Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Λόγοι εἰς τὴν πρὸς Ἑβραίους #2

In epistulam ad Hebraeos / Проповеди на Послание к Евреям
Αυτό το κείμενο είναι διαθέσιμο σε άλλες γλώσσες:

ΟΜΙΛΙΑ ΚΓʹ

Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι' ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

αʹ. Πίστει, φησὶ, χρηματισθεὶς Νῶε. Καθάπερ ὁ Υἱὸς τοῦ Θεοῦ περὶ τῆς ἑαυτοῦ παρουσίας διαλεγόμενος ἔλεγεν· Ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἐγάμουν καὶ ἐγαμίσκοντο· οὕτω καὶ οὗτός φησιν. Εἰκότως δὲ αὐτοὺς οἰκείας εἰκόνος ἀνέμνησε· τὸ μὲν γὰρ ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας. Αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπὴ, ὅταν μὴ μόνον οἱ πιστεύσαντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες. Τί γάρ φησι; Πίστει χρηματισθεὶς Νῶε. Τί ἐστι τοῦτο; Προλεχθὲν ἦν αὐτῷ, φησί. Χρηματισμὸν δὲ τὴν προφητείαν καλεῖ· καὶ γὰρ ἀλλαχοῦ οὕτως εἶπε· Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος· καὶ πάλιν· Καὶ τί λέγει ὁ χρηματισμός; Ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον; ὥσπερ γὰρ ὁ Θεὸς χρᾷ, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; Ἵνα δείξῃ ὅτι ὁ χρηματισμὸς προφητεία ἐστί. Περὶ τῶν μηδέπω βλεπομένων, φησί· τουτέστι, τοῦ ὑετοῦ· Εὐλαβηθεὶς κατεσκεύασε κιβωτόν. [PG63.160] Ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο, ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν· ἀλλ' ὅμως ἐφοβήθη ἐκεῖνος· διὸ καὶ οὕτως εἶπε· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Πῶς; ∆ι' ἧς κατέκρινε τὸν κόσμον. Ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν, φησὶ, δικαιοσύνης ἐγένετο κληρονόμος· τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῷ Θεῷ. Τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης, ὡσπεροῦν ἡ ἀπιστία τοὐναντίον. Ἡ δὲ πίστις εὔδηλον ὅτι δικαιοσύνην ἐργάζεται. Ὥσπερ ἡμεῖς ἐχρηματίσθημεν περὶ γεέννης, οὕτω κἀκεῖνος. Καίτοι γε ἐγελᾶτο τότε, καὶ ὠνειδίζετο καὶ ἐχλευάζετο· ἀλλ' ὅμως πρὸς οὐδὲν τούτων εἶδε. Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν· καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς, Τίνα γὰρ εἶδεν, ἵνα ζηλώσῃ, εἰπέ μοι; [PG63.161] πατέρα Ἕλληνα εἶχε καὶ εἰδωλολάτρην, προφητῶν οὐκ ἠκηκόει, οὐδὲ ᾔδει ποῦ ἤρχετο. Ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο, ἀλλὰ πάντες εἰσὶν ἀγέραστοι, καὶ ὅτι οὐδεὶς οὐδέπω ἐδέξατο τὰς ἀμοιβάς. Τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται. Καὶ τί θαυμαστὸν, εἰ αὐτὸς, ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτω κατῴκησεν; Ὁρῶν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν. οὐ κατενάρκησεν· εἶπε γάρ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου. Εἶδε τὸν Υἱὸν ἐκεῖ κατοικοῦντα, καὶ ὁ ἔκγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη. Τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκβήσεσθαι εἰς τὸ γένος αὐτοῦ· καίτοι γε καὶ πρὸς αὐτὸν εἴρητο, ὅτι Σοὶ καὶ τῷ σπέρματί σου· οὐ, ∆ιὰ τοῦ σπέρματός σου σοὶ, ἀλλὰ, Σοὶ καὶ τῷ σπέρματί σου· καὶ οὔτε αὐτὸς, οὔτε ὁ Ἰσαὰκ, οὔτε ὁ Ἰακὼβ ἀπήλαυσαν τῆς ὑποσχέσεως. Ὁ μὲν γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ ἐξηλαύνετο, οὗτος δὲ καὶ ἐξέπιπτε δεδοικώς· καὶ τὰ μὲν εἷλε πολέμῳ, τὰ δὲ, εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν. ∆ιὰ τοῦτό φησιν, ὅτι Μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Οὐχὶ αὐτὸς μόνος, φησὶν, ἀλλὰ καὶ οἱ κληρονόμοι. Εἶτα καὶ ἕτερόν τι τῶν εἰρημένων τρανότερον ἐπήγαγε λέγων· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. ∆ύο ἐνταῦθα ζητῆσαι ἄξιον, πῶς εἰπὼν, ὅτι Μετέθηκε τὸν Ἐνὼχ, τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, λέγει· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες. Καὶ πάλιν εἰπών· Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, τὸν Νῶε δείκνυσιν εἰληφέναι μισθὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐνὼχ μετατεθεῖσθαι, καὶ τὸν Ἄβελ ἔτι λαβεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς· καί φησι· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. Τί οὖν ἐστιν ὃ λέγει; Ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον. Κατὰ πίστιν ἀπέθανον, φησὶν, οὗτοι πάντες. Τὸ, Πάντες, ἐνταῦθα εἶπεν, οὐκ ἐπειδὴ πάντες ἀπέθανον, ἀλλ' ἐπειδὴ ἐξῃρημένου ἐκείνου, ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας. Τὸ δὲ, Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀληθὲς τυγχάνει· οὐ γὰρ δὴ τοῦτο ἔμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε.

βʹ. Ποίας δὲ καὶ ἐπαγγελίας φησίν; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς· οἱ δὲ περὶ Νῶε, καὶ Ἄβελ, καὶ Ἐνὼχ, ποίας ἐπαγγελίας ἔλαβον; Ἢ τοίνυν περὶ τῶν τριῶν φησι τούτων· ἢ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε, ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο, γεύματα δέ τινα ἦν τῶν μελλόντων. Ὁ γὰρ Θεὸς ἀπ' ἀρχῆς εἰδὼς τὸ γένος τὸ ἀνθρώπινον πολλῆς δεόμενον συγκαταβάσεως, οὐ μόνον τὰ ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ τὰ ἐνταῦθα ἡμῖν χαρίζεται· οἷον ὅπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· καὶ πάλιν· [PG63.162] Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς καὶ ἐν προσθήκης μέρει ταῦτα παρ' αὐτοῦ διδόμενα, ὥστε μὴ ἀποκαμεῖν; Καθάπερ γὰρ οἱ ἀθληταὶ ἀπολαύουσι μὲν θεραπείας καὶ ὅταν ἀγωνίζωνται, πλὴν ἀλλ' οὐ πάσης τότε τῆς ἀνέσεως ἀπολαύουσιν, ὑπὸ νόμοις ζῶντες, ἀλλὰ πάσης μετὰ ταῦτα ἀπολαύουσιν· οὕτω καὶ ὁ Θεὸς οὐ πάσης ἐνταῦθα δίδωσι μεταλαβεῖν τῆς ἀνέσεως· δίδωσι μὲν γὰρ καὶ ἐνταῦθα, πλὴν ὅμως τὴν πᾶσαν ἐν τῷ μέλλοντι ἐταμίευσε. Καὶ ὅτι τοῦτό ἐστιν, ἐδήλωσεν αὐτὸ καὶ διὰ τῆς ἐπαγωγῆς, εἰπών· Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Ἐνταῦθά τι μυστικὸν αἰνίττεται· δείκνυσι γὰρ ὅτι προέλαβον πάντα τὰ περὶ τῶν μελλόντων εἰρημένα, τὰ περὶ ἀναστάσεως, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυσσε· τὰς γὰρ ἐπαγγελίας ταύτας φησίν. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐκ ἔλαβον μὲν αὐτὰς, θαῤῥήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον· ἐθάῤῥησαν δὲ τῇ πίστει μόνῃ. Πόῤῥωθεν δὲ αὐτὰς ἰδόντες εἶπε, δηλῶν ὅτι πρὸ τεσσάρων γενεῶν· μετὰ γὰρ τοσαύτας ἀνῆλθον ἐξ Αἰγύπτου. Καὶ ἀσπασάμενοι, φησὶ, καὶ ἡσθέντες. Οὕτω πεπεισμένοι ἦσαν περὶ αὐτῶν, ὡς καὶ ἀσπάσασθαι αὐτάς· ἀπὸ μεταφορᾶς εἶπε τῶν πλεόντων καὶ πόῤῥωθεν ὁρώντων τὰς πόλεις τὰς ποθουμένας, ἃς πρὶν ἢ εἰσελθεῖν εἰς αὐτὰς τῇ προσρήσει λαβόντες αὐτὰς οἰκειοῦνται. Ἐξεδέχοντο γὰρ, φησὶ, τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τὸ, Ἔλαβον, τὸ ἤδη δέξασθαί ἐστι καὶ θαρσῆσαι ὑπὲρ αὐτῶν; Εἰ τοίνυν τὸ θαρσῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν. Οὗτοι γὰρ, εἰ καὶ μὴ ἀπήλαυσαν τούτων, ἀλλ' ὅμως τῷ πόθῳ ἐθεώρουν αὐτάς. Τί δὴ ταῦτα γίνεται; Ἵνα ἡμεῖς αἰσχυνθῶμεν, ὅτι ἐκεῖνοι μὲν, καὶ ἐπαγγελλομένων αὐτοῖς τῶν ἐν τῇ γῇ, οὐ προσεῖχον, ἀλλὰ τὴν μέλλουσαν πόλιν ἐζήτουν· ἡμῖν δὲ ἄνω καὶ κάτω ὁ Θεὸς περὶ τῆς ἄνω διαλέγεται πόλεως, καὶ τὴν ἐνταῦθα ζητοῦμεν. Εἶπεν αὐτοῖς, ὅτι ∆ώσω ὑμῖν τὰ ἐν τῷ παρόντι· ἐπειδὴ δὲ εἶδε, μᾶλλον δὲ ἐπειδὴ ἔδειξαν ἑαυτοὺς μειζόνων ὄντας ἀξίους, τότε οὐκέτι αὐτοὺς ἀφίησι ταῦτα λαβεῖν, ἀλλ' ἐκεῖνα τὰ μείζονα, βουλόμενος ἡμῖν δεῖξαι ὅτι μειζόνων ἄξιοί εἰσι, μὴ θελήσαντες προσδεθῆναι τούτοις· ὡς ἄν τις συνετῷ ἐπαγγέλλοιτο παιδικὰ, οὐχ ἵνα λάβῃ ἀλλ' ἐπιδεικνύμενος αὑτοῦ τὴν φιλοσοφίαν, αἰτοῦντος ἐκείνου τὰ μείζονα. Τοῦτο γάρ ἐστι δεικνύντος, ὅτι μετὰ τοσαύτης σπουδῆς ἀπείχοντο τῆς γῆς, ὅτι οὐδὲ διδόμενα ἐλάμβανον. Τοιγαροῦν διὰ τοῦτο οἱ ἔκγονοι λαμβάνουσιν· αὐτοὶ γὰρ ἦσαν τῆς γῆς ἄξιοι. Τί ἐστι, Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν; οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι; Πρὸς σύγκρισιν ἐκείνων οὐκ εἰσίν. Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Βαβαὶ, οἷον τὸ ἐγκώμιον τῆς πόλεως ἐκείνης! Πίστει καὶ αὐτὴ Σάῤῥα. Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν. Ἀλλ' εἴποι ἄν τις· Πῶς πιστὴ ἡ γελάσασα; Ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως· τὸ γὰρ εἰπεῖν, Οὐκ ἐγέλασα, ἀπὸ πίστεως γέγονε. Τοιγαροῦν διὰ τοῦτο, κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκε. Τί ἐστιν, Εἰς καταβολὴν σπέρματος; Εἰς τὸ κατασχεῖν τὸ σπέρμα, εἰς ὑποδοχὴν δύναμιν ἔλαβεν ἡ νενεκρωμένη, ἡ στεῖρα. ∆ιπλῆ γὰρ ἦν ἡ πήρωσις, ἡ μὲν ἀπὸ τοῦ χρόνου, γεγηρακυῖα γὰρ ἦν ὄντως· ἡ δὲ [PG63.163] ἀπὸ τῆς φύσεως, στεῖρα γὰρ ἦν. Ὅθεν, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, καὶ ταῦτα νενεκρωμένου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. Ὅθεν, φησὶ, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες. Οὐ τοῦτο μόνον ἐνταῦθα λέγει, ὅτι ἐγέννησεν, ἀλλ' ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· Ὡς τὰ ἄστρα, φησί. Πῶς οὖν αὐτοὺς ἀριθμεῖ πολλάκις, καίτοι γε εἰπὼν, ὃν τρόπον οὐκ ἐξαριθμηθήσεται τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως οὐδὲ τὸ σπέρμα ὑμῶν; Ἤτοι καθ' ὑπερβολήν ἐστι τοῦτο, ἢ διὰ τοὺς ἀεὶ ἐπιγινομένους οὕτως εἶπε. Μιᾶς μὲν γὰρ οἰκίας δυνατὸν τοὺς προγόνους ἀριθμῆσαι, οἷον, ὁ δεῖνα τοῦ δεῖνος, καὶ ὁ δεῖνα τοῦ δεῖνος· ἐνταῦθα δὲ, ὧν τὸ γένος τῷ πλήθει τῶν ἄστρων παρεικάζεται, οὐκ ἔστι.

γʹ. Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, οὕτως εὐμήχανοι αὐτοῦ αἱ ὑποσχέσεις. Εἰ δὲ ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο, οὕτω θαυμαστὰ, οὕτω παράδοξα, οὕτω μεγαλόδωρα, τίνα ἔσται ἐκεῖνα, ὧν ταῦτα προσθήκη, ὧν ἐκ περιουσίας ταῦτα; Τί τοίνυν τῶν ἐπιτυγχανόντων μακαριώτερον; τί τῶν ἀποτυγχανόντων ἀθλιώτερον; Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος, ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι· δακρύεται γάρ τις ὅταν τι πάθῃ. ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων. Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι, καὶ ξύλα, καὶ δένδρα, καὶ θηρία, καὶ ὄρνιθες, καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἡδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα· Ἃ ὀφθαλμὸς, φησὶν, οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Οὐκ εἶπεν ὅτι Ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεποιηκόσι καὶ ἠθληκόσι, καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι, τί οὐ χαριεῖται; [PG63.164] Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν αὐτοῦ τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς· εἰ δὲ ἐχθροὺς ὄντας τοιούτων κατηξίωσε, τίνος οὐ καταξιώσει φίλους γενομένους; τίνος οὐ μεταδώσει καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα, καὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες, καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν ἄχρηστοι, ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες, καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν ἄχρηστοι, ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι· πλὴν καὶ διὰ τοῦτο ἐπιτείνειν μᾶλλον χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν, γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἥξει· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡ ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα πράγματα καὶ φοβερὰ, καὶ πεπάτηται. Ὁ ἀκούων, οὐδείς· οἱ δὲ γελῶντες καὶ χλευάζοντες, πάντες. Τίς ἔσται ἡμῖν πόρος; πόθεν σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν [PG63.165] ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων.

δʹ. Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες, ἐν κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνήλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. ∆ότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ ἑδραῖοι τοῖς περιφερομένοις· μηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω, καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς παραστήκῃ, οὐδεὶς ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ· πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται. Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πῶς πλείονα τὰ ὄντα ποιήσει ἐσπούδακεν, οὐδεὶς πῶς βοηθήσει τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ· φόβος εἷς ἔχει πάντας, Μὴ πενιχροὶ, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα κατηγοριῶν, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόμην λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης βιάζομαι· σύγγνωτε· ὑπὸ τοῦ πένθους ἀναγκάζομαι πολλὰ καὶ ὧν οὐ βούλομαι φθέγξασθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινὰ, ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα [PG63.166] λέγοντες· Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι πατὴρ εἶναι μὴ δακρύων· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν τὴν πυρὰν αὐτὴν τῆς διανοίας ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ μήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν ὁρῶ προκοπὴν, πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέσκειν Θεῷ· ἀλλὰ, Τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν κακὰ, κρίνομεν ἑτέρους, οὐδὲ ὅτε καθαροί ἐσμεν ἁμαρτημάτων ὀφείλοντες τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει; φησί· τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁ δεῖνα πονηρός ἐστι, καὶ λυμεὼν, καὶ μοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ σαυτοῦ, καὶ μεταμελήσει σοι ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις. Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν· μόνον λάβωμεν ἔννοιάν ποτε, μεριμνήσωμεν τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· ἵνα τύχωμεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κ∆ʹ

Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόν τες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνη μόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. ∆ιὰ τοῦτο οὐκ ἐπαι σχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.

αʹ. Ἡ πρώτη ἀρετὴ, καὶ ἡ πᾶσα ἀρετὴ τὸ ξένον εἶναι τοῦ κόσμου τούτου καὶ παρεπίδημον, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ ἐνταῦθα πράγματα, ἀλλὰ ἀπηρτῆσθαι αὐτῶν ὥσπερ ξένων, καθάπερ οἱ μακάριοι [PG63.166] μαθηταὶ ἐκεῖνοι, περὶ ὧν φησι· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐκεῖνοι μὲν οὖν ξένους ἔλεγον εἶναι ἑαυτούς· ὁ δὲ Παῦλος καὶ πολλῷ τι πλέον εἶπεν. Οὐ γὰρ ξένον ἑαυτὸν ἁπλῶς εἶπεν, ἀλλὰ νεκρὸν εἶπε τῷ κόσμῳ, καὶ τὸν κόσμον αὐτῷ νεκρόν. Ἐμοὶ γὰρ, φησὶν, ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἀλλ' ἡμεῖς ὡς καὶ πολῖται, καὶ σφόδρα ζῶντες ὡς πολῖται, οὕτω πάντα ἐνταῦθα πραγματευόμεθα· καὶ ὅπερ ἦσαν τῷ κόσμῳ οἱ δίκαιοι, ξένοι καὶ νεκροὶ, τοῦτο ἡμεῖς ἐσμεν τῷ οὐρανῷ· ὅπερ δὲ ἦσαν ἐκεῖνοι τῷ οὐρανῷ, ζῶντες καὶ πολιτευόμενοι, τοῦτο ἡμεῖς ἐσμεν τῷ κόσμῳ. ∆ιὰ τοῦτο τεθνήκαμεν, ὅτι τὴν [PG63.167] ὄντως ζωὴν ἠρνησάμεθα, καὶ τὴν πρόσκαιρον ταύτην εἱλόμεθα· διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι. Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόμενοι ὕπνῳ, οὐ μόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαμπρᾶς γενομένης ἡμέρας κεῖνται ἐπὶ κλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόμενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούμενοι ὕπνου καὶ νωθείας· οὕτω δὴ καὶ ἡμεῖς, τῆς ἡμέρας ἐγγιζούσης, τῆς νυκτὸς προκοπτούσης, μᾶλλον δὲ τῆς ἡμέρας· Ἐργάζεσθε γὰρ, φησὶν, ἕως ἐστὶν ἡμέρα· ἡμέρας οὔσης, τὰ τῆς νυκτὸς πράττομεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες· καὶ μεμύκασιν ἡμῖν οἱ τῆς διανοίας ὀφθαλμοὶ καὶ οἱ τοῦ σώματος, παραφθεγγόμεθα, παραλαλοῦμεν· κἂν βαθεῖαν ἡμᾶς πλήξῃ τις πληγὴν, οὐδὲ αἰσθανόμεθα, κἂν πᾶσαν ἡμῶν διαρπάσῃ τὴν οὐσίαν, κἂν αὐτὴν ἐμπρήσῃ τὴν οἰκίαν· μᾶλλον δὲ οὐδὲ ἀναμένομεν ἑτέρους τοῦτο ποιεῖν, ἀλλ' αὐτοὶ τοῦτο πράττομεν κεντοῦντες ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν καὶ πλήττοντες, ἀσχημόνως κείμενοι, καὶ γεγυμνωμένοι πάσης εὐδοξίας, πάσης τιμῆς, καὶ τὰ αἰσχρὰ ἡμῶν ἔργα οὔτε αὐτοὶ συγκαλύπτοντες, οὔτε ἑτέροις ἐπιτρέποντες τοῦτο ποιεῖν, ἀλλ' εἰς μέσην ἀσχημοσύνην τοῖς ὁρῶσι καὶ παριοῦσι προκείμενοι εἰς γέλωτα, εἰς σκώμματα μυρία. Οὐκ οἴεσθε καὶ αὐτοὺς τοὺς πονηροὺς καταγελᾷν τῶν ὁμοτρόπων, καὶ καταγινώσκειν αὐτῶν; Ἐπειδὴ γὰρ ἡμῖν ἐντέθεικεν ὁ Θεὸς δικαστήριον ἀδέκαστον, οὐδέποτε διαφθειρόμενον, κἂν εἰς αὐτὸν τῆς κακίας ἔλθωμεν τὸν πυθμένα· τούτου χάριν καὶ αὐτοὶ οἱ πονηροὶ καταδικάζουσιν ἑαυτοὺς, κἂν αὐτοὺς καλέσῃ τις τοῦτο, ὅπερ εἰσὶν, αἰσχύνονται, ὀργίζονται, ὕβριν τὸ πρᾶγμά φασιν. Οὕτως εἰ καὶ μὴ δι' ἔργων, ἀλλὰ διὰ λόγων καταδικάζουσιν ἅπερ πράττουσι, διὰ τοῦ συνειδότος, μᾶλλον δὲ καὶ διὰ τῶν ἔργων. Ὅταν γὰρ λανθάνοντες καὶ κρυπτόμενοι πράττωσι, μέγιστον ἐκφέρουσι δεῖγμα γνώμης, ἣν περὶ τοῦ πράγματος ἔχουσιν. Οὕτω γὰρ δήλη ἐστὶν ἡ κακία, ὡς πάντας αὐτῆς εἶναι κατηγόρους, καὶ τοὺς μετιόντας αὐτήν· τοιοῦτον δέ ἐστιν ἡ ἀρετὴ, ὡς καὶ παρ' ἐκείνων θαυμάζεσθαι τῶν μὴ ζηλούντων αὐτήν. Καὶ γὰρ καὶ ὁ πόρνος ἐπαινέσεται τὴν σωφροσύνην, καὶ ὁ πλεονέκτης καταγνώσεται τῆς ἀδικίας, καὶ ὁ ὀργίλος τὴν ἀνεξικακίαν θαυμάσεται, καὶ τὴν μικροψυχίαν μέμψεται, καὶ τὴν ἀσέλγειαν ὁ ἀσελγής. Πῶς οὖν αὐτὰ μέτεισι, φησίν; Ἀπὸ ῥᾳθυμίας πολλῆς, οὐ κρίνας εἶναι καλόν· ἐπεὶ οὐδ' ἂν ᾐσχύνθη τῷ πράγματι, οὐδ' ἂν ἠρνήσατο κατηγοροῦντος ἑτέρου. Πολλοὶ δὲ καὶ προληφθέντες, τὴν αἰσχύνην οὐ φέροντες, καὶ ἀπήγξαντο· τοσαύτη τοῦ καλοῦ καὶ πρέποντος ἔνεστιν ἡμῖν ἡ μαρτυρία· οὕτως ἡλίου λαμπρότερα τὰ καλὰ, καὶ πάντων δυσειδέστερα τὰ ἐναντία.

βʹ. Ξένοι καὶ παρεπίδημοι ἦσαν οἱ ἅγιοι. Πῶς καὶ τίνι [PG63.168] τρόπῳ; ποῦ δὲ ὁμολογεῖ ὁ Ἀβραὰμ ξένος εἶναι καὶ παρεπίδημος; Ἴσως μὲν καὶ αὐτὸς ὡμολόγησεν· ὁ δὲ ∆αυῒδ ὅτι ὡμολόγησε, παντί που δῆλον· καὶ ἄκουε αὐτοῦ λέγοντος, ὅτι Ξένος εἰμὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες, οἱ ἀργυρίου καὶ τάφους ὠνούμενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε μηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν. Τί οὖν; ἆρα τῆς γῆς ἐκείνης μόνον ἔλεγον εἶναι ξένοι τῆς ἐν Παλαιστίνῃ; Οὐδαμῶς, ἀλλὰ τῆς οἰκουμένης πάσης, καὶ εἰκότως· οὐδὲν γὰρ ἐθεώρουν ἐν αὐτῇ τούτων ὧν ἐβούλοντο, ἀλλὰ πάντα ξένα καὶ ἀλλότρια. Αὐτοὶ μὲν οὖν τὴν ἀρετὴν ἀσκεῖν ἠβούλοντο· ἐνταῦθα δὲ, ἔνθα ἦν κακία πολλὴ, καὶ ἀπεξένωτο πρὸς αὐτοὺς τὰ πράγματα· οὐδένα φίλον, οὐδένα οἰκεῖον εἶχον, πλὴν ὀλίγων τινῶν. Πῶς δὲ ξένοι ἦσαν; Οὐκ ἐπιμελούμενοι τῶν ἐνταῦθα καὶ τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτῶν ἐδείκνυον. Πῶς καὶ τίνι τρόπῳ; Εἶπε τῷ Ἀβραάμ· Ἄφες τὴν πατρίδα τὴν δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν ἀλλοτρίαν· καὶ οὐκ ἀντέσχετο τῶν οἰκείων, ἀλλ' ὡς ξένην μέλλων ἀφιέναι, οὕτως ἀπροσπαθῶς αὐτὴν εἴασεν. Εἶπεν αὐτῷ· Ἀνένεγκε τὸν υἱόν σου· καὶ ὡς οὐκ ἔχων υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν, ὡς οὐκ ἐνδεδυμένος τὴν φύσιν, οὕτως αὐτὸν ἀνήνεγκε Τὰ χρήματα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγμα ἡγεῖτο· τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, μυρία ἔπασχε δεινά· οὐκ οἰκίας ᾠκοδόμει λαμπρὰς, οὐδὲ ἐτρύφα, οὐχ ἱματίων ἐπεμελεῖτο, οὐκ ἄλλου οὐδενὸς, ἃ τῶν ἐνταῦθά ἐστιν· ἀλλὰ πάντα τὰ τῆς ἐκεῖ πόλεως ἐπολιτεύετο, φιλοξενίαν ἐπεδείκνυτο, φιλαδελφίαν, ἐλεημοσύνην, ἀνεξικακίαν, ὑπεροψίαν χρημάτων καὶ τῆς παρούσης δόξης καὶ τῶν ἄλλων ἁπάντων. Καὶ ὁ τούτου δὲ παῖς τοιοῦτος ἦν· ἐλαυνόμενος, πολεμούμενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν· οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι. Καὶ τῆς γυναικὸς ἀφαιρουμένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος· τὰ δὲ ἄνω πάντα ἐπολιτεύετο, σωφροσύνην, κοσμιότητα ἐπιδεικνύμενος πᾶσαν. Καὶ γὰρ μετὰ τὸ παιδοποιῆσαι, οὐκέτι ὡμίλησε τῇ γυναικί· καὶ παρελθούσης δὲ τῆς ἀκμῆς τῆς νεότητος, τότε αὐτὴν ἠγάγετο, δεικνὺς ὅτι οὐ πάθους ἕνεκεν τοῦτο ἐποίει, ἀλλὰ ὑπηρετούμενος τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ. Τί δὲ ὁ Ἰακώβ; οὐχὶ ἄρτον ἐζήτει μόνον καὶ ἱμάτιον, ἃ ξένων ἐστὶν ὄντως αἰτήματα τῶν εἰς πενίαν ἐλθόντων πολλήν; οὐχὶ ἐλαυνόμενος ἀνεχώρει, καθάπερ ξένος; οὐχὶ ἐθήτευεν; οὐχὶ μυρία ἔπασχε δεινὰ, περιιὼν πανταχοῦ καθάπερ ξένος; Ταῦτα δὲ πάσχοντες ἔφερον, δεικνύντες ὅτι πατρίδα ἐπιζητοῦσιν ἑτέραν· Βαβαὶ, πόση διαφορά! ἐκεῖνοι μὲν ὤδινον καθ' ἑκάστην ἡμέραν, ἀπαλλαγῆναι βουλόμενοι ἐντεῦθεν, καὶ πρὸς τὴν αὑτῶν πατρίδα ἐπανελθεῖν· ἡμεῖς δὲ τοὐναντίον· ἂν γὰρ πυρετὸς ἐμπέσῃ, πάντα ἀφέντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, τὰ κλαυθμυριζόμενα, τὸν θάνατον δεδοίκαμεν· καὶ εἰκότως τοῦτο πάσχομεν. Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγομεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδομεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσμὲν, διὰ τοῦτο ἀλγοῦμεν, ὅτι τοῖς πράγμασιν οὐκ ἐχρησάμεθα εἰς [PG63.169] δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαμεν· διὰ τοῦτο ὀδυρόμεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττομεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, μέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶ πάντα λογιζόμενοι ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες καὶ τρέμοντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι, ἀλλ' ἠπείγοντο· ὁ δὲ Παῦλος καὶ ἐστέναξε. Καὶ ἄκουε αὐτοῦ λέγοντος, Καὶ αὐτοὶ οἱ ἐν τῷ σκήνει ὄντες, στενάζομεν βαρούμενοι. Τοιοῦτοι ἦσαν οἱ περὶ τὸν Ἀβραάμ· ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης ἁπάσης, καὶ πατρίδα ἐζήτουν. Ποίαν δὴ ταύτην; ἆρα ἣν εἴασαν; Οὐδαμῶς· τί γὰρ ἐκώλυεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν, καὶ γενέσθαι πολῖται; ἀλλ' ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς. Οὕτω πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν. Βαβαὶ, ὅσον ἀξίωμα! Θεὸς καλεῖσθαι αὐτῶν κατεδέξατο. Τί λέγεις; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεσθαι Θεὸς καλεῖσθαι αὐτῶν; Μέγα, καὶ ὄντως μέγα, καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον. Πῶς; Ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων, καὶ οὐρανοῦ μὲν καὶ γῆς Θεὸς, ᾗ ἔκτισε καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων οὐχ οὕτως, ἀλλ' ὡς φίλος τις γνήσιος. Ἐπὶ δὲ ὑποδείγματος ὑμῖν αὐτὸ ποιήσω φανερόν. Οἷον ἐπὶ τῶν ἐν ταῖς μεγάλαις οἰκίαις, ὅταν τινὲς εὐδοκιμῶσι τῶν προεστηκότων τῆς οἰκίας, καὶ σφόδρα εὐδοκιμῶσι, καὶ πάντα αὐτοὶ διέπωσι, καὶ πρὸς τοὺς δεσπότας πολλὴν τὴν παῤῥησίαν ἔχωσιν, ἀπ' αὐτῶν ὁ δεσπότης καλεῖται· καὶ πολλοὺς ἄν τις εὕροι οὕτω καλουμένους. Τί δὲ λέγω; ὥσπερ ἦν εἰπεῖν, Ὁ Θεὸς, οὐχ ὁ τῶν ἐθνῶν, ἀλλ' ὁ τῆς οἰκουμένης· οὕτως ἦν εἰπεῖν Ὁ Θεὸς Ἀβραάμ. Ἀλλ' οὐκ ἴστε ὅσον ἐστὶ τὸἀξίωμα τοῦτο, ἐπεὶ μηδὲ τυγχάνομεν αὐτοῦ. Ὥσπερ γὰρ νῦν ὁ Κύριος τῶν Χριστιανῶν ἁπάντων λέγεται Θεὸς, καὶ ὅμως ὑπερβαίνει τὸ ὄνομα τὴν ἡμετέραν ἀξίαν· εἰ δὲ ἑνὸς κληθείη Θεὸς, ἐννόησον ὅσον τὸ μέγεθος. Ὁ τῆς οἰκουμένης Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοιούτων εἰσὶν ἀντίῤῥοποι οἱ ἅγιοι. Κρείττω γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ὅτι δὲ οὕτως ἑαυτοὺς ξένους ἐκάλουν, δῆλον. Ἔστω δὲ, οὗτοι διὰ τὴν ξένην ἔλεγον εἶναι ξένοι· τί δαὶ καὶ ὁ ∆αυΐδ; οὐχὶ βασιλεὺς ἦν; οὐχὶ προφήτης; οὐχὶ ἐν τῇ οἰκείᾳ πατρίδι διέτριβε; τίνος οὖν ἕνεκέν φησι, Ξένος καὶ παρεπίδημός εἰμι; Πῶς εἶ ξένος; Καθὼς, φησὶ, πάντες οἱ πατέρες μου. Ὁρᾷς ὅτι κἀκεῖνοι ξένοι ἦσαν; Ἔχομεν πατρίδα, φησὶν, ἀλλ' οὐ τὴν ὄντως πατρίδα. Πῶς δὲ σὺ ξένος; Τῆς γῆς. Οὐκοῦν κἀκεῖνοι τῆς γῆς· καθὼς γὰρ ἐκεῖνοι, οὕτω καὶ οὗτος, καὶ καθὼς οὗτος, οὕτω κἀκεῖνοι.

