', ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ἔτεμε τὸ ἕλκος, διωρθώσατο τὸ τραῦ μα. Οὐ μὴ ἀποθάνῃς, φησί. Ταῦτα εἰπὼν ἀπῆλθε. Θέλω δὲ δεῖξαι λοιπὸν καὶ τὴν τούτου εὐγνωμοσύνην, καὶ τὴν τῆς διανοίας διόρθωσιν, ποίαν ἔλαβε συγχώρησιν τοῦ ἁμαρτήματος, ποίαν εὗρεν ἄφεσιν τοῦ πλημμελή ματος. Καὶ γὰρ ὅτε ἦλθεν Οὐρίας ἀπὸ τῆς συμμαχίας, καὶ τὴν νίκην τοῦ πολέμου τῷ βασιλεῖ ἐμήνυσε, βουλό μενος ὁ βασιλεὺς τὸν ἄνδρα λαθεῖν τὸν ἠδικημένον, ὅτι ἐμοίχευσεν εἰς τὴν γυναῖκα αὐτοῦ, τοσαύτην ἔθετο σπουδὴν τοῦ κρύψαι τὴν ἁμαρτίαν, ὅτι καὶ φόνον συν έπλεξε τῇ μοιχείᾳ· καὶ μετὰ ταῦτα γέγονε φιλόσοφος ἀπὸ τῆς μετανοίας, ὁ ἀποκρύπτων πρότερον τὸ ἁμάρτημα τὸ ἑαυτοῦ εἰς μετάνοιαν ἦλθε· καὶ μετὰ τὴν συγχώρη σιν τὴν ἀπὸ τῆς τοῦ Θεοῦ ἐπινεύσεως γενομένην, μετὰ τὸ ἐλθεῖν τὸν προφήτην, καὶ εἰπεῖν, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς, οὐ μόνον οὐ κρύ πτει τὸ πάθος, ἀλλὰ καὶ μετὰ ταῦτα πάσαις ταῖς γενεαῖς εὔδηλον κατέστησε, καὶ ψαλμὸν ἔγραψεν, ἵνα καὶ οἱ μετὰ ταῦτα μάθωσι, πόσην τραγῳδίαν ἔχει τὸ πάθος. Ἐπειδὴ γὰρ ἦλθεν ἡ μετάνοια, ἐκόμισε τὴν παῤῥησίαν. Ἐγὼ ἐσώθην, φησί· διὰ τί μὴ σώζονται καὶ ἄλλοι διὰ τοῦ ἐμοῦ διηγήματος; Ὁ Θεός μοι συνεχώρησε. ∆ιὰ τοῦτο γράφω ταῦτα, ἵνα καὶ τὸ ἕλκος μάθωσι καὶ τὸ φάρμακον. Οὐ φοβοῦμαι τὴν αἰσχύνην, ἐπειδὴ ἐπιθυμῶ τῆς ἐμαυ τοῦ σωτηρίας. Οὕτω καὶ Παῦλος ποιεῖ· τὰ ἀφεθέντα αὐτῷ ἁμαρτήματα στηλιτεύει, καὶ λέγει· Χάριν ἔχω τῷ ἐνδυνα μώσαντί με Χριστῷ, ὅτι με πιστὸν ἡγήσατο· τὸν πρό τερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν, νῦν πιστὸν ἡγήσατο. ∆ιὰ τοῦτο ἐμαυτὸν στηλιτεύω, ἵνα ἐάν τις ᾖ βλάσφημος ἀφόρητος, ἴδῃ ὅτι ἔχει ἐλπίδα σω τηρίας.

Καὶ σὺ, ὦ ∆αυῒδ, ἐπειδὴ ἐμοίχευσας καὶ φόνον ἐποίησας, καὶ συγχώρησιν παρὰ Θεοῦ ἔλαβες, διὰ τοῦτο στηλιτεύεις σαυτόν; Ναὶ, φησὶν, ἵνα ἐάν τις ᾖ μοιχὸς καὶ ἀνδροφόνος, μάθῃ πῶς δύναται σωτηρίας τυχεῖν. ∆ιὰ τοῦτο ἀποτίθεται τὴν ἁμαρτίαν, καὶ τὴν μετάνοιαν ἐδέξατο. Τοῦτο οὖν μόνον ἐστὶ τὸ ζητούμενον, ὅτι εὔδη λον πᾶσιν ἐποίησε, καὶ διωρθώθη. Ἢ καὶ ἄλλο τι; Ναὶ, καὶ ἄλλο· καὶ πῶς, ἐγὼ λέγω. Ὥσπερ γὰρ ἠκούσατε, ὅτι ἡ μετάνοια πολλὴν ἔχει τὴν συγχώρησιν, καὶ μεγάλην καὶ πολλὴν κομίζει ἡμῖν τὴν παῤῥησίαν· οὕτω κἀκεῖνο ὑμᾶς μαθεῖν ἀναγκαῖον, ὅτι καὶ ὁ πολλὰς ἁμαρτίας περιβεβλημένος, πολλὴν αἰσχύνην κέκτηται, καὶ οὐ μό νον ἀρκεῖται τῇ μετανοίᾳ, ἀλλὰ δέδοικε καὶ τρέμει τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Θέλω τοίνυν δεῖξαι, ὅτι οὐ μόνον γνωρίζει σοι ὁ ψαλμὸς τὸν ἁμαρτάνοντα, ἀλλὰ καὶ τὸν μετανοοῦντα. Καὶ τοῦτο ὑμῖν ἐρῶ, ἵνα μηδεὶς ἑαυτῷ μετὰ τὴν μετάνοιαν θαῤῥήσῃ, ἀλλὰ μᾶλλον ἀκρι βέστερον τὴν ἑαυτοῦ σωτηρίαν ἐν τῷ λιμένι καταστήσῃ. Θέλω οὖν δεῖξαι αὐτὸν, ὅτι ἰάθη, καὶ βελτίων ἑαυτοῦ ἐγένετο, καὶ δυνατώτερος καὶ ἰσχυρότερος. Πῶς οὖν πά λιν μετὰ τὴν ἐπιθυμίαν ταύτην περιέπεσεν ἑτέρῳ νοσή ματι; Πάλιν πόλεμος, πάλιν ἁμαρτία, πάλιν μάχη, πά λιν παγκράτιον, πάλιν αὐτῷ ἐπῆλθεν ἡ ἐπιθυμία, πάλιν πόλεμος συγκεκρότηται, πόλεμος χαλεπὸς, καὶ στρατό [PG55.574] πεδα ἕστηκε.

Πηγὴ δὲ ἦν ἐν τοῖς τόποις ἐκείνοις. Καὶ πολέμου ὄντος σφοδροῦ, εἶδεν αὐτὴν ὁ ∆αυῒδ, καὶ εἰς δί ψαν κατηνέχθη χαλεπωτάτην· ἐπεθύμησε τοίνυν πιεῖν. Πάλιν ἐπιθυμία, ἀλλ' οὐ κεκωλυμένη· τότε μὲν σώμα τος, νῦν δὲ ὕδατος. Ἐπεθύμησε πιεῖν, ἐφλέγετο ὑπὸ τῆς δίψης, καὶ λέγει· ∆ιψῶ, ἀπόλλυμαι. Τινὲς οὖν τῶν βου λομένων αὐτὸν θεραπεῦσαι ἀπῆλθον, καὶ ἤνεγκαν αὐτῷ ὕδωρ εἰς τὸ αἷμα αὐτῶν, καὶ διὰ τῶν πολεμίων ἐκόμι σαν τὸ ὕδωρ. Ὡς δὲ ἠνέχθη τὸ ὕδωρ, ἐνενόησεν ὁ βασι λεὺς, τί ἐποίησεν, ὅτι ἐν τῷ πολέμῳ ἐκείνῳ τὴν δίψαν αὐτοῦ οὐ κατέσχε. Καὶ τί ἐποίησε; Λαβὼν τὸ ὕδωρ οὐκ ἔπιεν, ἀλλ' ἔσπεισε τῷ Θεῷ. Οὐ γὰρ ὕδωρ ἐδόκει εἶναι, ἀλλ' αἷμα, οὐ τῇ φύσει προσέχων, ἀλλὰ τῇ γνώμῃ. Ὁρᾷς οὖν πῶς παιδευθεὶς ὑπὸ τῆς προτέρας ἐπιθυμίας, ὕστε ρον σωφρονέστερος ἐγένετο; Ὁ σωμάτων ἐπιθυμῶν, ὕδατος οὐκ ἐπιθυμεῖ· μᾶλλον δὲ ἐπεθύμει, ἐκράτει δέ. Οὐ γὰρ λέγω, ὅτι ἐκτὸς ἦν τῆς ἐπιθυμίας, ἀλλὰ τῇ φιλο σοφίᾳ περιεγένετο τῆς ἐπιθυμίας, καὶ οὐχ ἥψατο.

ηʹ. Ταῦτα παραινῶ διὰ τοὺς πορνεύοντας. Ἠράσθης πόρνης; ἐπόρνευσας; θέλεις μετανοῆσαι; Μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν, καὶ μή μοι εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι λέγω πῶς δύνασαι. Ἡ ἐπιθυμία σε φλέγει; Ἀλλ' ἔχεις γυναῖκα· καὶ εἰ οὐκ ἔχεις, λάβε, ἵνα ἔχῃς μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ' οὐ δύναμαι κρατῆσαι. Ἀλλὰ ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον μὴ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις σὺ ἀπολογίαν, ἢ ποίαν συγγνώμην; Ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπομένει ναυάγιον, καὶ σὺ ἐν τῷ λιμένι ὑπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις, μᾶλλον δὲ μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους; φησίν. Ἀπόλαυε τῆς γυναικός σου. Ἀπολαύσω τῆς γυναικός; Πάνυ. Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Ἡ γυνὴ τοῦ ἰδίου σώ ματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα κατὰ σεαυ τὸν, καὶ εἰπὲ, ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή· καὶ τὸ ῥῆμα γράφε ἐν τῇ καρδίᾳ σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός μου· οὐ τολμῶ οὖν τὸ ἀλλότριον προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ τολμῶ μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμῶ δαπανῆσαι, καὶ τὸ σῶμα τολμῆσαι ἔχω μιᾶναι; Πῶς; Οὐ δύναμαι. Εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἐγγίσεις αὐτῷ· τοῦτο γὰρ οὐκ ἔστιν ἐμὸν, ἀλλότριόν ἐστι. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι· τοῦτο τῆς γυναικός μού ἐστι. Φοβήθητι τὸν Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα ἡμῶν μέλη Χριστοῦ ἐστιν. Ἀκουέτωσαν τοῦτο καὶ αἱ γυναῖκες, καὶ ἐννοείτωσαν, ποῦ αὐτὰς ἐκάλεσεν ὁ Χριστὸς, ὅτι πάντως ἐν ἁγιασμῷ, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ. Ἐννόησον τὴν Παύλου σοφίαν τί λέγει.

