Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Σπάραγμα εἰς τὸ βιβλίον Βαρούχ

Fragmentum in librum Baruch / Фрагмент на книгу Варуха

Fragmentum in librum Baruch FRAGMENTA EX CATENIS IN LIBRUM BARUCH

Ὅτι σὺ καθήμενος εἰς τὸν αἰῶνα. Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή ἐστιν ἡ πεποιημένη φύσις, καὶ τῶν γεννητῶν ἐν τούτοις τὸ μέτρον. Κάθηται δὲ ἡ πάντων τεχνῖτις καὶ δημιουργὸς σοφία, τουτέστιν ἀκλόνητον ἔχει τὴν ἐν ταυτότητι διαμονήν. Καὶ πάλιν· Ἡμῶν γὰρ κάθισις ἐν τούτοις τὸ ἀκράδαντόν τε καὶ ἱδρυμένον τῆς ὑπάρξεως, καὶ διαμονῆς τῆς ἀνωτάτω πασῶν οὐσίας ὑποδηλοῖ· τὸ δὲ, ἡμᾶς ἀπόλλυσθαι τὸν αἰῶνα, τὸ εἶναι φθαρτοὺς κατὰ πάντα καιρὸν, τό γε ἧκον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον· εἴπερ ἐστὶν ἀληθὲς ὅτι πᾶν τὸ ἐν γενέσει, καὶ παρενεχθὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, πάντη τε καὶ πάντως ὑπόκειται τῇ φθορᾷ.

References

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

16
Published by: Rodion Vlasov
Want to fix or add something? Tell us: https://t.me/bibleox_live
Or edit this article by yourself: Edit