γʹ. Γενώμεθα τοίνυν ξένοι κἂν νῦν καὶ ἡμεῖς, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι ἡμῶν. Αἰσχύνη γὰρ αὐτῷ, ὅταν ἀνδρῶν πονηρῶν καλῆται Θεὸς, καὶ ἐπαισχύνεται αὐτοὺς καὶ αὐτὸς, ὡσπεροῦν δοξάζεται, ὅταν ἀγαθῶν ᾖ καὶ χρηστῶν καὶ ἀσκούντων ἀρετήν. Εἰ γὰρ ἡμεῖς παραιτούμεθα καλεῖσθαι δεσπόται πονηρῶν ἡμῶν δούλων, καὶ ἀφίεμεν αὐτούς· [PG63.170] κἂν εἴπῃ τις προσελθὼν, Ὁ δεῖνα μυρία ἐργάζεται κακὰ, ἆρα σὸς δοῦλός ἐστιν; εὐθέως φαμὲν, ὅτι οὐδαμῶς, ἀποτριβόμενοι τὸ ὄνειδος· σχέσις γάρ ἐστι τῷ δούλῳ πρὸς τὸν δεσπότην, καὶ διαβαίνει ἡ ἀδοξία καὶ εἰς τοῦτον ἀπ' ἐκείνου· πολλῷ μᾶλλον ὁ Θεός. Ἀλλ' ἐκεῖνοι οὕτως ἦσαν λαμπροὶ, οὕτω παῤῥησίας μεστοὶ, ὡς μὴ μόνον αὐτὸν μὴ ἐπαισχύνεσθαι παρ' ἐκείνων καλούμενον, ἀλλὰ καὶ ἑαυτὸν λέγειν, ὅτι Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Γενώμεθα καὶ ἡμεῖς, ἀγαπητοὶ, ξένοι, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ. Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ λέγοντες, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλ' ὁρᾶτε τί φθέγγεται πρὸς αὐτοὺς ὁ Χριστός· Οὐκ οἶδα ὑμᾶς· ὅπερ ἂν ποιήσειαν δεσπόται οἰκετῶν πονηρῶν προστρεχόντων αὐτοῖς, βουλόμενοι τὸ ὄνειδος ἀποτρίψασθαι. Οὐκ οἶδα ὑμᾶς, φησί. Πῶς οὖν κολάζεις, οὓς οὐκ οἶδας; Οὐκ οἶδα, ἑτέρως εἶπον, τουτέστι, Ἀρνοῦμαι ὑμᾶς καὶ παραιτοῦμαι. Ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς ἀκοῦσαι τὴν φωνὴν τὴν ὀλεθρίαν καὶ φρικώδη. Εἰ γὰρ οἱ δαίμονας ἐκβαλόντες, καὶ προφητείας ἐργασάμενοι, ἐπειδὴ βίον οὐκ ἔσχον συμβαίνοντα τοῖς λόγοις, ἠρνήθησαν· πόσῳ μᾶλλον ἡμεῖς; Καὶ πῶς, φησὶν, ἔνι προφητείας ἐπιδειξαμένους, καὶ σημεῖα πεποιηκότας, καὶ δαιμόνια ἐκβαλόντας, ἀρνηθῆναι; Εἰκὸς αὐτοὺς ὕστερον μεταβεβλῆσθαι, καὶ γεγενῆσθαι πονηρούς· ὅθεν οὐδὲν ἀπώναντο οὐδὲ τῆς προτέρας ἀρετῆς. Οὐ γὰρ τὰ προοίμια δεῖ μόνον ἔχειν λαμπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαμπρότερον. Εἰπὲ γάρ μοι, ὁ ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαμπρὰ, ὥστε μετὰ κρότων ἀναχωρεῖν; ὁ δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαμπρότερα ἐπιδείκνυται; Ὁ ἀθλητὴς ἐὰν μὴ ἐκεῖνα δείξῃ λαμπρότερα, καὶ μέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα; ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιμένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔμπροσθεν πόνον; Τί δὲ ὁ ἰατρός; Ἐὰν ἀπαλλάξας τῆς νόσου τὸν κάμνοντα, ὅταν μέλλῃ τέλεον ἀπαλλάττειν, τότε διαφθείρῃ, οὐχὶ τὸ πᾶν διέφθειρεν; Οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς, ὅσοι μὴ τῇ ἀρχῇ ἀκόλουθον τὸ τέλος ἐπέθηκαν καὶ σύμφωνον καὶ συνῳδὸν, ἀπώλοντο καὶ διεφθάρησαν. Τοιοῦτοί εἰσιν οἱ ἀπὸ μὲν τῶν βαλβίδων αὐτῶν λαμπροὶ καὶ γαῦροι προπηδήσαντες, μετὰ ταῦτα δὲ ἐκλυθέντες, καὶ χαῦνοι γενόμενοι· διὸ καὶ τοῦ βραβείου ἀπεστερήθησαν, καὶ παρὰ τοῦ ∆εσπότου οὐκ ἐπεγνώσθησαν. Ἀκούσωμεν ταῦτα οἱ χρημάτων ἐρῶντες· ἡ γὰρ μεγίστη ἀνομία αὕτη τυγχάνει· Ῥίζα γάρ ἐστι πάντων, φησὶ, τῶν κακῶν ἡ φιλαργυρία. Ἀκούσωμεν οἱ βουλόμενοι μείζονα τὴν ὑπάρχουσαν οὐσίαν ποιεῖν· ἀκούσωμεν, καὶ παυσώμεθα τῆς πλεονεξίας ποτὲ, ἵνα μὴ ταῦτα ἀκούσωμεν ἅπερ κἀκεῖνοι. Νῦν αὐτὰ ἀκούσωμεν καὶ φυλαξώμεθα, ἵνα μὴ τότε ἀκούσωμεν· νῦν ἀκούσωμεν μετὰ φόβου, ἵνα μὴ τότε ἀκούσωμεν μετὰ τιμωρίας, Ἀπέλθετε ἀπ' ἐμοῦ, φησὶν, οὐδέποτε ἔγνων ὑμᾶς, οὐδὲ τότε, φησὶν, ὅτε τὰς προφητείας ἐπεδείκνυσθε, καὶ τοὺς δαίμονας ἐξεβάλλετε. Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ· παρὰ δὲ τὴν ἀρχὴν καὶ δι' ἀναξίων ἐνήργει ἡ χάρις. [PG63.171] Εἰ γὰρ καὶ διὰ Βαλαὰμ ἐνήργησε, πολλῷ μᾶλλον δι' ἀναξίων, καὶ τοῦτο διὰ τοὺς μέλλοντας κερδαίνειν. Εἰ δὲ καὶ σημεῖα καὶ τέρατα οὐκ ἴσχυσε κολάσεως ἀπαλλάξαι, πολλῷ μᾶλλον, κἂν ἐν ἀξιώματι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιμὴν φθάσῃ, κἂν εἰς τὴν χειροτονίαν ἐνεργήσῃ ἡ χάρις, κἂν εἰς τὰ ἄλλα πάντα διὰ τοὺς τῆς προστασίας δεομένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ ἡ χάρις. Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ! πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγαγεῖν! πῶς δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι! Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη. Ἐὰν ἀγαπᾶτέ με, φησὶν, οὐκ εἶπε, Σημεῖα ποιήσατε, ἀλλὰ τί; Τὰς ἐντολάς μου τηρήσατε. Καὶ πάλιν· Φίλους ὑμᾶς λέγω, οὐχ ὅταν δαιμόνια ἐκβάλητε, ἀλλ' Ἐὰν τηρήσητε τοὺς λόγους τοὺς ἐμούς. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστι· ταῦτα δὲ μετὰ τὴν τοῦ Θεοῦ δωρεὰν καὶ τῆς ἡμετέρας σπουδῆς. Σπουδάσωμεν γενέσθαι φίλοι τοῦ Θεοῦ, καὶ μὴ μένωμεν ἐχθροί. Ἀεὶ ταῦτα λέγομεν, ἀεὶ ταῦτα παραινοῦμεν καὶ ἡμῖν αὐτοῖς καὶ ὑμῖν, πλέον δὲ οὐδὲν γίνεται· διὸ καὶ δέδοικα. Καὶ ἐβουλόμην μὲν σιγῆσαι, ὥστε μὴ τὸν κίνδυνον ὑμῖν αὐξῆσαι· τὸ γὰρ πολλάκις ἀκούοντα μηδὲ οὕτω ποιεῖν, παροξῦναι τὸν ∆εσπότην ἐστίν· ἀλλὰ δέδοικα καὶ αὐτὸς τὸν ἕτερον κίνδυνον τὸν τῆς σιγῆς, εἴ γε εἰς λόγου διακονίαν τεταγμένος, μέλλοιμι σιγᾷν. Τί οὖν ποιήσομεν, φησὶν, ἵνα σωθῶμεν; Ἀρξώμεθα τῆς ἀρετῆς, ἕως καιρὸν ἔχομεν· διανείμωμεν ἑαυτοῖς τὰς ἀρετὰς, καθάπερ τὴν γεωργίαν οἱ γηπόνοι· ἐν τῷ μηνὶ τούτῳ κρατήσωμεν λοιδορίας, ὕβρεως, ὀργῆς ἀδίκου, καὶ θῶμεν ἑαυτοῖς [PG63.172] νόμον, καὶ εἴπωμεν, Σήμερον τόδε κατορθώσωμεν· καὶ ἐν τῷ μηνὶ τῷ ἄλλῳ τὴν ἀνεξικακίαν ἑαυτοὺς παιδεύσωμεν, καὶ ἐν ἑτέρῳ ἄλλην ἀρετήν· καὶ ὅταν ἐν ἕξει ταύτης γενώμεθα τῆς ἀρετῆς, ἐφ' ἑτέραν ἔλθωμεν, καθάπερ ἐπὶ τῶν μαθημάτων, τά τε ἤδη κτηθέντα φυλάττοντες, καὶ ἕτερα προσλαμβάνοντες. Μετ' ἐκείνην ἔλθωμεν ἐπὶ τὴν τῶν χρημάτων ὑπεροψίαν· πρῶτον κατάσχωμεν τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ τότε ποιήσωμεν ἐλεημοσύνην· μὴ πάντα ἁπλῶς συγχέωμεν, ταῖς αὐταῖς χερσὶ καὶ ἁρπάζοντες, καὶ ἐλεοῦντες δῆθεν· μετὰ τοῦτο ἐπ' ἄλλην ἀρετὴν, καὶ μετ' ἐκείνην ἐπ' ἄλλην. Αἰσχρότης, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μηδὲ ὀνομαζέσθω παρ' ὑμῖν. Ταῦτα τέως κατορθώσωμεν. Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων, οὐκ ἔστιν ἱδρώτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα ἤνυσται. Οὐ δεῖ μακρὰν ὁδὸν βαδίσαι, οὐδὲ πέλαγος διαβαλεῖν ἄπειρον, ἀλλὰ σπουδάσαι καὶ προθυμηθῆναι, καὶ χαλινὸν ἐπιθεῖναι τῇ γλώττῃ πρὸς τὰς ὕβρεις τὰς ἀκαίρους. Τὰς ὀργὰς, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν τρυφὴν, τὴν πολυτέλειαν ἐκβάλωμεν, τὴν ἐπιθυμίαν τῶν χρημάτων, ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας, τὰς ἐπιορκίας, τοὺς ὅρκους τοὺς συνεχεῖς. Ἂν οὕτως ἑαυτοὺς γεωργῶμεν, τὰς πρότερον ἀκάνθας ἐκτίλλοντες, καὶ τὸν οὐράνιον σπόρον ἐμβάλλοντες, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν. Ἥξει γὰρ ὁ γεωργὸς, καὶ ἀποθήσεται ἡμᾶς εἰς τὴν ἀποθήκην, καὶ ἐπιτευξόμεθα πάντων τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΕʹ

Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμε νος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.

αʹ. Μεγάλη ὄντως ἡ πίστις τοῦ Ἀβραάμ. Ἐπὶ μὲν γὰρ τοῦ Ἄβελ καὶ τοῦ Νῶε καὶ τοῦ Ἐνὼχ λογισμῶν ἦν μάχη μόνων, καὶ τοὺς ἀνθρωπίνους ὑπερβῆναι ἐχρῆν λογισμούς· ἐνταῦθα δὲ οὐ τοὺς ἀνθρωπίνους μόνον ὑπερβῆναι ἐχρῆν λογισμοὺς, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ. Οἷόν τι λέγω· Εἶπεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην· καὶ οὐκ ἔδωκεν αὐτῷ ἐν αὐτῇ κληρονομίαν, οὐδὲ βῆμα ποδός. Ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; Πάλιν φησίν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσε· καὶ πάλιν λέγει· Θῦσον ἐμοὶ τοῦτον, τὸν μέλλοντα τὴν οἰκουμένην πᾶσαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν. Εἶδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας; Ἐναντία ταῖς ἐπαγγελίαις προσέταξε, καὶ οὐδὲ οὕτως ἰλιγγίασεν ὁ δίκαιος, οὐδὲ ἠπατῆσθαι ἔφη. Ὑμεῖς μὲν γὰρ, φησὶν, οὐκ ἂν ἔχοιτε τοῦτο εἰπεῖν, ὅτι ἄνεσιν ἐπηγγείλατο, καὶ θλῖψιν ἔδωκεν· [PG63.172] ἐνταῦθα γὰρ ἅπερ ἐπηγγείλατο, ταῦτα καὶ ποιεῖ. Πῶς; Ἐν τῷ κόσμῳ, φησὶ, θλῖψιν ἕξετε. Ὁ μὴλαβὼν τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθῶν ἐμοὶ, οὐκ ἔστι μου ἄξιος. Ὁ μὴ μισῶν τὴν ψυχὴν αὑτοῦ, οὐ μὴ εὕρῃ αὐτήν· καί· Ὃς οὐκ ἀποτάσσεται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· καὶ πάλιν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ· καὶ πάλιν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ τὰ μὲν τῆς θλίψεως ὧδε· τὰ δὲ τῆς ἀνέσεως ἐκεῖ. Ἐπὶ δὲ τοῦ Ἀβραὰμ τοὐναντίον· ἐναντία ταῖς ὑποσχέσεσι προσετέτακτο ποιεῖν, καὶ οὐδὲ οὕτως ἐθορυβήθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξωθεν τῆς ἐπαγγελίας ὑπομένετε, καὶ θορυβεῖσθε. Ἐκεῖνος ἐναντία ὧν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ τοῦ ἐκεῖνα ἐπαγγειλαμένου, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ' ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμφωνα, ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν ὅτι οὐκ ὄντα χαρίσεται παῖδα, ἀπὸ τῆς αὐτῆς καὶ νεκρὸν ἐγείρειν, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει, ἐπέπειστο. Ὁμοίως γὰρ ἄπορον ἦν, ἀνθρωπίνῳ λέγω λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ [PG63.173] γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποιίαν δοῦναι παιδίον, καὶ σφαγιασθέντα ἀναστῆσαι· ἀλλ' ὅμως ἐπείθετο· προωδοποίει γὰρ ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσιν. Ἄλλως δὲ καὶ ὁ μὲν ἑώρα τὰ χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ. Ὑμεῖς δὲ τοὐναντίον, φησὶ, τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα. Τοῦτο πρὸς τοὺς λέγειν τολμῶντας, ὅτι Μετὰ θάνατον ἡμῖν ἐπηγγείλατο τὰ ἀγαθὰ, ἠπάτησεν ἴσως ἡμᾶς. ∆είκνυσιν, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· εἰ δὲ καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποδώσει. Εἰ δὲ Ἀβραὰμ ἐπίστευσε πρὸ τοσούτων ἐτῶν, ὅτι δυνατὸς ἐκ νεκρῶν ἐγείρειν ὁ Θεὸς, πολλῷ μᾶλλον ἡμεῖς πιστεύειν ὀφείλομεν. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὔπω εἰσῆλθεν ὁ θάνατος, καὶ εὐθέως αὐτοὺς εἰς τὴν τῆς ἀναστάσεως εἵλκυσεν ἐλπίδα, καὶ εἰς τοσαύτην πληροφορίαν ἤγαγεν, ὡς καὶ σφαγιάζειν τοὺς ἑαυτῶν υἱοὺς κελευομένους, καὶ ἀφ' ὧν προσεδόκων ἐμπλήσειν τὴν οἰκουμένην, ἑτοίμως τούτους προσάγειν; Καὶ ἕτερον δὲ δείκνυσιν ἐνταῦθα διὰ τοῦ εἰπεῖν, Ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Τί οὖν; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν καὶ δόκιμος ὁ ἀνήρ; Σφόδρα γε. Τίνος οὖν ἕνεκεν ἐπείραζεν αὐτὸν, εἰ ᾔδει; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ' ἵνα τοῖς ἄλλοις δείξῃ, καὶ κατάδηλον αὐτοῦ τὴν ἀνδρείαν πᾶσι καταστήσῃ. Καὶ δείκνυσιν ἐνταῦθα καὶ τῶν πειρασμῶν τὴν αἰτίαν, ἵνα μὴ νομίζωσιν, ὡς ἐγκαταλελειμμένοι ταῦτα πάσχειν. Ἐνταῦθα μὲν γὰρ καὶ ἀνάγκη πειράζεσθαι, διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἐλαύνοντας καὶ τοὺς ἐπιβουλεύοντας· ἐκεῖ δὲ ποία ἀνάγκη ἦν τοὺς οὐκ ὄντας αὐτῷ πειρασμοὺς ἐπινοεῖν; Οὗτος τοίνυν ὁ πειρασμὸς δῆλος ἦν ὅτι αὐτοῦ προστάττοντος ἐγίνετο. Οἱ μὲν οὖν ἄλλοι συγχωροῦντος αὐτοῦ συνέβαινον, οὗτος δὲ καὶ προστάττοντος. Εἰ τοίνυν οὕτω δοκίμους τὰ τῶν πειρασμῶν ποιεῖ, ὡς καὶ μὴ οὔσης αἰτίας τὸν Θεὸν γυμνάζειν τοὺς ἑαυτοῦ ἀθλητάς· πολλῷ μᾶλλον ἡμᾶς φέρειν πάντα χρὴ γενναίως. Ἐμφαντικῶς δὲ εἶπεν ἐνταῦθα, ὅτι Πίστει προσενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος· οὐδεμία γὰρ ἄλλη αἰτία ἦν προσαγωγῆς ἢ αὕτη. Εἶτα ἐπεξέρχεται τῷ νοήματι. Οὐκ ἔχει, φησὶν, εἰπεῖν, ὅτι καὶ ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαῤῥῶν τοῦτον προσήνεγκε. Καὶ τὸν μονογενῆ, φησὶ, προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Τί λέγεις μονογενῆ; τί οὖν ὁ Ἰσμαήλ; πόθεν ἦν; Μονογενῆ λέγω, φησὶν, ὅσον εἰς τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν, εἰπὼν Μονογενῆ, δεικνὺς ὅτι διὰ τοῦτον καὶ λέγει· Πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τουτέστιν, ἐξ αὐτοῦ. Ὁρᾷς πῶς θαυμάζει τὸ παρὰ τοῦ πατριάρχου γινόμενον; Ἐν Ἰσαὰκ, ἤκουσε, κληθήσεταί σοι σπέρμα, καὶ προσέφερε σφάγιον τὸν υἱόν. Εἶτα, ἵνα μή τις νομίσῃ, ὅτι ἀπογνοὺς τοῦτο ἐποίει, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐξέβαλεν ἐκείνην, ἀλλὰ μάθῃ, ὅτι ὄντως καὶ τοῦτο πίστεως ἦν, φησὶν ὅτι κἀκείνην εἶχε τὴν πίστιν, καίτοι γε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ' οὐκ ἐμάχετο· οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἐμέτρει τοῦ Θεοῦ τὴν δύναμιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεπε. ∆ιὸ οὐδὲ δέδοικεν εἰπεῖν, ὅτι Καὶ ἐκ νε [PG63.174] κρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησί. Πῶς; Τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὗτος ἐσώθη· ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλαβεν, ἀντὶ τούτου σφάξας ἐκεῖνον. Ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱός ἐστι τοῦ Θεοῦ ὁ σφαγιαζόμενος. Καὶ θέα μοι τὴν φιλανθρωπίαν, ὅση ἦν· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ' ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ δοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι· καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ Τόδε ἐλάβομεν παρ' αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι· ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαάκ· ἢ ὡς ἐν τῷ τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ.

βʹ. Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται; Ὅταν γὰρ παραστήσωμεν ἡμῶν τὴν διάνοιαν ἀπηρτισμένην, καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηΐνων πραγμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὒ, ἵνα μὴ τὸ λαβεῖν προσδεδεμένους ἡμᾶς αὐτοῖς ἔτι προσδήσῃ. Λῦσον, φησὶ, σαυτὸν πρῶτον τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ' ὡς δεσπότης· καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιμωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν, μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ' ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν, ὅταν μὲν ἐπιθυμῇ τὸ παιδίον παιδικῶν ἀθυρμάτων, μετὰ πολλῆς σπουδῆς ἐκεῖνα κρύπτομεν, οἷον σφαῖραν καὶ ὅσα τοιαῦτα, ἵνα μὴ ἐμποδίζηται τῶν ἀναγκαίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτῶν μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπαγαγεῖν αὐτὸν τῶν ἀναγκαίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ μηκέτι ἐπιθυμοῦντας τῶν ἐνταῦθα, λοιπὸν ἀφίησιν αὐτοῖς κεχρῆσθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ, ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν, ὅτι ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίαν, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε αὐτοῦ πάλιν τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν [PG63.175] τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχει εὔπορός εἰμι καὶ εὐμήχανος, μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ' ἐκείνων ἄγομαι· διὸ καὶ μεταπλάττειν καὶ μεταῤῥυθμίζειν αὐτὰ δύναμαι. Καὶ τί θαυμάζεις εἰ ἐν τοῖς τοιούτοις γίνεται τὸ τοιοῦτο; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν γὰρ ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης· ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω. Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἀδικεῖς, ἀλλ' ἠδικήθης; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης. Καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοί· ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, Ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. ∆ιὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γινόμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω· ἐὰν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· καὶ γὰρ πλύνοντες ἐκεῖνον, καὶ ἡμεῖς τοῦ πλύνεσθαι ἄξιοι γινόμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ τὰ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Τί ἐστι, Κατὰ τὴν ἀξίαν αὐτῆς; Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς· εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, παρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον αὐτῷ συνεκρότησας; Οὐδαμῶς. ∆ιὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται· πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς, ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκίᾳ σου ὁ οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον, καὶ οὐ καταγνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος, τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν.

γʹ. Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ [PG63.176] πρὸς τὸ πολλοστὸν μέρος τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ταῦτα ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιμπανόμενα· μᾶλλον δὲ οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; ∆ιατέμωμεν ὀψὲ γοῦν ποτε, παρακαλῶ, τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα. Μέχρι πότε κάτω κύπτομεν; μέχρι τίνος ἀλλήλοις ἐπιβουλεύομεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ, τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον, ἄρκτος ἄρκτον οὐκ ἀναιρεῖ ταχέως, οὐδὲ ὄφις ὄφιν ἀναιρεῖ, τὸ ὁμόφυλον αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, τῆς φύσεως τὴν ἰσχὺν, μυρία ἄλλα ἕτερα, τὸν συγγενῆ καὶ τῆς αὐτῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς, καὶ μυρίοις περιβάλλεις κακοῖς. Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, μηδὲ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ καὶ δουλείᾳ περιβάλλεις, ἀποδυσπετήσεσι καὶ ἁμαρτίαις ἑτέραις πολλαῖς. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, οὐχὶ φονᾷν ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι πρὸς τοῦτο προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν, ὡς μὴ μέλλοντας δώσειν δίκην. Ὁ ἀφαιρούμενος γὰρ, φησὶν, ἐμβίωσιν τὸν πλησίον αὐτοῦ καὶ ἄρτον, φονεύει αὐτόν. Κατάσχωμεν παρ' ἑαυτοῖς τὰς χεῖράς ποτε, παρακαλῶ, κατάσχωμεν· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλ' ἐκτείνωμεν αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην· μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν· εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινομένου, ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμιζεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς, οὐκ ἀποφεύγεις, οὐκ ἐπιτιμᾷς· ἀλλ' ἐὰν ἐν δυναστείᾳ ᾖ, καὶ μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ, τοιαῦτα σιτούμενος. Παντὸς γὰρ βορβόρου πλεονεξία χείρων· ψυχὴν γὰρ, οὐ σῶμα μολύνει, καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον, καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ τὴν οἰκίαν, ἐμπεπλησμένην δὲ καὶ τὴν τράπεζαν (βολβίτων γὰρ, καὶ εἴ τι τούτων χεῖρον, ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα), ὡς δὴ τιμηθεὶς [PG63.177] διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν; καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς μὲν Ἑλλήνων τράπεζαν, εἰ βουλοίμεθα, ἀκωλύτως συγχωροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομαζόμενος, ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι Πατέρα τὸν Θεόν. Ὥστε ὁ μὲν κατηχούμενος, κἂν μοναχὸς ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς ᾖ, ἀδελφός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος. Οὐδὲ γὰρ ἴχνος τότε μονάζοντος ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος, ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἀλλ' οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλὰ τί; Ἐάν τις ὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, ᾖ, φησὶ, μέθυσος.

