Σεραπίων ο Θμουΐτης, 4 αι.

ΠΡΟΣΕΥΧΑΙ (Ευχολόγιον)

This text is available in other languages:

ΕΥΧΗ ΠΡΟΣΦΟΡΟΥ ΣΑΡΑΠΙΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ.

Ἄξιον καὶ δίκαιον ἐστὶ σὲ τὸν ἀγέννητον Πατέρα τοῦ μονογενοῦς Ἰησοῦ Χριστοῦ αἰνεῖν, ὑμνεῖν, δοξολογεῖν. Αἰνοῦμεν σὲ, ἀγέννητε Θεὲ, ἀνεξιχνίαστε, ἀνέκφραστε, ἀκατανόητε πάσῃ γενητῇ ὑποστάσει αἰνοῦμεν σὲ τὸν γιγνωσκόμενον ὑπὸ τοῦ Ὑιοῦ μονογενοῦς, τὸν δι' αὐτοῦ λαληθέντα καὶ ἑρμηνευθέντα καὶ γνωσθέντα τῇ γενητῇ φύσει· αἰνοῦμεν σὲ τὸν γιγνώσκοντα Ὑιὸν καὶ ἀποκαλύπτοντα τοῖς ἁγίοις τὰς περὶ αὐτοῦ δόξας, τὸν γιγνωσκόμενον ὑπὸ τοῦ γεγεννημένου σου Λόγου καὶ ὁρώμενον καὶ διερμηνευόμενον τοῖς ἁγίοις (л. 8) Αἰνοῦμεν σὲ, Πάτερ ἀόρατε, χορηγὲ τῆς ἀθανασίας, σὺ εἶ ἡ πηγὴ τῆς ζωῆς, ἡ πηγὴ τοῦ φωτὸς, ἡ πηγὴ πάσης χάριτος καὶ πάσης ἀληθείας, φιλάνθρωπε καὶ φιλόπτωχε, ὁ πᾶσιν καταλλασσόμενος, καὶ πάντας πρὸς ἑαυτὸν διὰ τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ σου Ὑιοῦ ἔλκων, δεόμεθα· ποίησον ἡμᾶς ζῶντας ἀνθρώπους, δὸς ἡμὶν Πνεῦμα φωτός, ἵνα γνῶμεν σὲ τὸν ἀληθινὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, δὸς ἡμῖν Πνεῦμα ἅγιον, ἵνα δυνηθῶμεν ἐξειπεῖν καὶ διηγήσασθαι τὰ ἄρρητα σου μυστήρια, λαλησάτω ἐν ἡμῖν ὁ Κύριος Ἰησοῦς καὶ ἅγιον Πνεῦμα καὶ ὑμνησάτω σὲ δι' ἡμῶν· σὺ γὰρ ὁ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυ(νά)μεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μὸνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Σοὶ παραστήκουσι χίλιαι χιλιάδες, καὶ μύριαι μυριάδες ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Σοὶ παραστήκουσι τὰ δύο τιμιώτατα σεραφὶμ ἑξαπτέρυγα· δυσὶν μὲν πτέρυξι καλύπτοντα τὸ πρόσωπον, δυσὶ δὲ τοῦς πόδας, δυσὶ δὲ πετόμενα καὶ ἁγιάζοντα, μεθ' ὧν δέξαι καὶ τὸν ἡμέτερον ἁγιασμὸν λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος. Κύριος Σαβαὼθ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου (об.), πλήρης ἐστιν ὁ οὐρανὸς , πλήρης ἐστὶ καὶ ἡ γῆ τῆς μεγαλοπρεποῦς σου δόξης. Κύριε τῶν δυνάμεων, πλήρωσον καὶ τὴν θυσίαν ταύτην τῆς σῆς δυνάμεως καὶ τῆς σῆς μετολήψεως· σοὶ γὰρ προσηνέγκαμεν ἀυτὴν τὴν ζῶσαν τὴν προσφορὰν τὴν ἀναίμακτον· σοὶ προσηνέγκαμεν τὸν ἄρτον τοῦτον τὸ ὁμοίωμα τοῦ σώματος τοῦ μονογενοῦς, ὁ ἄρτος οὗτος τοῦ ἁγίου σώματος ἐστὶν ὁμοίωμα, ὅτι ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐν ᾗ νυκτὶ παρεδίδοτο ἔλαβεν ἄρτον καὶ ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς ἑαυτοῦ λέγων· Λάβετε καὶ φάγετε τοῦτο ἐστὶ τὸ σῶμα μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Διὰ τοῦτο καὶ ἡμεῖς, τὸ ὁμοίωμα τοῦ θανάτου ποιοῦντες, τὸν ἄρτον προσηνέγκαμεν καὶ παρακαλοῦμεν διὰ τῆς θυσίας ταύτης καταλλάγηθι πᾶσιν ἡμῖν καὶ ἱλάσθητι. Θεὲ τῆς ἀληθείας. Καὶ ὥσπερ ὁ ἄρτος τοῦτος ἐσκορπισμένος ἦν ἐπάνω τῶν ὀρέων καὶ συναχθεὶς ἐγένετο εἰς ἕν, οὕτω καὶ τὴν ἁγίαν σου ἐκκλησίαν σύναξον ἐκ παντὸς ἔθνους καὶ πάσης χώρας, καὶ πάσης πόλεως, καὶ κώμης, καὶ οἴκου, καὶ ποίησον μίαν ζῶσαν καθολικὴν ἐκκλησίαν. Προσηνέγκαμεν δὲ καὶ τὸ ποτήριον τὸ ὁμοίωμα τοῦ αἵματος, ὅτι Κύριος Ἰησοῦς Χριστὸς (л. 9) λαβὼν ποτήριον μετὰ τὸ δειπνῆσαι, ἔλεγε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε πίετε τοῦτο εστὶν ἡ καινὴ διαθήκη, ὃ ἐστὶ τὸ αἷμα μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτημάτων· διὰ τοῦτο προσηνέγκαμεν καὶ ἡμεῖς τὸ ποτήριον, ὁμοίωμα αἵματος προσάγοντες· ἐπιδημησάτω, Θεὲ τῆς ἀληθείας, ὁ ἅγιος σου λόγος ἐπὶ τὸν ἄρτον τοῦτον, ἵνα γένηται ὁ ἄρτος σῶμα τοῦ Λόγου καὶ ἐπὶ τὸ ποτὴριον τοῦτο, ἵνα γένηται τὸ ποτήριον αἷμα τῆς ἀληθείας καὶ ποίησον πάντας τοὺς κοινωνοῦντας φάρμακον ζωῆς λαβεῖν εἰς θεραπείαν παντὸς νοσήματος καὶ εἰς ἐνδυνάμωσιν πάσης προκοπῆς καὶ ἀρετῆς· μὴ εἰς κατὰ κρίσιν, Θεὲ τῆς ἀληθείας, μηδὲ εἰς ἔλεγχον καὶ ὄνειδος· σὲ γὰρ τὸν ἀγέννητον ἐπεκαλεσάμεθα διὰ τοῦ μονογενοῦς ἐν ἁγίῳ Πνεύματι, ἐλεηθήτω ὁ λαὸς οὗτος, προκοπῆς ἀξιωθήτω, ἀποσταλήτωσαν ἄγγελοι συμπαρόντες τῷ λαῷ εἰς κατάργησιν τοῦ πονηροῦ καὶ εἰς βεβαίωσιν τῆς ἐκκλησίας. Παρακαλοῦμεν δὲ καὶ ὑπὲρ πάντων τῶν κεκοιμημένων, ὧν ἐστὶ καὶ ἡ ἀνάμνησις μετὰ τὴν ὑποβολὴν τῶν ὀνόματων, ἁγίασον τὰς ψυχὰς ταύτας· σὺ γὰρ πάσας γινώσκεις, ἁγίασον πάσας τὰς ἐν Κυρίῳ κοιμηθείσας (об.), καὶ συγκαταρίθμησον πάσαις ταῖς ἁγίαις σου δυνάμεσι, καὶ δὸς αὑτοῖς τόπον καὶ μονὴν ἐν τῇ βασιλείᾳ σου· δέξε(αι) δὲ καὶ τὴν εὐχαριστείαν τοῦ λαοῦ καὶ εὐλόγησον τοὺς προσενεγκόντας τὰ πρόσφορα καὶ τὰς εὐχαριστείας, καὶ χάρισαι ὑγίαν καὶ ὁλοκληρίαν καὶ εὐθυμίαν καὶ πάσαν προκοπὴν ψυχῆς καὶ σώματος ὅλῳ τῷ λαῷ τούτῳ διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ᾥπερ ᾗν καὶ ἔστι καὶ ἔσται εἰς γενεὰς γενεῶν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν εὐχὴν ἡ κλάσις καὶ ἐν τῇ κλάσει εὐχή.