Ἐπειδὴ πολλοὶ ἐγκρατεύονται, καὶ ἔχουσι σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐγκρατεύονται, καὶ γίνε ται ἡ τούτων φιλοσοφία μοιχείας ὑπόθεσις, διὰ τοῦτο λέγει· Ἕκαστος ἀπολαυέτω τῆς ἰδίας γυναικός. Καὶ οὐκ αἰσχύνεται, ἀλλ' εἰσέρχεται, καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα καὶ ἡμέραν, καὶ κατέχει τὸν ἄνδρα καὶ τὴν γυ ναῖκα, καὶ οὕτω συνάπτει, καὶ κράζει καὶ βοᾷ· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός σου, ἐκεῖνος δὲ οὐκ ἀπολαύει σου; Ἀπέρχεται καὶ ἁμαρτάνει, καὶ λοιπὸν ἡ ἁμαρτία ἐκείνου τῇ σῇ ἐγκρα τείᾳ λογίζεται. Βέλτιον μετὰ σοῦ αὐτὸν καθεύδειν, ἢ μετὰ τῆς πόρνης. Ἡ ἀπόλαυσίς σου οὐ κεκώλυται· ἡ δὲ ἐκείνης κεκώλυται.

Μετὰ σοῦ ἐὰν καθευδήσῃ, οὐκ ἔστιν ἔγκλημα· μετ' ἐκείνης ἐὰν καθευδήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται οὖν σχεδὸν εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλή λους, εἰ μή τι ἂν ἐκ συμφώνου. ∆ιὰ τοῦτο ἔλαβες [PG55.575] ἄνδρα, διὰ τοῦτο καὶ σὺ ἔλαβες γυναῖκα, ἵνα σωφρονῆτε. Θέλεις ἐγκρατεύεσθαι; Πεῖσον καὶ τὸν ἄνδρα σου, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνη καὶ ὁμόνοια· ἵνα μὴ ᾖ σωφροσύνη καὶ μάχη, ἵνα μὴ ᾖ εἰρήνη καὶ πόλεμος. Ὅταν γὰρ σὺ ἐγκρατεύῃ, ἐκεῖνος δὲ ὑπὸ ἐπιθυμίας φλέ γηται, λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς, εὐθέως θορυ βεῖται, κυματοῦται. Μὴ ἀποστερῆτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ πάντα τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σοφρωσύνη λάμπει· ὅπου ὁμόνοια, καὶ ἐγκράτεια στεφανοῦται· ὅπου δὲ πόλεμος, καὶ ἡ σωφροσύνη ὑποτέμνεται. Μὴ οὖν ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ πάντα νυμφαγωγὸν νικᾷ Παῦλος, ὁ νυμφαγωγὸς τῆς οἰκουμέ νης. ∆ιὰ τοῦτο οὐκ αἰσχύνεται λέγων· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Καὶ γὰρ ὁ ∆εσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκε.

Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. ∆ράμε οὖν ὅσον βούλει· ὅταν δὲ ἀτονήσῃς, λάβε φάρμακον τὴν συνουσίαν, ἵνα μὴ πειράσῃ ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος οὖν τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Τρία γάρ ἐστι ταῦτα· παρθενία, γάμος, πορνεία. Ὁ γάμος μέσος, ἡ πορνεία κάτω, ἡ παρθενία ἄνω. Παρθενία στέφανον ἔχει, ὁ γάμος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμωρίαν. Βλέπε οὖν πῶς ἐγκρατεύῃ, εἰ δύνασαι τὴν ἀσθένειαν τοῦ σώματος ἐνέγκαι, καὶ μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ ὑπὲρ τὸ μέτρον καταβῇς.

Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν, εἰς τοσοῦτον εἰσέρχεται, ὅταν δύναται ἐξελθεῖν· ὅταν δὲ εἰσέρχηται, ἐννοεῖ πόσον ὀφείλει ἐξελθεῖν· οὕτω καὶ σὺ τοσοῦτον σωφρόνησον, ὅσον δύνῃ ὑπομεῖναι, ἵνα μὴ παρὰ τὸ μέτρον καταβῇς. Καὶ ὑπὲρ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Χριστῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς Ψαλμὸν Νʹ Βʹ / In Psalmum 50 homilia 2 / Проповедь на Псалом 50, часть 2

In Psalmum 50 (homilia 2) [Sp.]

[PG55.575]

Εἰς τὰ ὑπόλοιπα τοῦ πεντηκοστοῦ ψαλμοῦ, καὶ περὶ μετανοίας.

αʹ. Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ἀποδοῦναι ὑμῖν βούλομαι σήμερον· ἀλλὰ λείψανα καὶ τράπεζαν ἀκού σας, ἀγαπητὲ, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς. Οὐ γὰρ κρέα κατακόπτομεν, ἀλλὰ νοήματα διδόαμεν πνευματικά. Οὐκ οἶνον ἄκρατον ἐκχέομεν, ἀλλὰ λόγον ἐνηχοῦμεν ὑμῶν τῇ διανοίᾳ. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς τραπέζης ἐὰν μείνῃ μίαν ἢ δευτέραν ἡμέραν τὰ κρέα, διαφθείρεται καὶ ἀπόλλυται· ἐπὶ δὲ τῶν νοημάτων, ἐὰν ὅλον τὸν ἐνιαυ τὸν παραμείνῃ, τὸ ἄνθος τὸ ἑαυτῶν καὶ τὴν εὐωδίαν ἀποδίδωσιν. Ἔμεινε τὰ κρέα, καὶ διεφθάρη τῷ χρόνῳ· ἔμεινε τὰ νοήματα, καὶ μένει τὴν οἰκείαν εὐωδίαν ἀπο διδόντα. Ἔφαγέ τις κρέα, καὶ εἰς διαφθορὰν ἐχώρησεν· ἔφαγέ τις νοήματα, καὶ εἰς ἀφθαρσίαν ἐχειραγωγήθη. Ἔφαγέ τις κρέα, καὶ ἠρεύξατο πολλὴν δυσωδίαν· ἔφαγέ τις νοήματα εὐωδίας πνευματικῆς, καὶ ἠρεύξατο πολλὴν ἀρετὴν, καὶ τὸν πλησίον εὔφρανε.

Ὁ προφήτης οὖν ἐπειδὴ τοιαῦτα ἔτρωγεν, ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Σαλεύεται τὰ κύματα πάλιν, ἀλλ' ἡ διάνοια στηκέτω· σείεται τὰ σώματα, ἀλλ' ἡ ἀκοὴ ἀτρε μὴς ἔστω. Βλέπετε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Εἴδετε χθὲς τὸν βασιλέα καὶ προφήτην πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον, νικῶντα, στεφανού μενον, ἀνακηρυττόμενον. Εἴδετε τὴν ἁμαρτίαν ἐπερχο μένην καὶ σφαζομένην διὰ τῆς μετανοίας. Ὡς ἄρκτος ἐπῆλθεν ἡ ἁμαρτία, καὶ κατέβαλεν, ἀλλ' εἰσῆλθεν ἡ με τάνοια, καὶ ἀνέστησε. Τὸ φάρμακον τῶν τραυμάτων, ἡ τῆς σωτηρίας ἐλπίς. Εἴδετε τὸν προφήτην εἰσιόντα καὶ ἐλέγχοντα τὸν προφήτην. Εἴδετε τὸν βασιλέα μετὰ φιλο σοφίας φέροντα τὸν ἔλεγχον, δεχόμενον τὴν τομὴν, ἀπαλ λασσόμενον τῆς σηπεδόνος. Εἴδετε ∆εσπότου φιλανθρω πίαν λάμπουσαν, καὶ τὸν νεκρὸν ζωοποιοῦσαν. Εἴδετε λέγοντα αὐτὸν, Ἡμάρτηκα τῷ Κυρίῳ· καὶ τὸν προφή την λέγοντα· Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Σύντομος ἡ ἐξομολόγησις, συντομωτέρα καὶ ἡ ἰατρεία [PG55.576] καὶ ἡ διόρθωσις. ∆ιὰ τῶν πραγμάτων ἥμαρτε, διὰ τῶν ῥημάτων ἐξομολογήσατο.

Ἔνευσεν ὁ Θεὸς, καὶ τὸ ἕλκος ἠφανίσθη, τὸ τραῦμα διωρθώθη, καὶ ἡ ὑγεία ἐπανῆλθεν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰα τρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περι πεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως. Τίς οὖν ἐστιν ὁ ψαλμὸς, καὶ τίς ἡ ἐπιγραφὴ τοῦ ψαλ μοῦ; Ἀκούσωμεν μετὰ ἀκριβείας. Εἰς τὸ τέλος, ψαλ μὸς τῷ ∆αυΐδ. [Σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥή ματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέναι μέν τοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προαγόρευσιν ὁ ψαλμός· διὸ καὶ Εἰς τὸ τέλος ἐπιγέγραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προφητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν τῆς μετανοίας καιρὸν προφη τικῆς ἠξίωτο χάριτος ὁ μέγας ∆αυΐδ. Τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλμῶν, δι' ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμαθεῖν δυνατόν.] Καὶ γὰρ καὶ ἐν ἑτέ ροις ψαλμοῖς, καὶ μέντοι γε καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύ ματος χάριτος. Τὸ Πνεῦμα γάρ σου, φησὶ, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. [Οὐ γὰρ ᾔτησεν αὐτῷ πα ρασχεθῆναι· ἀλλὰ μὴ ληφθῆναι ταύτην ἱκέτευσεν. Ὑπὸ τούτου τοίνυν φωτιζόμενος, καὶ προορῶν ὡς καὶ ὁ λαὸς ὁ ὑπ' αὐτοῦ βασιλευόμενος πεσεῖται παρανομίαις, καί τινας ὑπὲρ τούτων εὐθύνας ὑφέξει, καὶ ὡς ἐξανδραπο δισθήσεται, καὶ μέτοικος ἐν Βαβυλῶνι γενήσεται, συν έγραψε τὸν ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. [Καὶ τῷ θειοτάτῳ ∆αυῒδ, καὶ τῷ δορυαλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς ἁρμόττει τὰ προκείμενα ῥήματα. Τὰ γὰρ μεγάλα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων. Οὗ δὴ χάριν καὶ ὁ μέγας ἱκετεύει ∆αυῒδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶσαι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν] Ἐξάλειψον τὸ ἀνό μημά μου. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί οὖν πλέον ζητεῖς; Μένω εὐχαριστῶν, μένω δοξολογῶν. Περιῃρέθη τὸ ἁμάρτημά μου, βούλομαι καὶ τὴν οὐλὴν ἀφανισθῆναι· περιῃρέθη τὸ ἕλκος, βούλομαι καὶ τὴν εὐμορφίαν ἀπο λαβεῖν.