δʹ. Βαβαὶ, πόση ἡ ἀκρίβεια! ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερχόμεθα πρὸς αὐτοὺς, μεθέξοντες τῶν παρ' αὐτῶν. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσειέ σέ τις τῶν τοιούτων ἐπὶ ἑστίασιν ἡτοιμασμένην, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα ἀκούσειε παρὰ σοῦ ὅτι ἐπειδὴ ἀπὸ πλεονεξίας ἐστὶ τὰ παρατιθέμενα, οὐκ ἀνέξομαι μολύνειν τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι [PG63.178] ταλανίσαι μὲν ἐπὶ τῷ πλούτῳ ἑαυτὸν, θαυμάσαι δὲ ἐπὶ τῇ πενίᾳ σε, εἴ γε ἑώρα ἑαυτὸν μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ. Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν οὖν γεγόναμεν δοῦλοι ἀνθρώπων; Ἐπειδὴ πρότερον γαστρὸς ἐγενόμεθα δοῦλοι καὶ χρημάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώκαμεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται· ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν γὰρ τῇ οἰκίᾳ, φησὶ, τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει τὸν τῆς ἁμαρτίας δοῦλον· ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας αὐτοὺς ἀπὸ τούτων ποιεῖν, καὶ πολλοὺς δέχεσθαι. ∆ιὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται, καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα. Ἀλλ' ὅμως κἂν ἀπὸ τοῦ νῦν φεύγωμεν τὴν ἐντεῦθεν βλάβην· ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύμης, καὶ ἐπίσχετε τὴν ἐν τοῖς τοιούτοις συμποσίοις ὁρμὴν, εἴ πως κἂν νῦν δυνηθῶμεν ἐξιλεώσασθαι τὸν Θεὸν, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΣΤ ʹ

Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξό δου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο.

αʹ. Πολλοὶ, φησὶ, προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι; Καὶ σφόδρα. Εἰ γὰρ καὶ διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, οὐκ ἀπεκαλύπτετο ὁ Υἱὸς, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο. Τοῦτο καὶ νῦν ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι, τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Ἢ οὖν τοῦτό φησι, ἢ τὸ, Πίστει περὶ μελλόντων, οὐ περὶ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ τῶν ἐνταῦθα μελλόντων ὕστερον γίνεσθαι, λέγει. Ἂν γὰρ μὴ τοῦτο, πῶς ἄνθρωπος καθήμενος ἐν ξένῃ, τοιαύτας εὐλογίας ἠδύνατο διδόναι; πῶς δαὶ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν; Ὁρᾷς ὅτι ὅπερ ἔφην ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώνατο τῆς εὐλογίας, ἀλλ' εἰς ἐκγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν; εὑρίσκομεν γὰρ τὸν [PG63.178] ἀδελφὸν μᾶλλον ἀπολελαυκότα. Ὁ μὲν γὰρ ἐν δουλείᾳ καὶ θητείᾳ καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις τὸν ἅπαντα διεγένετο χρόνον, ἐρωτώμενός τε παρὰ τοῦ Φαραὼ φησί· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν· ἐκεῖνος δὲ ἐν ἀδείᾳ καὶ αὐθεντίᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός. Ποῦ οὖν ἐξέβησαν αἱ εὐλογίαι, ἀλλ' ἢ ἐν τῷ μέλλοντι; Ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπήλαυον· οἱ δὲ δίκαιοι τοὐναντίον, οὐ μὴν πάντες. Ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἦν καὶ ἀπήλαυσε καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· καὶ γὰρ πλοῦτος ἦν αὐτῷ μόνον, ἐπεὶ τὰ ἄλλα πάντα θλίψεως ἔγεμε τὰ κατ' αὐτόν. Οὐ γὰρ ἔστι τὸν δίκαιον μὴ θλίβεσθαι, κἂν πλουτῇ· ὅταν γὰρ βούληται πλεονεκτεῖσθαι, ἀδικεῖσθαι, τὰ ἄλλα πάσχειν, ἀνάγκη θλίβεσθαι. Ὥστε κἂν ἀπολαύῃ τοῦ πλούτου, οὐκ ἀλύπως. Τί δήποτε; Ὅτι ἐν θλίψει ἐστὶ καὶ ὀδύνῃ. Εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν. Πίστει περὶ μελλόντων, φησὶν, εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Καίτοι γε μείζων ἦν ὁ Ἡσαῦ· ἀλλὰ προτίθησιν ἀπὸ τῆς ἀρετῆς τὸν Ἰακώβ. Ὁρᾷς ὅτι ἦν ἡ πίστις; Πόθεν γὰρ ἐπηγγείλατο τοῖς υἱοῖς τὰ τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ πάντως; Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα [PG63.179] δείκνυσιν, ὅτι οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτῷ ἐπιδεῖξαι. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραῒμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτό φησι· Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Τουτέστι, καὶ γέρων ὢν ἤδη προσεκύνει τῷ Ἰωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ. Καὶ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλε καὶ ὕστερον διὰ τῶν δέκα φυλῶν. Ὁρᾷς πῶς τὰ ὕστερον ἐσόμενα προεῖπεν; Ὁρᾷς ὅσην εἶχον πίστιν; πῶς ὑπὲρ τῶν ἐσομένων ἐπίστευον; Τὰ μὲν γὰρ ὑπομονῆς ἐνταῦθά ἐστιν ὑποδείγματα μόνης, τὰ παρόντα, καὶ τοῦ παθεῖν κακῶς, καὶ τοῦ μηδὲν ἀπολαμβάνειν ἀγαθὸν, οἷον τὸ ἐπὶ τοῦ Ἀβραὰμ, τὸ ἐπὶ τοῦ Ἄβελ· τὰ δὲ πίστεως, οἷον ἐπὶ τοῦ Νῶε, ὅτι ἔστιν ὁ Θεὸς, ὅτι ἔστιν ἀνταπόδοσις. Ἡ πίστις γὰρ πολύσημός ἐστι λέξις· καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σημαίνει· ἐνταῦθα δὲ σημαντική ἐστι τοῦ τε εἶναι ἀνταπόδοσιν, καὶ τοῦ μὴ ἐπὶ τοῖς αὐτοῖς αὐτὴν ἀναμένειν πάντας, καὶ τοῦ πρὸ τῶν ἐπάθλων ἀθλεῖν. Καὶ τὰ κατὰ τὸν Ἰωσὴφ δὲ πίστεως μόνης ἐστίν· ὅτι γὰρ ἐπηγγείλατο τῷ Ἀβραὰμ, ὅτι ὑπέσχετο· Σοὶ δώσω καὶ τῷ σπέρματί σου τὴν γῆν ταύτην, ἤκουσεν ὁ Ἰωσήφ· καὶ ἐν ἀλλοτρίᾳ ὢν, καὶ οὐδέπω ὁρῶν ἐκβεβηκυῖαν τὴν ὑπόσχεσιν, οὐδὲ οὕτω κατέπεσεν, ἀλλ' οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὑτοῦ ἐντείλασθαι. Οὐκ ἄρα μόνος αὐτὸς ἐπίστευσεν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐνῆγεν εἰς πίστιν. ∆ιὰ τοῦτο καὶ ἐντέλλεται, ἵνα ἀεὶ τῆς ἐξόδου μεμνημένοι ὦσιν· οὐκ ἂν δὲ περὶ τῶν ὀστῶν αὑτοῦ ἐνετείλατο, εἰ μὴ πεπληροφόρητο ἔσεσθαι τὴν ἐπάνοδον. Ὥστε ὅταν τινὲς λέγωσιν, Ἰδοὺ καὶ δίκαιοι ἐφρόντισαν μνημείων· λέγωμεν πρὸς αὐτοὺς ὅτι διὰ τοῦτο, ἄλλως δὲ οὐδαμῶς· ᾔδει γὰρ, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Οὐκ ἂν οὖν ἐν τοσαύτῃ ζήσας φιλοσοφίᾳ τοῦτο ἠγνόησεν, ὁ τὸν ἅπαντα χρόνον ἐν Αἰγύπτῳ ζήσας. Καίτοι γε ἐξῆν, εἴ γε ἐβούλετο, ἐπανελθεῖν, καὶ μὴ πενθῆσαι μηδὲ δυσχερᾶναι. Ἀλλὰ καὶ τὸν πατέρα ἐκεῖ ἀναγαγὼν, τίνος ἕνεκεν καὶ τὰ αὑτοῦ ὀστᾶ ἀναγαγεῖν ἐκεῖθεν ἐπέσκηψεν, ἢ δῆλον ὅτι διὰ τοῦτο; βʹ. Τί δὲ, εἰπέ μοι, τοῦ Μωϋσέως αὐτοῦ τὰ ὀστᾶ οὐκ ἐν ξένῃ κεῖται; τὰ δὲ Ἀαρὼν, τὰ δὲ τοῦ ∆ανιὴλ, τὰ δὲ τοῦ Ἱερεμίου, τὰ δὲ τῶν ἀποστόλων οὐδὲ ἴσμεν τῶν πολλῶν ὅπου κεῖται. Πέτρου μὲν γὰρ, καὶ Παύλου, καὶ Ἰωάννου, καὶ Θωμᾶ δῆλοι οἱ τάφοι· τῶν δὲ ἄλλων τοσούτων ὄντων, οὐδαμοῦ γνώριμοι γεγόνασι. Μηδὲν τοίνυν ὑπὲρ τούτου κοπτώμεθα, μηδὲ οὕτω μικροψυχῶμεν· ὅπου γὰρ ἂν ταφῶμεν, Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Πάντως ὃ δεῖ γενέσθαι, γίνεται· τὸ μέντοι πενθεῖν καὶ κόπτεσθαι τοὺς ἀπελθόντας καὶ ὀδύρεσθαι, ἀπὸ μικροψυχίας γίνεται. Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ. Ὁρᾷς ὅτι ἐνταῦθα τὰ μετὰ θάνατον ἤλπιζον ἐν τῇ γῇ; Καὶ πολλὰ ἐκβέβηκε μετὰ θάνατον αὐτῶν. Τοῦτο πρὸς τὸ λέγειν τινὰς, μετὰ θάνατον γίνεται ταῦτα ἐκείνοις, ὧν οὐκ ἔτυχον ζῶντες, οὔτε μετὰ θάνατον ἐπίστευον. Καὶ οὐκ εἶπεν ὁ Ἰωσὴφ, [PG63.180] Ζῶντί μοι τὴν γῆν οὐκ ἔδωκεν, οὐδὲ τῷ πατρὶ τῷ ἐμῷ, οὐδὲ τῷ πάππῳ τῷ ἐμῷ, οὗ καὶ τὴν ἀρετὴν αἰδεσθῆναι ἔδει· τούτους δὲ τοὺς μοχθηροὺς ἀξιώσει ὧν ἐκείνους οὐκ ἠξίωσεν; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ τῇ πίστει ταῦτα πάντα καὶ ἐνίκησε καὶ ὑπερέβη. Εἶπε τὸν Ἄβελ, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκτὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, πάντας ἐπιδόξους καὶ θαυμαστούς. Πάλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγμα. Τὸ μὲν γὰρ θαυμαστὰ πρόσωπα τοῦτο παθεῖν θαυμαστὸν οὐδὲν, καὶ τὸ ἐκείνων ἐλάττους φανῆναι οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ ἀνωνύμων ἐλάττους ὀφθῆναι, τοῦτό ἐστι τὸ δεινόν. Καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωϋσέως, ἀσήμων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς. ∆ιὰ τοῦτο καὶ προϊὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων· Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης. Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε. Τέως δὲ περὶ τῶν γονέων τοῦ Μωϋσέως ἀναγκαῖον εἰπεῖν. Πάντα τὰ ἄῤῥενα ἀπόλλυσθαι ἐκέλευσεν ὁ Φαραὼ, καὶ οὐδεὶς ἐξέφυγε τὸν κίνδυνον. Πόθεν οὖν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον; Ἀπὸ πίστεως. Ποίας πίστεως; Εἶδον, φησὶν, ἀστεῖον τὸ παιδίον. Αὕτη ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο. Οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν τῶν σπαργάνων πολλὴ τῷ δικαίῳ ἡ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως, ἀλλὰ τοῦ Θεοῦ, τοῦτο ἐργαζομένης. Σκόπει γάρ· εὐθέως τεχθὲν καλὸν φαίνεται τὸ παιδίον, ἀλλ' οὐχὶ εἰδεχθές. Τίνος οὖν ἦν τοῦτο; Οὐ τῆς φύσεως, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἢ καὶ τὴν βάρβαρον ἐκείνην γυναῖκα τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέῤῥωσε, καὶ εἷλε καὶ ἐπεσπάσατο· καίτοι γε ἡ πίστις οὐχ ἱκανὴν εἶχεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι; Ἀλλ' ὑμεῖς, φησὶν, ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέχυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεώς ἐστι καὶ ὑπομονῆς. Ἀλλ' ἐπειδὴ καὶ οὗτοι ἐπίστευσαν, εἶτα ὠλιγοψύχησαν, δείκνυσιν ὅτι καὶ ἡ πίστις ἡ ἐκείνων εἰς πολὺ παρετείνετο· οἵα ἡ τοῦ Ἀβραὰμ, καίτοι τῶν πραγμάτων δοκούντων μάχεσθαι. Καὶ οὐκ ἐφοβήθησαν, φησὶ, τὸ διάταγμα τοῦ βασιλέως. Καίτοι γε ἐκεῖνο ἐνηργεῖτο· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία. Καὶ τοῦτο μὲν τῶν γονέων ἦν· αὐτὸς δὲ ὁ Μωϋσῆς οὐδὲν εἰσήνεγκεν. Εἶτα πάλιν οἰκεῖον αὐτοῖς τὸ ὑπόδειγμα ἕτερον λέγει· μᾶλλον δὲ ἐκείνου μεῖζον. Ποῖον δὴ τοῦτο; Πίστει γὰρ, φησὶ, Μωϋσῆς γενόμενος μέγας, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ, μᾶλλον, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Ὡς ἂν εἰ ἔλεγε πρὸς αὐτοὺς, Οὐδεὶς ὑμῶν ἀφῆκε βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐ θησαυροὺς τοιούτους, οὐδὲ, ἐξὸν εἶναι βασιλέως υἱὸν, κατεφρόνησε τούτου, καθὼς ὁ Μωϋσῆς πεποίηκε. Καὶ ὅτι οὐχ [PG63.181] ἁπλῶς ἀφῆκεν, ἐδήλωσεν εἰπὼν, Ἠρνήσατο· τουτέστιν, ἐμίσησεν, ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περιττὸν ἦν τὰ βασίλεια θαυμάζειν τὰ Αἰγύπτου.

γʹ. Καὶ βλέπε τί θαυμαστῶς αὐτὸ τέθεικεν ὁ Παῦλος. Οὐκ εἶπε, Μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν οὐρανὸν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ἀλλὰ τί; Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τὸ γὰρ διὰ Χριστὸν ὀνειδίζεσθαι βέλτιον ἡγήσατο τοῦ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ' ἑαυτὸ μισθὸς ἦν. Μᾶλλον ἑλόμενος, φησὶ, συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων εἵλετο· καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν. Ἢ πρόσκαιρον ἔχειν, φησὶ, ἁμαρτίας ἀπόλαυσιν. Ἁμαρτίαν εἶπε τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχεῖσθαι· τοῦτο ἁμαρτίαν, φησὶν, ἐνόμισεν. Εἰ τοίνυν ἐκεῖνος τὸ μὴ προθύμως συγκακουχηθῆναι τοῖς ἄλλοις, ἁμαρτίαν ἐνόμισε· μέγα ἄρα ἀγαθὸν ἡ κακουχία, ἐφ' ἢν ἀπὸ τῶν βασιλείων ἔῤῥιψεν ἑαυτόν. Ταῦτα δὲ ἐποίει, μεγάλα τινὰ προορῶν· διὸ καὶ οὕτως εἶπε· Πλοῦτον μείζονα ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τί ἐστι, Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ; Τουτέστι, τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ἢ ὅτι διὰ τὸν Χριστὸν ὑπέμεινεν, ὅτε ὑπὲρ τῆς πέτρας ἐλοιδορεῖτο, ἐξ ἧς ὕδωρ ἐξήγαγεν. Ἡ δὲ πέτρα, φησὶν, ἦν ὁ Χριστός. Πῶς δέ ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ; Ὅτι καταπτύομεν τῶν πατρῴων ὀνειδιζόμεθα, ὅτι πάσχομεν κακῶς Θεῷ προσδραμόντες. Εἰκὸς δὲ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσε, Μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, τὸ μέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ὑπὸ τούτων ὑπὲρ ὧν ἐσταυροῦτο, ὑπὸ τούτων τῶν συμφυλετῶν. Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, ὅταν τις παρὰ οἰκείων, ὅταν τις παρ' ὧν εὐεργετεῖ ὀνειδίζηται· καὶ γὰρ ἐκεῖνος παρὰ τοῦ εὐεργετηθέντος ταῦτα ἔπασχεν. Ἐνταῦθα αὐτοὺς ἀνέστησε, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπασχε, καὶ ὁ Μωϋσῆς, δύο πρόσωπα ἔνδοξα· ὥστε τοῦ Χριστοῦ μᾶλλόν ἐστιν οὗτος ὁ ὀνειδισμὸς ἢ τοῦ Μωϋσέως, ἐπειδὴ παρὰ τῶν ἰδίων τοιαῦτα ἔπαθεν. Ἀλλ' οὔτε ἐκεῖνος ἔπαθέ τι, οὔτε οὗτος κεραυνοὺς ἠφίει, ἀλλ' ὠνειδίζετο, καὶ ἔφερε πάντα, κινούντων ἐκείνων τὰς κεφαλάς. Ἐπεὶ οὖν εἰκὸς ἦν τοιαῦτα ἀκούειν καὶ αὐτοὺς, καὶ ἐπιθυμεῖν τὴν ἀνταπόδοσιν, λέγει ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ Μωϋσῆς τοιαῦτα πεπόνθασιν. Ἄρα οὖν ἡ μὲν ἄνεσις, τῆς ἁμαρτίας ἐστὶ, τὸ δὲ ὀνειδίζεσθαι, τοῦ Χριστοῦ. Τί γὰρ βούλει; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἢ τὴν ἄνεσιν; Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. Τί λέγεις; ὅτι οὐκ ἐφοβήθη; Καὶ μὴν ἡ Γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο καὶ ἀπέδρα καὶ ἐξέκλεψεν ἑαυτὸν, καὶ μετὰ ταῦτα περιδεὴς ἦν. Πρόσεχε μετὰ ἀκριβείας τῷ εἰρημένῳ τὸ, Μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, πρὸς τὸ καὶ πάλιν ἐπιστῆναι εἴρηκε. Φοβουμένου γὰρ ἦν μὴ ἅψασθαι τῆς προστασίας πάλιν, μηδὲ ἐγχειρῆσαι τῷ πράγματι· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν. Οὐ γὰρ εἶ [PG63.182] πεν ὅτι Ζητεῖ με, καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι. Ὥστε καὶ τὸ φυγεῖν πίστεως ἦν. Τί οὖν οὐκ ἔμεινε, φησίν; Ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν. Τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους, καὶ λέγειν, Ἴδω εἰ σώζει με ὁ Θεός. Τοῦτο καὶ τῷ Χριστῷ εἶπεν ὁ διάβολος· Ῥῖψον σεαυτὸν κάτω. Ὁρᾷς ὅτι τοῦτο διαβολικόν ἐστι, τὸ εἰκῆ καὶ μάτην ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, καὶ πειράζειν εἰ σώζει ὁ Θεός; Προεστάναι γὰρ αὐτῶν οὐκέτι ἠδύνατο, οὕτως ἀγνωμόνως τῶν εὐεργετουμένων διακειμένων· μωρὸν τοίνυν ἦν καὶ ἀνόητον, μένειν αὐτόθι. Ταῦτα δὲ πάντα γέγονε, διότι ὡς ὁρῶν τὸν ἀόρατον, οὕτως ἐκαρτέρει. Ἂν τοίνυν καὶ ἡμεῖς ὁρῶμεν ἀεὶ τὸν Θεὸν τῷ νῷ, ἂν ἀεὶ ἐν τῇ μνήμῃ αὐτοῦ στρέφωμεν τὴν διάνοιαν, πάντα ἡμῖν ῥᾷστα φανήσεται, πάντα φορητὰ, πάντα εὐκόλως οἴσομεν, πάντων ἀνώτεροι γενησόμεθα. Εἰ γὰρ ἀγαπώμενόν τις ὁρῶν, μᾶλλον δὲ μεμνημένος τούτου, διανίσταται τὴν ψυχὴν, καὶ ὑψηλὸς γίνεται τὴν διάνοιαν, καὶ πάντα εὐκόλως φέρει ἐντρυφῶν τῇ μνήμῃ· ὁ τὸν ὄντως ἀγαπῆσαι ἡμᾶς καταξιώσαντα ἔχων ἐν διανοίᾳ, καὶ μεμνημένος αὐτοῦ, πότε ἢ λυπηροῦ τινος αἰσθήσεται, ἢ φοβερόν τι καὶ ἐπικίνδυνον φοβηθήσεται; πότε δὲ ὀλιγοψυχήσει; Οὐδέποτε. Πάντα γὰρ ἡμῖν δύσκολα φαίνεται, ὅτι τοῦ Θεοῦ τὴν μνήμην οὐκ ἔχομεν ὡς ἔχειν δεῖ, ὅτι οὐ περιφέρομεν αὐτὸν ἐν τῇ διανοίᾳ διαπαντός· εἴποι γὰρ ἂν δικαίως πρὸς ἡμᾶς· Ἐπελάθου μου σὺ, ἐπιλήσομαί σου κἀγώ. Ὥστε διπλοῦν τὸ κακὸν γίνεται, ὅτι καὶ ἡμεῖς αὐτοῦ ἐπιλανθανόμεθα, καὶ αὐτὸς ἡμῶν. Ταῦτα γὰρ δύο ἐστὶν ἀλλήλοις μὲν συμπεπλεγμένα, δύο δὲ ὅμως ἐστί. Μέγα μὲν γὰρ τὸ καὶ ἡμᾶς ἐν μνήμῃ ποιεῖσθαι τοῦ Θεοῦ, μέγα δὲ καὶ τὸ μνημονεύεσθαι αὐτὸν παρ' ἡμῶν· τοῦτο ποιεῖ αἱρεῖσθαι τὰ ἀγαθὰ, ἐκεῖνο δὲ ἀνύειν καὶ εἰς τέλος ἄγειν. ∆ιὰ τοῦτό φησιν ὁ Προφήτης· Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ταῦτά φησιν ὁ λαὸς ὁ ἐν Βαβυλῶνι, Ἐκεῖ ὢν μνησθήσομαί σου.