Καταξίω ἡμᾶς τῆς κοινωνίας καὶ ταύτης, Θεὲ τῆς ἀληθείας, καὶ ποίησον τὰ σώματα ἡμῶν χωρῆσαι ἅγνιαν καὶ τὰς ψυχὰς φρόνησιν καὶ γνῶσιν, καὶ σόφισον ἡμᾶς, Θεὲ τῶν οἰκτιρμῶν, διὰ τῆς μεταλήψεως τοῦ σώματος καὶ τοῦ αἵματος, ὅτι διὰ τοῦ μονογενοῦς σου ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ διαδουνᾶι τὴν κλάσιν τοῖς κληρικοῖς χειροθεσία λαοῦ.

Ἐκτείνω τὴν χεῖρα ἐπὶ τὸν λαὸν τοῦτον καὶ δέομαι ἐκταθῆναι τὴν τῆς ἀληθείας χεῖρα (л. 10 об.) καὶ δοθῆναι εὐλογίαν τῷ λαῷ τούτῳ διὰ τὴν σὴν φιλανθρωπίαν Θεὲ τῶν οἰκτίρμῶν καὶ τὰ μυστήρια τὰ παρόντα. Χεὶρ εὐλαβείας καὶ δυνάμεως καὶ σωφρονισμοῦ, καὶ καθαρότητος καὶ πάσης ὁσιότητος εὐλογησάτω τὸν λαὸν τοῦτον καὶ βελτίωσιν διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ ἐν Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν λύασιν(;) τοῦλαοῦ εὐχή.

Εὐχαριστουμὲν σοι. Δέσποτα, ὅτι ἐσφαλμένους ἐκάλεσας καὶ ἡμαρτηκότας προσεποιήσω καὶ ὑπερτέθεισας τὴν καθ' ἡμῶν ἀπειλὴν φιλανθρωπίᾳ τῇ σῇ, συγχωρήσας καὶ τῇ μετανοίᾳ ἀπαλείψας καὶ τῇ πρὸς σὲ γνώσει ἀποβάλων· Εὐχαριστοῦμὲν σοι, ὅτι δέδωκας ἡμῖν κοινωνίαν σώματος καὶ αἵματος. Εὐλόγησον ἡμᾶς, εὐλόγησον τὸν λαὸν τοῦτον, ποίησον ἡμᾶς μέρος ἔχειν μετὰ τοῦ σώματος καὶ τοῦ αἵματος διὰ τοῦ μονογενογενοῦ (μονογενοῦς) σου Υἱοῦ, δι' οὗ σοῦ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ περὶ τῶν προσφερομένων ἐλαίων καὶ ὑδάτων.

Εὐλογοῦμεν διὰ τοῦ ὀνόματος τοῦ μονογενοῦς σου (об. ) Ἰησοῦ Χριστοῦ τὰ κτίσματα ταῦτα, τὸ ὄνομα τοῦ παθόντος ὀνομάζομεν, τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ καθεζομένου ἐν δεξιᾷ ἀγεννήτου ἐπὶ τὸ ὕδωρ καὶ ἐπὶ ἔλαιον τοῦτο· χάρισαι δύναμιν θεραπευτικὴν ἐπὶ τὰ κτίσματα ταῦτα, ὅπως πᾶς πυρετὸς καὶ πᾶν δαιμόνιον καὶ πᾶσα νόσος διὰ τῆς πόσεως καὶ τῆς ἀλείψεως ἀπαλλαγή, καὶ γένηται φάρμακον θεραπευτικὸν καὶ φάρμακον ὁλοκληρίας ἡ τῶν κτισμάτων τούτων ματάληψις ἐν ὀνόματι τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χειροθεσία μετὰ τὴν εὐλογίαν τοῦ ὕδατος καὶ τοῦ ἐλαίου.

Φιλάνθρωπε Θεὲ τῆς ἀληθείας, συμπαρανηνάτω τῷ λαῷ τούτῳ ἡ κοινωνία τοῦ σώματος καὶ τοῦ αἵματος, τὰ σώματα ἀυτῶν ζῶντα ἔστω σώματα, καὶ αἱ ψυχαὶ ἀυτῶν καθαραὶ, ἔστωσαν ψυχαί, δὸς τὴν εὐλογίαν ταύτην εἰς τήρησιν τῆς κοινωνίας καὶ εἰς ἀσφάλειαν τῆς γινομένης εὐχαριστίας, καὶ μακάρισον κοινῇ πάντας καὶ ποίησον ἐκλεκτοὺς διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

л. 11. Ἁγιασμὸς ὑδάτων.