βʹ. Προσέρχεται τοίνυν καὶ λέγει· Ἐλέησον με, ὁ Θεός. Οὐ λέγει τὰ κατορθώματα τοῦ βίου, ἀλλὰ τὴν φιλανθρω πίαν τοῦ ∆εσπότου, ἐπὶ τὸν ἔλεον καταφεύγων, τὸν κοι νὸν τῶν ἁπάντων ἡμαρτηκότων λιμένα. Ἐλέησόν με, ὁ Θεός. Ὁ γὰρ ἔλεός σου ἄφατος, καὶ λόγον ὑπερβαίνων, ἑρμηνευθῆναι μὴ δυνάμενος· ἁμαρτωλῷ παραμυθία. ἀλλὰ καὶ δικαίῳ ἀσφάλεια πολλή. Οὐ γὰρ ἁμαρτωλοὶ μόνον ἐλέῳ σώζονται, ἀλλὰ καὶ δίκαιοι ἐλέῳ τειχίζονται. Καὶ ἵνα μάθῃς ὅτι δίκαιοι ἐλέῳ τειχίζονται, ἄκουε τί φησι τῷ Πέτρῳ, τῷ στύλῳ, τῇ κρηπῖδι, τῷ διὰ τοῦτο κληθέντι Πέτρῳ, ἐπειδὴ τῇ πίστει πεπετρωμένος ἦν· Σίμων, Σίμων, πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιά σαι σε ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ὁρᾷς ὅτι καὶ οἱ δίκαιος ἐλέους χρῄζουσιν, ἵνα καὶ ἐξ ἁμαρτωλῶν δίκαιοι γένων ται, καὶ ἵνα δίκαιοι γενόμενοι, μένωσι δίκαιοι.

Καὶ γὰρ ὁ Ἀπόστολος ἐξ ἐλέου ἐγένετο τοιοῦτος· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Πῶς οὖν ἐσώ θης; Ἀλλὰ διὰ τοῦτο ἠλεήθην. Ὁρᾷς καὶ τοῦτον ἐλέῳ σωζόμενον; Ἐδίωκεν, ἐλυμαίνετο τὴν Ἐκκλησίαν, ἀνέσπα τὰς ἀμπέλους, λύκος ἐγένετο. Προφήτας ἀνέγνω, καὶ τὰ προφητευόμενα παρηνόμει. Ὁ τοῦ πατρῴου νόμου ζηλωτὴς προφήτας ἀνέγνω, καὶ τὸν προφητευθέντα οὐκ ᾔδει. Πῶς οὖν ἠλεήθη; Σαῦλε, Σαῦλε, τί με διώ [PG55.577] κεις; Ὢ φιλανθρωπίας τοῦ ∆εσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ λέγει· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· Σαῦλε, Σαῦλε, τί με διώκεις; Τί οὖν ἐκεῖνος; Τίς εἶ, Κύριε; Εὐθέως τὴν δεσποτείαν ὡμολό γησεν. Εἶδες ψυχὴν εὐγνώμονα; Τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Ὢ σοφίας ∆εσπότου! ∆ιὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος, ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, ἐγώ εἰμι ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐγώ εἰμι ὁ τὸν οὐρανὸν τείνας, ἐγώ εἰμι ὁ τὴν γῆν ἐδράσας, ἐγώ εἰμι ὁ τὴν θάλασσαν ἁπλώσας, ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ποιήσας, ἐγώ εἰμι ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ἐγώ εἰμι ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθείς; ∆ιὰ τί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ ὑψηλὰ καὶ μεγάλα, ἀλλ', Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὁ ἀπὸ τῆς κάτω πόλεως; ∆ιότι ἠγνόει αὐτὸν ὁ διώκων.

Εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωκεν. Ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει. Εἰ οὖν εἶπεν αὐτῷ, ὅτι Υἱὸς τοῦ Θεοῦ εἰμι, ὁ ἐν ἀρχῇ Λόγος, ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ὅτι Ἄλλος ἐστὶν ἐκεῖνος, καὶ ἄλλος ὂν ἐγὼ διώκω. Συνήκατε τί εἶπον; Εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν· Ἄλλος ἐστὶν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς. Ἀλλ' ἵνα μάθῃ, ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου ἀναλαβόντα, τὸν μεθ' ἡμῶν ἀναστραφέντα, τὸν σταυρωθέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, τὸν ἀνα στάντα, τὸν ἀπὸ τοῦ κάτω χωρίου, λέγει· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις, ὃν εἶδες καὶ γνω ρίζεις, τὸν μετὰ σοῦ ἀναστραφέντα. ∆ιὰ τοῦτο εὐθέως τὴν δεσποτείαν ὡμολόγησε. Κατέβη τοσοῦτον ὁ ∆εσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο· καὶ διὰ τοῦτο ἠλεήθη. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ ἡ Χαναναία ἐπὶ τὸν λιμένα τοῦτον καταφεύγει· Ἐλέη σόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὅπου γὰρ ἔλεος, ἐξέτασις οὐκ ἔστιν· ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται· ὅπου ἔλεος, ἀνεξέταστος ἡ σωτηρία· ὅπου ἔλεος, συγχωρεῖται ἡ ἀπολογία. Ἐλεηθῆναι ζητῶ μόνον. Τίνος ἕνεκεν ἀπαι τεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σωτη ρίαν. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα σου ἔλεος. Εἶπες μέγα, εἰπὲ πόσον; Οὐκ οἶδα· ὅτι μέγα, οἶδα· καταμετρῆσαι οὐ δύναμαι, καταλαβεῖν οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους, οὐ καταλαμβάνει ἡ διάνοια, οὐχ ἑρμηνεύει γλῶσσα. Βλέπω τοῦ ἐλέους τὸν καρπὸν μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγας, ὀλίγοι ἂν ἐσώθησαν. Τοῦτον τὸν ἔλεον καὶ ὁ Υἱὸς αὐτοῦ ἐπιδείκνυ ται. Ἐλθὼν γὰρ ἐλέῳ πάντας ἔσωσεν. Ἐλέησόν με, ὁ Θεὸς, ὁ λιμὴν ὁ ἀκύμαντος, ὁ γαλήνης γέμων. Μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων μου, ἀλλὰ πολλὴ ἡ ἀσφάλεια τῆς τοῦ ∆εσπότου μου φιλανθρωπίας. Ἐγένετο ἄνθρω πος· τοῦτο ἐλέους. Εἰς μήτραν ἦλθε παρθενικήν· τοῦτο φιλανθρωπίας. Ἐγένετο ὅπερ ἦς σὺ, ἵνα γίνῃ σὺ, ὅπερ οὐκ ἦς· τοῦτο ἐλέους. Καὶ ἐλθὼν εὐθέως τίνας ἐκάλεσε; Μάγους. Μετ' ἐκείνους τίνα; Τελώνην. Μετ' ἐκεῖνον; Πόρνην. Μετ' ἐκείνην; Λῃστήν. Μετ' ἐκεῖνον τίνα; Βλάσφημον.

γʹ. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθί νια τῆς κλήσεως, ἡ τυραννὶς τῆς ἁμαρτίας. ∆ιότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα· οἱ μὲν γὰρ ὑπὸ ἀσεβείας ἐτυραννοῦντο, οἱ δὲ ἐν Ἰουδαϊσμῷ καὶ ἀπογνώσει ὑπὸ τῆς ἁμαρτίας κατείχοντο· διὰ τοῦτο τοίνυν ἐλθὼν [PG55.578] ἐκ προοιμίων τὰ ἀκροθίνια τῶν προημαρτηκότων ἐκά λεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τοὺς μάγους. Ἅρπαξεἶ; Ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; Ἐννόησοντὴν πόρνην. Ἀνδροφόνος εἶ; Ἐννόησον τὸν λῃστήν. Παράνομος εἶ; Ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα ἀπόστολον· πρότερον διώκτην, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον μοιχὸν, καὶ μετὰ ταῦτα νυμφαγωγόν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον· πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρό τερον πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πι στευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γινόμενον· πρό τερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκο δόμον γινόμενον. Εἶδες ὑπερβάλλουσαν κακίαν; εἶδες ἀκμάζουσαν ἀρετήν; εἶδες ἀπόνοιαν δούλου; εἶδες φιλ ανθρωπίαν ∆εσπότου; Μή μοι λέγε, Βλάσφημός εἰμι· μή μοι λέγε, ∆ιώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα.