δʹ. Καὶ ἡμεῖς τοίνυν ὥσπερ ἐν Βαβυλῶνι ὄντες τὰ αὐτὰ λέγωμεν. Εἰ γὰρ καὶ μὴ μεταξὺ τῶν πολεμίων καθήμεθα, ἀλλὰ μεταξὺ τῶν ἐχθρῶν ἐσμεν. Οἱ μὲν γὰρ ὡς αἰχμάλωτοι ἐκάθηντο, οἱ δὲ οὐδὲ ᾐσθάνοντο τῆς αἰχμαλωσίας, ὡς ὁ ∆ανιὴλ, ὡς οἱ τρεῖς παῖδες· οἳ καὶ ἐν αἰχμαλωσίᾳ ὄντες, αὐτοῦ τοῦ αἰχμαλωτεύσαντος αὐτοὺς βασιλέως ἐγένοντο λαμπρότεροι ἐν αὐτῇ τῇ χώρᾳ ἐκείνῃ· καὶ τοὺς αἰχμαλώτους γὰρ ὁ αἰχμαλωτεύσας προσεκύνει. Εἶδες ὅσον ἀρετή ἐστιν; ἐν αὐτῇ τῇ αἰχμαλωσίᾳ ὄντας ἐθεράπευσεν ὡς δεσπότας· ἄρα ἐκεῖνος ὁ αἰχμάλωτος ἦν, μᾶλλον ἣ οὗτοι. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τῇ πατρίδι ὄντας ἐλθὼν προσεκύνησε τῇ ἑαυτῶν, ἢ βασιλεύοντας ἐκεῖ· τὸ δὲ θαυμαστὸν, ὅτι δεσμεύσας αὐτοὺς, καὶ λαβὼν αἰχμαλώτους, καὶ ἔχων ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ, πάντων ὁρώντων οὐκ ᾐσχύνετο προσκυνῆσαι, καὶ μαναὰ σπεῖσαι. Ὁρᾶτε ὅτι τὰ ὄντως λαμπρὰ πράγματα τὰ κατὰ Θεόν ἐστι, τὰ δὲ ἀνθρώπινα σκιά; Ἠγνόει ἄρα δεσπότας ἀπάγων ἑαυτῷ, καὶ οὓς ἔμελλε προσκυνεῖν ἐνέβαλεν εἰς κάμινον· ἀλλ' ὡς ὄναρ ταῦτα ἐκείνοις ἦν. [PG63.183] Φοβηθῶμεν οὖν, ἀγαπητοὶ, τὸν Θεὸν, φοβηθῶμεν· κἂν ἐν αἰχμαλωσίᾳ ὦμεν, πάντων ἐσόμεθα λαμπρότεροι· φόβος παρέστω Θεοῦ, καὶ οὐδὲν ἔσται λυπηρὸν, κἂν πενίαν εἴπῃς, κἂν νόσον, κἂν αἰχμαλωσίαν, κἂν δουλείαν, κἂν ὁτιοῦν τῶν λυπηρῶν· ἀλλὰ καὶ αὐτὰ ἐκεῖνα ἡμῖν συνεργήσει πρὸς τὰ ἐναντία. Αἰχμάλωτοι ἦσαν οὗτοι, καὶ προσεκύνησεν αὐτοῖς ὁ βασιλεύς· σκηνοποιὸς ἦν ὁ Παῦλος, καὶ ἔθυον αὐτῷ ὡς Θεῷ. Ἐνταῦθα ζήτημα ἀνακύπτει· ἐρωτῶσι γὰρ πολλοὶ λέγοντες· Τί δήποτε οἱ μὲν ἀπόστολοι τὰς θυσίας ἀπεῖρξαν, καὶ διέῤῥηξαν αὑτῶν τὰ ἱμάτια, καὶ ἀπήγαγον αὐτοὺς τῆς ἐπιχειρήσεως, καὶ ἀπωδύροντο λέγοντες, Τί ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι· ὁ δὲ ∆ανιὴλ οὐδὲν τοιοῦτον ἐποίησεν. Ὅτι γὰρ καὶ αὐτὸς ταπεινὸς ἦν, καὶ τούτων οὐχ ἧττον ἀνέφερε τῷ Θεῷ δόξαν, πολλαχόθεν δῆλον. Μάλιστα μὲν γὰρ καὶ πρῶτον καὶ ἐξ αὐτοῦ τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ, τοῦτο δῆλον· οὐ γὰρ ἂν αὐτὸν σφετεριζόμενον τοῦ Θεοῦ τὴν τιμὴν εἴα ζῆσαι, οὐ λέγω εὐδοκιμῆσαι· δεύτερον, ὅτι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἔλεγε, Καὶ ἐμοὶ, βασιλεῦ, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη τὸ μυστήριον τοῦτο· καὶ τρίτον πάλιν, ὅτι ἐν λάκκῳ ἦν διὰ τὸν Θεόν· καὶ ἐπειδὴ τροφὴν αὐτῷ ἐκόμισεν ὁ προφήτης, φησὶν, Ἐμνήσθη γάρ μου ὁ Θεός· οὕτως ἦν ταπεινὸς καὶ συντετριμμένος. Ἐν λάκκῳ ἦν διὰ τὸν Θεὸν, καὶ ἀνάξιον ἑαυτὸν ἡγεῖτο τῆς μνήμης καὶ τοῦ ἀκουσθῆναι. Ἡμεῖς δὲ μυρία τολμῶντες μιαρὰ, καὶ πάντων ὄντες μιαρώτεροι, ἐὰν μὴ ἐκ πρώτης εὐχῆς ἀκουσθῶμεν, ἀναχωροῦμεν. Ὄντως πολὺ τὸ μέσον ἐκείνων καὶ ἡμῶν, ὅσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν, καὶ εἴ τι πλέον. Τί λέγει; μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὸ ἐν λάκκῳ γενόμενον θαῦμα, οὕτω σεαυτὸν ταπεινὸν ἡγῇ; Ναὶ, φησίν· ὅσα γὰρ ἂν ἐργασώμεθα, ἀχρεῖοι δοῦλοί ἐσμεν. Οὕτω προλαβὼν, τὸ εὐαγγελικὸν παράγγελμα ἐπλήρου, καὶ οὐδὲν ἡγεῖτο ἑαυτόν. Ἐμνήσθη γάρ μου ὁ Θεὸς, ἔλεγε. Καὶ ἡ εὐχὴ αὐτοῦ ὅρα πάλιν ὅσης ταπεινοφροσύνης γέμει. Οὕτω καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν· καὶ πανταχοῦ τὸ ταπεινὸν ἑαυτῶν δεικνύουσι. Καίτοι γε εἶχεν ὁ ∆ανιὴλ μυρίας ἀφορμὰς τοῦ ἐπαίρεσθαι, ἀλλ' ᾔδει ὅτι καὶ ταῦτα αὐτῷ ὑπῆρχεν ἀπὸ τοῦ μὴ ἐπαίρεσθαι, καὶ οὐ διέφθειρε τὸν θησαυρόν. Παρὰ πάντας γὰρ ἀνθρώπους καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ οὐκ ἐπὶ τούτοις ᾔδετε μόνον, ὅτι ῥίψας ἑαυτὸν εἰς πρόσωπον ὁ βασιλεὺς ἔσπεισεν αὐτῷ, ἀλλ' ὅτι καὶ θεὸν ἐνόμισεν αὐτὸν ὁ πανταχοῦ τῆς γῆς ὡς θεὸς τιμώμενος· πάσης γὰρ αὐτὸς ἐκράτει· καὶ δῆλον ἀπὸ τοῦ Ἱερεμίου· Ὁ ἀναβαλλόμενος γὰρ, φησὶ, τὴν γῆν, ὡς ἱμάτιον· καὶ πάλιν, Ἐγὼ ἔδωκα αὐτὴν Ναβουχοδονόσορ τῷ δούλῳ μου. Καὶ ἐξ ὧν ἐπιστέλλει δῆλον τοῦτο πάλιν, ὅτι οὐκ ἐκεῖ μόνον ἐθαυμάζετο, ἔνθα ἦν, ἀλλὰ καὶ πανταχοῦ, καὶ μείζων ἦν ἀκουόμενος ἢ εἰ παρόντα εἶδον αὐτὸν τὰ λοιπὰ ἔθνη, ὁπότε καὶ διὰ γραμμάτων ὡμολόγησε τὴν δουλείαν καὶ τὸ θαῦμα. Ἀλλ' ὅμως καὶ ἐπὶ σοφίᾳ πάλιν ἐθαυμάζετο· Μὴ σοφώτερος γὰρ εἶ, φησὶ, σὺ τοῦ ∆ανιήλ; Καὶ μετὰ ταῦτα πάντα οὕτως ἦν ταπεινὸς, ὡς μυριάκις διὰ τὸν ∆εσπότην ἀποθανεῖν. [PG63.184] εʹ. Τί δήποτ' οὖν οὕτω ταπεινὸς ὢν, οὐ διεκρούσατο οὔτε τὴν προσκύνησιν τὴν παρὰ τοῦ βασιλέως, οὔτε τὰς σπονδάς; Τοῦτο οὐκ ἐρῶ· ἀρκεῖ γάρ μοι τὸ ζήτημα μόνον εἰπεῖν· τὸ δὲ λοιπὸν ὑμῖν ἀφίημι, ἵνα κἂν οὕτω διαναστήσω ὑμῶν τὴν διάνοιαν. Ἐκεῖνο μέντοι παρεγγυῶ, πάντα διὰ τὸν τοῦ Θεοῦ φόβον αἱρεῖσθαι, ὑποδείγματα τοιαῦτα ἔχοντας· καὶ ὅτι ὄντως καὶ τῶν ἐνταῦθα ἐπιτευξόμεθα, ἐὰν τῶν μελλόντων γνησίως ἀντιλαβώμεθα. Ὅτι γὰρ οὐκ ἀπονοίᾳ τοῦτο ἐποίησε, δῆλον ἀπὸ τοῦ εἰπεῖν, Τὰ δόματά σου σοὶ ἔστω. Καὶ γὰρ καὶ τοῦτο πάλιν ἕτερον ζήτημα, πῶς τῷ λόγῳ διακρουόμενος, διὰ τῶν ἔργων ἐδέξατο τὴν τιμὴν, καὶ ἐφόρεσε τὸν μανιάκην. Καὶ ὁ μὲν Ἡρώδης ἀκούσας, Φωνὴ Θεοῦ, καὶ οὐκ ἀνθρώπου, ἐπειδὴ μὴ ἔδωκε δόξαν τῷ Θεῷ, διεῤῥάγη, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ· οὗτος δὲ καὶ Θεοῦ τιμὴν προσήκατο, οὐχὶ ῥήματα μόνον. Ἐνταῦθα ἀναγκαῖον εἰπεῖν τί δὴ τοῦτό ἐστιν. Ὅτι ἐκεῖθεν μὲν εἰς εἰδωλολατρείαν ἐξέπιπτον οἱ ἄνθρωποι μείζονα, ἐντεῦθεν δὲ οὐκέτι. Πῶς; Τὸ γὰρ νομισθῆναι τοῦτον τοιοῦτον, τιμὴ εἰς τὸν Θεὸν ἦν· διὰ γὰρ τοῦτο προλαβὼν εἶπε· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Ἄλλως δὲ, οὐδὲ φαίνεται προσιέμενος τὰς σπονδάς· εἶπε μὲν γὰρ, φησὶν, ὅτι χρὴ σπεῖσαι, οὔπω δὲ δῆλον ἐγένετο, ὅτι καὶ τὸ ἔργον παρηκολούθησεν. Ἐκεῖ δὲ ἤνεγκαν ὥστε τοὺς ταύρους καταθῦσαι· καὶ ἐκάλουν τὸν μὲν ∆ία, τὸν δὲ Ἑρμῆν. Τὸν μὲν οὖν μανιάκην προσήκατο, ἵνα δῆλον ἑαυτὸν ποιήσῃ· τὴν μέντοι σπονδὴν διὰ τί μὴ φαίνεται διακρουόμενος; καὶ γὰρ ἐκεῖ οὐκ ἐποίησαν, ἀλλ' ἐπεχείρησαν, καὶ ἐκώλυσαν οἱ ἀπόστολοι· ὥστε καὶ ἐνταῦθα ἔδει εὐθέως διακρούσασθαι· καὶ ἐκεῖ μὲν δῆμος ὁλόκληρος ἦν, ἐνταῦθα δὲ τύραννος. Τί οὖν αὐτὸν οὐκ ἀπήγαγε, προλαβὼν εἶπον, ὅτι οὐχ ὡς θεῷ ἔσπενδεν ἐπὶ ἀνατροπῇ τοῦ σεβάσματος, ἀλλ' ἐπὶ μείζονι θαύματι. Πῶς; Ὅτι τοῦ Θεοῦ ἕνεκεν διάταγμα τέθεικεν, ὁμολογῶν αὐτοῦ τὴν δεσποτείαν· ὥστε οὐκ ἠκρωτηρίαζε τὴν τιμήν. Ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλ' αὐτοὺς ἐνόμιζον εἶναι τοὺς θεούς· διὰ τοῦτο διεκρούοντο. Ἄλλως δὲ, καὶ προσκυνήσας ἐνταῦθα, τότε ταῦτα ποιεῖ· οὐδὲ γὰρ ὡς θεῷ προσεκύνησεν, ἀλλ' ὡς ἀνθρώπῳ σοφῷ. Οὐ δῆλον δὲ οὐδὲ ὅτι ἔσπεισεν· εἰ δὲ καὶ ἔσπεισεν, ἀλλ' οὐ δεχομένου τοῦ ∆ανιήλ. Τί δὲ, ὅτι αὐτὸν καὶ Βαλτάσαρ ἐκάλεσεν, τοῦ θεοῦ αὐτοῦ τὸ ὄνομα; Οὕτως οὐδὲν θαῦμα ἡγοῦντο αὐτῶν τοὺς θεοὺς, ὅπου γε καὶ τὸν αἰχμάλωτον οὕτως ἐκάλει ὁ πάντας κελεύων τὴν εἰκόνα προσκυνεῖν τὴν παντοδαπὴν καὶ ποικίλην, καὶ τὸν δράκοντα σέβων· καὶ ἐκείνων πολὺ ἦσαν ἀνοητότεροι οἱ Βαβυλώνιοι τῶν ἐν Λύστρᾳ· διὸ οὐκ ἐνῆν εὐθέως ἐνάγειν αὐτοὺς εἰς τοῦτο. Καὶ πολλὰ ἄν τις εἴποι· τέως δὲ ταῦτα ἀρκεῖ. Ἂν τοίνυν βουλώμεθα πάντων ἐπιτυχεῖν τῶν ἀγαθῶν, τὰ κατὰ Θεὸν ζητῶμεν. Ὥσπερ γὰρ οἱ τὰ τοῦ κόσμου ζητοῦντες, καὶ τούτων καὶ ἐκείνων ἐκπίπτουσιν· οὕτως οἱ τὰ κατὰ Θεὸν προτιμῶντες, ἀμφοτέρων ἐπιτυγχάνουσι. Μὴ δὴ ταῦτα λοιπὸν ζητῶμεν, ἀλλ' ἐκεῖνα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ ΚΖʹ

Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρω τότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυ θρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.

αʹ. Πολλὰ μεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήμασι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· οὐκ ἐν πλήθει λόγων ὀλίγα περιέχει νοήματα, ἀλλὰ βραχύτητι ῥημάτων μεγάλην καὶ πολλὴν διάνοιαν ἐντίθησιν. Ὅρα γοῦν πῶς ἐν τάξει παρακλήσεως καὶ περὶ πίστεως διαλεγόμενος, οἵου ὑπομιμνήσκει τύπου καὶ μυστηρίου, οὗ τὴν ἀλήθειαν ἔχομεν. Πίστει, φησὶ, πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τί δέ ἐστιν, Ἡ πρόσχυσις τοῦ αἵματος; Ἀρνίον ἐθύετο κατὰ οἰκίαν, καὶ τὸ αἷμα αὐτοῦ ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἦν ἀποτείχισις τῆς ἀπωλείας τῆς Αἰγυπτιακῆς. Εἰ τοίνυν αἷμα ἀρνίου ἐν μέσοις Αἰγυπτίοις καὶ ἐν ὀλέθρῳ τοσούτῳ ἀσινεῖς διεφύλαττε τοὺς Ἰουδαίους· πολλῷ μᾶλλον διασώσει ἡμᾶς, οὐκ ἐν ταῖς φλιαῖς, ἀλλ' ἐπὶ ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριόμενον τοῦ Χριστοῦ· καὶ γὰρ καὶ νῦν ὁ ὀλοθρεύων ἐν τῇ βαθείᾳ νυκτὶ ταύτῃ περιέρχεται. Ἀλλ' ὁπλιζώμεθα ἐκείνῃ τῇ θυσίᾳ. Πρόσχυσιν τὴν χρίσιν καλεῖ· ἀπὸ γὰρ Αἰγύπτου ἐξήγαγεν ἡμᾶς ὁ Θεὸς, ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς εἰδωλολατρείας. Καίτοι τὸ γενόμενον οὐδὲν ἦν, τὸ δὲ κατορθούμενον μέγα· τὸ μὲν γὰρ γενόμενον αἷμα, τὸ δὲ κατορθούμενον σωτηρία καὶ ἔμφραξις καὶ κώλυμα ἀπωλείας. Ἐφοβήθη τὸ αἷμα ὁ ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε, τὸν ∆εσποτικὸν θάνατον ἐννοήσας· διὰ τοῦτο οὐκ ἔθιγε τῶν φλιῶν. Εἶπε Μωϋσῆς, Χρίσατε· καὶ ἔχρισαν, καὶ ἐθάῤῥησαν χρίσαντες. Ὑμεῖς δὲ αὐτοῦ τοῦ ἀμνοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρσεῖτε; Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Πίστει, φησὶ, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Ἐνταῦθα αὐτοὺς καὶ εἰς ὑπόμνησιν ἄγει τῶν παθημάτων τῶν ἐν Αἰγύπτῳ. Πῶς πίστει; Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο· μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος. Ὁρᾷς ὅτι πανταχοῦ ἡ πίστις τοὺς λογισμοὺς ὑπερβαίνει τοὺς ἀνθρωπίνους καὶ τὴν ἀσθένειαν καὶ τὴν ταπεινότητα; ὁρᾷς, ὁμοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵματι τῶν θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ; Καὶ τοῦτο ἐδήλου, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, καὶ ὅτι οὐκ ἦν φαντασία, ἀλλ' ἀλήθεια. Ὥσπερ δὲ ἐπὶ τῶν λεόντων οἱ ἀναλωθέντες ἐδείκνυον τῶν πραγμάτων τὴν ἀλήθειαν, καὶ ἐπὶ τῆς καμίνου οἱ καέντες· οὕτω καὶ νῦν ὁρᾷς τὰ αὐτὰ πράγματα τοῖς μὲν πρὸς σωτηρίας καὶ εὐδοκιμήσεως, τοῖς δὲ πρὸς ἀπωλείας γινόμενα. Τοσοῦτόν ἐστιν ἡ πίστις ἀγαθόν· καὶ γὰρ ὅταν εἰς ἀμηχανίαν ἐμπέσωμεν, τότε ἀπαλλαττόμεθα, [PG63.186] κἂν πρὸς αὐτὸν τὸν θάνατον ἔλθωμεν, κἂν ἀπογνωσθῇ τὰ καθ' ἡμᾶς. Τί γὰρ ἄλλο ἦν λοιπόν; Αἰγύπτιοι καὶ θάλασσα αὐτοὺς ἀόπλους ἐκύκλουν, καὶ ἢ ἀποπνιγῆναι ἐχρῆν φεύγοντας, ἢ εἰς τὰς Αἰγυπτιακὰς χεῖρας ἐμπεσεῖν. Ἀλλ' ὅμως ἀπὸ ἀμηχάνων αὐτοὺς διέσωσε· τὸ αὐτὸ ὕδωρ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλαττα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ' αὐτῶν Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἵα τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ' ἡ πίστις πάντα δύναται.

βʹ. Ὁρᾷς πανταχοῦ, οὐχὶ ἀκολουθίᾳ, οὐδὲ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν, ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γινόμενα; Οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη κατασκόπους μετ' εἰρήνης. Οὐκοῦν αἰσχρὸν, εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε· καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουσεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε. Τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε· πάντων γὰρ ἀπολωλότων, μόνη διεσώθη. Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσομαι τῶν ἐμῶν· οὐκ εἶπεν, Ἐγὼ τοσούτων φρονιμωτέρα δύναμαι εἶναι ἀνδρῶν συνετῶν, οἵτινες ἀπιστοῦσι, καὶ ἐγὼ πιστεύσω; Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγομένοις ἐπίστευσε. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐκέτι λοιπὸν τὰ ὀνόματα τίθησιν, ἀλλὰ τελευτήσας εἰς τὴν πόρνην, καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰς ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ' ἐπιτρέχει σφόδρα συνετῶς, τηρῶν ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· οὔτε πάντῃ ἐσίγησεν, οὔτε λέγων ἠνώχλησεν, ἀλλ' ἀμφότερα ποιεῖ. Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν· δεῖ γὰρ πρὸς τὸ λυσιτελὲς ἁρμόζεσθαι. Καὶ τί ἔτι λέγω, φησίν; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, ∆αυΐδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις. Τί λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει; Μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ' εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πίστει. Καὶ τῶν προφητῶν, φησὶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Ὁρᾷς ὅτι οὐχὶ βίον ἐνταῦθα αὐτοῖς μαρτυρεῖ λαμπρόν· οὐδὲ γὰρ τοῦτο προηγουμένως ἦν τὸ ζητούμενον· ἀλλὰ πίστεως τέως ἐξέτασις ἦν. Εἰπὲ γάρ μοι εἰ μὴ πίστει τὸ πᾶν ἤνυσαν; Πῶς; ∆ιὰ πίστεως, φησὶ, κατηγωνίσαντο βασιλείας οἱ περὶ τὸν Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Τίνες; Αὐτοὶ οὗτοι· ἤτοι τὴν φιλανθρωπίαν ἐνταῦθα δικαιοσύνην εἶπεν. [PG63.187] Ἐπέτυχον ἐπαγγελιῶν. Περὶ τοῦ ∆αυῒδ οἶμαι αὐτὸν τοῦτο λέγειν. Ποίων δὲ τούτων ἔτυχεν ἐπαγγελιῶν; Ὧν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ. Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας. Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ ∆ανιὴλ κυκλούμενος ὑπὸ τῶν λεόντων, οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ διατρίβοντες, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν. Τοῦτο γὰρ πίστις· ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Ἔφυγον στόματα μαχαίρας. Περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν. Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται. Ἀπὸ ἀσθενείας, φησί· τουτέστιν, ἀπὸ αἰχμαλωσίας. Ὅτε ἤδη ἀπέγνωστο τὰ Ἰουδαϊκὰ, ὅτε ὀστῶν νεκρῶν οὐδὲν διενηνόχεσαν, τότε αὐτοῖς γέγονε τὰ τῆς ἐπανόδου. Τίς γὰρ ἂν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενήσεσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; Ἀλλ' ἡμῖν οὐδὲν τοιοῦτον συνέβη, φησίν. Ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ἠλίαν· νεκροὺς γὰρ ἀνέστησαν οὗτοι. Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἀλλ' οὐχ ἡμεῖς ἀναστάσεως ἐτύχομεν. Ἀλλ' ἔχω δεῖξαι καὶ ἐκείνους, φησὶν, ἀποτμηθέντας, καὶ μὴ δεξαμένους, ἵνα κρείττονος ἀναστάσεως τύχωσι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἠβουλήθησαν; οὐκ ἄρα ὅτι κρείττονα προσεδόκων ζωήν; Καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες, αὐτοὶ εἵλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης, οἵας τὰ παιδία τῶν γυναικῶν. Ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι, καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ λέγεται ὁ ἀποκεφαλισμός. Ἐξῆν αὐτοῖς ὁρᾷν τὸν ἥλιον, ἐξῆν αὐτοῖς μὴ ἐλέγξαι, καὶ ὅμως εἵλοντο ἀποθανεῖν, καὶ οἱ ἀναστήσαντες ἄλλους, αὐτοὶ εἵλοντο ἀποθανεῖν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν.

γʹ. Ἐν τούτοις τελευτᾷ, ἐν τοῖς οἰκειοτέροις. Μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ᾖ· ἐπεὶ κἂν σφοδρότερον εἴπῃς, μὴ ᾖ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως τεχθεῖσα, οὐδὲν ἐποίησας. ∆ιὰ τοῦτο εἰς τοῦτο τὸν λόγον συνέκλεισε, δεσμὰ λέγων, φυλακὰς, μάστιγας, λιθασμοὺς, τὰ κατὰ τὸν Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόμενος· διὸ ἐπήγαγεν, Ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τί λέγεις; οἱ μὲν ἔφυγον στόματα μαχαίρας, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον; τί ἐστι τοῦτο; ποῖον ἐπαινεῖς, ποῖον θαυμάζεις; τοῦτο, ἢ ἐκεῖνο; Ναὶ, φησὶ, καὶ τοῦτο κἀκεῖνο· τοῦτο μὲν, ὅτι ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ, ὅτι καὶ πρὸς αὐτὴν τὴν τελευτὴν ἴσχυσεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστί. ∆ύο γάρ ἐστι τὰ θαύματα τῆς πίστεως, ὅτι καὶ ἀνύει μεγάλα, καὶ πάσχει μεγάλα, καὶ ὅτι οὐδὲν ἡγεῖται πάσχειν. Καὶ οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι ἁρματωλοί τινες ἦσαν καὶ οὐδαμινοί· κἂν γὰρ τὸν κόσμον ἀντιστήσῃς [PG63.188] ὅλον, ἐκείνους εὑρίσκω καθέλκοντας τὸν ζυγὸν, καὶ τιμιωτέρους ὄντας. ∆ιὰ τοῦτο καὶ οὕτως εἶπεν Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί τοίνυν ἔμελλον ἐνταῦθα ἀπολαμβάνειν, ὧν οὐδὲν τῶν ἐν τῷ κόσμῳ ἦν ἄξιον; Ἐνταῦθα αὐτῶν διανίστησι τὴν διάνοιαν, παιδεύων μὴ προσηλοῦσθαι τοῖς παροῦσιν, ἀλλὰ πάντων μείζω φρονεῖν τῶν ἐν τῷ παρόντι βίῳ, εἴ γε ὁ πᾶς κόσμος οὐκ ἔστιν αὐτῶν ἄξιος. Τί τοίνυν βούλει ἐνταῦθα λαβεῖν; ὕβρις γάρ ἐστιν, ἐὰν ἐνταῦθα λάβῃς τὸν μισθόν. Μὴ τοίνυν κοσμικὰ φρονῶμεν, μηδὲ ἐνταῦθα ζητῶμεν τὴν ἀνταπόδοσιν, μηδὲ οὕτως ὦμεν πένητες· εἰ γὰρ ὁ πᾶς κόσμος οὐκ ἄξιος αὐτῶν, τί τὸ μέρος ἐπιζητεῖς; Καὶ εἰκότως· φίλοι γάρ εἰσι τοῦ Θεοῦ. Κόσμον δὲ ἐνταῦθα ἄρα τὸ πλῆθός φησιν, ἢ τὴν κτίσιν αὐτήν· ἀμφότερα γὰρ οἶδε λέγειν ἡ Γραφή. Εἰ πᾶσα ἡ κτίσις μετὰ τῶν ἀνθρώπων, φησὶ, στῇ τῶν αὐτῆς, οὐδέπω ἀντάξιοι φανοῦνται τούτων· καὶ εἰκότως. Ὥσπερ γὰρ μυρίοι σταθμοὶ ἀχύρου καὶ χόρτου δέκα μαργαριτῶν οὐκ ἂν εἶεν ἀντάξιοι· οὕτως οὐδὲ ἐκεῖνοι· Κρείσσων γὰρ εἷς ποιῶν θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· μυρίους οὐχὶ τοὺς πολλοὺς λέγει, ἀλλὰ τὸ πλῆθος τὸ ἄπειρον. Ἐννόησον ὅσον ἐστὶν ὁ δίκαιος. Εἶπεν Ἰησοῦς ὁ τοῦ Ναυῆ· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλὼμ, καὶ ἐγένετο. Ἡκέτω τοίνυν πᾶσα ἡ οἰκουμένη, μᾶλλον δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, καὶ δέκα, καὶ εἴκοσιν οἰκουμέναι, καὶ λεγέτωσαν, καὶ ποιείτωσαν τοῦτο· ἀλλὰ οὐ δυνήσονται. Ὁ δὲ τοῦ Θεοῦ φίλος τοῖς τοῦ φίλου κτίσμασιν ἐπέταττε, μᾶλλον δὲ τὸν φίλον παρεκάλει, καὶ εἶκε τὰ δοῦλα, καὶ ὁ κάτω τοῖς ἄνω προσέταττεν. Ὁρᾷς ὅτι εἰς δουλείαν ταῦτα γέγονε, τὸν δρόμον τὸν διατεταγμένον πληροῦντα; Τοῦτο τῶν Μωϋσέως μεῖζον. Τί δήποτε; Οὐ γάρ ἐστιν ἴσον θαλάττῃ ἐπιτάξαι, καὶ τοῖς κατ' οὐρανόν· μέγα μὲν γὰρ κἀκεῖνο, καὶ σφόδρα μέγα, πλὴν ἀλλ' οὐδὲν ἴσον. Ἄκουε δὲ καὶ πόθεν τοιοῦτος γέγονε. Τί δήποτε; Τύπος ἦν τοῦ Χριστοῦ τὸ τοῦ Ἰησοῦ ὄνομα. ∆ιὰ τοῦτο τοίνυν, ἐπεὶ τὴν τοιαύτην κλῆσιν ἔσχεν ἐν τύπῳ, ἣν Ἰησοῦς, αὐτὴν τὴν προσηγορίαν ᾐδέσθη ἡ κτίσις. Τί οὖν; ἄλλος οὐκ ἐκλήθη Ἰησοῦς; Ἀλλ' οὗτος ἐπὶ τούτῳ ἐκλήθη ἐν τύπῳ· καὶ γὰρ καὶ Αὐσῆς ἐλέγετο· διὰ τοῦτο μετεβλήθη τὸ ὄνομα· πρόῤῥησις γὰρ ἦν καὶ προφητεία. Οὗτος εἰσήγαγε τὸν λαὸν εἰς τὴν ἐπαγγελίαν, ὥσπερ ὁ Ἰησοῦς εἰς τὸν οὐρανὸν, οὐχ ὁ νόμος, ὥσπερ οὐδὲ ὁ Μωϋσῆς, ἀλλ' ἔξω ἔμενεν· οὐκ ἰσχύει νόμος εἰσαγαγεῖν, ἀλλ' ἡ χάρις. Ὁρᾷς τοὺς τύπους ἄνωθεν προδιαγραφομένους; Ἐπέταξε τῇ κτίσει, μᾶλλον δὲ τῷ κυρίῳ τῆς κτίσεως μέρει, αὐτῇ τῇ κεφαλῇ κάτω ἑστώς· ἵνα, ὅταν ἴδῃς ἐν ἀνθρώπου σχήματι τὸν Ἰησοῦν τὰ αὐτὰ λέγοντα, μὴ θορυβηθῇς μηδὲ ξενισθῇς. Αὐτὸς, καὶ Μωϋσέως ζῶντος, ἐτροπώσατο τοὺς πολεμίους· οὗτος, καὶ τοῦ νόμου ζῶντος, τὰ πάντα διοικεῖ, ἀλλ' οὐ φανερῶς. Πλὴν ἴδωμεν ὅση ἡ ἀρετὴ τῶν ἁγίων.

δʹ. Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι τὴν λαμπρότητα; Τάχα τις ὑμῶν ἕκαστος ἐβούλετο εἶναι τοιοῦτος, ὥστε δύνασθαι ἐπιτάττειν τῷ [PG63.189] ἡλίῳ καὶ τῇ σελήνῃ. Ἐνταῦθα οἱ λέγοντες τὸν οὐρανὸν σφαῖραν εἶναι, πρὸς τοῦτο τί ἂν εἴποιεν; ∆ιὰ τί γὰρ μὴ εἶπε, Στήτω ὁ ἥλιος, ἀλλὰ προσέθηκε, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ; Τουτέστι, Μείζονα τὴν ἡμέραν ἐργασάσθω. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γέγονεν· ἀνεπόδισε γὰρ ὁ ἥλιος. Ἀλλὰ τοῦτο ἐκείνου θαυμαστότερον, τὸ τὴν ἐναντίαν ἐλθεῖν πάλιν ὁδὸν, μήπω περιελθόντα τὸν δρόμον. Ἀλλὰ τούτων ἡμεῖς μείζονα ἐπιτευξόμεθα, ἐὰν ἐθέλωμεν. Τίνα γὰρ ἡμῖν ἐπηγγείλατο ὁ Χριστός; Οὐχὶ ἥλιον στήσειν, οὐδὲ σελήνην, οὐδὲ ἀναποδισμὸν ἡλίου, ἀλλὰ τί; Ἐλευσόμεθα πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τί μοι δεῖ ἡλίου καὶ σελήνης, καὶ τῶν θαυμάτων τούτων, αὐτοῦ τοῦ ∆εσπότου πάντων παρ' ἐμοὶ καταγομένου καὶ ἐνιδρυμένου· οὐ δεῖ μοι τούτου. Τί γὰρ δεῖ μοί τινος τούτων; αὐτὸς ἔσται μοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι; οὐ πολλῷ μᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυμαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ' ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ' αὐθεντικῶς ποιεῖ. Καλῶς· οὐκοῦν ὁμολόγησον πρῶτον καὶ εἰπὲ, ὅτι οὐ δεῖται τοῦ Πατρὸς, καὶ αὐθεντικῶς ποιεῖ· καὶ τότε σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν· οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς· ἄγρυπνος γὰρ καλεῖται ὁ τοιοῦτος. Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόμενον καθεύδειν, καὶ ἐν ἡμέρᾳ μὴ εὐχόμενον ἀγρυπνεῖν, ὅταν ἡ ψυχὴ τεταμένη ᾖ πρὸς τὸν Θεὸν, ὅταν ἐννοῇ τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι μετὰ τρόμου καὶ φόβου, αὐτὸς δὲ προσίῃ χασμώμενος καὶ κνώμενος. Μέγα ὅπλον εὐχὴ, ἐὰν μετὰ τῆς προσηκούσης γίνηται διανοίας. Καὶ ἵνα μάθῃς αὐτῆς τὴν ἰσχὺν, σκόπει ἐντεῦθεν· Ἀναισχυντίας καὶ ἀδικίας καὶ ὠμότητος καὶ ἰταμότητος ἐκράτησεν ἡ συνεχὴς ἔντευξις· Ἀκούσατε γὰρ, φησὶ, τί ὁ κριτὴς λέγει τῆς ἀδικίας. Καὶ ὄκνου πάλιν ἐκράτησε· καὶ ὅπερ οὐκ ἐποίησε φιλία, τοῦτο ἐποίησεν ἔντευξις συνεχής· Καὶ εἰ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι, φησὶ, δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ. Καὶ ἀναξίαν οὖσαν ἀξίαν ἐποίησεν ἡ συνεχὴς προσεδρεία· Οὐκ ἔστι, φησι, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ, Ναὶ, φησὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν.