Βασιλεῦ καὶ Κύριε τῶν ἁπάντων καὶ δημιουργὴ τῶν ὅλων, ὁ πάσῃ τῇ γεννητῇ φόσει, διὰ τῆς καταβάσεως τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ χαρισάμε(νος) τὴν σωτηρίαν, ὁ λυτρωσάμενος τὸ πλάσμα τὸ ὑπὸ σοῦ δημιουργηθὲν διὰ τῆς ἐπιδημίας τοῦ ἀρρήτου σου Λόγου· ἔπιδε νῦν ἐκ του οὐρανοῦ καὶ ἐπίβλεψον ἐπὶ τὰ ὕδατα ταῦτα καὶ, πλήρωσον αὐτὰ Πνεύματος ἁγίου, ὁ ἄρρητος σου Λόγος ἐν αὐτοῖς γενέσθω καὶ μεταποιησάτω αὐτῶν τὴν ἐνέργειαν, καὶ γεννητικὰ αὐτὰ κατασκευασάτω πληρούμενα τῆς σῆς χάριτος, ὅπως τὸ μυστήριον τὸ νῦν ἐπιτελούμενον μὴ κενὸν εὑρεθῇ ἐν τοῖς ἀναγεννωμένοις, ἀλλὰ πληρώσῃ πάντας τοὺς κατιόντας καὶ βαπτιζομένους τῆς θείας χάριτος. Φιλάνθρωπε εὐεργέτα, φεῖσαι τοῦ σου ποιήματος, σῶσον τὸ ὑπὸ τῆς δεξιᾶς σου πεποιημένον κτίσμα, μόρφωσον πάντας τοὺς ἀναγεννωμένους τὴν θείαν καὶ ἄρρητον μορφὴν, ὅπως διὰ τοῦ μεμορφῶσθαι καὶ ἀναγεννῆσθαι σωθῆναι δυνηθῶσι καὶ τῆς βασιλείας σου ἀξιωθῆναι· καὶ ὡς κατελθὼν ὁ μονογενὴς σου Λόγος ἐπὶ τὰ ὕδατα τοῦ Ἰορδάνου ἅγια ἀπέδειξεν, οὕτω καὶ νῦν ἐν τούτοις κατερχέσθω καὶ ἅγια καὶ πνευματικὰ ποιησάτω, (об.) πρὸς τὸ μηκέτι σάρκα καὶ αἷμα εἶναι τοὺς βαπτιζομένους, ἀλλὰ πνευματικοὺς καὶ δυναμένους προσκυνεῖν σοι τῷ ἀγεννήτῳ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ὑπὲρ βαπτιζομένων.

Παρακαλοῦμεν σὲ, Θεὲ τῆς ἀληθείας, ὑπὲρ τοῦ δούλου σου, τοῦ δε, καὶ δεόμεθα, ὅπως καταξιώσῃς αὐτὸν τοῦ θείου μυστηρίου καὶ τῆς ἀρρήτου σου ἀναγεννήσεως· σοὶ γὰρ, φιλάνθρωπε, νῦν προσφέρεται, σοὶ αὐτὸν ἀνατίθεμεν. Χάρισαι αὐτὸν τῇ θείᾳ ταύτῃ ἀναγεννήσει κοινωνῆσαι πρὸς τὸ μηκέτι αὐτὸν ὑπὸ μηδενὸς σκαιοῦ καὶ πονηροῦ ἄγεσθαι, ἀλλὰ σοὶ λατρεύειν διὰ παντὸς καὶ τὰ σὰ προστάγματα φυλάττειν, ὁδηγοῦντος αὐτὸν τοῦ μονογενοῦς σου Λόγου, ὅτι δι' αὑτοῦ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν τῷ ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν ἀποταγὴν εὐχή.

Κύριε Παντοκράτωρ, σφράγισον τὴν συγκατάθεσιν τοῦ δούλου σου τούτου, τὴν πρὸς σὲ νῦν γεγενημένην, καὶ ἀμετάβλητον αὐτοῦ τὸ ἦθος καὶ τὸν τρόπον διαφύλαξον, ἵνα μηκέτι τοῖς χείροσιν (л. 12.) ὑπηρετῇ, ἀλλ' ἐν τῷ τῆς ἀληθείας Θεῷ λατρεύῃ καὶ σοι τῷ τῶν πάντων ποιητῇ δουλεύῃ, πρὸς τὸ τέλειον αὐτὸν καὶ σοι γνήσιον ἀποδειχθῆναι διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν ἀνάληψιν εὐχή.

Φιλάνθρωπε, εὐεργέτα, Σωτὴρ πάντων τὴν ἐπιστροφὴν πρὸς σὲ πεποιημένων, ἵλεως γενοῦ τῷ δούλῳ σου, τῷδε, ὁδήγησον αὐτὸν ἐπὶ τὴν ἀναγέννησιν τῇ δεξιᾷ σου· ὁ μονογενὴς σου Λόγος ὁδηγείτω αὐτὸν ἐπὶ τὸ λουτρόν, τιμηθήτω αὐτοῦ ἡ ἀναγέννησις, μὴ, ἔστω κενὴ τῆς σῆς χάριτος, συμπαρεὶτω ὁ ἅγιος σου Λόγος, συνέστω τὸ ἅγιὸν σου Πνεῦμα ἀποσοβοῦν καὶ ἀποβάλλων πάντα πειρασμόν. Ὅτι διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ βαπτισθῆναι καὶ ἀνελθεῖν ευχή.

Ὁ Θεὸς ὁ τῆς ἀληθείας, Θεὸς ὁ τῶν πάντων δημιουργός, ὁ Κύριος πάσης τῆς κτίσεως, εὐλόγησον τὸν δοῦλον σου τοῦτον εὐλογίᾳ τῇ σῇ, καθαρὸν αὐτὸν δεῖξον ἐν τῇ ἀναγεννήσει, κοινωνὸν αὐτὸν ταῖς ἀγγελικαῖς σου δυνάμεσι κατάστησον, ἵνα μηκέτι σάρξ, ἀλλὰ πνευματικὸς ὀνομάζῃται, μετασχὼν τῆς (об.) θείας σου καὶ ὠφελίμου δωρεᾶς, διατηρηθείῃ μέχρι τέλους σοι, τῷ τῶν ὅλων Ποιητῇ, διὰ τοῦ μονογενοῦς σοῦ Ἰησοῦ Χριστοῦ δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χειροθεσία καταστάσεως διακόνων.