Εἰς οἷον θέλεις λιμένα κατά φυγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ; Ἐν τῇ Καινῇ ὁ Παῦλος, ἐν τῇ Παλαιᾷ ὁ ∆αυΐδ. Μή μοι λέγε προφάσεις, μή μοι ὄκνον. Ἥμαρτες; Μετανόησον. Μυ ριάκις ἥμαρτες; Μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, καὶ τὴν φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀτιμία τῶν ἡμαρτηκότων· οἶδα ὅση ἡ ἀπόγνωσις. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων ταῦτα τὰ ῥήματα. Ὅλην τὴν νεότητά σου κατῄσχυνας, τὸν βίον σου ὅλον ἀπώλεσας. Πρότερον ἦς πόρνος, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐπιώρ κησας, ἐβλασφήμησας. Ποία σοι ἐλπὶς σωτηρίας; Ἀπ ώλου. Λοιπὸν ἀπόλαυε κἂν τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα, ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπώλου; Ἀλλὰ δύνασαι σωθῆναι. Ἐπόρνευσας; Ἀλλὰ δύνασαισωφρονῆσαι. Ἐμοίχευσας; Ἀλλὰ δύνασαι σωτηρίας τυχεῖν. Ἔπεσες; Ἀλλὰ δύνασαι ἀναστῆναι. Μικρὰ ἡ μετάνοιά σου; Ἀλλὰ μεγάλη ἡ τοῦ ∆εσπότου φιλανθρωπία. Ἐφόνευσας; Ἀλλὰ μετανόησον. Ἐπλεονέκτησας; Ἀλλαμετάγνωθι. Ἐμοίχευσας; Ἀλλὰ ἀπόστηθι. Ἐτραυματίσθης; Ἀλλὰ θεραπεύθητι. Ἕως ὅτε ἐμπνέεις, ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης, ἐὰν ᾖς κείμενος ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου καὶ τοῦ βίου, τότε μετανόησον. Τοῦ καιροῦ ἡ στενοχωρία οὐ κωλύει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς, καὶ ποίῳ τρόπῳ; Ἑλκῶν γέμω, καὶ τραυμάτων ἐμπέπλησμαι· ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομολογήσα σθαι; ∆ύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς.

Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου μένει. Καὶ μή μοι τῶν αἱρετικῶν τὴν γνώμην εἴσαγε· μή μοι λέγε· Πῶς σώζομαι; Ὅταν ἐργάζηται Θεὸς, εὐθύνας μὴ ἀπαίτει· ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ. Τοῦ συνδούλου τῇ τέχνῃ πα ραχωρεῖς, καὶ οὐ περιεργάζῃ· καὶ τῇ τοῦ Θεοῦ φιλανθρω πίᾳ οὐ παραχωρεῖς; Μὴ λέγε, Πῶς; ἀλλὰ θαύμαζε, ἀλλ' ἐκπλήττου, ἀλλὰ δόξαζε. Ἐπεὶ ἐρωτῶ σε κἀγὼ, πῶς ὁ λῃ στὴς ἐσώθη; Πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν σφαγαῖς, ἐν αἵμασιν ἐτέλεσε, τοίχους διώρυξεν, οὐσίας διήρπασεν· οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώ ποις κατεδικάσθη, καὶ παρὰ Θεοῦ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ἐν ταῦθα ἀπώλεσε, καὶ τὰ ἐκεῖ ἔλαβε. Πῶς ἔλαβεν; εἰπέ μοι. Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, [PG55.579] Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν; Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρω πία κερασθεῖσα τῇ μετανοίᾳ τὸν λῃστὴν ἐποίησε παρα δείσου πολίτην. Πῶς; Οὐκ οἶδα πῶς. Μή με ἀπαίτει τὸν τρόπον· σωθῆναι ζητῶ μόνον, οὐ περιεργάζομαι τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με, παρακαλεῖς τῷ ἰα τρῷ, τῆς ἀῤῥωστίας, καὶ οὐ τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ σώζων σε, καὶ τολμᾷς εἰπεῖν, Πῶς; Πόσοι μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται, πόσοι ἐπὶ τυραννίδι ἁλισκόμενοι δεσμωτήριον οἰκοῦσι; Μυρίαι κατηγορίαι, πικροὶ οἱ ἐχθροὶ, δυναστεία μεγάλη. Νεύει ὁ βασιλεὺς μόνον, καὶ ἀφίενται. Βασιλεὺς, ὁ σύνδουλός μου (τί γὰρ εἰ πορφυ ρίδα περιβέβληται; Οὐδὲν πλέον ἔχει τῆς οὐσίας μου, τὸ αὐτό μοι φῦλόν ἐστι), νεύει, καὶ ἀφίενται· καὶ μικρὰ γραμματεῖα, καὶ ἀπολύεται ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐθεν τίαι ἀντίκεινται· ἀλλὰ τὸ ἀξίωμα γὰρ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Καὶ ὁ Θεὸς, ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων ∆εσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται; Καὶ βασιλεὺς μὲν, ἂν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχ ἁμαρτίας· ὁ δὲ ∆εσπότης μου ἁμαρτίας ἀφίησι. Λέγει, Οὐ θέλω τὸν μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐ τοῦ ἔργον ἐγένετο. Λέγει, Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκείνου τὸν τρόπον, καὶ ἤμβλυνε τὴν ἁμαρτίαν.

δʹ. Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ἄκουε· Εἶπε, Θέλω γενέσθαι οὐρανὸν, καὶ ἐγένετο οὐρανός· Θέλω γενέσθαι γῆν, καὶ ἐγένετο γῆ, καὶ μὴ οὖσα ἡ οὐσία ἐκείνη ὑπ έστη· Θέλω γενέσθαι ἀγγέλους, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐγένετο. Οὐσίας νοερὰς καὶ σώματα μὴ ὑφεστηκότα ἐργάζεται ὁ λόγος αὐτοῦ, καὶ ἁμαρτήματα λῦσαι οὐ δύ ναται; Τί γάρ ἐστιν ἁμαρτία πρὸς τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν; Ἀράχνη. Ἄνεμος φυσᾷ, καὶ διασπᾶται ἀράχνη· Θεὸς βούλεται, καὶ οὐ παραλύεται ἁμαρτία; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα ὑμᾶς εἰς πίστιν ἀγάγω προσδοκίας μείζονος καὶ χρηστο τέρας ἐλπίδος. Μηδέποτε ἀπογίνωσκε, ὦ ἄνθρωπε· ἐκεί νου ἀπόγνωθι τοῦ ἀπογινώσκοντος ἑαυτόν. Ἐννόησον τοίνυν τὸν μέγαν προφήτην τοῦτον, τὸν ∆αυῒδ λέγω, μετὰ τὴν τοῦ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων πλῆθος, μετὰ τρόπαια τοσαῦτα, ἀνακηρύττοντα καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἥπλωσα τῆς τοῦ ∆εσπότου φιλανθρωπίας. Καὶ τί θέλεις; εἰπέ μοι. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί πλέον ζητεῖς; Οὐ ζητῶ τοῦτο μόνον· τὸ κάλλος μου ζητῶ, τὴν παῤῥη σίαν μου ζητῶ. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ὁρᾷς τί ζητεῖ; Τί οὖν; οὐκ ἐξήλειπται; τί ἄλλο θέλεις; Ἐπὶ πλεῖον πλῦ νόν με ἀπὸ τῆς ἁμαρτίας μου, καὶ ἀπὸ τῆς ἀνο μίας μου καθάρισόν με. Τί γάρ; Πλείονα ζητῶ, μεί ζονα λαμπηδόνος καθαρότητα. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἁμαρτίας μου. Τί γὰρ ἐποίησας, ἵνα γένηται;

Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· πρόσεχε, καὶ σύντει νον σαυτόν. Ὁ ἔλεος τοῦ Θεοῦ ἄφατος, ἀνερμήνευτος, καταληφθῆναι μὴ δυνάμενος, ὑπερβαίνων νοῦν, νικῶν λογισμόν. Ἀλλ' εἰ καὶ τοιοῦτός ἐστιν ὁ ἔλεος τοῦ Θεοῦ, ἵνα μὴ οἱ ἄνθρωποι ἄχρηστοι γένωνται ἐλεούμενοι, χρείαν ἔχει καὶ τῶν παρ' ἡμῶν. Πρόσχες ὃ λέγω· Ὁ Θεὸς ἐλεεῖ, ἀλλ' οὐχ ἁπλῶς ἐλεεῖ, ἀλλὰ λέγει· ∆ὸς καὶ σύ. Τί ποτε; Οἷόν τι λέγει· Μυρία ἔχεις ἁμαρτημάτων φορτία, ἔχεις πλημμελήματα πολλά· θέλω αὐτὰ κουφίσαι. ∆ὸς καὶ σὺ χεῖρα· οὐκ ἐπειδὴ ἐγὼ σοῦ χρείαν ἔχω, ἀλλ' ἐπειδὴ βούλομαι καὶ σέ τι συνεισενέγκασθαι εἰς τὴν σαυτοῦ σωτηρίαν· καὶ πῶς, ἐγὼ λέγω. Οἷον ὁ λῃστὴς ἐσώθη, καὶ τοσαῦτα ἔλυσεν ἁμαρτήματα· ἀλλ' οὐκ ἐλέῳ μόνῳ, ἀλλὰ καὶ τῇ αὑτοῦ πίστει. Τί γάρ φησι; Μνή σθητί μου. Κύριε, ἐν τῇ βασιλείᾳ σου. Τί εἰσήνεγκεν ὁ Θεὸς εἰς τὴν σωτηρίαν τὴν ἐκείνου; Λύσιν ἁμαρτημά των. Τί εἰσήνεγκεν ὁ λῃστὴς εἰς τὴν σωτηρίαν τὴν ἑαυτοῦ; Πίστιν. Ποταπήν; Μεγάλην, ὑψηλὴν, τοῦ οὐρα νοῦ ἁπτομένην. Πῶς, ἐγὼ λέγω· Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυ νομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχ θὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα Μάγους, τὴν ἄνω, τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα πάντα [PG55.580] ἐσταύρωσαν αὐτὸν τὸν ἑαυτῶν καὶ πάντων ∆εσπότην. Ὁ λῃστὴς οὐδὲν τούτων εἶδεν, ἀλλ' ἐμπτυόμενον, ὑβρι ζόμενον, λοιδορούμενον· καὶ οὐκ ἐσκανδαλίσθη, ἀλλὰ βα σιλέα ὡμολόγησεν. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς ἠλεήθη, ἀλλὰ καὶ αὐτὸς εἰσήνεγκε; ∆εῖ γὰρ τὸν ἐλεούμενον καὶ αὐτόν τι εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν. Πάλιν ὁ τελώνης ἅρπαξ ὢν, πλεονέκτης ὢν, πῶς ἐσώθη; Παρῄει ὁ Χριστὸς, καὶ λέγει αὐτῷ· ∆εῦρο, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὥσπερ οὖν ὁ λῃστὴς τὸ ῥῆμα εἰσήνεγκεν, οὕτω καὶ ὁ τελώνης τὴν ἀκολούθη σιν αὐτῷ παρέσχεν. Ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ νοσήμασιν ἀνιάτοις κατεχομένων, καὶ πολυτελῶν δεομέ νων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον· Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατα σκευὴν τοῦ φαρμάκου· λέγει ὁ νοσῶν· Οὐκ ἔχω δοῦναι τοσοῦτον, πτωχείᾳ κατέχομαι· λέγει πρὸς αὐτὸν ὁ ἰατρός· Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα πάντα παρ' ἐμαυ τοῦ παρέχω· οὕτω ποιεῖ καὶ ὁ Θεός. Ἐξομολόγησίν μοι δὸς καὶ δάκρυα καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι.

