| 1 | Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ |
| 2 | Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; |
| 3 | ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· |
| 4 | ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· |
| 5 | ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· |
| 6 | ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· |
| 7 | ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. |
| 8 | ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· |
| 9 | ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. |
| 10 | οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· |
| 11 | ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. |
| 12 | διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα· |
| 13 | εὐλογία ἀπολλυμένου ἐπ᾿ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. |
| 14 | δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. |
| 15 | ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. |
| 16 | ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα· |
| 17 | συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. |
| 18 | εἶπα δέ Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω· |
| 19 | ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· |
| 20 | ἡ δόξα μου καινὴ μετ᾿ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται. |
| 21 | ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· |
| 22 | ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν· |
| 23 | ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. |
| 24 | ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· |
| 25 | ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν. |