Πάτερ τοῦ μονογενοῦς, ὁ τὸν Υἱὸν σου ἀποστείλας καὶ διατάξας τὰ ἐπὶ τῆς γῆς πράγματα καὶ κανόνας τῇ ἐκκλησίᾳ, καὶ τάξεις δεδωκὼς εἰς ὠφέλειαν καὶ σωτηρίαν τῶν ποιμνίων, ὁ ἐκλεξάμενος ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους εἰς λειτουργίαν τῆς καθολικῆς σου ἐκκλησίας, ὁ ἐκλεξάμενος διὰ τοῦ μονογενοῦς σου τοὺς ζ᾿. διακόνους καὶ χαρισάμενος αὐτοῖς Πνεῦμα ἅγιον, κατάστησον καὶ τὸν διάκονον τῆς καθολικῆς σου ἐκκλησίας καὶ δὸς ἐν αὐτῷ Πνεῦμα γνώσεως καὶ διακρίσεως, ἵνα δυνηθῇ μεταξὺ τοῦ λαοῦ τοῦ ἁγίου καθαρῶς καὶ ἀμέμπτως διακονῆσαι ἐν τῇ λειτουργίᾳ ταύτῃ διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χειροθεσία καταστάσεως πρεσβυτέρων.

Τὴν χεῖρα ἐκτείνομεν, Δέσποτα Θεὲ τῶν οὐρανῶν, Πάτερ τοῦ μονογενοῦς σου, ἐπὶ τὸν ἄνθρωπον τοῦτον καὶ (л. 13) δεόμεθα, ἵνα τὸ Πνεῦμα τῆς ἀληθείας ἐπιδημήσῃ αὐτῷ· φρόνησιν αὐτῷ χάρισαι καὶ γνῶσιν καὶ καρδίαν ἀγαθὴν, γενέσθω ἐν αὐτῷ Πνεῦμα θεῖον πρὸς τὸ δύνασθαι αὐτὸν οἰκονομῆσαι τὸν λαὸν σου καὶ πρεσβεύειν τὰ θεῖὰ σου λόγια, καὶ καταλλάξαι τὸν λαὸν σου σοὶ τῷ ἀγεννήτω Θεῷ, ὁ χαρισάμενος ἀπὸ τοῦ πνεύματος τῷ (τοῦ) Μωσέως ἐπὶ τοὺς ἐκλελεγμένους, Πνεῦμα ἅγιον μέρισον καὶ τῷ δὲ Πνεῦμα ἅγιον ἐκ τοῦ Πνεύματος τοῦ μονογενοῦς εἰς χάριν σοφίας καὶ γνώσεως καὶ πίστεως ὀρθῆς, ἵνα δυνηθῇ σοι ὑπηρετῆσαι ἐν καθαρᾷ συνειδήσει διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χειροθεσία καταστάσεως ἐπισκόπου.

Ὁ τὸν Κύριον Ἰησοῦν ἀποστείλας εἰς κέρδος ὅλης τῆς οἰκουμένης, ὁ δι᾿ αὐτοῦ τοὺς ἀποστόλους ἐκλεξάμενος, ὁ κατὰ γενεὰν καὶ γενεὰν ἐπισκόπους ἁγίους χειροτονῶν. Ποίησον, ὁ Θεὸς τῆς ἀληθείας, καὶ τὸν δὲ ἐπίσκοπον ζῶντα, ἐπίσκοπον ἄγιον τῆς διαδοχῆς τῶν ἁγίων ἀποστόλων, καὶ δός αὐτῷ χάριν καὶ Πνεῦμα θεῖον, ὃ ἐχαρίσω πᾶσι τοῖς γνησίοις σου δούλοις καὶ προφήταις, καὶ πατριάρχαις· ποίησον αὐτὸν ἄξιον εἶναι ποιμαίνειν σου τὴν ποίμνην, ἔτι τε ἀμέμπτως καὶ (об.) ἀπροσκόπως ἐν τῇ ἐπισκοπῇ διατελείτω διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΡΟΣΕΥΧΑΙ ΣΑΡΑΠΙΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ ΘΜΟΥΣΕΩΣ.

Εὐχὴ ἡ εἰς τὸ ἄλειμμα τῶν βαπτιζομένων.

Δέσποτα φιλάνθρωπε καὶ φιλόψυχε, οἰκτίρμων καὶ ἐλεήμων, τῆς ἀληθείας, ἐπικαλούμεθα σε ἐξακολουθοῦντες καὶ πειθόμενοι ταῖς ἐπαγγελίαις τοῦ μονογενοῦς σου εἰρηκότος· ἐὰν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφείενται αὐτοῖς· καὶ ἀλείφομεν τῷ ἀλείμματι τούτῳ τοὺς προ(σ)τάσει προσιόντας τῇ θείᾳ ταύτῃ ἀναγεννήσει παρακαλοῦντες, ὥστε τὸν Κύριον ἡμῶν Χριστὸν Ἰησοῦν ἐνεργῆσαι αὐτῷ ἰατικὴν καὶ ἰσχυροποιητικὴν δύναμιν καὶ ἀποκαλύψαι μὲν διὰ τοῦ ἀλείμματος τούτου καὶ ἀποθεραπεῦσαι ἀπὸ ψυχῆς, σώματος, πνεύματος αὐτῶν πᾶν σημεῖον ἁμαρτίας καὶ ἀνομίας, ἢ σατανικῆς αἰτίας, τῇ δὲ ἰδίᾳ χάριτι τὴν ἄφεσιν αὐτοῖς παρασχέσθαι, ἵνα, τῇ ἁμαρτίᾳ ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωσιν, καὶ διὰ τῆς ἀλείψεως ταύτης ἀναπλασθέντες καὶ διὰ τοῦ λουτροῦ καθαρισθέντες καὶ τῷ Πνεύματι ἀνανεω(σ)θέντες ἐξισχύωσι κατανικῆσαι λοιπὸν (л. 14) τὰς προσβαλλούσας αὐτοῖς ἀντικειμένας ἐνεργείας καὶ ἀπάτας τοῦ βίου τούτου, καὶ οὕτως συνδεθῆναι καὶ συνενωθῆναι τῇ ποίμνῃ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ συγκληρονομῆσαι τοῖς ἁγίος τὰς ἐπαγγελίας. Ὅτι δι᾿ αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ χρίσμα, ἐν ᾧ χρίονται οἱ βαπτισθέντες.