εʹ. Τοῦτο παρακαλεῖ καὶ ὁ ∆αυῒδ, τοῦ ἀποπλῦναι ταῦτα. Τί οὖν ἐποίησεν ὁ ∆αυΐδ; τί παρέσχεν ὁ ∆αυΐδ; Ἐλέησόν με· καὶ, Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. [Ἤδη γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν δέδω κας, καὶ συμφορὰς δὲ παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχάς μοι· ἀλλ' ἔτι δέομαι ῥυμμά των, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος τὴν δυσοσμίαν.

Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, ∆έσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον.] Τί οὖν ἐποίησεν ὁ ∆αυΐδ; τί δὲ παρέσχεν; Ἐποίησε μὲν οὖν φόνον, καὶ μοιχείαν· παρέσχε δὲ δάκρυα καὶ ἐξομολόγησιν, καὶ λέγει· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Συν άλλαγμά ἐστι. ∆ίδωσιν ὁ Θεὸς, δίδωσιν ὁ σωζόμενος. Ἔδωκεν ὁ Θεὸς ἔλεος, ἔδωκεν ὁ σωζόμενος ἐξομολόγη σιν. Τί δίδως, ὦ ∆αυῒδ, ἵνα σωθῇς, ἵνα κεράσω τὸ φάρ μακον; Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Τοῦτο δίδως; Καὶ ἔστιν ἄνθρωπος ὁ μὴ γινώσκων τὴν ἁμαρ τίαν αὐτοῦ; Ναί. Πόσοι εἰσὶν ἁμαρτάνοντες, καὶ παῤ ῥησιαζόμενοι; πόσοι ἁρπάζουσι, καὶ οὐδὲ οἴδασιν ὅτι ἁρπάζουσι; πόσοι πλεονεκτοῦσι, καὶ οὐδὲ αἰσθάνονται; πόσοι γυμνοῦσι χήρας, καὶ ἄλλας περιεργάζονται; πόσοι θλίβουσιν ὀρφανοὺς, καὶ οὐδὲ πενθοῦσιν, οὐδὲ δακρύου σιν, οὐδὲ ἐξομολογοῦνται; Πῶς οὖν δύνανται σωθῆναι, μηδὲ εἰδότες ὅτι ἁμαρτάνουσιν; Εἶδες τὸν προφήτην βοῶντα καὶ λέγοντα, Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω; [Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν λήθην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας καὶ τὰς τολμηθείσας παρανομίας, καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ' ἡμέραν φαντάζομαι,] Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ὢ εὐγένεια ψυχῆς! Οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν ἔγραψε. Καθάπερ ἐν εἰκόνι, τῷ συνειδότι καθ' ἑκάστην ἡμέραν ἔβλεπε τὴν μοιχευθεῖσαν, καθ' ἑκάστην ἡμέραν ἔβλεπε τὴν σηπεδόνα. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἐγὼ αὐτὴν βλέπω, σὺ αὐτὴν μὴ ἴδῃς· ἐγὼ γράφω, σὺ αὐτὴν ἐξάλειψον. Βλέπε γάρ τι γίνεται. Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύσει· ἐὰν σὺ αὐτῆς ἐπιλάθῃ, ὁ Θεὸς αὐτῆς μνημονεύσει. [Ἐγὼ γάρ εἰμι, αὐτός φησι διὰ τοῦ προ φήτου, ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ ἔτι· σὺ δὲ μνήσθητι.] ∆ιὰ τί ἐγὼ μνησθῶ; Ἵνα εὐγνώμων γένῃ, ἵνα ἐπίστασαι τί σοι συνεχώρησα. Ἐὰν γὰρ ἀεὶ μεμνημένος ᾖς τοῦ ὄγκου τῆς ἁμαρτίας, ἀεὶ καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας μεμνημένος ἔσῃ. Συνεχώρησά σοι, φησὶν, ἀλλὰ μὴ ἐπιλάθῃ τῆς χάριτος, καὶ οὐ μὴ μνησθῶ τῆς ἁμαρτίας, σὺ δὲ μνήσθητι. Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατορθωμάτων ἐπελανθά νοντο, καὶ τῶν ἁμαρτημάτων ἐμέμνηντο· οὐχ ὡς οἱ νῦν ἄνθρωποι τῶν ἁμαρτημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρηστὸν, εἰς μέσον φέρουσιν αὐτό. Ἐποίησας ἀγαθόν; Λάθε, ἵνα ὁ ∆εσπότης σου αὐτὸ εἴπῃ. Ἐποίη [PG55.581] σας κακόν; Μνήσθητι, ἵνα ὁ ∆εσπότης σου αὐτὸ ἐπιλά θηται. Παραχώρησον τῷ ∆εσπότῃ σου. Μὴ γὰρ οὕτω λέγεις σὺ τὰ κατορθώματα, ὡς λέγει αὐτὰ ὁ ∆εσπότης σου; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ ∆εσπότης σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Πῶς, ἐγὼ λέγω· ∆ίδως πτωχῷ· καὶ ἐὰν εἴπῃς, ἐκεῖ ἐρωτώμενος, πῶς λέγεις; Εἶδον πτωχὸν πεινῶντα, καὶ ἔθρεψα αὐτόν. Αὐτὸς πῶς λέγει; Οὐ λέγει αὐτὰ οὕτως· ἀλλὰ πῶς; Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε. Ἄφες ἐκείνῳ τῷ δυναμένῳ εἰπεῖν με γάλως· ἄφες εἰπεῖν αὐτὰ τῷ λέγοντι καὶ ἐξογκοῦντι· τὰ δὲ ἁμαρτήματά σου σὺ λέγε, ἵνα ἐξαλείψῃς αὐτά. Ἀλλ' αἰσχύνῃ εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ' ἡμέραν ἐν τῇ εὐχῇ σου. Καὶ τί; μὴ γὰρ λέγω; Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε, εἰπὲ τῷ Θεῷ τῷ θεραπεύον τι αὐτά. Οὐ γὰρ, ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός. Μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μαθεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου αὐτὰ, παρίστατο, ἠπίστατο.

Εἰργάζου, καὶ οὐκ ᾐσχύνου. Τὰ πράγματα τὰ καται σχύνοντά σε οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ δικαιοῦντά σε αἰσχύνῃ; Εἰπὲ ὧδε, ἵνα μὴ ἐκεῖ εἴπῃς. Εἰπὲ, καὶ δάκρυσον. Ἐν βιβλίῳ γέγραπται τὰ ἁμαρτήματά σου· σπόγγος ἐστὶ τὰ δάκρυά σου. ∆άκρυσον, καὶ ἐξαλείφον ται· δάκρυσον, καὶ εὑρίσκεται καθαρὸν ἐκεῖ τὸ βιβλίον. Μέγας σπόγγος τὰ δάκρυα τῶν ἁμαρτιῶν· μεγάλη ἡ δύναμις τῶν δακρύων. Εἴπω σοι, πόσον ἰσχύει τὰ δά κρυα; Τί δοκεῖ σοι εἶναι μέγα κατόρθωμα; Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας, ὃ λέγω. Τί δοκεῖ σοι μέγα εἶναι τὸ κατόρθωμα; Τὸ μαρτύριον ἐρεῖς· Μείζονα γὰρ ταύ της ἀγάπην οὐδεὶς ἔχει, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Μέγιστον κατόρθωμα τοῦ μαρτυρίου, ὅτι αἷμα ἐκχέουσιν οἱ μάρτυρες. Φανερὰ γὰρ τὰ πράγματα τῶν μαρτύρων. Οἱ μάρτυρες ἐκχέουσιν αἷμα, οἱ ἁμαρτωλοὶ ἐκχέουσι δάκρυα. Καὶ ἵνα μάθῃς ὅσην δύναμιν ἔχει τὰ δάκρυα, ἡ πόρνη μὴ αἷμα ἐξέχεεν; οὐ πηγὴν δακρύων ἐξέχεε, καὶ ἐξήλειψε τὰ ἁμαρτήματα; Καὶ τί λέγω πόρνην, ἀκάθαρτον γυναῖκα; Ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν καὶ ἅπαξ καὶ δὶς καὶ τρίς; μὴ αἷμα ἐξέχεεν; οὐ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔκλαυσε, καὶ ἀπεσμήξατο αὐτοῦ τὸ ἁμάρτημα; Καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Οὐκ ἔχεις βιβλίον ἐν τῇ οἰκίᾳ, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν; Ἔχε βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά. Οἷόν τι λέγω· Ὅταν ἀναπέσῃς εἰς τὴν κλίνην σου, καὶ μηδείς σου διενοχλῇ, πρὸ τοῦ ἐπελθεῖν τὸν ὕπνον, ἄγαγε τὸ βιβλίον ἐν τῷ μέσῳ, καὶ ἀναλόγισαί σου τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ· Ἆρα μὴ ἥμαρτον σήμερον; μὴ ἐν λόγῳ, ἢ ἐν ἔργῳ;