εʹ. Προσέχωμεν τοίνυν τῇ εὐχῇ· μέγα ὅπλον ἐστὶν ἐὰν μετὰ ἐκτενείας γίνηται, ἐὰν χωρὶς κενοδοξίας, ἐὰν μετὰ ψυχῆς εἰλικρινοῦς. Αὕτη πολεμίους [PG63.190] ἐτροπώσατο, αὕτη ἔθνος ὁλόκληρον καὶ ἀνάξιον εὐηργέτησεν. Ἤκουσα, φησὶ, τοῦ στεναγμοῦ αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς· αὕτη φάρμακόν ἐστι σωτήριον, καὶ κωλυτικὸν τῶν ἁμαρτημάτων, καὶ ἰατρεῖον τῶν πλημμελημάτων· ταύτῃ καὶ ἡ χήρα ἡ μεμονωμένη προσήδρευεν. Ἐὰν οὖν μετὰ ταπεινοφροσύνης εὐχώμεθα, ἐὰν τὸ στῆθος πλήττοντες ὡς ὁ τελώνης, ἐὰν ἐκεῖνα φθεγγώμεθα ἅπερ ἐκεῖνος, ἐὰν λέγωμεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, πάντων ἐπιτευξόμεθα. Εἰ γὰρ καὶ μὴ τελῶναί ἐσμεν, ἀλλ' ἕτερα ἔχομεν ἐκείνου οὐχ ἥττονα ἁμαρτήματα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἐν μικρῷ τινι διήμαρτες· τὴν γὰρ αὐτὴν ἔχει τὸ πρᾶγμα φύσιν. Καθάπερ γὰρ ὁμοίως ἀνδροφόνος λέγεται, ὅ τε παῖδα ἀνελὼν, ὅ τε ἄνδρα· οὕτω καὶ πλεονέκτης, καὶ ὁ πολλὰ καὶ ὁ μικρὰ πλεονεκτῶν. Καὶ ἡ μνησικακία δὲ οὐ μικρὸν, ἀλλὰ καὶ μέγα ἁμάρτημα· Μνησικάκων γὰρ, φησὶν, ὁδοὶ εἰς θάνατον· καί· Ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ· καὶ ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν καὶ ἀνόητον, καὶ ὅσα τοιαῦτα. Μεταλαμβάνομεν δὲ καὶ τῶν φρικτῶν μυστηρίων ἀναξίως, καὶ φθονοῦμεν καὶ λοιδοροῦμεν· τινὲς δὲ ἡμῶν καὶ ἐμεθύσθησαν πολλάκις. Τούτων δὲ ἕκαστον καὶ αὐτὸ καθ' ἑαυτὸ ἱκανὸν ἐκβαλεῖν τῆς βασιλείας· ὅταν δὲ καὶ ὁμοῦ συμφέρηται, τίνα ἕξομεν ἀπολογίαν; Πολλῆς ἡμῖν δεῖ τῆς μετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Εἴπωμεν οὖν καὶ ἡμεῖς· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· μᾶλλον δὲ μὴ εἴπωμεν μόνον, ἀλλὰ καὶ οὕτω φρονῶμεν· κἂν ἕτερός τις ἡμᾶς ἐγκαλέσῃ, μὴ ὀργιζώμεθα. Ἤκουσεν ἐκεῖνος, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, καὶ οὐ παρωξύνθη, ἀλλὰ κατενύγη· ἐδέξατο τὸ νῖκος, καὶ ἀπέθετο τὸ ὄνειδος. Εἶπεν ἐκεῖνος τὸ τραῦμα, ἐζήτησεν οὗτος τὸ φάρμακον. Λέγωμεν τοίνυν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· πλὴν κἂν ἕτερος εἴπῃ, μὴ ἀγανακτῶμεν. Ἐὰν δὲ αὐτοὶ μὲν λέγωμεν μυρία ἑαυτοὺς κακὰ, παρ' ἑτέρων δὲ ἀκούοντες δυσχεραίνωμεν, οὐκέτι τοῦτο ταπεινοφροσύνη ἐστὶν οὐδὲ ἐξομολόγησις, ἀλλ' ἐπίδειξις καὶ κενοδοξία. Ἐπίδειξίς ἐστι, φησὶν, ἑαυτὸν ἁμαρτωλὸν καλεῖν; Ναί· ταπεινοφροσύνης γὰρ λαμβάνομεν δόξαν, θαυμαζόμεθα, ἐγκωμιαζόμεθα· ἐὰν δὲ τοὐναντίον εἴπωμεν ἑαυτοὺς, καταφρονούμεθα. Ὥστε καὶ τοῦτο δόξης ἕνεκεν ποιοῦμεν. Τί δέ ἐστι ταπεινοφροσύνη; Τὸ ἑτέρου ὀνειδίζοντος φέρειν, τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κακηγορίας. Καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἂν εἴη, ἀλλ' εὐγνωμοσύνης. Νῦν δὲ ἑαυτοὺς μὲν λέγομεν ἁμαρτωλοὺς, ἀναξίους, μυρία ὅσα· ἂν δὲ ἕτερός τις ἡμῖν ἓν τούτων προσενέγκῃ, χαλεπαίνομεν, ἀγριαινόμεθα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ἐξομολόγησις, οὐδὲ εὐγνωμοσύνη; Εἶπες σαυτὸν εἶναι τοιοῦτον· μὴ ἀγανάκτει καὶ παρ' ἑτέρων ἀκούων, καὶ ἐλεγχόμενος· οὕτω σοι τὰ ἁμαρτήματα κουφίζεται, ὅταν ἕτεροι ὀνειδίζωσιν· ἑαυτοῖς μὲν γὰρ βάρος ἐπιτιθέασι, σὲ δὲ εἰς φιλοσοφίαν ἐνάγουσιν. Ἄκουε τί φησιν ὁ μακάριος ∆αυῒδ, ἡνίκα κατηρᾶτο αὐτῷ ὁ Σεμεεί. Ἄφες αὐτὸν, φησίν· ὁ Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου· καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ [PG63.191] τοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Σὺ δὲ περὶ σαυτοῦ λέγων καὶ ὑπερβολὴν κακῶν, ἐὰν μὴ τὰ τῶν μεγάλων δικαίων ἐγκώμια παρ' ἑτέρων ἀκούῃς, ἀγριαίνεις. Ὁρᾷς ὅτι παίζεις ἐν οὐ παικτοῖς πράγμασι; καὶ γὰρ τοὺς ἐπαίνους ἐπαίνων ἑτέρων ἐπιθυμίᾳ διακρουόμεθα, ἵνα μειζόνων πάλιν τύχωμεν ἐγκωμίων, ἵνα μᾶλλον θαυμασθῶμεν. Ὥστε, οὐ προσιέμενοι τὰ [PG63.192] ἐγκώμια, ἵνα αὐξήσωμεν αὐτὰ, τοῦτο ποιοῦμεν· καὶ πάντα πρὸς δόξαν ἡμῖν γίνεται, οὐ πρὸς ἀλήθειαν. ∆ιὰ τοῦτο πάντα κενὰ, πάντα ἄπορα. ∆ιὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν· ὥστε καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ ΚΗʹ

Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.

αʹ. Ἀεὶ μὲν, μάλιστα δὲ ὅταν τῶν ἁγίων ἐννοήσω τὰ κατορθώματα, τότε μοι ἐπέρχεται ἀπαγορεύειν τὰ κατ' ἐμαυτὸν, ὅτι οὐδὲ ὄναρ πεῖραν ἐλάβομεν οἷς ἐκεῖνοι τὸν ἅπαντα χρόνον ἐνδιέτριψαν ἄνδρες, οὐχ ἁμαρτημάτων τίνοντες δίκην, ἀλλ' ἀεὶ κατορθοῦντες, καὶ ἀεὶ θλιβόμενοι. Ἐννόησον γάρ μοι τὸν Ἠλίαν, εἰς ὃν ἡμῖν ὁ λόγος περιήκει τήμερον· περὶ αὐτοῦ γάρ φησιν ἐνταῦθα τὸ, Περιῆλθον ἐν μηλωταῖς, καὶ εἰς αὐτὸν αὐτῷ τελευτᾷ τὰ ὑποδείγματα οὐδὲ αὐτὸ καταλιπών· ὅπερ οἰκεῖον αὐτοῖς ἦν. Καὶ εἰπὼν τὰ κατὰ τοὺς ἀποστόλους, ὅτι ἐν φόνῳ μαχαίρας ἀπέθανον, ὅτι ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος, καὶ μάλιστα θαυμασθέντος, φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν. Περιῆλθον γὰρ, φησὶν, ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος. Οὐδὲ ἱμάτιον εἶχον, φησὶ, περιβαλέσθαι τῇ ὑπερβολῇ τῶν θλίψεων, οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον· τοῦτο, ὅπερ ὁ Χριστὸς ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τί λέγω, οὐ καταγώγιον; οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἔρημον καταλαβόντες, ἡσυχίαν ἦγον· οὐ γὰρ εἶπεν, Ἐν ἐρήμῳ ἐκάθηντο, ἀλλὰ καὶ ἐκεῖ ὄντες ἔφευγον καὶ ἐκεῖθεν ἠλαύνοντο, οὐκ ἐκ τῆς οἰκουμένης μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἀοικήτου. Καὶ ἀναμιμνήσκει τόπων αὐτοὺς ἔνθα ἐκάθηντο, καὶ πραγμάτων ἐκεῖ γενομένων· Ὑστερούμενοι, θλιβόμενοι. Εἶτα, φησὶν, ὑμῖν ἐνεκάλουν διὰ τὸν Χριστὸν, καὶ ταῦτα ἐποίουν τῷ Ἠλίᾳ· τί ἔχοντες ἐγκαλεῖν, ἤλαυνον αὐτὸν καὶ ἐδίωκον, καὶ λιμῷ παλαίειν ἠνάγκαζον; Ὃ καὶ οὗτοι τότε ἔπασχον· διὰ τοῦτο ἔλεγεν ἀλλαχοῦ· Ἔκριναν γοῦν πέμψαι οἱ ἀδελφοὶ τοῖς θλιβομένοις τῶν μαθητῶν· Καθὼς γὰρ ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς. [Ὃ καὶ τούτων ἦν.] Κακουχούμενοι, φησί· τουτέστι, κακῶς πάσχοντες, ἐν ταῖς ὁδοιπορίαις, ἐν τοῖς κινδύνοις· ὃ καὶ αὐτὸ [PG63.192] τούτων ἦν. Τὸ δὲ, [Περιῆλθον, τί ἐστιν;] Ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ, ταῖς ὀπαῖς τῆς γῆς. Οὐδὲν ἄλλο ἢ τοῦτο μονονουχὶ ἐμφαίνει, ὅτι περιῆλθον καθάπερ φυγάδες καὶ μετανάσται, καθάπερ ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότες, καθάπερ οἱ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι, καὶ οὐδὲ ἀπὸ τῆς ἐρημίας εὕρισκον καταφυγὴν, ἀλλ' ἔδει φεύγειν ἀεὶ, ἔδει καταδύσεις ζητεῖν, ἔδει ζῶντας εἰς τὴν γῆν κατορύττειν ἑαυτοὺς, ἀεὶ ἐν φόβῳ εἶναι. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τίς οὖν ὁ μισθὸς τῆς τοσαύτης, φησὶν, ἐλπίδος; τίς ἡ ἀνταπόδοσις; Μεγάλη, καὶ οὕτω μεγάλη, ὡς μηδὲ λόγῳ δύνασθαι δηλωθῆναι· Ἃ γὰρ, φησὶν, ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ταῦτά ἐστιν ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλ' οὔπω ἀπέλαβον, ἀλλ' ἔτι μένουσι καὶ οὕτω τελευτήσαντες ἐν τοσαύτῃ θλίψει. Καὶ ἐκεῖνοι μὲν χρόνους ἔχουσι τοσούτους νικήσαντες, καὶ οὐδέπω ἀπέλαβον· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ἔτι ὄντες, ἀσχάλλετε; Ἐννοήσατε καὶ ὑμεῖς τί ἐστι, καὶ ὅσον ἐστὶ τὸν Ἀβραὰμ καθῆσθαι· καὶ τὸν ἀπόστολον Παῦλον περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν. Ἐὰν μὴ γὰρ καὶ ἡμεῖς παραγενώμεθα, προεῖπεν αὐτοῖς ὁ Σωτὴρ μὴ δώσειν· καθάπερ εἰ πατὴρ φιλόστοργος παισὶν εὐδοκίμοις, καὶ τὸ, ἔργον ἠνυκόσι λέγοι, μὴ διδόναι φαγεῖν, ἐὰν μὴ ἔλθωσιν αὐτῶν οἱ ἀδελφοί. Σὺ δὲ ἀσχάλλεις, ὅτι οὐδέπω τὸν μισθὸν ἔλαβες; Τί οὖν ποιήσει Ἄβελ ὁ πρὸ πάντων νικήσας, καὶ ἀστεφάνωτος καθήμενος; τί δὲ Νῶε; τί δὲ οἱ κατ' ἐκείνους τοὺς χρόνους γεγονότες, ὅτι σὲ καὶ τοὺς μετὰ σὲ ἀναμένουσιν; Ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν; Καὶ καλῶς διὰ τοῦτο εἶπε, Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου. Ἵνα γὰρ μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἕνα ὥρισε πᾶσι τῶν στεφάνων τὸν καιρὸν, καὶ ὁ πρὸ τοσούτων ἐτῶν νενικηκὼς, μετὰ σοῦ λαμβάνει τὸν στέφανον. Ὁρᾷς κηδεμονίαν; Καὶ οὐκ εἶπεν, Ἵνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ', Ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· ὥστε καὶ τέλειοι τότε φαίνονται. Προέλαβον κατὰ τοὺς ἀγῶνας, ἀλλ' οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους. Οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ' ἡμᾶς ἐτίμησε· καὶ γὰρ καὶ αὐτοὶ τοὺς ἀδελφοὺς ἀναμένουσιν. Εἰ γὰρ σῶμα ἓν οἱ πάντες ἐσμὲν, μείζων γίνεται τῷ σώματι τούτῳ ἡ ἡδονὴ, ὅταν κοινῇ στεφανῶται, καὶ μὴ κατὰ μέρος. Καὶ γὰρ οἱ δίκαιοι καὶ ἐν τούτῳ εἰσὶ θαυμαστοὶ, ὅτι χαίρουσιν ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς τοῖς τῶν ἀδελφῶν. Ὥστε [PG63.193] κἀκείνοις τοῦτο κατὰ γνώμην ἐστὶ, τὸ μετὰ τῶν μελῶν τῶν ἰδίων στεφανωθῆναι· τὸ γὰρ ὁμοῦ δοξασθῆναι, μεγάλη ἡδονή. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.

βʹ. Πολλαχοῦ ἡ Γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προφήτης· Ἀπὸ καύματος καὶ σκληρότητος, καὶ ὑετοῦ ῥύσεταί σε· καὶ ὁ ∆αυΐδ· Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων, ὥσπερ νέφος τὸν φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας σκιάζει, οὕτω τὴν ὑπὸ τῶν κακῶν καταπεπονημένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν. Καὶ οὐκ εἶπεν, Ὑπεραιωρούμενον ἡμῶν, ἀλλὰ, Περικείμενον ἡμῖν, ὃ ἐκείνου πλέον ἦν ὥστε δηλῶσαι διὰ τούτου, ὅτι περικείμενον κύκλῳ, ἐν μείζονι ἀδείᾳ εἰκότως εἶναι ποιήσει. Μάρτυρας δὲ οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ· καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι· οἷον, ὡς οἱ τρεῖς παῖδες, οἱ περὶ τὸν Ἠλίαν, οἱ προφῆται πάντες. Ὄγκον ἀποθέμενοι πάντα. –Πάντα, τίνα; Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς, πάντα τὰ ἀνθρώπινα. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν. Εὐπερίστατον ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν, λέγει· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ, ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. ∆ι' ὑπομονῆς, φησὶ, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Οὐκ εἶπε, Πυκτεύωμεν, οὐδὲ, Παλαίωμεν, οὐδὲ, Πολεμῶμεν, ἀλλ' ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν. Οὐδὲ εἶπε, Προσθῶμεν τῷ δρόμῳ, ἀλλ', Ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν. Τρέχωμεν, φησὶ, τὸν προκείμενον ἡμῖν ἀγῶνα. Εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστόν· Ἀφορῶντες, φησὶν, εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; καὶ πάλιν· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὑτοῦ. –Ἀφορῶντες, φησί· τουτέστιν, ἵνα μάθωμεν τρέχειν, βλέπωμεν εἰς Χριστόν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνῶν πασῶν καὶ τῶν ἀγωνισμάτων πρὸς τοὺς διδασκάλους ὁρῶντες, οὕτως ἐντυποῦμεν τῇ διανοίᾳ τὴν τέχνην, διὰ τῆς ὀπτικῆς κανόνας τινὰς λαμβάνοντες· οὕτω δὴ καὶ ἐνταῦθα, εἰ βουλοίμεθα τρέχειν, καὶ μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Χριστὸν ὁρῶμεν, τὸν ἀρχηγὸν τῆς πίστεως καὶ τελειωτὴν Ἰησοῦν. Τί ἐστι τοῦτο; Τουτέστιν, αὐτὸς ἐν ἡμῖν τὴν πίστιν ἐνέθηκεν, αὐτὸς τὴν ἀρχὴν δέδωκεν. Ὃ καὶ πρὸς τοὺς μαθητὰς ὁ Χριστὸς εἶπεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ὁ Παῦλος δέ φησι· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Εἰ δὲ αὐτὸς τὴν ἀρχὴν ἡμῖν ἐνέθηκεν, αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει. Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ, φησὶ, χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτ [PG63.194] έστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἐβούλετο. Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· καθὼς καὶ αὐτός φησιν ἐν τοῖς Εὐαγγελίοις· Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδέν. Προὔκειτο τοίνυν αὐτῷ, εἴπερ ἐβούλετο, μὴ ἐλθεῖν εἰς τὸν σταυρόν· Ἐξουσίαν γὰρ ἔχω, φησὶ, θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν; Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, φησὶν, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τί δέ ἐστιν, Αἰσχύνης καταφρονήσας; Τὸν ἐπονείδιστον, φησὶν, εἵλετο θάνατον. Ἔστω γὰρ, ἀπέθνησκε· τί καὶ ἐπονειδίστως; ∆ι' οὐδὲν ἕτερον, ἀλλ' ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρ' ἀνθρώπων δόξαν. ∆ιὰ τοῦτο, οὐχ ὑποκείμενος ἁμαρτίᾳ εἵλετο αὐτὴν, παιδεύων ἡμᾶς κατατολμᾷν αὐτῆς, καὶ μηδὲν αὐτὴν τίθεσθαι. ∆ιὰ τί μὴ εἶπε Λύπην, ἀλλὰ Αἰσχύνην; Ὅτι οὐ μετὰ λύπης ταῦτα ἔφερε. Τί οὖν τὸ τέλος; ἄκουε, ἐπάγει γάρ· Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ὁρᾷς τὸ ἔπαθλον; Ὅπερ καὶ ὁ Παῦλος γράφων φησί· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ. Τὸ κατὰ σάρκα φησί. Μάλιστα μὲν οὖν, εἰ καὶ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα πεῖσαι πάντα ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται, οὐ τὰ τυχόντα, ἀλλὰ μεγάλα καὶ ἀπόῤῥητα. Ὥστε καὶ ἡμεῖς ἐπειδάν τι πάθωμεν τοιοῦτον, πρὸ τῶν ἀποστόλων ἐννοῶμεν τὸν Χριστόν. ∆ιὰ τί; Ὅτι ὅλος ὁ βίος αὐτοῦ ὕβρεων ἔγεμε· καὶ γὰρ μαινόμενος ἤκουεν ἀεὶ, καὶ πλάνος, καὶ γόης· καὶ ποτὲ μὲν ἔλεγον οἱ Ἰουδαῖοι· Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· ποτὲ δέ· Οὐχὶ, φησὶν, ἀλλὰ πλανᾷ τὸν ὄχλον· καὶ πάλιν· Ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰς γοητείαν δὲ αὐτὸν διέβαλλον λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· καὶ ὅτι μαίνεται, καὶ δαιμόνιον ἔχει· Οὐ καλῶς ἐλέγομεν, φησὶν, ὅτι δαιμόνιον ἔχει, καὶ μαίνεται; Καὶ ταῦτα ἤκουε παρ' αὐτῶν, εὐεργετῶν, θαυματουργῶν, Θεοῦ ἔργα ἐπιδεικνύμενος. Εἰ μὲν γὰρ μηδὲν ποιῶν ταῦτα ἤκουεν, οὐκ ἦν οὕτω θαυμαστόν· εἰ δὲ διδάσκων τὰ πρὸς ἀλήθειαν, πλάνος ἤκουε, καὶ δαίμονας ἐκβάλλων, δαίμονα ἔχειν ἐλέγετο, καὶ πάντα ἀνατρέπων τὰ ἐναντία, γόης ἐλέγετο· ποίαν ὑπερβολὴν θαύματος οὐκ ἔχει; Ταῦτα γὰρ αὐτοῦ συνεχῶς κατηγόρουν.

γʹ. Εἰ δὲ βούλει καὶ τὰ σκώμματα καὶ τὰς εἰρωνείας μαθεῖν, ἃς κατ' αὐτοῦ ἐποιοῦντο, ὃ μάλιστα δάκνει τὰς ἡμετέρας ψυχὰς, ἄκουε πρῶτον τὰς ἀπὸ τοῦ γένους· Οὐχ οὗτος, φησὶν, ἐστὶν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; οὐχ οἱ ἀδελφοὶ αὐτοῦ πάντες παρ' ἡμῖν εἰσι; καὶ ἀπὸ τῆς πατρίδος αὐτὸν σκώπτοντες, ἔλεγον ἐκ Ναζαρὲτ αὐτὸν εἶναι. Καὶ πάλιν· Ἐρώτησον, [PG63.195] φησὶ, καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται· καὶ ἔφερε τοσαῦτα συκοφαντούμενος. Καὶ πάλιν ἔλεγον· Οὐχὶ ἡ Γραφή φησιν, ὅτι ἀπὸ Βηθλεὲμ τῆς κώμης ἔρχεται ὁ Χριστός; Βούλει καὶ τὰς εἰρωνείας ἰδεῖν ἃς ἐποιοῦντο παρ' αὐτὸν τὸν σταυρόν; Προσεκύνουν αὐτῷ ἐμπαίζοντες, καὶ ἔπαιον αὐτὸν καὶ ἐκολάφιζον, καὶ ἔλεγον· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παίσας σε; καὶ ὄξος προσῆγον, καὶ ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἔτι δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως ῥάπισμα ἔδωκεν αὐτῷ, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ χλευάζοντες δὲ, χλαμύδα περιέθηκαν αὐτῷ, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ καὶ τὰς πείρας ἀεὶ προσῆγον, πειράζοντες αὐτόν. Βούλει καὶ τὰς κατηγορίας ἰδεῖν, τὰς λάθρα, τὰς φανερῶς, τὰς παρὰ τῶν μαθητῶν; τὸ γὰρ, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; καὶ τὸ, ∆αιμόνιον ἔχεις, παρὰ τῶν πιστευσάντων ἤδη ἐλέγετο Εἰπὲ δέ μοι, οὐκ ἀεὶ ἔφευγε καὶ αὐτὸς, ποτὲ μὲν εἰς τὴν Γαλιλαίαν, ποτὲ δὲ εἰς τὴν Ἰουδαίαν; οὐχὶ ἐκ σπαργάνων αὐτῷ πολὺς ὁ πειρασμός; οὐχὶ παιδίον ὄντα αὐτὸν ἡ μήτηρ λαβοῦσα κατῆλθεν εἰς Αἴγυπτον; ∆ιὰ ταῦτα τοίνυν πάντα φησίν· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Εἰς τοῦτον τοίνυν ἀφορῶμεν καὶ εἰς τὰ τῶν μαθητῶν τῶν τούτου, ἀναγινώσκοντες τὰ Παύλου, καὶ ἀκούοντες αὐτοῦ λέγοντος· Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις ἐν κόποις, ἐν ἁγνότητι, ἐν γνώσει· καὶ πάλιν· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν. Ἆρα ἐξ ἡμῶν ἔχει τις εἰπεῖν, ὅτι τὸ πολλοστὸν τούτων μέρος ἔπαθεν; Ὡς πλάνοι γὰρ, φησὶν, ὡς ἄτιμοι, ὡς μηδὲν ἔχοντες· καὶ πάλιν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον· τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις, πολλάκις, ἐν θλίψεσιν, ἐν στενοχωρίᾳ, ἐν λιμῷ. Καὶ ὅτι ταῦτα τῷ Θεῷ ἐδόκει, ἄκουε αὐτοῦ λέγοντος· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ∆ιὸ καὶ, φησὶν, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Καὶ αὐτοῦ δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Ἀναλογίσασθε γὰρ, φησὶ, τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Εἰκότως ταῦτα ἐπήγαγεν· εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ ∆εσπότου πόσην ἡμῖν οὐ παρέξει προθυμίαν; τί ἡμᾶς οὐκ ἐργάσεται; Καὶ σκόπει πῶς παρεὶς πάντα εἰπεῖν, [PG63.196] διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι· τὰς γὰρ ἐπὶ κόῤῥης πληγὰς, τὸν γέλωτα, τὰς ὕβρεις, τοὺς ὀνειδισμοὺς, τὰς χλευασίας, ταῦτα πάντα διὰ τῆς ἀντιλογίας ἐνέφηνε· καὶ οὐκ ἐκεῖνα μόνα, ἀλλὰ καὶ τὰ παρὰ τὸν βίον ἅπαντα τὸν τῆς διδασκαλίας. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀεὶ ἀναλογιζώμεθα, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν ταῖς διανοίαις ἡμῶν στρέφωμεν, εἰδότες ὅτι μεγάλα ἐκ τούτου καρπωσόμεθα ἀγαθὰ, καὶ πολλὴν τὴν ὠφέλειαν ἕξομεν. Μέγα γὰρ, ὄντως μέγα παραμύθιον, καὶ τὰ τοῦ Χριστοῦ πάθη καὶ τὰ τῶν ἀποστόλων. Οὕτω γὰρ ᾔδει ταύτην βελτίω τῆς ἀρετῆς οὖσαν τὴν ὁδὸν, ὡς καὶ αὐτὸς ὁ μὴ δεόμενος αὐτῆς ταύτην ἐλθεῖν· οὕτως οἶδε τὴν θλῖψιν συμφέρουσαν ἡμῖν, καὶ ἀνέσεως ὑπόθεσιν μᾶλλον γινομένην· ἄκουε γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Μόνον γὰρ οὐχὶ τοῦτο διὰ τῆς τοιαύτης λέγει διδασκαλίας· Εἰ μαθητὴς εἶ, τὸν διδάσκαλον μιμοῦ· τοῦτο γάρ ἐστι μαθητοῦ. Εἰ δὲ αὐτὸς μὲν διὰ θλίψεως ἦλθε, σὺ δὲ δι' ἀνέσεως, οὐκέτι τὴν αὐτὴν βαδίζεις ὁδὸν, ἣν ἐκεῖνος ἐβάδισεν, ἀλλ' ἑτέραν. Πῶς οὖν ἀκολουθεῖς, μὴ ἀκολουθῶν; πῶς εἶ μαθητὴς, μὴ τῷ διδασκάλῳ ἑπόμενος; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔντιμοι. Ἢ πῶς ἔχει λόγον, φησὶ, τἀναντία ἡμᾶς ζηλοῦν, καὶ ὑμᾶς μὲν εἶναι μαθητὰς, ἡμᾶς δὲ διδασκάλους; Μέγα ἄρα θλῖψις, ἀγαπητοί· δύο γὰρ τὰ μέγιστα κατορθοῖ, καὶ ἁμαρτίας ἐξαλείφει, καὶ στεῤῥοὺς ποιεῖ.