Ὁ Θεὸς τῶν δυνάμεων, ὁ βοηθὸς πάσης ψυχῆς ἐπιστρεφούσης ἐπὶ σὲ καὶ γινομένης ὑπὸ τὴν κραταιάν σου χεῖρα τοῦ μονογενοῦς, ἐπικαλούμεθὰ σε, ὥστε διὰ τῆς θείας καὶ ἀοράτου σου δυνάμεως τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνεργῆσαι ἐν τῷ χρίσματι τούτῳ ἐνέργειαν θείαν καὶ οὐράνιον, ἵνα οἱ βαπτισθέντες καὶ χριόμενοι ἐν αὐτῷ, τὸ ἐκτύπωμα τοῦ σημείου τοῦ σωτηρίου δοὺς σταυροῦ τοῦ μονογενοῦς, δι᾿ οὗ σταυροῦ διετράπη καὶ ἐθριαμβεύθη σατανὰς καὶ πᾶσα δύναμις ἀντικειμένη, ὡς ἀναγεννηθέντες καὶ ἀνανεωθέντες διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, καὶ οὗτοι μέτοχοι γιγένωνται τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, καὶ ἀσφαλισθέντες τῇ σφραγίδι ταύτῃ διαμείνωσιν ἐδραῖοι καὶ ἀμετακίνητοι ἀβλαβεῖς καὶ ἄσυλοι, ἀνεπηρέαστοι καὶ ἀνεπιβούλευτοι, ἐμπολιτευόμενοι ἐν τῇ πίστει καὶ ἐπιγνώσει (об.) τῆς ἀληθείας μέχρι τέλους, ἀναμένοντες τὰς οὐρανίους τῆς ζωῆς ἐλπίδας καὶ αἰωνίους ἐπαγγελίας τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοι ἡ δόξα καὶ (τὸ) κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς ἔλαιον νοσούντων, ἢ εἰς ἄρτον, ἢ εἰς ὕδωρ.

Ἐπικαλούμεθα σὲ τὸν ἔχοντα πᾶσαν ἐξουσίαν καὶ δύναμιν τὸν Σωτῆρα πάντων ἀνθρώπων, Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ δεόμεθα, ὥστε ἐκπέμψαι δύναμιν ἰατικὴν ἀπὸ τῶν οὐρανῶν τοῦ μονογενοῦς ἐπὶ τὸ ἔλαιον τοῦτο, ἵνα γένηται τοῖς χριομένοις ἢ μεταλαμβάνουσι τῶν κτισμάτων σου τούτων εἰς ἀποβολὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀλεξιφάρμακον παντὸς δαιμονίου, εἰς ἐκχωρισμὸν παντὸς πνεύματος ἀκαθάρτου, εἰς ἀφορισμὸν παντὸς πνεύματος πονηροῦ, εἰς ἐκδιωγμὸν παντὸς πυρετοῦ καὶ ῥίγους καὶ πάσης ἀσθενείας, εἰς χάριν ἀγαθὴν καὶ ἄφεσιν ἁμαρτημάτων, εἰς φάρμακον ζωῆς καὶ σωτηρίας, εἰς ὑγείαν καὶ ὁλοκληρίαν ψυχῆς, σώματος, πνεύματος, εἰς ῥῶσιν τελείαν· φοβηθήτω, Δέσποτα, πᾶσα ἐνέργεια σατανική (л. 15), πᾶν δαιμόνιον, πᾶσα ἐπιβουλὴ τοῦ ἀντικειμένου, πᾶσα πληγή, πᾶσα μάστιξ, πᾶσα ἀλγιδὼν, πᾶς πόνος, ἢ ῥάπισμα, ἢ ἐκτίναγμα, ἢ σκίασμα πονηρόν· τὸ ὄνομὰ σου τὸ ἅγιον, ὃ ἐπικαλεσάμεθα νῦν ἡμεῖς καὶ τὸ ὄνομα τοῦ μονογενοῦς καὶ ἀπερχέσθωσαν ἀπὸ τῶν ἐντὸς καὶ ἐκτὸς τῶν δούλων σου τούτων, ἵνα δοξασθῇ τὸ ὄνομα τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος καὶ ἀναστάντος, τοῦ τὰς νόσους ἡμῶν καὶ τὰς ἀσθενείας ἀναλαβόντος Ἰησοῦ Χριστοῦ καὶ ἐρχομένου κρῖναι ζῶντας καὶ νεκρούς. . Ὅτι δι᾿ αὐτοῦ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ περὶ τεθνεῶτος καὶ ἐκκομιζομένου.

Ὁ Θεὸς, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων, ὁ Θεὸς τῶν πνευμάτων καὶ Δεσπότης πάσης σαρκός, ὁ Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ κτίζων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ καὶ παραλαμβάνων τῶν ἁγίων τὰς ψυχὰς καὶ ἀναπαύων, ὁ ἀλλοιῶν καὶ μεταβάλλων καὶ μετασχηματίζων τὰ κτίσματὰ σου, καθὼς δίκαιον καὶ σύμφορὸν ἐστιν, μόνος αὐτὸς ἄφθαρτος καὶ ἀναλλοίωτος καὶ αἰώνιος ὢν, δεόμεθὰ σοῦ περὶ τῆς κοιμήσεως καὶ ἀναπαύσεως (об.) τοῦ δούλου σου τοῦ δὲ, ἢ τῆς δούλης σου, τῆς δε, τὴν ψυχήν, τὸ πνεῦμα αὐτοῦ ἀνάπαυσον ἐν τόποις χλόης, ἐν ταμίοις ἀναπαύσεως μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντων τῶν ἁγίων σου, τὸ δὲ σῶμα ἀνάστησον ἐν ᾗ ὥρισας ἡμέρᾳ κατὰ τὰς ἀψευδεῖς σου ἐπαγγελίας, ἵνα καὶ τὰς κατ᾿ ἀξίαν αὐτῷ κληρονομίας ἀποδὼς ἐν ταῖς ἁγίαις σου νομαῖς, τῶν παραπτωμάτων αὐτοῦ καὶ ἁμαρτημάτων μὴ μνησθῇς, τὴν δὲ ἔξοδον αὐτοῦ εἰρηνικὴν καὶ εὐλογημένην εἶναι ποίησον, τὰς λύπας τῶν διαφερόντων πνεύματι παρακλήσεως ἴασαι καὶ ἡμῖν πᾶσι τέλος ἀγαθὸν δώρησαι διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ πρώτη χυριακῆς.