ςʹ. Τοῦτο παραινεῖ καὶ ὁ προφήτης· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ἐν ἡμέρᾳ οὐκ ἄγεις σχολήν· ἀλλὰ καὶ ἀρχόντων φόβος, καὶ ἑταίρων ὁμιλία, καὶ πραγμάτων φροντὶς, καὶ παιδοτροφίας πρόνοια, καὶ γυναικὸς ἐπιμέλεια, καὶ φροντὶς τραπέζης, καὶ μυρία σε περιέλκει πράγματα. Ὅταν δὲ ἐπὶ τὴν εὐνὴν ἔλθῃς, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, καὶ μηδείς σοι διενοχλῇ, εἰπὲ τῇ καρδίᾳ τῇ σῇ καὶ τῇ ψυχῇ· Ἀνηλώσαμεν τὴν ἡμέραν σήμερον, ὦ ψυχή· τί ἀγαθὸν εἰργασάμεθα, ἢ τί πονηρὸν ἐπράξαμεν; καὶ μνήσθητι τῆς γεέννης, ἵνα τῷ φόβῳ προσθῇς τῷ ἀγαθῷ, καὶ τὸ πονηρὸν ἀνέλῃς. Ἐὰν ᾖς ἐν τῇ κλίνῃ, καὶ ἀναμνησθῇς σου τὰ ἁμαρτή [PG55.582] ματα, δάκρυσον, καὶ δύνασαι ἐν τῇ κλίνῃ ἐξαλεῖψαι αὐτά. Παρακάλεσον τὸν Θεόν σου, καὶ οὕτω παράπεμψον τὴν ψυχήν σου τῷ ὕπνῳ, μαρτυράμενος τὰ ἁμαρτή ματα. Ποίησον αὐτῷ λόγον, καὶ ὁ Θεός σου ποιήσει σοι λόγον. Τί βαρὺ, τί ἐπαχθὲς, ἐπικείμενον ἐν τῇ κλίνῃ τὰ καθημερινὰ ἁμαρτήματα ἀναλογίζεσθαι; Καὶ ὅταν ἀναλογίσῃ, κρέμασόν σου τὸν λογισμὸν, ξέσον αὐτὸν, ἄνοιγε αὐτὸν τῷ φόβῳ τῆς γεέννης, ἐπάγαγε αὐτῷ τομὴν οὐκ ἔχουσαν ὀδύνην, δικαστήριον ποίησον σεαυτῷ φοβε ρὸν, κουφότερον ποίησον τὸν λογισμὸν, ἵνα καὶ τῇ ἑξῆς ἡμέρᾳ ὀκνηρότερος γένῃ περὶ τὸ πράττειν τὰ ἁμαρτή ματα. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Τί ἐστιν ὃ λέγεις; Βασιλεὺς ἤμην, σὲ ἐφοβούμην μό νον. Βασιλεὺς ἤμην, οὐκ ἐφοβούμην τὸν ἠδικημένον. Στρατιώτης μου ἦν, κολάσαι με οὐκ ἐδύνατο· ἀλλὰ φροντίζω διὰ σὲ, μὴ σύ με ἀπαιτήσῃς εὐθύνας. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. [Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ σοῦ δωρεῶν ἀπολαύ σας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα, τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον καὶ τὴν ἐκείνου γυναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐ τὸν τετόλμηται τὸν Θεὸν, τὸν ἐκλεξάμενον καὶ βασιλέα πεποιηκότα. Καλῶς δὲ προστέθεικε τὸ, Πονηρὸν ἐν ώπιόν σου ἐποίησα. Τούτου γὰρ καὶ ἡ ἱστορία μέμνη ται· Ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον τοῦ Κυρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο γε νόμενον οὕτω νοητέον, Σοὶ μόνῳ ἥμαρτον· Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέν τας σοι παραβέβηκα νόμους, καὶ πολλῶν ἀγαθῶν ἀπο λαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βα βυλωνίους οὐδὲν ἀδικήσας, μεγάλα παρ' ἐκείνων ἠδίκημαι. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἑαυτῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει καὶ οὕτω. Κρίσεως γὰρ γενομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος· ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν, Ὅπως, οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικόν. Οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ἢ αὐτὸς ὁ ∆αυῒδ, ἢ ὁ λαὸς, ἵνα ὁ Θεὸς δικαιωθῇ· ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρτίας ὑπὸ τούτων γενομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται.

Πᾶσαν γὰρ καὶ τούτου κἀκείνων πεποίη ται πρόνοιαν.] Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τί ἐστιν, ὃ λέ γει; Ἥμαρτόν σοι· ἐὰν γένηται δικαστήριον, νικᾷς· ἐὰν δέ τις δικάζῃ, νικᾷς. Πῶς; Ἐπειδὴ ἑώρα τὸν Θεὸν ἀεὶ βουλόμενον κρίνεσθαι μετὰ ἀνθρώπων· Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί παρηνώχλησά σοι; ἢ τί ἐλύπησά σε; ἀπο κρίθητί μοι· καὶ ἀλλαχοῦ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτί ζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν· καὶ πανταχοῦ ἑώρα τὸν Θεὸν δικαζόμενον μετὰ ἀνθρώπων· λέγει αὐτῷ, Παρὰ σοὶ τὰ νικητήρια· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενό μενον, προφήτην κατέστησας. Τὸν Γολιὰθ κατέβαλον οὐ [PG55.583] φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως. Πορφυρίδα περι εβαλόμην. Ἄλλον ἐξέβαλες, καὶ ἐμὲ εἰσήγαγες· πλοῦτόν μοι ἔδωκας τοσοῦτον.

ζʹ. Ὅπως δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐὰν εἴπῃς σὺ τὰ ἁμαρτήματά μου, καὶ μὴ ἐγὼ εἴπω, καταδικάζομαι. ∆ιὰ τοῦτο ἐλέους χρείαν ἔχω. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκράτηκε. Προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐντολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν καὶ τὴν τοῦ πα ραδείσου στέρησιν ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα τέτοκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βούλεται, ὅτι τῶν ἡμετέρων προ γόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. ∆ιδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐνέργεια· ἦ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας· ἀλλ' ὅτι ῥέπει ἡ φύσις ἐπὶ τὸ πταίειν ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ ὅμως ἡ γνώμη πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοί νυν, ὥς τινες ἀνοήτως ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην· ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τοῦ θανάτου τὸ ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἀπάθεια συνῆν· ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἂν ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ δὲ ἐξήμαρτον, φθορᾷ παρεδόθησαν· φθαρτοὶ γενόμενοι, τοιούτους καὶ γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι καὶ ἡδοναὶ συμπαρέπονται. Πρὸς ταῦτα καὶ λογισμὸς ἀγωνίζεται, καὶ νενικηκὼς μὲν ἀνακηρύττεται, ἡττηθεὶς δὲ αἰσχύνας ὀφλισκάνει. Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ Ἐκίσσησεν, Ἐκύησε τέθεικεν.[Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Οὕτω δὲ, φησὶ, κρί νεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στεφανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις. Τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμης τοῖς αἰτοῦσι τὰ φάρμακα. Καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.] Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέγει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ γνώριμον ἐποίησας.

Ἔμαθον ὅτι Υἱὸν ἔχεις, ὅτι σύνθρονον ἔχεις, ἔμαθον ὅτι μέλλει γίνεσθαι ἄνθρωπος. Εὐηγγελίσαμεν τὰ Εὐαγγέλια τῇ οἰκουμένῃ, τὸν σταυρὸν, τὸν τάφον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν· εἶπον αὐτοῦ τὴν κατάβασιν, εἶπον αὐτοῦ τὴν ἀνάβασιν, εἶπον αὐτοῦ τὴν ἐκ δεξιῶν καθέδραν, εἶ πον τῆς Ἐκκλησίας τὴν κλῆσιν, εἶπον τῶν ἐθνῶν τὴν σωτηρίαν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῶν ἀποστόλων τὴν ἐκλογήν. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Οὕτω με ἐτί μησας, οὕτω με ἐφίλησας, ὅτι καὶ τὸ μέγιστον μυστή ριον, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσεν; Ἄκουσον αὐτοῦ τοῦ προφήτου, πῶς λέγει αὐτοῦ τὴν ἐξ οὐρανοῦ κατάβασιν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Τί ἐστι τοῦτο; Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ, οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς πέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι· πάντα γὰρ ἂν ἀπώλετο, εἰ ἦλθε γυμνῇ τῇ θεότητι· οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἐπειδὴ, Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέ μειν, διότι ἅπτεται τῶν ὀρέων, καὶ καπνίζονται. Εἰ γυμνὴν τὴν οὐσίαν ἔδειξεν, ὁ ἥλιος ἂν ἐσβέσθη, ἡ σελήνη ἂν ἠφανίσθη, θάλαττα ἂν ἐξηράνθη, γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν παρελύθη. ∆ιὰ τοῦτο σάρκα περιεβάλετο, ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, οὐδὲ αὐτοῦ τοῦ διαβόλου· ἀλλ' ἦλθεν ἠρέμα, καὶ ᾤκησεν [PG55.584] εἰς μήτραν παρθενικήν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται· τὰ ὄρη διαφθείρεται, καὶ ἡ μήτρα Θεὸν βαστάζει. Πῶς ἑρμηνεύσω; πῶς παραστήσω; Ὢ ἀπόνοια τοῦ αἱρετι κοῦ! Πῶς ἡ δούλη τὸν ∆εσπότην ἐβάστασεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω· ὁ πανταχοῦ παρὼν πῶς ἐν τῇ μήτρᾳ ἦν, καὶ οὐ συνεκλείετο; Καὶ γὰρ καὶ ἐν τῇ μήτρᾳ ἦν, καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο Τὸ δὲ πῶς, οὐκ οἶδα· πίστει δέχομαι, οὐ περιεργάζομαι λογισμῷ. Ἀλλ' ὅτι ἀψοφητὶ μέλλει παραγίνεσθαι, οὐ ταράττων, οὐδὲ θορυ βῶν, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Οὐκ εἶπεν, Ἐπὶ τὴν γῆν, ἀλλ', Ἐπὶ πόκον. Ἐπὶ γὰρ τὴν γῆν καταβαίνων ὁ ὑετὸς ψόφον ποιεῖ· ἐπὶ δὲ ἔριον καὶ πόκον καταβαίνων ψόφον οὐ ποιεῖ· τὸ γὰρ ἁπαλὸν τοῦ ἐρίου ἐκλύει τὸ ῥαγδαῖον τῆς καταβολῆς τοῦ ὑετοῦ.