δʹ. Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ ἀπολέσῃ; Οὐχ ἡ θλῖψις τοῦτο ποιεῖ, ἀλλ' ἡ ἡμετέρα νωθεία. Πῶς, φησίν; Ἐὰν γὰρ νήφωμεν, ἐὰν τὸν Θεὸν παρακαλῶμεν, ὥστε μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἐὰν ἀεὶ αὐτοῦ ἐχώμεθα, στησόμεθα γενναίως, καὶ παραταξόμεθα. Ἕως ἂν αὐτὸν ἔχωμεν βοηθὸν, κἂν πάντων τῶν ἀνέμων σφοδρότερον πνεύσωσιν οἱ πειρασμοὶ, κάρφος ἡμῖν ἔσονται καὶ φύλλον ἁπλῶς φερόμενον. Ἄκουε Παύλου λέγοντος· Ἐν τούτοις, φησὶ, πᾶσιν ὑπερνικῶμεν· καὶ πάλιν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Σκόπει ἡλίκους κινδύνους, ναυάγια, τὰς ἐπαλλήλους θλίψεις, καὶ ὅσα τοιαῦτα, ἐλαφρὰ καλεῖ· καὶ ζήλωσον τὸν ἀδάμαντα τοῦτον, τὸν ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα τοῦτο περικείμενον. Ἐν πενίᾳ εἶ; ἀλλ' οὐκ ἐν τοσαύτῃ, ὅσῃ ὁ Παῦλος, ὁ καὶ ἐν λιμῷ ἐξεταζόμενος καὶ δίψει καὶ γυμνότητι· οὐ γὰρ μίαν ἡμέραν τοῦτο ἔπαθεν, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἄχριτῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν. Βαβαὶ, πόσην ἔχων ἤδη δόξαν ἐν τῷ κηρύγματι, τοσαῦτα ὑπέμενεν, εἰκοστὸν λοιπὸν ἔτος ἔχων, ὅτε ταῦτα ἔγραφεν. Οἶδα γὰρ, φησὶν, ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· καὶ πάλιν· [PG63.197] Μετὰ τρία ἔτη, φησὶν, ἀνῆλθον εἰς Ἱεροσόλυμα. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Καλόν μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ πάλιν γράφων ἔλεγεν· Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν. Τί λιμοῦ χαλεπώτερον; τί κρυμοῦ; τί τῶν ἐπιβουλῶν τῶν παρὰ ἀδελφῶν; οὓς ψευδαδέλφους λοιπὸν καλεῖ. Οὐχὶ λυμεὼν ἐκαλεῖτο τῆς οἰκουμένης; οὐχὶ ἀπατεών; οὐχὶ ἀνατροπεύς; οὐχὶ κατεκόπτετο μαστιζόμενος; Ταῦτα ἐν νῷ λάβωμεν, ἀγαπητοὶ, ταῦτα ἀναλογιζώμεθα, ταῦτα μνημονεύωμεν, καὶ οὐδέποτε ἐκλυθησόμεθα, κἂν ἀδικώμεθα, κἂν ἁρπαζώμεθα, κἂν μυρία πάσχωμεν κακά. Γένοιτο τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς εὐδοκιμεῖν, καὶ πάντα φορητά· γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς. Σκιὰ ταῦτά ἐστι καὶ ὄναρ· οἷα ἂν εἴη, ἐλπιζομένων ἐκείνων καὶ προσδοκωμένων, οὐδέν ἐστι τῶν δεινῶν οὔτε τῇ φύσει, οὔτε τῷ χρόνῳ. Τί γὰρ βούλει πρὸς τὰ δεινὰ ἐκεῖνα παραβάλωμεν; τί πρὸς τὸ πῦρ τὸ ἄσβεστον, πρὸς τὸν σκώληκα τὸν ἀτελεύτητον; τί δυνήσῃ ἴσον εἰπεῖν τῶν ἐνταῦθα πρὸς τὸν βρυγμὸν τῶν ὀδόντων, πρὸς τὰ δεσμὰ, πρὸς τὸ σκότος τὸ ἐξώτερον, πρὸς τὴν ὀργὴν πρὸς τὴν θλῖψιν, πρὸς τὴν στενοχωρίαν; Ἀλλὰ τῷ χρόνῳ; Καὶ τί μύρια ἔτη πρὸς ἀπείρους αἰῶνας καὶ ἀτελευτήτους; οὐχ ὅσον μικρὰ σταγὼν πρὸς ἄβυσσον ἄπειρον; Ἀλλὰ πρὸς τὰ ἀγαθά; Ἀλλ' ἐκεῖ μείζων ἡ ὑπερβολή· Ὀφθαλμὸς οὐκ εἶδε, φησὶν, οὖς οὐκ ἤκουσεν, ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Καὶ ταῦτα ἔσται πάλιν ἐν ἀπείροις αἰῶσιν. Ὑπὲρ τούτων οὖν κατακοπῆναι μυριάκις οὐ καλὸν, ἀναιρεθῆναι, κατακαῆναι, μυρίους ὑποστῆναι θανάτους, πᾶν ὁτιοῦν ὑπομεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ; Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόμενον ἦν, οὐκ ἔδει πάντα ὑπομένειν ὑπὲρ τοῦ τυχεῖν τῶν ἐπηγγελμένων ἐκείνων ἀγαθῶν; Ἀλλὰ τί λέγω ταῦτα ληρῶν πρὸς ἀνθρώπους οὐδὲ χρημάτων καταφρονῆσαι αἱρουμένους, ἀλλ' ὡς ἀθανάτων αὐτῶν ἐχομένους, κἂν μικρὰ ἐκ πολλῶν δῶσι, τὸ πᾶν νομίζοντας ἠνυκέναι; Οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἐλεημοσύνη γάρ ἐστιν ἡ τῆς χήρας ἐκείνης, ἥτις τὸν βίον αὐτῆς πάντα ἐκένωσεν. Εἰ δὲ οὐ χωρεῖς τοσοῦτον ὅσον ἡ χήρα καταβαλεῖν, ἀλλὰ κἂν τὸ περίσσευμα ὅλον κατάβαλε· ἔχε τὰ ἀρκοῦντα, μὴ τὰ περιττά. Ἀλλ' οὐδείς ἐστιν οὐδὲ τὸ περίσσευμα καταβάλλων· ἕως γὰρ ἂν ἔχῃς οἰκέτας πολλοὺς καὶ ἱμάτια σηρικὰ, πάντα ταῦτα περιττεύματά ἐστιν. Οὐδὲν ἀναγκαῖον οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάμεθα ζῇν· ταῦτα περιττὰ καὶ ἁπλῶς ἔξω πρόσκειται. Τίνος οὖν ἄνευ οὐ δυνάμεθα ζῇν ἴδωμεν, εἰ δοκεῖ. Κἂν δύο μόνους ἔχωμεν οἰκέτας, δυνάμεθα ζῇν· ὅπου γάρ εἰσί τινες χωρὶς οἰκετῶν ζῶντες, ποίαν ἡμεῖς ἔχομεν ἀπολογίαν, τοῖς δύο οὐκ ἀρκούμενοι; ∆υνάμεθα καὶ ἐκ πλίνθων ἔχειν οἰκίαν τριῶν οἰκημάτων· καὶ τοῦτο ἀρκεῖ ἡμῖν. Εἰπὲ γάρ μοι, οὐκ εἰσί τινες μετὰ παίδων καὶ γυναικὸς ἕνα οἶκον ἔχοντες; Ἔστωσαν δὲ, εἰ βούλει, καὶ παῖδες δύο. Καὶ πῶς οὐκ αἰσχύνη, φησὶν, ἐστὶ τὸ μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν; Ἄπαγε, οὐκ ἔστι τοῦτο αἰσχύνη, μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν, ἀλλ' αἰσχύνη ἐστὶ τὸ μετὰ πολλῶν προϊέναι. Τάχα γελᾶτε [PG63.198] τούτων ἀκούοντες. Πιστεύσατε, τοῦτό ἐστιν αἰσχύνη, τὸ μετὰ πολλῶν προϊέναι. Ὥσπερ οἱ προβατοπῶλαι, ἢ ὥσπερ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οὕτω μέγα τι ἡγεῖσθε τὸ μετὰ πλειόνων οἰκετῶν προϊέναι. Τῦφος τοῦτο καὶ κενοδοξία· ἐκεῖνο φιλοσοφία καὶ σεμνότης. Τὴν γὰρ ἐλευθέραν οὐκ ἀπὸ τοῦ πλήθους τῶν ἀκολούθων φαίνεσθαι δεῖ· ποία γὰρ ἀρετὴ ἀνδράποδα ἔχειν πολλά; Τοῦτο οὐκ ἔστι ψυχῆς· ὅπερ δὲ οὐκ ἔστι ψυχῆς, οὐ δείκνυσιν ἐλευθέραν. Ὅταν ὀλίγοις ἀρκῆται, τότε ἐστὶν ἐλευθέρα ὄντως· ὅταν δὲ πολλῶν δέηται, δούλη ἐστὶ καὶ ἀνδραπόδων χείρων. Εἰπέ μοι, οἱ ἄγγελοι οὐχὶ μόνοι περιπολοῦσι τὴν οἰκουμένην, καὶ οὐ δέονται οὐδενὸς τοῦ ἑψομένου; ἆρ' οὖν διὰ τοῦτο χείρους ἡμῶν εἰσι τῶν δεομένων οἱ μὴ δεόμενοι; Εἰ τοίνυν τὸ μηδὲ ὅλως δεῖσθαι ἀκολούθου, ἀγγελικὸν, τίς τοῦ ἀγγελικοῦ βίου ἐγγὺς, ἡ πολλῶν δεομένη, ἢ ἡ ὀλίγων; Οὐκ ἔστι τοῦτο αἰσχύνη; αἰσχύνη γάρ ἐστι τὸ ἄτοπόν τι πρᾶξαι. Εἰπέ μοι, τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ πολλοὺς ἐπαγομένη, ἢ ἡ ὀλίγους; ταύτης δὲ τῆς ὀλίγους ἐπαγομένης, οὐχὶ ἡ μόνη μᾶλλον ἀπρόοπτος φαινομένη; Ὁρᾷς ὅτι ἐκεῖνό ἐστιν αἰσχύνη; Τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ τὰ καλὰ φοροῦσα ἱμάτια, ἢ ἡ ἁπλῶς περικειμένη καὶ ἀνεπιτηδεύτως; τίς πάλιν ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ ἐπὶ ἡμιόνων φερομένη, καὶ χρυσοπάστων παραπετασμάτων, ἢ ἡ ἁπλῶς καὶ ὡς ἔτυχε μετὰ κοσμιότητος βαδίζουσα; ἢ ταύτην μὲν οὐδὲ ὁρῶμεν κἂν ἴδωμεν, ἐκείνην δὲ οὐ μόνον ἰδεῖν βιάζονται οἱ πολλοὶ, ἀλλὰ καὶ ἐρωτῶσι, τίς εἴη, καὶ πόθεν; Καὶ παρίημι λέγειν ὅσος ὁ φθόνος ἐντεῦθεν τίκτεται. Τί οὖν, εἰπέ μοι, αἰσχρὸν, ὁρᾶσθαι ἢ μὴ ὁρᾶσθαι; πότε μείζων ἡ αἰσχύνη, ὅταν πάντες εἰς αὐτὴν βλέπωσιν, ἢ ὅταν μηδείς; ὅταν μανθάνωσι περὶ αὐτῆς, ἢ ὅταν μηδὲ φροντίζωσιν; Ὁρᾷς ὅτι οὐ δι' αἰσχύνην, ἀλλὰ διὰ κενοδοξίαν πάντα πράττομεν; Πλὴν ἀλλ' ἐπειδὴ τούτου ἀδύνατον ὑμᾶς ἀπαγαγεῖν, ἀρκεῖ μοι τέως τὸ μαθεῖν ὑμᾶς, ὅτι οὐκ ἔστι τοῦτο αἰσχύνη. Ἁμαρτία μόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νομίζει αἰσχύνην, ἀλλὰ πάντα μᾶλλον ἢ ταύτην. Ἱμάτια ἔστω τὰ τῆς χρείας, μὴ περιττά· πλὴν ἀλλ' ἵνα μὴ εἰς πολλὴν στενοχωρίαν ὑμᾶς κατακλείσωμεν, ἐκεῖνο παρεγγυῶ, ὅτι χρυσοπάστων ἡμῖν οὐ δεῖ, οὐδὲ λεπτῶν ὀθονίων. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω· ὅτι γὰρ οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος, καὶ παρεγγυῶντος ταῖς γυναιξὶ Κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ἀλλὰ ποταπῷ βούλει, ὦ Παῦλε, εἰπέ· ἴσως γὰρ ἐροῦσιν, ὅτι τὰ χρυσᾶ μόνα ἐστὶ πολυτελῆ, τὰ δὲ σηρικὰ οὐ πολυτελῆ· εἰπὲ ποταπῷ βούλει. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις, φησὶν, ἀρκεσθησόμεθα. Τοιοῦτον ἔστω τὸ ἱμάτιον, φησὶν, ὥστε σκέπειν μόνον. ∆ιὰ γὰρ τοῦτο ἔδωκεν ἡμῖν αὐτὰ ὁ Θεὸς, ἵνα σκέπωμεν τὴν γυμνότητα· τοῦτο δὲ οἱονδήποτε ἱμάτιον ποιῆσαι δύναται εὐτελοῦς ὃν τιμῆς. Τάχα γελᾶτε, αἱ τὰ σηρικὰ φοροῦσαι ἱμάτια· γελᾶσαι γὰρ ὄντως χρή. Τί μὲν Παῦλος ἐπέταξε; τί δὲ ἡμεῖς πράττομεν; Οὐ πρὸς τὰς γυναῖκας δέ μοι ὁ λόγος μόνον, ἀλλὰ καὶ πρὸς τοὺς [PG63.199] ἄνδρας. Πάντα γὰρ τὰ λοιπὰ, ἅπερ ἔχομεν, περιττά· μόνοι οἱ πένητες οὐ περιττὰ κέκτηνται· τάχα δὲ κἀκεῖνοι δι' ἀνάγκην, ὡς, εἴ γε ἐξῆν, οὐκ ἂν οὐδὲ ἐκεῖνοι ἀπέσχοντο. Πλὴν ἀλλ', εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τέως ἐκεῖνοι τὰ περιττὰ οὐκ ἔχουσι. Τοιαῦτα τοίνυν φορῶμεν ἱμάτια, τὰ τὴν χρείαν πληροῦντα. Τί γὰρ βούλεται ὁ πολὺς χρυσός; τοῖς ἐπὶ σκηνῆς ταῦτα ἁρμόττει, ταῦτα ἐκείνων τὰ φορήματα, πορνῶν ἐστι γυναικῶν, πάντα πρὸς τὸ θεαθῆναι ποιουσῶν. Καλλωπιζέσθω ἐκείνη ἡ ἐπὶ τῆς σκηνῆς, ἡ ἐπὶ τῆς ὀρχήστρας· πάντας γὰρ βούλεται πρὸς ἑαυτὴν ἐπισπάσασθαι· ἡ δὲ ἐπαγγελλομένη θεοσέβειαν, μὴ οὕτω καλλωπιζέσθω, ἀλλὰ ἑτέρως ἔχει καλλωπισμὸν πολὺ ἐκείνης μείζονα. Ἔχεις καὶ σὺ θέατρον· πρὸς ἐκεῖνο καλλωπίζου τὸ θέατρον, ἐκεῖνον περιτίθεσο τὸν κόσμον. Ποῖόν σού ἐστι τὸ θέατρον; Ὁ οὐρανὸς, ὁ τῶν ἀγγέλων δῆμος· οὐχὶ τῶν παρθένων λέγω μόνον, ἀλλὰ καὶ τῶν κοσμικῶν· πᾶσαι, ὅσαι τῷ Χριστῷ πιστεύουσιν, ἐκεῖνο ἔχουσι τὸ θέατρον. Τοιαῦτα φθεγγώμεθα, ἵνα ἐκείνοις τέρπωμεν τοὺς θεατάς· τοιαῦτα περιτίθεσο, ἵνα ἐκείνους εὐφράνῃς. Εἰπὲ γάρ μοι, ἐὰν ἡ πόρνη γυνὴ ἀφεῖσα τὰ χρυσία καὶ τὰ ἱμάτια καὶ τὸν γέλωτα καὶ τὰ ῥήματα τὰ ἀστεῖα καὶ τὰ αἰσχρὰ, εὐτελὲς ἱμάτιον περιβάληται, καὶ ἀνεπιτηδεύτως συνθεῖσα ἑαυτὴν εἰσέλθῃ, καὶ θεοσεβῆ φθέγγηται ῥήματα, καὶ περὶ σωφροσύνης διαλέγηται, καὶ μηδὲν αἰσχρὸν λέγῃ, οὐχὶ ἀναστήσονται πάντες; οὐχὶ διαλυθήσεται τοῦτο τὸ θέατρον; οὐχὶ ἐκβαλοῦσιν αὐτὴν, ὡς οὐκ εἰδυῖαν ἁρμόσασθαι τῷ δήμῳ, καὶ ἀλλότρια λέγουσαν τοῦ θεάτρου ἐκείνου τοῦ σατανικοῦ; Οὕτω καὶ σὺ, ἐὰν τὰ ἐκείνης περιθεμένη εἰς τὸ τῶν οὐρανῶν θέατρον εἰσέλθῃς, ἐκβαλοῦσί σε οἱ θεαταί. Ἐκεῖ γὰρ οὐ τῶν χρυσῶν ἱματίων χρεία τούτων, ἀλλ' ἑτέρων. Ποίων; Οἵων ὁ προφήτης φησίν· Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη· οὐχ ὥστε τὸ σῶμα λευκὸν ποιῆσαι καὶ ἀποστίλβον, ἀλλ' ὥστε τὴν ψυχὴν καλλωπίσαι· αὕτη γάρ ἐστιν ἡ ἀγωνιζομένη ἐκεῖ καὶ ἀθλοῦσα. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, φησί. Ταῦτα περίθου· μυρίων γὰρ καὶ ἄλλων ἀπαλλάττεις σαυτὴν κακῶν, καὶ τὸν ἄνδρα μερίμνης, καὶ σαυτὴν φροντίδος. Οὕτω γὰρ αἰδέσιμος ἔσῃ τῷ ἀνδρὶ, ὅταν μὴ πολλῶν δέῃ. ʹ. Πᾶς γὰρ ἄνθρωπος εἴωθεν ἀκκίζεσθαι κατὰ τῶν δεομένων αὐτοῦ· ὅταν δὲ ἴδῃ μὴ χρείαν ἔχοντας, κατασπᾷ τὸ φρόνημα, ὥστε ὁμοτίμως διαλέγεται. Ὅταν ἴδῃ ὁ ἀνὴρ ὅτι οὐ χρείαν αὐτοῦ ἔχεις ἐν οὐδενὶ, ὅτι καταφρονεῖς τῶν παρ' αὐτοῦ δωρεῶν, κἂν σφόδρα ᾖ φρονηματιῶν, τότε σε αἰδεσθήσεται μᾶλλον, ἢ τὰ χρυσία περικειμένην· καὶ οὐκέτι ἔσῃ αὐτοῦ δούλη. Ὧν γὰρ χρείαν ἔχομεν, ὑποκύπτειν τούτοις ἀναγκαζόμεθα· ἐὰν δὲ ἀποστήσωμεν ἑαυτοὺς, οὐκέτι ἐσόμεθα ὑπόδικοι, ἀλλ' οἶδεν ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπακοήν τινα ἀπονέμομεν αὐτῷ, οὐ διὰ τὰ παρ' αὐτοῦ. Νῦν μὲν γὰρ ὡς μεγάλα ἡμῖν χαριζόμενος, ὅσης ἂν ἀπολαύσῃ τῆς τιμῆς, οὐχ ἡγεῖται τῆς πάσης ἀπολελαυκέναι· τότε δὲ κἂν μικρᾶς τύχῃ, χάριν ἡγήσεται· οὐκ ὀνειδιεῖ, οὐκ ἀναγκασθήσεται οὐδὲ αὐτὸς πλεονεκτεῖν διὰ σέ. Τί γὰρ ἀλογώτερον τοῦ χρυσία εἰς τοῦτο κατασκευάζειν, ἵνα περικέωνται ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς; Ἀλλ' ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς οὐδὲν ἴσως θαυμαστόν· τὸ δὲ καὶ ἐν ἐκ [PG63.200] κλησίᾳ οὕτω σχηματιζομένην προϊέναι, πολὺς ὁ γέλως. Τί γὰρ δή ποτε εἰσέρχεται χρυσία φοροῦσα ἐνταῦθα, ἡ ὀφείλουσα εἰσελθεῖν, ἵνα ἀκούσῃ κοσμεῖν ἑαυτὰς, μὴ χρυσίῳ μηδὲ μαργαρίταις, μηδὲ ἱματισμῷ πολυτελεῖ; Τίνος οὖν ἕνεκεν εἰσέρχῃ, ὦ γύναι; ἆρα ὡς μαχομένη τῷ Παύλῳ, καὶ δεικνύουσα ὅτι κἂν μυριάκις ταῦτα λέγῃ, οὐκ ἐπιστρέφῃ; ἀλλ' ὡς τοὺς διδασκάλους ἡμᾶς ἐλέγξαι βουλομένη μάτην ταῦτα διαλεγομένους; Εἰπὲ γάρ μοι, ἐάν τις Ἕλλην καὶ ἄπιστος ἀκούσας ἀναγινωσκομένου τοῦ χωρίου τούτου, ἔνθα ταῦτα λέγει ὁ μακάριος Παῦλος, παρεγγυῶν ταῖς γυναιξὶ, μήτε χρυσῷ, μήτε μαργαρίταις, μήτε ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτὰς, καὶ ἔχων γυναῖκα πιστὴν, ἴδῃ ὅτι πολὺν ποιεῖται λόγον τοῦ καλλωπισμοῦ καὶ χρυσία περιτίθεται, ἵνα προέλθῃ ἐν ἐκκλησίᾳ, ἆρα οὐκ ἐρεῖ πρὸς ἑαυτὸν, ὁρῶν αὐτὴν ἐν τῷ κοιτωνίσκῳ ταῦτα περιτιθεμένην καὶ διατιθεῖσαν καλῶς, Τί μένει ἔνδον ἡ γυνὴ εἰς τὸν κοιτωνίσκον; τί βραδύνει; τί περιτίθεται τὰ χρυσία; ποῦ ἀπελθεῖν ἔχει; εἰς τὴν ἐκκλησίαν; διὰ τί; ἵνα ἀκούσῃ, Μὴ ἱματισμῷ πολυτελεῖ; Οὐ γελάσεται; οὐκ ἀνακαγχάσει; οὐ χλεύην καὶ ἀπάτην εἶναι νομιεῖ τὰ ἡμέτερα; ∆ιὸ παρακαλῶ, τὰ χρυσία ταῖς πομπαῖς ἀφῶμεν, ταῖς σκηναῖς, ταῖς προθήκαις ταῖς ἐπὶ τῶν ἐργαστηρίων· ἡ δὲ τοῦ Θεοῦ εἰκὼν μὴ τούτοις καλλωπιζέσθω· ἡ ἐλευθέρα τῇ ἐλευθερίᾳ κοσμείσθω· ἐλευθερία δὲ τὸ ἄτυφον, τὸ ἀκόμπαστον. Εἰ δὲ καὶ δόξης βούλει τῆς παρὰ ἀνθρώπων ἐπιτυχεῖν, οὕτως ἐπιτεύξῃ Τὴν γὰρ ἀνδρὸς πλουτοῦντος οὖσαν γυναῖκα οὐχ οὕτω θαυμασόμεθα χρυσία φοροῦσαν καὶ σηρικὰ (τοῦτο γὰρ κοινὸν ἁπασῶν), ὡς ὅταν λιτὸν ἱμάτιον καὶ ἁπλοῦν, καὶ ἐξ ἐρίου εἰργασμένον μόνον περικειμένη τυγχάνῃ· τοῦτο θαυμάσονται πάντες, τοῦτο κροτήσουσιν. Ἐν ἐκείνῳ μὲν γὰρ τῷ κόσμῳ τῷ τῶν χρυσίων καὶ τῶν πολυτελῶν ἱματίων, πολλὰς ἔχει τὰς κοινωνούσας αὐτῇ· κἂν ταύτην ὑπερακοντίσῃ, ὑπὸ τῆς ἑτέρας ἡττᾶται· κἂν πάσας ὑπερβάληται, ὑπὸ τῆς βασιλίδος αὐτῆς νικᾶται· ἐνταῦθα δὲ πάσας νικᾷ, καὶ αὐτὴν τὴν τοῦ βασιλέως γυναῖκα· μόνη γὰρ ἐν πλούτῳ πολλῷ τὰ τῶν πενήτων εἵλετο. Ὥστε καὶ εἰ δόξης ἐρῶμεν, ἐνταῦθα μείζων ἡ δόξα. Οὐ πρὸς τὰς χήρας λέγω μόνον, καὶ τὰς πλουσίας· ἐνταῦθα γὰρ δοκεῖ ἡ τῆς χηρείας ἀνάγκη τοῦτο ποιεῖν· ἀλλὰ καὶ πρὸς τὰς ὑπάνδρους οὔσας. Ἀλλ' οὐκ ἀρέσκω, φησὶ, τῷ ἀνδρί. Οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, ἀλλὰ τῷ πλήθει τῶν γυναικῶν τῶν πενιχρῶν· μᾶλλον δὲ οὐκ ἀρέσκειν, ἀλλὰ κατατήκειν αὐτὰς καὶ ὀδυνᾷν, καὶ τὴν πενίαν μείζονα ποιεῖν. Πόσα διὰ σὲ βλάσφημα φθέγγονται; Μὴ ἔστω, φησὶ, πενία· ὁ Θεὸς μισεῖ τοὺς πενομένους, ὁ Θεὸς οὐ φιλεῖ τοὺς ἐν πενίᾳ. Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας καλλωπίζῃ, ἐξ ὧν αὐτὴ ποιεῖς τοῦτο δῆλον ἅπασι καθιστᾷς. Ὅταν γὰρ ὑπερβῇς τὸν οὐδὸν τοῦ θαλάμου, εὐθέως ἅπαντα ἀποτίθῃ, καὶ τὰ ἱμάτια, καὶ τὰ χρυσία, καὶ τοὺς μαργαρίτας· καὶ ἐπὶ τῆς οἰκίας μάλιστα οὐ φορεῖς. Εἰ δὲ ὅλως βούλει ἀρέσκειν τῷ ἀνδρὶ, ἔστι δι' ὧν ἀρέσκεις, δι' ἐπιεικείας, διὰ πραότητος, διὰ κοσμιότητος. Πίστευε γάρ μοι, γύναι, κἂν μυριάκις ᾖ κατωφερὴς ὁ ἀνὴρ καὶ ἀκρατὴς, ταῦτα μᾶλλον αὐτὸν ἐφελκύσεται, ἐπιείκεια, κοσμιότης, τὸ ἄτυφον, τὸ ἀδάπανον, τὸ εὐτελές. Τὸν μὲν γὰρ ἀκόλαστον, κἂν μυρία τοιαῦτα ἐπινοῇς, οὐ καθέξεις· καὶ ἴσασιν ὅσαι τοιούτους ἐσχήκασιν ἄνδρας· ὡς γὰρ ἐὰν καλλωπίσῃς σαυτὴν, ἐκεῖνος ἀκόλαστος ὢν πρὸς ἑτέραν ἄπεισι· τὸν δὲ σώφρονα καὶ κόσμιον οὐ τούτοις αἱρήσεις, ἀλλὰ [PG63.201] τοῖς ἐναντίοις· ἐν τούτοις δὲ καὶ λυπεῖς, σαυτῇ δόξαν περιτιθεῖσα φιλοκόσμου. Εἰ γὰρ καὶ αἰδούμενος ὁ ἀνὴρ, καὶ τοῦτο ὡς σώφρων οὐ λέγει, ἀλλ' ἔνδοθεν καταγνώσεταί σου· τοὺς δὲ φθόνους καὶ τὰς βασκανίας οὐ περιστελεῖται. Οὐ πᾶσαν ἡδονὴν ἐκβαλεῖς λοιπὸν, φθόνον ἐγείρουσα κατὰ σαυτῆς; ζʹ. Τάχα δυσχερῶς ἀκούετε τῶν λεγομένων, καὶ ἀγανακτεῖτε λέγουσαι, ὅτι τοὺς ἄνδρας παροξύνει μᾶλλον κατὰ τῶν γυναικῶν. Οὐ τοὺς ἄνδρας παροξύνων ταῦτα λέγω, ἀλλὰ παρ' ὑμῶν βουλόμενος ἑκοντὶ ταῦτα γίνεσθαι, δι' ὑμᾶς, οὐ δι' ἐκείνους· οὐχ ἵνα ἐκείνους ἀπαλλάξω φθόνου, ἀλλ' ἵνα ὑμᾶς ἀπαλλάξω φαντασίας βιωτικῆς. Βούλει φανῆναι καλή; κἀγὼ τοῦτο βούλομαι, ἀλλὰ κάλλος ὃ ὁ Θεὸς ζητεῖ, κάλλος ὃ ἐπιθυμεῖ ὁ βασιλεύς. Τίνα βούλει σχεῖν ἐραστὴν, τὸν Θεὸν ἢ ἀνθρώπους; Ἐὰν ἐκεῖνο ᾖς τὸ κάλλος καλὴ, ὁ Θεὸς ἐπιθυμήσει τοῦ κάλλους σου· ἂν δὲ τοῦτο χωρὶς ἐκείνου, ἐκεῖνος μέν σε βδελύξεται, ἔσονται δέ σου ἐρασταὶ ἄνδρες μιαροί· οὐδεὶς γὰρ ὑπάνδρου γυναικὸς ἐρῶν ἀγαθός. Τοῦτο καὶ ἐπὶ τοῦ κόσμου τοῦ ἔξωθεν λογίζου. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος, ὁ τῆς ψυχῆς λέγω, τὸν Θεὸν ἐπισπᾶται· οὗτος δὲ πάλιν τοὺς μιαροὺς ἄνδρας. Ὁρᾷς ὅτι ὑμῶν κήδομαι, ὅτι ὑμῶν φροντίζω, ἵνα καλαὶ ἦτε, ὄντως καλαὶ, ὄντως ἐπίδοξοι, ἵνα ἀντὶ ἀνδρῶν μιαρῶν τὸν ἁπάντων ∆εσπότην Θεὸν ἔχητε ἐραστήν; Ἡ δὲ ἐκεῖνον ἔχουσα ἐραστὴν, τίνι ἔσται ὁμοία; μετὰ ἀγγέλων χορεύει. Εἰ γὰρ παρὰ βασιλέως φιλουμένη τις ὑπὲρ πάντας μακαρίζεται· ἡ παρὰ τοῦ Θεοῦ φιλουμένη φιλίαν πολλὴν, τίνος ἔσται ἀξία; κἂν τὴν οἰκουμένην ἀντιστήσῃς, οὐδὲν τοῦ κάλλους ἐκείνου ἄξιον. Τοῦτο τοίνυν ἀσκήσωμεν τὸ κάλλος, τούτῳ κοσμώμεθα τῷ κόσμῳ, ἵνα εἰς τοὺς οὐρανοὺς χωρήσωμεν, εἰς τὰς παστάδας τὰς πνευματικὰς, εἰς τὸν νυμφῶνα τὸν ἀκήρατον. Τοῦτο μὲν γὰρ τὸ κάλλος ὑπὸ πάντων ἁλίσκεται, καὶ ὅταν παραμείνῃ καλῶς, καὶ μήτε νόσος ἐνοχλήσῃ μήτε φροντὶς, ὅπερ ἀδύνατον, οὐ παραμένει εἴκοσιν ἔτη· ἐκεῖνο δὲ ἀεὶ ἀνθεῖ, ἀεὶ ἀκμάζει· οὐκ ἔστιν ἐκεῖ δεῖσαι μεταβολὴν, οὐ γῆρας ἐπελθὸν ῥυτίδα ἤγαγεν, οὐ νόσος κατασκήψασα ἐμάρανεν, οὐκ ἀθυμίας φροντὶς ἐλυμήνατο, ἀλλὰ πάντων τούτων ἐστὶν ἀνώτερον. Τοῦτο δὲ πρὶν ἢ φανῆναι, ἀπέστη, καὶ φανὲν οὐκ ἔχει πολλοὺς τοὺς θαυμαστάς. Οἱ μὲν γὰρ κόσμιοι οὐ θαυμάζουσιν, οἱ δὲ θαυμάζοντες, μετὰ ἀσελγείας θαυμάζουσι. Μὴ τοίνυν τοῦτο ἀσκῶμεν, ἀλλ' ἐκεῖνο· ἐκείνου ἐχώμεθα, ἵνα μετὰ λαμπάδων φαιδρῶν ἀπέλθωμεν εἰς τὸν νυμφῶνα. Οὐ γὰρ ταῖς παρθένοις τοῦτο ἐπήγγελται μόνον, ἀλλὰ ταῖς ψυχαῖς ταῖς παρθένοις· ἐπεὶ, εἰ παρθένων ἦν ἁπλῶς τοῦτο, οὐκ ἂν αἱ πέντε ἀπεκλείσθησαν. Πασῶν τοίνυν ἐστὶ τοῦτο ὅσαι τὴν ψυχήν εἰσι παρθένοι, ὅσαι τῶν νοημάτων τῶν βιωτικῶν εἰσιν ἀπηλλαγμέναι· φθείρουσι γὰρ τὰς ψυχὰς [PG63.202] τὰ νοήματα ταῦτα. Ἐὰν τοίνυν ἀκέραιοι μένωμεν, ἀπελευσόμεθα ἐκεῖ καὶ δεχθησόμεθα. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ταῦτα οὐ πρὸς τὰς παρθένους εἶπεν, ἀλλὰ πρὸς τὸ πλήρωμα τῆς ἐκκλησίας ἁπάσης. Ἡ γὰρ ἄφθορος ψυχὴν παρθένος ἐστὶ, κἂν ἄνδρα ἔχῃ· παρθένος ἐστὶ τὴν ὄντως παρθενίαν, τὴν θαυμαστήν· αὕτη γὰρ ἡ τοῦ σώματος ἐκείνης ἐστὶν ἐπακολούθημα καὶ σκιὰ, ἡ δὲ ἀληθὴς παρθενία ἐκείνη ἐστί. Ταύτην ἀσκῶμεν, καὶ οὕτω δυνησόμεθα μετὰ φαιδροῦ προσώπου τὸν νυμφίον ἰδεῖν, μετὰ φαιδρῶν εἰσελθεῖν τῶν λαμπάδων, ἐὰν τὸ ἔλαιον ἡμᾶς μὴ ἐπιλίπῃ, ἐὰν τὰ χρυσία χωνεύσασαι ἔλαιον ἐργασώμεθα τοιοῦτον, ὃ ποιεῖ φαιδρὰς τὰς λαμπάδας· τὸ δὲ ἔλαιον ἐκεῖνό ἐστιν ἡ φιλανθρωπία. Ἐὰν ἑτέροις μεταδῶμεν τὰ ὄντα, ἐὰν ἔλαιον αὐτὰ ἐργασώμεθα, τότε ἡμῶν προστήσεται, καὶ οὐκ ἐροῦμεν ἐν ἐκείνῳ τῷ καιρῷ, ∆ότε ἡμῖν ἔλαιον ὅτι σβέννυνται ἡμῶν αἱ λαμπάδες, οὐδὲ ἑτέρων δεηθησόμεθα, οὐδὲ ἀπελθοῦσαι πρὸς τοὺς πωλοῦντας, ἀποκλεισθησόμεθα, οὐδὲ ἀκουσόμεθα τῆς φωνῆς ἐκείνης τῆς φοβερᾶς καὶ φρικτῆς, κρούουσαι τὰς θύρας· Οὐκ οἶδα ὑμᾶς· ἀλλ' ἐπιγνώσεται ἡμᾶς, καὶ συνεισελευσόμεθα τῷ νυμφίῳ, καὶ εἰσελθόντες εἰς τὸν νυμφῶνα τὸν πνευματικὸν, μυρίων ἀπολαύσομεν τῶν ἀγαθῶν. Εἰ γὰρ ἐνταῦθα οὕτω φαιδρὸς ὁ νυμφὼν, οὕτω λαμπραὶ αἱ παστάδες, ὡς μηδένα κορέννυσθαι προσέχοντα· πόσῳ μᾶλλον ἐκεῖ; Θάλαμός ἐστιν ὁ οὐρανὸς, καὶ τοῦ οὐρανοῦ ὁ νυμφὼν βελτίων· ἐκεῖ εἰσελευσόμεθα. Εἰ δὲ ὁ νυμφὼν οὕτω καλὸς, τίς ἄρα ἔσται ὁ νυμφίος; Καὶ τί λέγω τὰ χρυσία ἀποθέμεναι μεταδῶμεν τοῖς δεομένοις; εἰ γὰρ καὶ ἑαυτὰς πωλεῖν ἐχρῆν, εἰ γὰρ ἀντ' ἐλευθέρων γενέσθαι δούλας, ὥστε δυνηθῆναι μετ' ἐκείνου εἶναι τοῦ νυμφίου, τοῦ κάλλους ἀπολαύειν ἐκείνου, μόνον ὁρᾷν εἰς τὸ πρόσωπον ἐκείνου· οὐκ ἐχρῆν μετὰ προθυμίας ἅπαντα καταδέξασθαι; Καὶ βασιλέα μὲν τὸν ἐπὶ γῆς ἵνα μόνον ἴδωμεν, πολλάκις ὑπὲρ τοῦ ἰδεῖν αὐτὸν καὶ τὰ ἐν χερσὶ ῥίπτομεν, καὶ ἀναγκαῖα ὄντα· ὑπὲρ δὲ τοῦ βασιλέα καὶ νυμφίον ἐν οὐρανοῖς ἀμφότερα ὄντα, ὥστε μὴ μόνον καταξιωθῆναι ἰδεῖν, ἀλλὰ καὶ προηγεῖσθαι αὐτοῦ μετὰ λαμπάδων, καὶ ἐγγὺς αὐτοῦ εἶναι, καὶ διαπαντὸς εἶναι μετ' αὐτοῦ, τί οὐκ ἔδει ποιεῖν; τί δὲ οὐ πράττειν; τί δὲ οὐχ ὑπομένειν; ∆ιὸ, παρακαλῶ, λάβωμέν τινα πόθον ἐκείνων τῶν ἀγαθῶν, ποθήσωμεν ἐκεῖνον τὸν νυμφίον, ὦμεν παρθένοι τὴν ἀληθῆ παρθενίαν· τὴν γὰρ τῆς ψυχῆς παρθενίαν ἐπιζητεῖ ὁ ∆εσπότης. Μετὰ ταύτης εἰσέλθωμεν εἰς τὸν οὐρανὸν, μὴ ἔχοντες σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἵνα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ ΚΘʹ

Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;

αʹ. Ἔστιν εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικε. Τὸ μὲν γάρ ἐστιν, ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας πολλούς· ὅπερ ἀνωτέρω ἔθηκεν εἰπὼν, Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τὸ δὲ, ὅταν λέγωμεν, ὅτι Οὐ μέγα τι πέπονθας· ἐπιστρεφόμεθα γὰρ τῷ λόγῳ καὶ διανιστάμεθα, καὶ πάντα πρὸς τὸ παθεῖν γινόμεθα προθυμότεροι. Καὶ τὸ μὲν τετρυχωμένην τὴν ψυχὴν διαναπαύει καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν αὐτὴν καὶ ὑπτίαν γενομένην ἐπιστρέφει, καὶ τοῦ φρονήματος κατασπᾷ. Ἵνα τοίνυν μὴ ἐξ ἐκείνης τῆς μαρτυρίας φρόνημα αὐτοῖς τεχθῇ, ὅρα τί ποιεῖ· Οὔπω, φησὶ, μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως. Καὶ οὐκ εὐθέως ἐπήγαγε τὰ ἑξῆς, ἀλλὰ δείξας αὐτοῖς πάντας τοὺς μέχρις αἵματος στάντας, εἶτα ἐπαγαγὼν τὸ καύχημα τοῦ Χριστοῦ τὰ παθήματα, τότε εὐκόλως κατέδραμε. Τοῦτο καὶ Κορινθίοις γράφων λέγει· Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, μικρός. Ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι καὶ ἀνορθῶσαι ψυχὴν, ὅταν ἐννοήσῃ, ὅτι οὐ πρὸς τὸ πᾶν ἀνῆλθε, καὶ πείσῃ ἑαυτὴν ἀπὸ τῶν προλαβόντων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν· αὐτὸς μέχρι θανάτου ἠγωνίσατο περὶ τῆς ἀληθείας, πολεμῶν ὑπὲρ ὑμῶν· ὑμεῖς δὲ οὐδέπω εἰς κινδύνους ἐπέβητε θάνατον ἀπειλοῦντας. Καὶ ἐκλέλησθε τῆς παρακλήσεως· τουτέστι, Καὶ παρήκατε τὰς χεῖρας, ἐξελύθητε. Οὔπω, φησὶ, μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Ἐνταῦθα δείκνυσι καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην· τὸ γὰρ, Ἀντικατέστητε, πρὸς τοὺς ἑστῶτας εἴρηται. Ἥτις ὑμῖν, φησὶν, ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν· ἐκ περιουσίας καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει, ἀπὸ τῆς μαρτυρίας ταύτης· Μὴ ἐκλύου, φησὶν, ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ἄρα τοῦ Θεοῦ ταῦτά ἐστι. Καὶ τοῦτο δὲ εἰς παράκλησιν οὐ μικρὸν, ὅταν μάθωμεν, ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ τὸ τοιαῦτα δυνηθῆναι, ἐκείνου συγχωροῦντος· καθάπερ καὶ Παῦλός φησιν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε ἐκεῖνός ἐστιν [PG63.204] ὁ συγχωρῶν. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἔστι τις δίκαιος θλίψεως χωρίς· κἂν γὰρ οὕτω φαίνηται, ἀλλ' οὐκ ἴσμεν ἡμεῖς τὰς ἄλλας θλίψεις· ὥστε πάντα δίκαιον ἀνάγκη διὰ θλίψεως ἐλθεῖν. Ἀπόφασις γάρ ἐστι τοῦ Χριστοῦ, ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν, ἡ δὲ στενὴ καὶ τεθλιμμένη εἰς τὴν ζωήν. Εἰ τοίνυν ἐκεῖθεν ἔστιν ἐλθεῖν εἰς τὴν ζωὴν, ἄλλοθεν δὲ οὐκ ἔνι, ἄρα διὰ τῆς στενῆς πάντες εἰσῆλθον, ὅσοι πρὸς τὴν ζωὴν ἀπῆλθον. Εἰ παιδείαν ὑπομένετε, φησὶν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ παιδεύει, ἄρα εἰς διόρθωσιν, ἀλλ' οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν, οὐδὲ εἰς τὸ κακῶς παθεῖν. Ὅρα, ὅθεν ἐνόμιζον ἐγκαταλελεῖφθαι, ἀπὸ τούτων φησὶν αὐτοὺς πιστεύειν, ὅτι οὐκ ἐγκαταλελειμμένοι εἰσίν. Ὡς ἂν εἰ ἔλεγεν· Ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς καὶ μισεῖ; Εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ, ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος, ἴσως οὐχ υἱός. Τί οὖν; φησί· πονηροὶ οὐ πάσχουσι κακῶς; Πάσχουσι μέν· πῶς γὰρ οὔ; ἀλλ' οὐκ εἶπε, Πᾶς ὁ μαστιζόμενος, υἱὸς, ἀλλὰ, Πᾶς ὁ υἱὸς μαστιγοῦται. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ, καὶ πονηροὶ, οἷον ἀνδροφόνοι, λῃσταὶ, γόητες, τυμβωρύχοι. Ἀλλ' ἐκεῖνοι τῆς ἰδίας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ' ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί. Ὁρᾷς πῶς πάντοθεν κινεῖ λογισμοὺς, ἀπὸ πραγμάτων τῶν ἐν τῇ Γραφῇ, ἀπὸ ῥημάτων, ἀπὸ ἐννοιῶν οἰκείων, ἀπὸ παραδειγμάτων τῶν ἐν τῷ βίῳ; Εἶτα πάλιν καὶ ἀπὸ τῆς κοινῆς συνηθείας. Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.

βʹ. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υἱόν; Ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατέρες, κἂν μηδὲν μανθάνωσι, κἂν μὴ ἔνδοξοι γίνωνται· τῶν δὲ γνησίων ἕνεκεν υἱῶν δεδοίκασι μήποτε ῥᾳθυμήσωσι· τοῦτο καὶ ἐπὶ τοῦ παρόντος. Εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ, εἴ γε γνησιότητος τοῦτο ἔστω. Ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· διὰ τοῦτο αὐτό φησιν. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Πάλιν ἀπὸ τῶν οἰκείων παθημάτων, ἀφ' ὧν αὐτοὶ ἔπασχον, ἡ προτροπή. Ὥσπερ γὰρ ἐκεῖ λέγει, Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας· οὕτω καὶ ἐνταῦθα, Ὁ Θεὸς, φησὶν, ὡς υἱοῖς ὑμῖν προσφέρεται, καὶ οὐκ ἂν ἔχοιτε εἰπεῖν, ὅτι οὐ δυνάμεθα φέρειν, καὶ ὡς υἱοῖς ποθεινοῖς. Εἰ δὲ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς ὑμεῖς τὸν Πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε; Καίτοι οὐκ ἀπὸ τούτου μόνον ἡ διαφορὰ καὶ ἀπὸ προσώπων, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς [PG63.205] αἰτίας καὶ ἀπὸ τοῦ πράγματος· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς οὗτος κἀκεῖνοι παιδεύουσι. ∆ιὸ καὶ ἐπάγει· Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· τουτέστιν, ἡδονὴν πληροῦντες πολλάκις, καὶ οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες. Ἐνταῦθα δὲ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐ γὰρ διά τι τῶν αὑτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι' ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· ἐκεῖνοι, ἵνα καὶ αὐτοῖς χρήσιμοι γένησθε, πολλάκις δὲ καὶ εἰκῆ· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁρᾷς ὅτι καὶ τοῦτο φέρει παράκλησιν; Μάλιστα γὰρ ἐκείνοις οἰκειούμεθα, ὅταν ἴδωμεν ὅτι οὐ διά τι τῶν αὐτῶν ἢ ἐπιτάττουσιν, ἢ παραινοῦσιν, ἀλλ' ὁλόκληρος ἡ σπουδὴ διὰ τὸ ἡμέτερον γίνεται. Τοῦτο γάρ ἐστιν εἰλικρινὴς ἀγάπη, καὶ ὄντως ἀγάπη, ὅταν μηδὲν ὄντες τῷ φιλοῦντι χρήσιμοι, φιλώμεθα παρ' αὐτοῦ. Φιλούμεθα γὰρ, οὐχ ἵνα λάβῃ, ἀλλ' ἵνα δῷ· παιδεύει, πάντα ποιεῖ, πάντα σπουδάζει, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὑτοῦ. Οἱ μὲν γὰρ, φησὶ, πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Τί ἐστι, Τῆς ἁγιότητος αὐτοῦ; Τουτέστι, τῆς καθαρότητος, ὥστε ἀξίους αὐτοῦ γενέσθαι κατὰ δύναμιν. Ἐκεῖνος σπουδάζει ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς δὲ οὐ σπουδάζετε ἵνα λάβητε. Εἶπον, φησὶ, τῷ Κυρίῳ, Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Εἶτα, φησὶ, τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδεύοντας, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ δὲ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Τῷ Πατρὶ τῶν πνευμάτων· ἤτοι τῶν χαρισμάτων λέγει, ἤτοι τῶν εὐχῶν, ἤτοι τῶν ἀσωμάτων δυνάμεων. Ἐὰν οὕτως ἀποθνήσκωμεν, τότε ζησόμεθα. Καὶ καλῶς εἶπεν, Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας ἐπαίδευον κατὰ τὸ δοκοῦν αὐτοῖς· οὐ γὰρ πανταχοῦ τὸ δοκοῦν συμφέρον· οὗτος δὲ πρὸς τὸ συμφέρον.

γʹ. Ἄρα ἡ παιδεία συμφέρον, ἄρα ἡ παιδεία μετάληψις ἁγιότητός ἐστι. Καὶ σφόδρα γε· ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται; οὐχὶ τοῦ Πνεύματος ἐπισπᾶται τὴν χάριν; Ἐννοήσωμεν τοιγαροῦν ἀεὶ τοὺς δικαίους, καὶ ἴδωμεν πόθεν πάντες ἔλαμψαν, καὶ πρὸ πάντων, ὁ Ἄβελ, ὁ Νῶε· ἆρα γὰρ οὐχὶ ἀπὸ θλίψεως; οὐ γὰρ ἔστι τὸν μόνον ὄντα ἐν τῷ τοσούτῳ πλήθει τῶν κακῶν μὴ θλίβεσθαι. Νῶε γὰρ, φησὶ, μόνος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν. Ἐννόησον γάρ μοι, εἰ νῦν μυρίους ἔχοντες ὧν ζηλώσομεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόμεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦν μόνον μεταξὺ τοσούτων; ἀλλὰ τὰ κατὰ τὸν ὑετὸν εἴπω τὸν ξένον ἐκεῖνον καὶ παράδοξον; ἀλλὰ τὸν Ἀβραὰμ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδημίας τὰς ἐπαλλήλους, τὴν τῆς γυναικὸς ἁρπαγὴν, τοὺς κινδύνους, τοὺς πολέμους, τοὺς πειρασμούς; Ἀλλὰ τὸν Ἰακὼβ, ὅσα πέπονθε δεινὰ, ἐλαυνόμενος πάντοθεν, καὶ πονῶν εἰκῆ, καὶ ἑτέροις μοχθῶν; πάντας μὲν γὰρ αὐτοῦ τοὺς πειρασμοὺς καταλέγειν οὐκ ἀναγκαῖον, τὴν δὲ μαρτυρίαν παρ [PG63.206] ενεγκεῖν εὔλογον, ἢν καὶ αὐτὸς διαλεγόμενος τῷ Φαραὼ ἔλεγε· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Ἀλλὰ τὸν Ἰωσὴφ εἴπω; ἀλλὰ τὸν Μωϋσέα; ἀλλὰ τὸν Ἰησοῦν; ἀλλὰ τὸν ∆αυΐδ; ἀλλὰ τὸν Σαμουήλ; ἀλλὰ τὸν Ἠλίαν; ἀλλὰ τὸν ∆ανιήλ; ἀλλὰ τοὺς προφήτας πάντας; Ἀλλὰ τούτους ἅπαντας ἀπὸ τῶν θλίψεων λαμπροὺς εὑρήσεις γενομένους. Εἰπὲ οὖν μοι σὺ, ἀπὸ ἀνέσεως καὶ τρυφῆς λαμπρὸς βούλει γενέσθαι; Ἀλλ' οὐκ ἂν δύναιο. Ἀλλὰ τοὺς ἀποστόλους εἴπω; Ἀλλὰ καὶ οὗτοι πάντας ὑπερηκόντισαν τοῖς λυπηροῖς. Τί ταῦτα λέγω; καὶ ὁ Χριστὸς τοῦτό φησιν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κόσμος χαρήσεται. Καὶ ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὁ τῆς ὁδοῦ Κύριος εἶπεν, ὅτι στενὴ καὶ τεθλιμμένη· σὺ δὲ τὴν πλατεῖαν ζητεῖς; καὶ πῶς οὐκ ἄτοπον; ∆ιὰ τοῦτο οὐκ ἐπιτεύξῃ τῆς ζωῆς, ἑτέραν βαδίζων, ἀλλὰ τῆς ἀπωλείας· τὴν γὰρ ἐκεῖ φέρουσαν εἴλου. Βούλει εἴπω καὶ παραγάγω εἰς μέσον τοὺς ἐν τρυφῇ; Ἀπὸ τῶν ἐσχάτων ἐπὶ τοὺς πρώτους ἀνέλθωμεν. Ὁ πλούσιος ὁ καιόμενος ἐν τῇ καμίνῳ, οἱ τῇ γαστρὶ ζῶντες Ἰουδαῖοι, ὧν ὁ Θεὸς ἡ κοιλία, οἱ ἐν τῇ ἐρήμῳ ἐπιζητοῦντες ἀεὶ ἄνεσιν, διὰ τί ἀπώλοντο; ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, οὐκ ἐπειδὴ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον εἵλοντο βίον; Καὶ οἱ ἐν Σοδόμοις διὰ γαστριμαργίαν· Ἐν πλησμονῇ γὰρ, φησὶν, ἄρτων ἐσπατάλων. Τοῦτο περὶ τῶν ἐν Σοδόμοις εἴρηται. Εἰ δὲ ἄρτων πλησμονὴ τοσοῦτον κακὸν εἰργάσατο, τί ἂν εἴποιμεν περὶ τῶν ἄλλων καρυκευμάτων; Ὁ Ἡσαῦ οὐχὶ ἐν ἀνέσει ἦν; τί δὲ οἱ ἴδοντες τὰς γυναῖκας τῶν υἱῶν τοῦ Θεοῦ, καὶ κατὰ κρημνῶν ἀχθέντες; τί δὲ οἱ τοῖς ἄῤῥεσιν ἐπιμαινόμενοι; πάντες δὲ οἱ βασιλεῖς τῶν ἐθνῶν, Βαβυλωνίων, Αἰγυπτίων, οὐχὶ κακῶς τὴν ζωὴν κατέστρεψαν; οὐχὶ ἐν κολάσει εἰσί; Τὰ δὲ νῦν, εἰπέ μοι, οὐ τοιαῦτα; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· οἱ δὲ μὴ τὰ τοιαῦτα, ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ μαλακὸν ἱμάτιον καὶ τὴν αὐστηρὰν ἐκλύει ψυχὴν καὶ διακλᾷ καὶ διαχεῖ· κἂν τραχὺ λάβῃ σῶμα καὶ σκληρὸν, ταχέως διὰ τῆς τοιαύτης τρυφεραγωγίας μαλακὸν ποιεῖ καὶ ἀσθενές. Πόθεν γὰρ οἴεσθε ἑτέρωθεν τὰς γυναῖκας οὕτως εἶναι ἀσθενεῖς, εἰπέ μοι; ἆρα ἀπὸ τῆς φύσεως μόνης; Οὐδαμῶς, ἀλλὰ καὶ ἀπὸ τῆς ἀγωγῆς καὶ τῆς ἀνατροφῆς· ἡ γὰρ σκιατροφία, ἡ ἀργία, τὰ λουτρὰ, τὰ μύρα, τῶν ἀρωμάτων τὸ πλῆθος, τῆς στρωμνῆς ἡ ἁπαλότης, τοιαύτας αὐτὰς ἀπεργάζεται. Καὶ ἵνα μάθῃς, πρόσεχε ᾧ λέγω. Ἀπὸ κήπου, εἰπέ μοι, τῶν ἐν τῇ ἐρήμῳ ἑστώτων δένδρων, καὶ δερομένων ὑπὸ τῶν ἀνέμων λαβὼν φυτὸν, εἰς ὑγρὸν καὶ σύσκιον κατάθου τόπον· καὶ πολὺ ἀνάξιον εὑρήσεις ἐκείνου, ἀφ' οὗ παρὰ τὴν ἀρχὴν αὐτὸ ἔλαβες. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς, αἱ ἐπὶ τῶν ἀγρῶν τρεφόμεναι γυναῖκες, τῶν ἀστικῶν ἀνδρῶν εἰσιν ἰσχυρότεραι, καὶ πολλοὺς ἂν τοιούτους καταπαλαίσαιεν ἐκεῖναι. Τοῦ δὲ σώματος γενομένου μαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύμης· τὰ γὰρ πολλὰ καὶ συνδιατίθενται αὐτῆς αἱ ἐνέργειαι τῇ τούτου διαθέσει. Καὶ γὰρ ἐν νόσοις ἕτεροί ἐσμεν διὰ τὸ μαλακίζεσθαι, καὶ ὑγιαίνοντες πάλιν ἕτεροι. Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ μαλακοὶ, καὶ μὴ [PG63.207] διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ μαλακίᾳ τῶν νευρῶν· οὕτω καὶ ἐπὶ τοῦ σώματος, πολλὰς ἀπ' αὐτοῦ δέχεται βλάβας καὶ ἡ ψυχὴ, πολλὰς ἀνάγκας. Ὅταν γὰρ πολλῆς δέηται θεραπείας, πικρὰν ὑπομένει τὴν δουλείαν ἐκείνη. ∆ιὸ, παρακαλῶ, ἰσχυρὸν αὐτὸ ἐργαζώμεθα, καὶ μὴ νοσηλεύωμεν. Οὐ πρὸς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας ὁ λόγος ἐμοί. Τί γὰρ συνεχῶς ἐκλύεις αὐτὸ τῇ τρυφῇ, καὶ ἐξίτηλον ποιεῖς, ὦ γύναι; τί τὴν ἰσχὺν λυμαίνῃ στέασι; τὸ στέαρ χαυνότης ἐστὶ τούτῳ, οὐκ ἰσχύς. Ἐὰν δὲ τούτων ἀποστᾶσα, ἑτέρως ἄγῃς σεαυτήν· τότε καὶ τὸ κάλλος τὸ σωματικὸν προχωρεῖ κατὰ γνώμην, ὅταν ἰσχὺς καὶ εὐεξία παρῇ· ἂν μέντοι μυρίαις αὐτὸ πολιορκῇς νόσοις, οὔτε ἄνθος χρώματος, οὔτε εὐεξία τις ἔσται· ἀεὶ γὰρ ἐν κατηφείᾳ ἔσῃ.