Παρακαλοῦμεν σὲ τὸν Πατέρα τοῦ μονογενοῦς, τὸν Κύριον τοῦ παντός, τὸν δημιουργὸν τῶν κτισμάτων, τὸν ποιητὴν τῶν πεποιημένων, καθαρὰς ἐκτείνομεν τὰς χεῖρας καὶ τὰς διανοίας ἀναπετάννυμεν πρὸς σέ, Κύριε, δεόμεθα· οἴκτειρον, φεῖσαι, εὐεργέτησον, βελτίωσον, πλήθυνον ἐν ἀρετῇ καὶ πίστει καὶ γνώσει, ἐπισκιά(σον) ἡμᾶς, Κύριε, πρὸς σὲ τὰς ἀσθενείας ἑαυτῶν (16 об.) ἀναπέμπομεν, ἱλάσθητι καὶ ἐλέησον κοινῇ πάντας ἡμάς, ἐλέησον τὸν λαὸν τοῦτον, εὐεργέτησον ἐπιεικῆ καὶ σώφρονα καὶ καθαρὸν ποίησον, καὶ δυνάμεις ἀγγελικὰς ἀπόστειλον, ἵνα ὁ λαὸς σου οὗτος ἅπας ἅγιος καὶ σεμνὸς ἦν. Παρακαλῶ δὲ Πνεῦμα ἅγιον, ἀπόστειλον εἰς τὴν ἡμετέραν διάνοιαν καὶ χάρισαι ἡμῖν μαθεῖν τὰς θείας γραφὰς ἀπὸ ἁγίου Πνεύματος καὶ διερμηνεύειν καθαρῶς καὶ ἀξίως, ἵνα ὠφελησθῶσιν οἱ παρόντες λαοὶ πάντες διὰ τοῦ μονογενοῦς σοῦ Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, δι᾿ οὗ σοι ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ ἀναστῆναι ἀπὸ τῆς ὁμιλίας εὐχή.

Ὁ Θεὸς ὁ Σωτήρ, ὁ Θεὸς τοῦ παντός, ὁ τῶν ὅλων Κύριος καὶ δημιουργὸς, ὁ γεννήτωρ του μονογενοῦς, ὁ τὸν χαρακτῆρα τὸν ζῶντα καὶ ἀληθινὸν γεννήσας, ὁ πρὸς ὠφέλειαν τοῦ γένους τῶν ἀνθρώπων αὐτὸν ἀποστείλας, ὁ δι᾿ αὐτοῦ καλέσας καὶ προσποιησάμενος τοὺς ἀνθρώπους, δεόμεθὰ σου ὑπὲρ τοῦ λαοῦ τούτου· Πνεῦμα ἅγιον πέμψον καὶ ὁ Κύριος Ἰησοῦς ἐπισκεψάσθω, λαλησάτω ἐν ταῖς διανοίαις πάντων, καὶ προοικονομησάτω εἰς πίστιν τὰς καρδίας· (об.) αὐτὸς πρὸς σὲ ἑλκυσάτω τὰς ψυχάς, Θεὲ τῶν οἰκτιρμῶν, κτίσαι λαὸν καὶ ἐν τῇ πόλει ταύτῃ, κτίσαι ποίμνιον γνήσιον διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, δι᾿ οὗ σοι ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχή ὑπὲρ τῶν κατηχουμένων.

Βοηθὲ καὶ Κύριε τῶν ἁπάντων, ἐλευθερωτὰ ἐλευθερωθέντων, προστάτα τῶν ῥυσθέντων, ἡ ἔλπις τῶν ὑπὸ τὴν κραταιὰν σου χεὶραν γεγονότων, σὺ εἶ ὁ τὴν ἀνομίαν καθῃρηκὼς ὁ διὰ τοῦ μονογενοῦς, καταργήσας τὸν σατανὰν καὶ λύσας αὐτοῦ τὰ τεχνάσματα καὶ ἀπολύσας τοὺς ὑπ᾿ αὐτοῦ δεδεμένους, εὐχαριστοῦμὲν σοι ὑπὲρ τῶν κατηχουμένων, ὅτι κέκληκας αὐτοὺς διὰ τοῦ μονογενοῦς καὶ γνῶσιν αὐτοῖς τὴν σὴν ἐχαρίσω, καὶ διὰ τοῦτο δεόμεθα βεβαιωθήτωσαν ἐν τῇ γνώσει, ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, διαφυλαττέσθωσαν ἐν τοῖς μαθήμασι καὶ ἐν τῇ καθαρᾷ φρονήσει καὶ προκοπτέτωσαν ἄξιοι γενέσθαι τοῦ λουτροῦ τῆς παλιγγενεσίας καὶ τῶν ἁγίων μυστηρίων διὰ τοῦ μονογενοῦς Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, δι᾿ οὗ σοι ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

л. 17. Εὐχὴ περὶ νοσούντων.

Παρακαλοῦμεν σὲ τὸν ἔφορον καὶ Κύριον, καὶ πλάστην τοῦ σώματος, καὶ ποιητὴν τῆς ψυχῆς, τὸν ἁρμοσάμενον τὸν ἄνθρωπον τὸν οἰκονόμον καὶ κυβερνήτην καὶ σωτῆρα παντὸς τοῦ γένους τῶν ἀνθρώπων, τὸν καταλασσόμενον καὶ πραυνόμενον διὰ τὴν ἰδίαν φιλανθρωπίαν, ἱλάσθητι, Δέσποτα, βοήθησαι καὶ ἴασαι πάντας τοὺς νοσοῦντας, ἐπιτίμησον τοῖς νοσήμασιν ἀνάστησον τοὺς κατακειμένους, δὸς δόξαν τῷ ὀνόματι σου τῷ ἁγίῳ διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ὑπὲρ καρποφορίας.

Οὐρανοῦ καὶ γῆς δημιουργὲ, ὁ τὸν οὐρανὸν διὰ τοῦ χοροῦ τῶν ἀστέρων στεφανώσας καὶ διὰ τῶν φωστήρων λαμπρύνας, ὁ τὴν γῆν τοῖς καρποῖς τιμήσας πρὸς ὠφέλειαν τῶν ἀνθρώπων, ὁ χρησάμενος τῷ γένει τῷ ὑπὸ σοῦ πεπαλαιωμένῳ ἄνωθεν μὲν ἀπολαύειν τῆς αὐγῆς καὶ τοῦ φωτὸς τῶν φωστήρων, κάτωθεν δὲ τρέφεσθαι ἀπὸ τῶν καρπῶν τῆς γῆς, δεόμεθα χάρισαι τοὺς ὑετοὺς πληρεστάτους καὶ γονιμωτάτους, ποίησον δὲ καὶ τὴν γῆν (л. об.) καρποφορῆσαι καὶ πολλὴν ἐναγίσαι (ἐνεργῆσαι) εὐφορίαν, ἕνεκεν τῆς σῆς φιλανθρωπίας καὶ χρηστότητος, μνήσθητι τῶν σὲ ἐπικαλουμένων, τίμησον τὴν ἁγίαν σου καὶ μόνην καθολικὴν ἐκκλησίαν καὶ εἰσάκουσον τῶν παρακλήσεων καὶ τῶν προσευχῶν ἡμῶν καὶ εὐλόγησον τὴν γῆν πᾶσαν διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ περὶ τῆς ἐκκλησίας.