ηʹ. Καὶ ἵνα μάθῃς ὅτι ἀψοφητὶ ἦλθεν, οὐ ταράττων, οὐ θορυβῶν, οὐκ ἀπολλύων, οὐ λυμαινόμενος, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες αὐτοῦ τὴν κατάβασιν τὴν ἀψοφητὶ γενομένην· λέγε αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνι σμόν. Λέγε τῶν Ἰουδαίων τὸν φθόνον· Ἐμίσησάν με δωρεάν. Λέγε αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύα ξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Λέγε αὐτοῦ καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Λέγε αὐτοῦ καὶ τὴν βρῶσιν καὶ τὴν πόσιν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Λέγε καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύ ριος ὕψιστος. φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδο ρίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσά τω αὐτὸν, ὅτι θέλει αὐτόν. Λέγε αὐτοῦ καὶ τὸν τάφον· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ. Λέγε αὐτοῦ καὶ τὴν ἀνάστασιν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθο ράν. Λέγε αὐτοῦ καὶ τὴν ἀνάβασιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Λέγε αὐτοῦ καὶ τὴν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγε αὐτοῦ καὶ τὴν δόξαν τῆς Ἐκκλησίας· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμέ νη. Λέγε καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθή σονται παρθένοι ὀπίσω αὐτῆς. Λέγε καὶ τῶν ἀποστό λων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθη σαν οἱ υἱοί σου. Λέγε καὶ τὸ βάπτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Λέγε καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· λέγε καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύ σκον με ὡσεὶ κράτιστον.

Λέγε καὶ τὴν αἴτησιν τῶν ἐθνῶν· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. [Ἐγὼ μέν τοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον τοῖς βασιλικοῖς ἐνίδρυσας θρόνοις, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐν ανθρώπησιν καὶ τὸ σωτήριον πάθος καὶ τὴν ἀνάστασιν. [PG55.585] Ταῦτα πάντα παρὰ τοῦ ἁγίου σου προδιδαχθεὶς Πνεύμα τος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθε σπίζω τοῖς ἄλλοις. ∆ιὸ βοῶ· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευ κανθήσομαι. Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύ την ἐργάσασθαι τὴν κάθαρσιν δύναται.] ∆ιό φησιν, ὅτι τῆς δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος. Ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαι με δύναται μόνη, καὶ τῆς χιόνος μου τὴν λευκότητα δοῦναι. Ὅτι δὴ τὸ ὕσσω πον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τῷ αἵματι τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥαίνοντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον. Τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων. Αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. Ἀκουτιεῖς μοι ἀγαλ λίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τετα πεινωμένα. Ταύτης, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμ πλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια, καὶ τὰ νῦν τεταπεινωμένα ὀστᾶ τῇ κακουχίᾳ ἀνθήσῃ πάλιν, καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. Μηδὲ ἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον, καὶ τὴν ἀνομίαν μου ἐξάλειψον. Τί θέλεις, ὦ προφῆτα; Ἐλύθη σου τὸ ἁμάρτημα, ἠφανίσθη σου ἡ τιμωρία. Οὐκ ἀρκοῦμαι τούτοις· φιλάνθρωπον ἔχω ∆ε σπότην, πλείονα διδόντα ὧν αἰτῶ. Καὶ τί θέλεις; Προφή της ἤμην· θέλω προφήτης εἶναι πάλιν. Τὴν παῤῥησίαν ἐκείνην ζητῶ, τὴν δωρεὰν τοῦ Πνεύματος, τὴν χάριν τὴν μεγάλην. Ἀπέστη ἀπ' ἐμοῦ ἡ χάρις, καθάπερ περιστερὰ βόρβορον βλέπουσα· καθάπερ μέλιτταν βούλομαι αὐτὴν ἐπανελθεῖν. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλει ψον. Εἰπὲ τί θέλεις φανερῶς. Καρδίαν καθαρὰν κτί σον ἐν ἐμοὶ, ὁ Θεός. [Ἐπειδὴ γὰρ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ καινούργησον. Ταῦτα καὶ δι' Ἰεζεκιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὑπέσχετο. ∆ώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ, καὶ διδάξας ὑμᾶς οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω.

Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε ∆αυῒδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λο γικὸν ῥωσθῆναι, ὥστε τὴν εὐθεῖαν τρέχειν ὁδόν. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.]

θʹ. Ὢ εὐγένεια ψυχῆς! ὢ ἔρως περὶ Θεόν! Ἵνα λαλῇς μοι πάλιν, καὶ ἐγώ σοι λαλῶ, τὴν φιλίαν ἐκείνην ζητῶ, τὴν συνουσίαν. Τί γὰρ, ὅτι ἀπηλλάγην κολάσεως; Ἐμοὶ κόλασις τὸ μὴ διαλέγεσθαί σοι. Φιλῶ σε, καὶ μαίνομαι. Οὐ δύναμαί σου τὴν οὐσίαν ἰδεῖν· ἀόρατος γάρ ἐστιν· ἀλλ' ἀπὸ τοῦ ἔρωτος τὰ ἔργα σου βλέπω, καὶ σκιρτῶ. Οὐκ εἶδόν σε, ἀλλ' εἶδον τὸν οὐρανὸν, καὶ ἐσκίρτησα, καὶ εἶ πον· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Εἶδον τὴν γῆν, καὶ εἶπον· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἶδον τὴν θάλασσαν, καὶ ἐχάρην, καὶ εἶπον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Εἶδον τὴν ἡμέραν καὶ τὴν νύκτα, καὶ ἐκέκραξά σοι· Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Εἶδον τὰ ὄρη, καὶ θαυμάσας εἶπον· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ καθάπερ ὁ φιλῶν, κἂν μὴ ἴδῃ τὸν φιλούμενον, ἱμάτιον δὲ αὐτοῦ ἴδῃ ἢ ὑποδήματα, ἀγάλλεται καὶ σκιρτᾷ, καὶ ὥσπερ τινὰ λαμβάνει παρα μυθίαν τοῦ ἔρωτος· οὕτω δὴ καὶ ἐγὼ περιέρχομαι ἐπὶ τὸ σῶμα τῆς κτίσεως, ἀλύων καὶ ἐκμαινόμενος, ἀεί σοι λέ γων· Ὂν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθή σομαι τῷ Θεῷ. Βασιλεὺς εἶ, διάδημα ἔχεις· τί θέλεις; Οἰχέσθω ταῦτα· τὸ κάλλος ἐκεῖνο ζητῶ, τὴν προφητείαν θέλω. Καταφρονῶ τῆς ἐξουσίας ταύτης, ὑπερορῶ τοῦ βορβόρου· φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ, καὶ χόρτος. Τὸ κάλλος μου ζητῶ. Πότε ἥξει; Οὐ δύναμαι ἐνεγκεῖν τὴν [PG55.586] ἀναβολὴν, ἐπειδὴ τὴν παῤῥησίαν ταύτην ἀπώλεσα, ἣν ἡ ἁμαρτία διετείχισεν ἐπελθοῦσα. Καρδίαν καθαρὰν κτί σον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ οὐ ζητῶ καρδίαν καθαρὰν μόνον, ἀλλὰ καὶ τὸν ἔνοικον αὐτῆς. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καλῶς εἶπεν, Ἐγ καίνισον· ἄνωθεν γὰρ κατεσκευάσθη ἡ οἰκία. Ἐπαλαίω σεν ἡ ἁμαρτία, ἐγκαινίσει ἡ χάρις σου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. [Σαφῶς τοίνυν διὰ τού των μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος τοῦ ἁγίου. Οὐ γὰρ, ὡς γυμνωθεὶς, ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντι βολεῖ, μηδὲ πόῤῥω γενέσθαι τῆς θείας κηδεμονίας.

Πρόσωπον γὰρ ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου· καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντι βόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος· ὃ δὲ ἀπο βέβληκεν, ἀπολαβεῖν ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐ φροσύνη. Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολ λὴν εἶχον πρὸς σὲ, ∆έσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύμνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. ∆ιὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὴν κατὰ τῶν παθῶν ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐν ταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσε τὸν αὐτοκράτορα λο γισμόν.] Καὶ τί μοι δίδως, ὦ ∆αυΐδ, ἐὰν λάβῃς τὸ Πνεῦ μα; ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἐὰν λάβω τὸ Πνεῦμα, διαλέγομαι τῇ οἰ κουμένη· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλά ξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψι στος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώ σεως τῆς ψυχῆς αὐτοῦ· καὶ πάλιν λέγω· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι κρασμῷ· καὶ πάλιν· Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. ∆ιηγήσομαι τὰς εὐεργεσίας σου τὰς εἰς ἐμὲ, καὶ ἐρῶ· ∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Καὶ τὰ Ἰουδαϊκὰ ποῦ εἰσιν; Οὐ θύεις μοι πρόβατα οὐδὲ μόσχους; Οὐ ζητεῖς ταῦτα. Θυσίαν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώ ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Σὺ εἶπας· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Θῦσον τῷ Θεῷ θυσίαν αἰ νέσεως. Οὐ θέλεις ταῦτα, ἀλλὰ ζητεῖς τὰ τοῦ Υἱοῦ σου· θέλεις τὴν ἐπιστροφὴν τῆς πλάνης, καὶ τὴν αἵρεσιν τῆς ἀληθείας· ἐκείνην θέλεις τὴν θυσίαν. Ῥῦσαί με ἐξ αἱ μάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου. [Συνεχῶς ἐπὶ τῇ μνήμῃ περιστρέφει τοῦ Οὐρίου τὸν φόνον. Τοῦτο γὰρ κἀν τῷ προοιμίῳ δεδήλωκεν, ὅτι Ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· ∆ιαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπο λαύσας, ἀλλ' ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμε νος χάριτας. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ἡ γὰρ ἁμαρ τία πέφυκε τὴν γλῶτταν δεσμεῖν, ἐμφράττειν τὸ στόμα. Ἀντιβολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προ τέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμν ωδίαν κινῆσαι. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Συνᾴδει καὶ ταῦτα τοῖς εἰρημένοις ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ λέγοντος· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους. Τοιγάρτοι παρὰ τῆς θείας ἀκούσας φωνῆς, εἰκότως ἔφη, Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, καὶ τὰ ἑξῆς. Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας, οὗ δὴ χάριν καὶ τὴν ἀρέσκουσάν σοι θυσίαν προσοίσω.] Ἐπεὶ οὖν οὐ θέλω ταῦτα, τί μοι δίδως; Ἔχω καὶ ἄλλην θυσίαν, ἢν ηὐδόκησας· Θυσία [PG55.587] τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντε τριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώ σει. [Ἱερεῖον, φησὶν, ἀρεστὸν, καὶ θυμῆρές σοι τῷ Θεῷ ἡμῶν, μετριότης φρονήματος. ∆ιὸ σφόδρα τὴν καρδίαν μου ταπεινώσας, καὶ οἱονεὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ.] Θύσω σοι θυσίαν τὴν ταπεινοφροσύνην· μόνον λῦσόν μου τὸ ἁμάρτημα, δός μοι τὸ Πνεῦμα τὸ ἅγιον.

ιʹ. Ὅτι γὰρ αὕτη ἡ θυσία πολὺ τῆς Ἰουδαϊκῆς οὐ μόνον ἐστὶ νῦν, ἀλλὰ καὶ τότε ἦν βελτίων, λέγω δὲ τὴν ταπει νοφροσύνην· οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδι κήσαμεν, ἀποστάντες ἀπὸ σοῦ. Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης, οὐδὲ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Θυσία τῷ Θεῷ, πνεῦμα συντε τριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινω μένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυ τώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. [Σαφέστερον ἐκ τούτων ἐδιδάχθημεν τῶν ῥη μάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, ἁρμόττει ταῦτα τὰ ῥήματα. Ἱκετεύουσι γὰρ οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, τῶν περιβόλων ἀνορθουμένων, τῆς κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν σοι τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν.] Ἔχει δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέλος. Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα τέ θεικεν, εἶτα κατιὼν ἔδειξε τὸν Θεὸν ταῖς κατὰ νόμον θυ σίαις μὴ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ἐπὶ γῆν πολισθῆναι, καὶ τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δι καιοσύνης ἀναφορὰν καὶ θυσίαν. Τοίνυν ἐνταῦθα προσ έχετε, παρακαλῶ· καὶ γὰρ πάντας ὑμᾶς διδασκάλους ποιῆσαι βούλομαι, πάντας μονάζοντας· οὐ τῷ μὴ ἔχειν γυναῖκας, ἀλλὰ τῷ εὐλάβειαν ἐνδείκνυσθαι, εὐλαβεῖς, πῦρ πνέοντας. Τί οὖν ἐστι τὸ ζητούμενον; Τοῦτό ἐστιν, ηὔξατο, ἐξωμολογήσατο, παρεκάλεσεν, ἐδεήθη, ἱκέτευσε, δάκρυα ἐξέχεεν, ᾔτησε καρδίαν καθαρὰν, πίστιν ἔδωκε. Τὸ ζητούμενον, εἰ ἐπέτυχε. Πολλὴ ἡ ἡδονὴ τοῦ σάλου. Οὐχ οὕτω τέρπεται κυβερνήτης ὄπισθεν αὐτοῦ τῶν κυ μάτων ἐγειρομένων, καὶ εἰς τὸ πρόσω συνωθούντων τὴν ὁλκάδα, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ὡς ἐγὼ τὴν θάλατταν ταύτην ὁρῶν ἀγάλλομαι καὶ σκιρτῶ. Οὐ γὰρ βλέπω κύματα μόνον σαλευόμενα, ἀλλὰ καὶ τὸ πλῆ θος πλεονάζον καὶ κινούμενον· σαλευομένους καὶ πνιγο μένους, καὶ οὐκ ἀναχωροῦντας· βιαζομένους, καὶ οὐκ ἀποπηδῶντας· θλιβομένους, καὶ τὴν διάνοιαν στηρίζον τας. Ἡ γὰρ ἐπιθυμία τοῦ λόγου διεγείρει τὴν προθυμίαν.

Τὸ οὖν ζητούμενον, τοῦτό ἐστιν· Ηὔξατο, ἐδεήθη, παρ εκάλεσεν, ἱκέτευσεν, ἀπέθετο τὴν κόλασιν, ἀνωρθώθη ἀπὸ τῆς τιμωρίας. Τὸ ζητούμενον, εἰ εἰς τὴν προτέραν [PG55.588] παῤῥησίαν ἐπανῆλθεν· εἰ τοῦ ἁγίου Πνεύματος τὴν χάριν ἐδέξατο· εἰ, ὅπερ ᾔτησεν, ἔλαβε, καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές· εἰ τοσοῦτον ἴσχυσε ἡ μετάνοια, ὥστε εἰς τὴν προτέραν εὐγένειαν ἀποκαταστῆσαι αὐτόν. Προσέχε τε μετ' ἀκριβείας· Οὗτος ὁ ψαλμὸς ὁ πεντηκοστός ἐστι. Ποῖος; Ὁ περὶ τῆς ἁμαρτίας, ὁ περὶ τῆς ἐξομολογήσεως, ὁ περὶ τῆς αἰτήσεως, πεντηκοστός. Μετὰ τοῦτον ἔγραψεν ἑξηκοστὸν, ἑβδομηκοστὸν, ὀγδοηκοστὸν, ἐνενη κοστὸν, ἑκατοστόν. Ἵνα οὖν μή τις λέγῃ· Τί γὰρ, ὅτι ἔγραψε ψαλμούς; οὐκ ἔγραψε δὲ αὐτοὺς Πνεύματι ἁγίῳ· οὐ γὰρ ἔλαβε Πνεῦμα ἅγιον· ἀλλ' ἁπλῶς ἔγραψε συνέσει ἀνθρωπίνῃ τοὺς μετὰ ταῦτα· ἔρημος γὰρ ἦν Πνεύματος ἁγίου. Ἡ μὲν γὰρ ἁμαρτία αὐτῷ συνεχωρήθη, τὸ δὲ Πνεῦμα αὐτῷ οὐκ ἐδόθη. Αὐτὸς μὲν γὰρ ᾔτησεν· οὐδαμοῦ δὲ εὑρίσκομεν ἀπόκρισιν λέγουσαν, ὅτι ∆έδωκά σοι. Πρόσχες, παρακαλῶ· Ἔγραψε πεντηκοστὸν, ἑξηκοστὸν, ἑβδομηκοστὸν, ὀγδοηκοστὸν, ἐνενηκοστὸν, καὶ ἑκατοστόν. Γράφει καὶ ἄλλον ψαλμὸν μετὰ τὸν ἑκατοστὸν, μετὰ καὶ ἄλλους πολλοὺς ψαλμοὺς λέγων, Εἶπεν ὁ Κύριος τῷ Κυρῴ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτον οὖν τὸν ψαλμὸν μετὰ τὴν ἁμαρτίαν ῥηθέντα εὑρίσκομεν ἐν Πνεύματι ἁγίῳ λεχθέντα.

Πόθεν δῆλον; Ὁ Χριστὸς ἐδή-λωσεν. Ἐπειδὴ γὰρ πάντα εἰργάσατο, θάλατταν ἐχαλίνωσε, λεπροὺς ἐκάθηρε, δαίμονας ἐφυγάδευσε, κακίαν ἀπήλασε, παραλυτικὸν ἔσφιγξε, φωνὴ ἄνωθεν κατέβαινεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε· ὁ Κύριος αὐτῷ ἐμαρτύρησε, τὰ πράγματα ἐβόα, τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς ἦλθεν ἐπ' αὐτὸν, Ἰωάννης ἐμαρτύρησεν αὐτῷ· Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· λοιπὸν ὡς ἔμελλεν ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, καλέσας αὐτοὺς, λέγει αὐτοῖς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Οὐκ ἠρώτησα ὑμᾶς ἐν ἀρχῇ· οὐκ ἐμαρτύρησα ἐν ἀρχῇ ὑμᾶς, ὅτι οὐδέπω ἀπόδειξιν ὑμῖν θεότητος παρέσχον. Ὅτε δὲ καὶ στοιχεῖα πάντα ἔδειξάν μου τὴν θεότητα, ὅτε ὁ Πατὴρ, ὅτε ἡ πρὸς αὐτὸν ὁμόνοια, ὅτε ἡ ἐμὴ διδασκαλία πάντας ἐκεῖ ἐχειραγώγησεν, ὅτε οὐδὲ σκιὰν ἔχετε ἀντιλογίας, Τί νῦν ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; Λέγουσιν ἐκεῖνοι οἱ ἀγνώμονες καὶ ἀναίσχυντοι, Τοῦ ∆αυῒδ, ἀρνούμενοι τὴν θεότητα, καὶ οὐ θέλοντες εἰπεῖν, ὅτι τοῦ Θεοῦ ἐστι. Τί οὖν αὐτός; Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριόν με καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου; Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ δὲ Πνεῦμα εἶχεν ὁ ∆αυῒδ, ἐλύθη ἡ ἁμαρτία· εἰ δὲ ἐλύθη ἡ ἁμαρτία, καὶ τὴν αἴτησιν ἔλαβε. Λέγει γὰρ ὁ ∆αυΐδ· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Ὁρᾷς ὅτι πάλιν ἐπὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ ἐπανῆλθε; Πάλιν προφήτης ἐγένετο, πάλιν περὶ Χριστοῦ διαλέγεται, πάλιν ἀπέλαβεν ἑαυτοῦ τὴν παῤῥησίαν, καὶ οὐδὲν ἐλυμήνατο αὐτὸν ἡ ἁμαρτία. Εἶδες πόση τῆς μετανοίας ἡ δύναμις; Τί λέγω; Καὶ ζῶν καὶ τελευτῶν ἴσχυσεν. Ἦλθόν ποτε βάρβαροι, καὶ τὴν πόλιν ἐπολιόρκουν. Ὁ Ἐζεκίας δίκαιος ὢν παρεκάλει τὸν Θεὸν καὶ ἠξίου, λέγων· Ἐλέησόν με, Κύριε, καὶ φεῖσαι τῆς πόλεως ταύτης. Ἔρχεται πρὸς αὐτὸν ὁ προφήτης Ἡσαΐας, καὶ λέγει, ἵνα μὴ νομίσῃ ἐκεῖνος, ὅτι ἡ δικαιοσύνη αὐτοῦ ἠκούσθη· καίτοι τελευτήσας ἦν ὁ ∆αυῒδ καὶ ἔχων χίλια ἔτη ἐν τῷ ᾅδῃ· τί οὖν λέγει; Ὑπερασπιῶ σου καὶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ὁ ∆αυῒδ ἀπέθανε, καὶ ἡ παῤῥησία αὐτοῦ ζῇ, καὶ ὁ τελευτήσας τοῦ ζῶντος προΐστατο. Ὢ δικαίου καὶ μετὰ τὴν τελευτὴν τειχομαχοῦντος! Ἐνταῦθα δὲ καταπαύσω μου τὸν λόγον, ἱκανῶς, ὡς οἶμαι, τὴν λύσιν ἀποδοὺς τῶν ζητουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

References

Source: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 55, col. 527–532.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

14
Published by: Rodion Vlasov
Want to fix or add something? Tell us: https://t.me/bibleox_live
Or edit this article by yourself: Edit