Κύριε Θεὲ τῶν αἰώνων, Θεὲ τῶν λογικῶν πνευμάτων. Θεὲ ψυχῶν καθαρῶν καὶ πάντων τῶν γνησίως σε καὶ καθαρῶς ἐπικαλουμένων, ὁ ἐν οὐρανῷ φαινόμενος καὶ γινωσκόμενος τοῖς καθαροῖς πνεύμασιν, ὁ ἐπὶ γῆς ὑμνούμενος καὶ κατοικῶν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ, ὑπὸ ἀγγέλων ἁγίων λειτουργούμενος καὶ καθαρῶν ψυχῶν, ὁ ποιήσας καὶ ἐξ οὐρανῶν χορὸν ζῶντα εἰς δόξαν καὶ αἶνον τῆς ἀληθείας, δὸς τὴν ἐκκλησίαν ταύτην ζῶσαν καὶ καθαρὰν ἐκκλησίαν εἶναι, δὸς αὐτὴν ἔχειν θείας δυνάμεις καὶ καθαροὺς ἀγγέλους λειτουργοὺς, ἵνα δυνηθῇ καθαρῶς ὑμνεῖν σε. Παρακαλοῦμεν ὑπὲρ πάντων ἀνθρώπων τῆς ἐκκλησίας ταύτης, (л. 18) πᾶσι καταλλάγηθι, πᾶσι συγχώρησον, πᾶσιν ἄφεσιν ἁμαρτημάτων δὸς, χάρισαι μηκέτι μηδὲν ἁμαρτάνειν, ἀλλὰ γενοῦ τεῖχος αὐτοῖς καὶ κατάργησον πάντα πειρασμὸν, ἐλέησον ἄνδρας καὶ γυναῖκας καὶ παιδία, καὶ φάνηθι ἐν πᾶσι καὶ γραφήτω σου ἡ γνῶσις ἐν ταῖς καρδίαις αὐτῶν διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ὑπὲρ ἐπισκόπου καὶ τῆς ἐκκλησίας.

Σὲ τὸν Σωτῆρα Κύριον ἐπικαλούμεθα, τὸν Θεὸν πάσης σαρκὸς καὶ Κύριον παντὸς πνεύματος, τὸν εὐλογητὸν καὶ χορητὸν πάσης εὐλογίας, ἁγίασον τὸν ἐπίσκοπον τὸν δὲ καὶ διατήρησον αὐτὸν ἔξω παντὸς πειρασμοῦ καὶ δὸς αὐτῷ σοφίαν καὶ γνῶσιν, εὐόδωσον αὐτὸν ἐν ταῖς σαῖς ἐπιστήμαις. Παρακαλοῦμεν δὲ καὶ ὑπὲρ τῶν συμπρεσβυτέρων, ἁγίασον αὐτοὺς, σοφίαν αὑτοῖς δὸς καὶ γνῶσιν καὶ ὀρθὴν διδασκαλίαν, ποίησον αὐτοὺς πρεσβεύειν τὰς ἁγίας σου διδασκαλίας ὀρθῶς καὶ ἀμέμπτως· ἁγίασον δὲ καὶ διακόνους, ἵνα ὦσι καθαροὶ καρδίᾳ καὶ σώματι καὶ δυνηθῶσι καθαρᾷ συνειδήσει λειτουργεῖν καὶ παραστῆναι τῷ (об.) ἁγίῳ σώματι καὶ τῷ ἁγίῳ αἵματι. Παρακαλοῦμεν δὲ ὑπὲρ τῶν ὑποδιακόνων καὶ ἀναγνωστῶν καὶ ἑρμηνέων, πάντας τοὺς τῆς ἐκκλησίας ἀνάπαυσον καὶ πᾶσι δὸς ἔλεος καὶ οἰκτιρμὸν καὶ προκοπήν. Δεόμεθα ὑπὲρ τῶν μοναζόντων καὶ ὑπὲρ τῶν παρθενευουσῶν (τελεσάτωσαν) 1) τὸν δρόμον ἑαυτῶν ἀμέπτως καὶ τὸν βίον ἑαυτῶν ἀδιαλείπτως, ἵνα δυνυθῶσιν ἐν καθαρότητι διατρίψαι καὶ ἁγιότητι τὰς ἡμέρας ἑαυτῶν πάσας· ἐλέησον δὲ καὶ τοὺς γεγαμηκότας πάντας τοὺς ἄνδρας καὶ τὰ γύναια καὶ τὰ παιδία, καὶ δὸς πᾶσιν εὐλογίαν προκοπῆς καὶ βελτιώσεως, ἵνα πάντες γένωνται ζῶντες καὶ ἐκλεκτοὶ ἄνθρωποι διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ γονυκλισίας.

Πάτερ τοῦ μονογενοῦς ἀγαθὲ καὶ οἰκτίρμων καὶ ἐλεήμων καὶ φιλάνθρωπε καὶ φιλόψυχε, εὐεργέτα πάντων τῶν ἐπὶ σὲ ἐπιστρεφόντων, δέχου τὴν παράκλησιν ταύτην καὶ εὐσέβειαν, καὶ ὁδιότητα, κατάργησον πᾶν πάθος, πᾶσαν ἡδονὴν, πᾶσαν ἁμαρτίαν ἀπὸ τοῦ λαοῦ τούτου, ποίησον πάντας (л. 19) γενέσθαι καθαρούς, συγχώρησον πᾶσι τὰ πλημμελήματα, σοὶ γὰρ τῷ ἀγεννήτῳ Πατρὶ διὰ τοῦ μονογενοῦς κλίνομεν τὸ γόνυ· δὸς ἡμῖν νοῦν ὅσιον καὶ τελείαν ὠφέλειαν, δὸς ἡμᾶς σὲ ζητεῖν καὶ ἀγαπᾶν, δὸς ἡμῖν ἐρευνᾶν, καὶ ἐκζητεῖν τὰ θεῖὰ σου λόγια, δὸς ἡμῖν χεῖρα, Δέσποτα, καὶ ἀνάστησον ἡμᾶς, ἀνάστησον, ὁ Θεὸς τῶν οἰκτιρμῶν, ποίησον ἀναβλέπειν, ἀνακάλυψον ἡμῶν τοὺς ὀφθαλμοὺς, παρρησίαν ἡμῖν χάρισαι, μὴ ἐπιστρέψῃς ἡμᾶς ἐσχύνεσθαι, μὴ δὲ δυσωπεῖσθαι, μὴ δὲ καταγινώσκειν ἑαυτῶν, ἐξάλειψον τὸ καθ᾿ ἡμῶν χειρόγραφον, γράψον ἡμῶν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, συναρίθμησον ἡμᾶς τοῖς ἁγίοις σου προφήταις καὶ ἀποστόλοις διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ὑπὲρ λαοῦ.

Ἐξομολογούμεθὰ σοι, φιλάνθρωπε Θεὲ, καὶ προσπίπτομεν ἑαυτῶν τὰς ἀσθενείας, καὶ δύναμιν ἡμῖν προσγενέσθαι παρακαλοῦμεν, σύγγνωθι τοῖς προγεγενημένοις ἁμαρτήμασι καὶ ἄφες πάντα τὰ παρῳχημένα σφάλματα, καὶ ποίησον καινοὺς ἀνθρώπους, δεῖξον ἡμᾶς καὶ δούλους γνησίους, καὶ καθαρούς σοὶ ἀνατίθεμεν ἑαυτοὺς, δέχου ἡμᾶς, Θεὲ τῆς ἁληθείας, δέχου τὸν λαὸν τοῦτον, δὸς ὅλον (об.) γνήσιον γενέσθαι, δὸς ὅλον ἀμέμπτως καὶ καθαρῶς πολιτεύεσθαι, συμμετρηθήτωσαν τοῖς οὐρανίοις, συναριθμηθήτωσαν τοῖς ἀγγέλοις, ὅλοι ἐκλεκτοὶ καὶ ἅγιοι γενέσθωσαν. Παρακαλοῦμεν σὲ ὑπὲρ τῶν πεπιστευκότων καὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐπεγνωκότων βεβαιωθήτωσαν ἐν τῇ πίστει καὶ τῇ γνώσει καὶ τῇ διδασκαλίᾳ. Δεόμεθα ὑπὲρ παντὸς τοῦ λαοῦ τούτου καταλλάγηθι πᾶσιν, γνώρισον ἑαυτὸν, ἀποκάλυψὸν σου τὸ φέγγος, γνώτωσὰν σε πάντες τὸν ἀγέννητον Πατέρα καὶ τὸν μονογενῆ σου Ὑιὸν Ἰησοῦν Χριστόν. Δεόμεθα ὑπὲρ πάντων ἀρχόντων εἰρηνικὸν τὸν βίον ἐχέτωσαν, ὑπὲρ ἀναπαύσεως τῆς καθολικῆς ἐκκλησίας· Δεόμεθα, Θεὲ τῶν οἰκτιρμῶν, ὑπὲρ ἐλευθέρων καὶ δούλων, ἀῤρένων καὶ γυναικῶν, γερόντων καὶ παιδίων, πενήτων καὶ πλουσίων, πᾶσι τὸ ἴδιόν σου δεῖξον χρηστὸν καὶ τὴν ἰδίαν σου πᾶσι πρότεινον φιλανθρωπίαν, πάντας, οἴκτειρον καὶ πᾶσι χάρισαι τὴν πρὸς σὲ ἐπιστροφήν. Παρακαλοῦμεν ὑπὲρ ἀποδημούντων, χάρισαι αὐτοῖς ἄγγελον ειρινικὸν ὁδοίπορον γενέσθαι, ἵνα μηδένα ὑπὸ μηδενὸς ζημιωθῶσιν, ἵνα ἐν πολλῇ εὐθυμίᾳ τὸν πλοῦν καὶ τὰς (л. 20) ἀποδημίας αὐτῶν διανύσωσιν. Παρακαλοῦμεν ὑπὲρ τεθλιμμένων καὶ δεδεμένων καὶ πενήτων, ἀνάπαυσον ἕκαστον, ἀπάλλαξον δεσμῶν, ἐξένεγκον τῆς πενίας, παρηγόρησον πάντας, ὁ παρηγορῶν καὶ παραμυθούμενος. Δεόμεθα ὑπὲρ νοσούντων ὑγείαν χάρισαι καὶ τῆς νόσου ἀνάστησον, καὶ ποίησον αὐτοὺς τελείαν ἔχειν ὑγείαν σώματος καὶ ψυχῆς, σὺ γὰρ εἶ ὁ Σωτὴρ καὶ εὐεργέτης, σὺ εἶ ὁ πάντων Κύριος καὶ βασιλεύς, σὲ παρακεκλήκαμεν ὑπὲρ πάντων διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸς (τὸ κράτος) ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χεροθεσία κατηχουμένων.

Τὴν χεῖρα ἐκτείνομεν, Δέσποτα, καὶ δεόμεθα τὴν χεῖρα τὴν θείαν καὶ ζῶσαν ἐκταθῆναι εἰς εὐλογίαν τῷ λαῷ τούτῳ, σοὶ γὰρ, ἀγέννητε Πατὴρ (Πάτερ) διὰ τοῦ μονογενοῦς κεκλίκασι τὰς κεφαλὰς, εὐλόγησον τὸν λαὸν τοῦτον εἰς εὐλογίαν γνώσεως καὶ εὐσεβείας, εἰς εὐλογίαν τῶν σῶν μυστηρίων διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(об.) Χειροθεσία λαϊκων.

Ἡ ζῶσα καὶ καθαρὰ χεὶρ, ἡ χεὶρ τοῦ μονογενοῦς, ἡ πάντα τὰ πονηρὰ καθῃρηκῦια καὶ πάντα τὰ ἅγια βεβαιώσασα καὶ ἡ σφαλισμένη, ἐκταθήτω ἐπὶ τὰς κεφαλὰς τοῦ λαοῦ τούτου, εὐλογηθείη ὁ λαὸς οὗτος εὐλογίᾳ Πνεύματος, εὐλογίᾳ οὐρανοῦ, εὐλογίᾳ προφητῶν καὶ ἀποστόλων· εὐλογηθείη τὰ σώματα τοῦ λαοῦ εἰς σωφροσύνην καὶ καθαρότητα, εὐλογηθείησαν αἱ ψυχαὶ αὐτῶν εἰς μάθησιν καὶ γνῶσιν καὶ τὰ μυστήρια, εὐλογηθείησαν κοινῇ πάντες διὰ τοῦ μονογενοῦς σου Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας (τῶν) αἰώνων. Ἀμήν.

Χειροθεσία νοσούντων.

Κύριε Θεὲ τῶν οἰκτιρμῶν, ἔκτεινόν σου τὴν χεῖρα καὶ χάρισαι θεραπευθῆναι τοὺς νοσοῦντας, πάντας χάρισαι τῆς ὑγείας ἀξιωθῆναι, ἀπάλλαξον αὐτοὺς τῆς ἐπικειμένης νόσου, ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς σου θεραπευθήτωσαν, γενέσθω αὐτοῖς φάρμακον τὸ ἅγιον αὐτοῦ ὄνομα εἰς ὑγείαν καὶ ὁλοκληρίαν. Ὅτι δι᾿ αὐτοῦ σοι ἡ δόξα καὶ τὸ κράτος ἐν ἁγίῳ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν (αἰ)ώνων. Ἀμήν.

Πᾶσαι αὗται εὐχαὶ ἐπιτελοῦνται προ' τῆς εὐχῆς τοῦ προσφόρου.

4
Published by: Rodion Vlasov
Want to fix or add something? Tell us: https://t.me/bibleox_live
Or edit this article by yourself: Edit