δʹ. Ἴστε δὲ ὅτι ὥσπερ οἶκον καλὸν, ἐπειδὰν γελάσῃ ὁ ἀὴρ, λαμπρὸν δείκνυσιν, οὕτω καὶ ὄψιν ὡραίαν φαιδρότης ἐπιγενομένη ψυχῆς, κρείττονα ποιεῖ· ἐὰν δὲ ἐν κατηφείᾳ ᾖ καὶ ὀδύναις, δυσειδεστέρα γίνεται· τὴν δὲ κατήφειαν αἱ νόσοι ποιοῦσι καὶ αἱ ὀδύναι, τὰς δὲ νόσους τὸ μαλακώτερον γενέσθαι τὸ σῶμα ἀπὸ τῆς πολλῆς τρυφῆς. Ὥστε καὶ κατὰ τοῦτο φεύξεσθε τὴν τρυφὴν, ἐὰν ἐμοὶ πείθησθε. Ἀλλ' ἡδονὴν, φησὶν, ἔχει τὸ τρυφᾷν. Ἀλλ' οὐ τοσαύτην, ὅσας δυσκολίας. Ἄλλως δὲ, ἡ ἡδονὴ μέχρι τοῦ φάρυγγος, μέχρι τῆς γλώττης ἐστί· τῆς γὰρ τραπέζης ἀρθείσης, ἢ τοῦ σιτίου καταποθέντος, ὅμοιος ἔσῃ τῷ μὴ μετεσχηκότι, μᾶλλον δὲ πολλῷ χείρων, βάρη φέρων ἐκεῖθεν καὶ διάτασιν καὶ καρηβαρίαν καὶ ὕπνον ἐοικότα θανάτῳ, πολλάκις δὲ καὶ ἀγρυπνίαν ἀπὸ πλησμονῆς, καὶ πνεύματος ἐμφράξεως, καὶ ἐρυγῆς· καὶ μυρία ἂν κατηράσω τῇ γαστρὶ, δέον τῇ ἀμετρίᾳ καταράσασθαι. Μὴ λιπαίνωμεν τοίνυν τὸ σῶμα, ἀλλ' ἀκούωμεν τοῦ Παύλου λέγοντος· Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ὥσπερ ἂν εἴ τις εἰς ἀμάραν λαβὼν τὰ σιτία ἐμβάλλῃ, οὕτω καὶ ὁ εἰς τὴν γαστέρα ἐμβάλλων· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ χεῖρον. Ἐνταῦθα μὲν γὰρ ἀμάραν ἐργάζεται χωρὶς τῶν οἰκείων κακῶν, ἐκεῖ δὲ καὶ μυρία τίκτει τὰ νοσήματα. Τὸ γὰρ τρέφον ἡ αὐτάρκειά ἐστιν, ὃ καὶ κατεργασθῆναι δύναται· τὸ δὲ περιττὸν τῆς χρείας οὐ μόνον οὐ τρέφει, ἀλλὰ καὶ ἐκεῖνο λυμαίνεται. Ἀλλ' οὐδεὶς ταῦτα ὁρᾷ ὑπὸ τῆς ἀκαίρου ἡδονῆς καὶ τῆς ἐν συνήθει προλήψεως ἀπατώμενος. Βούλει τρέφειν τὸ σῶμα; περίελε τὸ πλέον, τὸ αὔταρκες δίδου, καὶ ὅσον κατεργάσασθαι δυνατόν· μὴ βάρυνε αὐτὸ, ἵνα μὴ καταποντίσῃς. Τὸ αὔταρκες [PG63.208] καὶ τροφή ἐστι καὶ ἡδονή· οὐδὲν γὰρ οὕτω ποιεῖ ἡδονὴν ὡς σιτίον καλῶς κατεργασθέν· οὐδὲν οὕτως ὑγείαν, οὐδὲν οὕτως ὀξύτητα αἰσθήσεων, οὐδὲν οὕτως ἐστὶ νόσου ἀπελαστικόν. Ἄρα τὸ αὔταρκες μὲν καὶ τροφή ἐστι καὶ ἡδονὴ καὶ ὑγεία, τὸ δὲ πλέον καὶ λύμη καὶ ἀηδία καὶ νόσος. Ἃ γὰρ ποιεῖ ὁ λιμὸς, ταῦτα ποιεῖ καὶ ἡ πλησμονὴ, μᾶλλον δὲ χαλεπώτερα· ἐκεῖνος μὲν γὰρ ἐν ὀλίγαις ἡμέραις ἀπήγαγε καὶ ἀπήλλαξε τὸν ἄνθρωπον, αὕτη δὲ διατρώγουσα καὶ σήπουσα τὸ σῶμα, μακρᾷ παραδίδωσι νόσῳ, καὶ τότε θανάτῳ χαλεπωτάτῳ. Ἡμεῖς δὲ τὸν μὲν λιμὸν ἀπευκτὸν πρᾶγμα νομίζομεν, ἐπὶ δὲ τὴν τούτου χαλεπωτέραν πλησμονὴν τρέχομεν. Πόθεν αὕτη ἡ νόσος, πόθεν αὕτη ἡ μανία; Οὐ λέγω κατατρύχειν ἑαυτοὺς, ἀλλὰ τοσοῦτον σιτεῖσθαι, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ὑμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῆς ψυχῆς πεπηγὸς καλῶς καὶ συνηρμοσμένον. Ὅταν δὲ ὑπέραντλον γένηται τῇ τροφῇ, τοὺς γόμφους αὐτοὺς, ὡς ἄν τις εἴποι, καὶ τὰς ἁρμονίας διαλύσασα τὰς συμπεπηγυίας, τὴν πλημμύραν οὐ δύναται κατασχεῖν ἐπεισελθοῦσα γὰρ ἡ πλημμύρα τὸ πᾶν διαλύει καὶ διαχεῖ. Τῆς σαρκὸς, φησὶ, πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Καὶ καλῶς εἶπεν, Εἰς ἐπιθυμίας· ὕλη γάρ ἐστιν ἡ τρυφὴ ταῖς ἀτόποις ἐπιθυμίαις, κἂν πάντων ᾖ φιλοσοφώτερος ὁ τρυφῶν, ἀνάγκη τι παθεῖν αὐτὸν ἀπὸ τοῦ οἴνου, ἀπὸ τῶν σιτίων, ἀνάγκη διαχυθῆναι, ἀνάγκη τὴν φλόγα μείζονα ἐνεγκεῖν. Ἐντεῦθεν πορνεῖαι, ἐντεῦθεν μοιχεῖαι· οὐ γὰρ δύναται πεινῶσα γαστὴρ ἔρωτα τεκεῖν, μᾶλλον δὲ οὐδὲ αὐταρκείᾳ κεχρημένη· ἡ δὲ τίκτουσα τὰς ἀτόπους ἐπιθυμίας, ἐκείνη ἐστὶν ἡ σπαταλῶσα τῇ τρυφῇ. Καὶ καθάπερ ἡ σφόδρα δίυγρος γῆ τίκτει τοὺς σκώληκας, καὶ ἡ κόπρος ἡ διαβρεχομένη καὶ πολλὴν ἔχουσα τὴν νοτίδα, ἡ δὲ ἀπηλλαγμένη τῆς ὑγρασίας ἐκείνης καρποὺς φέρει πολλοὺς, ὅταν μὴ ἀμετρίαν ἔχῃ· κἂν μὲν γὰρ μὴ γεωργῆται, χλόην ἐκδίδωσιν, ἂν δὲ γεωργῆται, καρπούς· οὕτω καὶ ἡμεῖς. Μὴ τοίνυν ἄχρηστον τὴν σάρκα κατασκευάσωμεν, μηδὲ ἀνόνητον, μηδὲ ἐπιβλαβῆ, ἀλλὰ φυτεύσωμεν ἐν αὐτῇ χρησίμους καρποὺς καὶ φυτὰ καρποφόρα, καὶ ἐπιμέλειαν ποιώμεθα, ὥστε μὴ αὐτὰ ἐκλῦσαι τῇ τρυφῇ· καὶ γὰρ καὶ ἐκεῖνα σκώληκας ἀντὶ καρπῶν ἐκβάλλει διασαπέντα. Οὕτω καὶ ἡ ἔμφυτος ἐπιθυμία, ἐὰν αὐτὴν ὑπὲρ μέτρον διαβρέξῃς, ἀτόπους τίκτει ἡδονὰς, καὶ σφόδρα ἀτοπωτάτας. Τὴν οὖν λύμην ταύτην ἐξέλωμεν παντὶ τρόπῳ· ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Λʹ

Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀπο δίδωσι δικαιοσύνης. ∆ιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῖν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

αʹ. Οἱ τὰ φάρμακα πίνοντες τὰ πικρὰ, ἀνέχονταί τι [PG63.208] νος πρότερον ἀηδίας, καὶ τότε τῆς ὠφελείας αἰσθάνονται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, τοιοῦτον ἡ κακία· ἐκεῖ πρώτη ἡ ἡδονὴ, εἶτα ἡ ἀθυμία· ἐνταῦθα πρώτη ἡ ἀθυμία, καὶ τότε ἡ ἡδονή. Ἀλλ' οὐδὲν ἴσον· οὐ γάρ ἐστιν ἴσον πρότερον λυπηθέντα, ὕστερον ἡσθῆναι, καὶ πρότερον ἡσθέντα, ὕστερον λυπηθῆναι. Πῶς; Ἐνταῦθα μὲν γὰρ ἡ προσδοκία τῆς μελλούσης ἀθυμίας τὴν παροῦσαν ἐλάττονα ποιεῖ ἡδονήν· ἐκεῖ δὲ ἡ [PG63.209] προσδοκία τῆς μελλούσης ἡδονῆς ὑποτέμνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυμίας· ὡς συμβαίνειν ἐκεῖ μὲν μηδέποτε ἡσθῆναι, ἐνταῦθα δὲ μηδέποτε λυπηθῆναι. Οὐ ταύτῃ δὲ μόνον τὰ τῆς διαφορᾶς, ἀλλὰ καὶ ἑτέρως. Πῶς; Ὅτι οὐδὲ τὰ τῶν χρόνων ἴσα, ἀλλὰ πολὺ μείζονα καὶ πλείονα. Ἐνταῦθα δὲ καὶ πλέον τι ἐν τοῖς πνευματικοῖς. Ἀπὸ τούτου τοίνυν ἐπιχειρεῖ ὁ Παῦλος τὴν παραμυθίαν εἰσαγαγεῖν, καὶ τὴν κοινὴν πάλιν κρίσιν λαμβάνει, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται, οὐδὲ κοινῇ ψήφῳ μάχεσθαι. Ὅταν γάρ τις παρὰ πάντων ὁμολογούμενον εἴπῃ, πάντες συγκατατίθενται, καὶ οὐδεὶς ἀντιπίπτει. Λυπεῖσθε, φησί· τοῦτο κατὰ λόγον· τοιοῦτον γὰρ ἡ παιδεία, τὴν ἀρχὴν ἔχει τοιαύτην. Ὅθεν καὶ οὕτως ἐπήγαγε· Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν, Οὐ δοκεῖ· οὐδὲ γάρ ἐστι λύπης ἡ παιδεία, ἀλλὰ μόνον δοκεῖ· οὐδὲ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα· Πᾶσα γὰρ, φησὶ, παιδεία οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· τουτέστι, καὶ ἡ ἀνθρωπίνη, καὶ ἡ πνευματική. Ὁρᾷς αὐτὸν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἀγωνιζόμενον; ∆οκεῖ, φησὶ, λύπης εἶναι· ὥστε οὐκ ἔστι. Ποία γὰρ λύπη τίκτουσα χαράν; Οὐδεμία· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν. Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ καρποὺς εἶπε, τὸ πλῆθος ἐμφαίνων πολύ. Τοῖς δι' αὐτῆς, φησὶ, γεγυμνασμένοις. Τί ἐστι, Τοῖς δι' αὐτῆς γεγυμνασμένοις; Τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν. Ὁρᾷς πῶς καὶ εὐφήμῳ ὀνόματι κέχρηται; Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσι, καὶ ἄμαχον ἐν τοῖς πολέμοις. Εἰ τοίνυν πᾶσα παιδεία τοιαύτη ἐστὶ, καὶ αὕτη τοιαύτη ἔσται. Ὥστε χρηστὰ χρὴ προσδοκᾷν, καὶ τὸ τέλος ἡδὺ καὶ εἰρηνικόν. Καὶ μὴ θαυμάσῃς, εἰ σκληρὰ οὖσα, καρποὺς ἔχει γλυκεῖς· ἐπεὶ καὶ ἐν τοῖς δένδροις ὁ μὲν φλοιὸς ἄποιός τίς ἐστι σχεδὸν καὶ τραχὺς, οἱ δὲ καρποὶ γλυκεῖς. Ἀλλ' ἔλαβεν αὐτὸ ἀπὸ τῆς κοινῆς ἐννοίας. Εἰ τοίνυν τοιαῦτα χρὴ προσδοκᾷν, τί ἀλγεῖτε; τί τὰ λυπηρὰ ὑπομείναντες, περὶ τὰ χρηστὰ ἐκλύεσθε; Ἃ ἐχρῆν ὑπομεῖναι ἀηδῆ, ὑπεμείνατε· μὴ τοίνυν ἐκλυθῆτε περὶ τὴν ἀνταπόδοσιν. ∆ιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ὡς πρὸς δρομεῖς καὶ πύκτας καὶ πολεμιστὰς διαλέγεται. Ὁρᾷς πῶς αὐτοὺς καθοπλίζει, πῶς αὐτοὺς ἐπαίρει; Ἐνταῦθα περὶ τῶν λογισμῶν αὐτῶν τοῦτο λέγει. Ὀρθὰ βαδίζετε, φησί· τουτέστι, μὴ ἀμφιβάλλοντες. Εἰ γὰρ ἀπὸ ἀγάπης ἡ παιδεία, εἰ ἀπὸ κηδεμονίας ἄρχεται, εἰ εἰς τέλος χρηστὸν τελευτᾷ· τοῦτο γὰρ καὶ διὰ πραγμάτων, καὶ διὰ ῥημάτων, καὶ διὰ πάντων ἀποδείκνυσι· τίνος ἕνεκεν ἐκλύεσθε; τοιοῦτοι γὰρ οἱ ἀπογνόντες, οἱ μὴ τῇ ἐλπίδι ῥωννύμενοι τῶν μελλόντων. Ὀρθὰ, φησὶ, βαδίζετε· ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων, ἐπιτρίβει τὸ κακόν. Ὁρᾷς ὅτι ἐν [PG63.210] ἡμῖν ἐστι τὸ πάντως ἰατρευθῆναι; Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγε, Μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται. Οὐδὲν γὰρ οὕτω μάλιστα ἐν πειρασμοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι. Καὶ ὅρα πῶς· ∆ιάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται, κατ' ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντας ἀσθενεστέρους. Εἰρήνην διώκετε μετὰ πάντων, φησίν. Ἄρα καὶ τῶν κακῶς ποιούντων. Τοῦτο καὶ ἀλλαχοῦ φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τὸ σὸν μέρος, φησὶν, εἰρήνευε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ' ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. Οὕτω καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἰσχυροὺς ἐποίει λέγων· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις; μεταξὺ λύκων ἐσμὲν, καὶ ὡς πρόβατα κελεύεις εἶναι καὶ ὡς περιστεράς; Ναὶ, φησίν· οὐδὲν γὰρ οὕτως ἐντρέπει τὸν ποιοῦντα κακῶς, ὡς τὸ φέρειν ὑμᾶς γενναίως τὰ ἐπαγόμενα, καὶ μήτε λόγῳ, μήτε ἔργῳ ἀμύνεσθαι. Τοῦτο καὶ ἡμᾶς φιλοσοφωτέρους ποιεῖ, καὶ μείζονα προξενεῖ τὸν μισθὸν, κἀκείνους ὠφελεῖ. Ἀλλ' ὁ δεῖνά σε ὕβρισε; σὺ εὐλόγησον. Ὅρα πόσα ἀπὸ τούτου κερδαίνεις· τὸ κακὸν ἔσβεσας, μισθὸν σεαυτῷ προὐξένησας, κἀκεῖνον ἐνέτρεψας, καὶ σὺ δεινὸν πέπονθας οὐδέν. Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν. –Τὸν ἁγιασμὸν, τί φησι; Τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα τὴν ἐν γάμῳ. Εἴτε τις χωρὶς γάμου ἐστὶ, φησὶν, ἁγνὸς μενέτω, γαμείτω· εἴτε ἐν γάμῳ, μὴ πορνευέτω, ἀλλὰ κεχρήσθω τῇ ἰδίᾳ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός. Πῶς; Οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ' ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφιεὶς πόρνῃ προσέχειν. Ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, ἢ τὸ κωλύειν τὴν ἀπὸ τῆς πίστεως δοθεῖσαν μὴ μολύνειν. Οὗ χωρὶς, φησὶν, οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Πῶς γὰρ ὁ γενόμενος πόρνης σῶμα δυνήσεται εἶναι σῶμα Χριστοῦ; Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί· μή τις πόρνος ἢ βέβηλος. Ὁρᾷς πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν; Παρακαλοῦντες, φησὶν, ἀλλήλους καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται.

βʹ. Μὴ τοίνυν πάντα ἐπὶ τοὺς διδασκάλους ἐπιῤῥίπτετε, μὴ πάντα ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶν, ἀλλήλους οἰκοδομεῖν. Ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν, Παρακαλεῖτε ἀλλή [PG63.211] λους ἐν τοῖς λόγοις τούτοις. Τοῦτο καὶ ὑμῖν παραινοῦμεν νῦν ἡμεῖς. Πλείονα γὰρ ἡμῶν, ἐὰν βούλησθε, εἰς ἀλλήλους, κατορθώσετε· καὶ γὰρ πλείονα σύνεστε χρόνον ἀλλήλοις, καὶ τὰ ἀλλήλων μᾶλλον ἡμῶν ἵστε, καὶ τὰ ἀλλήλων ἐλαττώματα οὐκ ἀγνοεῖτε, καὶ πλείονα καὶ παῤῥησίαν καὶ ἀγάπην ἔχετε καὶ συνήθειαν· οὐ μικρὰ δὲ ταῦτα εἰς διδασκαλίαν, ἀλλ' εἴσοδοι μεγάλαι καὶ εὐκαιρίαι· καὶ μᾶλλον ἡμῶν ἐπιπλῆξαι καὶ παρακαλέσαι δυνήσεσθε. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι ἐγὼ μὲν εἷς εἰμι, ὑμεῖς δὲ πολλοὶ, καὶ δυνήσεσθε πάντες ὅσοι ἐστὲ, εἶναι διδάσκαλοι. ∆ιὸ, παρακαλῶ, μὴ ἀμελεῖτε τοῦ χαρίσματος τούτου· ἕκαστος γυναῖκα ἔχει, φίλον ἔχει, οἰκέτην ἔχει, γείτονα ἔχει· τούτῳ ἐπιπληττέτω, τούτῳ παραινείτω. Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ μὲν τροφῆς συσσίτια ποιεῖν καὶ συμπόσια, καὶ ἡμέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπον καθ' ἑαυτὸν ὄντι ἀναπληροῦσθαι διὰ τῆς κοινωνίας, οἷον, εἴτε εἰς ἐκφορὰν ἀπιέναι δέοι, εἴτε εἰς ἄριστα, εἴτε συμπρᾶξαι ἔν τινι τῷ πλησίον· εἰς δὲ ἀρετῆς διδασκαλίαν μὴ τοῦτο ποιεῖν; Ναὶ, παρακαλῶ, μηδεὶς ἀμελείτω· μισθὸν γὰρ δέχεται παρὰ Θεοῦ πολύν. Καὶ ἵνα μάθῃς, ὁ τὰ πέντε τάλαντα ἐμπιστευθεὶς, ἐστὶν ὁ διδάσκαλος· ὁ δὲ τὸ ἓν, ὁ μαθητής. Ἐὰν δὲ εἴπῃ ὁ μαθητὴς, Μαθητής εἰμι ἐγὼ, οὐκ ἔχω κίνδυνον, καὶ ὃν ἔλαβε παρὰ τοῦ Θεοῦ λόγον, τοῦτον τὸν κοινὸν καὶ ψιλὸν κατακρύψῃ, καὶ μὴ παραινέσῃ, μὴ παῤῥησιάσηται, μὴ ἐλέγξῃ, μὴ νουθετήσῃ, εἰ δύναται, ἀλλὰ κατακρύψῃ ἐν τῇ γῇ· γῆ γὰρ ὄντως ἐστὶ καὶ σποδὸς καρδία τὸ χάρισμα τοῦ Θεοῦ κατακρύπτουσα· ἂν τοίνυν κατακρύψῃ ἢ δι' ὄκνον, ἢ διὰ πονηρίαν, οὐ προστήσεται αὐτοῦ τὸ εἰπεῖν, ὅτι Ἓν τάλαντον εἶχον. Ἓν τάλαντον εἶχες· ἔδει σε κἂν ἓν προσενεγκεῖν καὶ διπλασιάσαι τὸ τάλαντον· εἰ προσήνεγκες ἓν, οὐκ ἂν ἐνεκλήθης. Οὐδὲ γὰρ τῷ τὰ δύο προσενεγκόντι εἶπε, ∆ιὰ τί μὴ πέντε προσήνεγκας; ἀλλὰ τῶν αὐτῶν αὐτὸν ἠξίωσε τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι ὅσον εἶχεν εἰργάσατο· καὶ οὐκ ἐπειδὴ ἐλάττονα τοῦ τὰ πέντε ἐγχειρισθέντος ἔλαβε, διὰ τοῦτο ἐῤῥᾳθύμησεν, οὐδὲ τῇ ὀλιγότητι εἰς ἀργίαν ἐχρήσατο. Οὐδέ σε ἐχρῆν πρὸς τὸν τὰ δύο ὁρᾷν· μᾶλλον δὲ πρὸς ἐκεῖνον ἔδει ἰδεῖν, καὶ ὥσπερ ἐκεῖνος ἐμιμήσατο τὸν τὰ πέντε, δύο ἔχων, οὕτω καὶ σὲ ζηλῶσαι ἔδει τὸν τὰ δύο ἔχοντα. Εἰ γὰρ τῷ χρήματα ἔχοντι, καὶ μὴ μεταδιδόντι, κόλασις κεῖται· τῷ δυναμένῳ παραινέσαι ὁπωσδήποτε, καὶ μὴ τοῦτο ποιοῦντι, πῶς οὐ μεγίστη κόλασις ἔσται; Ἐκεῖ σῶμα τρέφεται, ἐνταῦθα ψυχή· ἐκεῖ θάνατον κωλύεις τὸν πρόσκαιρον, ἐνταῦθα τὸν αἰώνιον.

γʹ. Ἀλλ' οὐκ ἔχω λόγον, φησίν. Ἀλλ' οὐ χρεία λόγου, οὐδὲ εὐγλωττίας. Ἐὰν ἴδῃς τὸν φίλον πορνεύοντα, εἰπὲ πρὸς αὐτόν· Πονηρὸν πρᾶγμα ὃ μετέρχῃ, οὐκ αἰσχύνῃ, οὐκ ἐρυθριᾷς· κακὸν τοῦτό ἐστιν. Αὐτὸς γὰρ οὐκ οἶδε, φησὶν, ὅτι κακόν; Ναὶ, οἶδεν, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἕλκεται. Καὶ οἱ νοσοῦντες ἴσασιν, ὅτι ἡ ψυχροποσία κακὸν, ἀλλ' ὅμως δέονται τῶν κωλυσόντων· ὁ γὰρ ἐν τῷ πάθει ὢν, οὐ ταχέως ἑαυτῷ ἀρκέσαι δυνήσεται ἐν τῇ νόσῳ. ∆εῖ τοίνυν σου [PG63.212] τοῦ ὑγιαίνοντος πρὸς τὴν ἐκείνου ἰατρείαν· κἂν μὴ πεισθῇ τῷ ῥήματι, παρατήρησον ἀπιόντα καὶ κάτασχε, ἴσως ἐντραπήσεται. Καὶ τί, φησὶν, ὄφελος, ὅταν δι' ἐμὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ' ἐμοῦ; Μὴ ἀκριβολογοῦ· τέως οἱῳδήποτε τρόπῳ ἀπόστησον αὐτὸν τῆς πονηρᾶς πράξεως· ἐθισθήτω μὴ ἀπιέναι εἰς ἐκεῖνο τὸ βάραθρον· εἴτε διὰ σὲ, εἴτε δι' ὁτιδήποτε κωλυθῇ, κέρδος ἔσται ἐκ τούτου. Ὅταν γὰρ ἐθίσῃς αὐτὸν μὴ ἀπιέναι, τότε δυνήσῃ μικρὸν ἀναπνεύσαντα λαβὼν, διδάξαι, ὅτι χρὴ διὰ τὸν Θεὸν τοῦτο μὴ ποιεῖν, καὶ οὐ δι' ἄνθρωπον. Μὴ θελήσῃς ὑφ' ἓν κατορθῶσαι τὸ πᾶν, ἐπεὶ οὐ δυνήσῃ, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Ἂν εἰς πότον ἴδῃς ἀπιόντα, καὶ εἰς συμπόσια μέθης πεπληρωμένα, κἀκεῖ τὸ αὐτὸ ποίει, καὶ αὐτὸν πάλιν παρακάλεσον, εἴ τι συνορᾷ ἐλάττωμά σε ἔχοντα, βοηθεῖν καὶ διορθοῦν. Οὕτω γὰρ καὶ ἐπὶ ἑαυτοῦ τὸν ἔλεγχον οἴσει, ὅταν ἴδῃ καὶ σὲ δεόμενον ἐλέγχων, καὶ μὴ ὡς τὰ πάντα κατωρθωκότα, μηδὲ ὡς διδάσκαλον, ἀλλ' ὡς φίλον καὶ ἀδελφὸν βοηθοῦντα. Εἰπὲ πρὸς αὐτὸν, Ἐγώ σε ὤνησα, ὑπομνήσας τῶν συμφερόντων· καὶ σὺ ὅπερ ἂν συνίδῃς ἐλάττωμα ἔχοντά με, ἀναχαίτισον, διόρθωσον· ἂν ὀργίλον ἴδῃς, ἂν πλεονέκτην, κάτασχε, δῆσον τῇ παραινέσει. Τοῦτό ἐστι φιλία· οὕτως ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ γίνεται· οὐ γὰρ τὸ φαγεῖν καὶ τὸ πιεῖν ποιεῖ φιλίαν· τοιαύτην γὰρ καὶ λῃσταὶ ἔχουσι καὶ ἀνδροφόνοι· ἀλλ' εἰ φίλοι ἐσμὲν, εἰ ὄντως ἀλλήλων κηδόμεθα, εἰς ταῦτα ἀλλήλοις συμβαλλώμεθα· ταῦτα εἰς φιλίαν ἡμᾶς ἄγει ἐπωφελῆ, ταῦτα κωλύει εἰς γέενναν ἀπελθεῖν. Μήτε οὖν ὁ ἐλεγχόμενος ἀγανακτείτω· ἄνθρωποι γάρ ἐσμεν, καὶ ἔχομεν ἐλαττώματα· μήτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεμβαίνων, τοῦτο ποιείτω καὶ ἐκπομπεύων, ἀλλὰ κατ' ἰδίαν, μετὰ προσηνείας· πλείονος γὰρ δεῖται προσηνείας ὁ ἐλέγχων, ἵνα οὕτω πείσῃ τὴν τομὴν ἐνεγκεῖν. Οὐχ ὁρᾶτε τοὺς ἰατροὺς, ὅταν καίωσιν, ὅταν τέμνωσι, μετὰ πόσης προσηνείας τὴν θεραπείαν ἐπάγουσι; Πολλῷ μᾶλλον τοὺς ἐλέγχοντας τοῦτο δεῖ ποιεῖν· καὶ γὰρ καὶ πυρὸς καὶ σιδήρου σφοδρότερον ἔλεγχος, καὶ σκιρτᾷν ποιεῖ· καὶ διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τομὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην ἐπάγουσι, καὶ μικρὸν ἐνδιδόντες, εἶτα παρέχοντες ἀναπνεῦσαι. Οὕτω καὶ τοὺς ἐλέγχους δεῖ ποιεῖν, ἵνα καὶ οἱ ἐλεγχόμενοι μὴ ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι τοίνυν δέῃ, κἂν πληγῆναι, μὴ παραιτησώμεθα. Καὶ γὰρ ἐκεῖνοι οἱ τεμνόμενοι, μυρία καταβοῶσι τῶν τεμνόντων· ἀλλ' ἐκεῖνοι πρὸς οὐδὲν τούτων ὁρῶσιν, ἀλλ' ἢ πρὸς τὴν ὑγείαν τῶν καμνόντων μόνον. Οὕτω δὴ καὶ ἐνταῦθα πάντα δεῖ ποιεῖν πρὸς τὸ τὸν ἔλεγχον χρησίμως γενέσθαι, πάντα φέρειν πρὸς τὸν μισθὸν ἀφορῶντας τὸν ἀποκείμενον. Ἀλλήλων, φησὶ, τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ ἐλέγχοντες καὶ φέροντες ἀλλήλους, δυνησόμεθα ἀναπληρῶσαι τὴν οἰκοδομὴν τοῦ Χριστοῦ· καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλή [PG63.213] λων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος. Ὑπομένωμεν τοίνυν καὶ φέροντες τὰ ἀλλήλων βάρη, καὶ ἐλέγχον [PG63.214] τες, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ ΛΑʹ

Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

αʹ. Πολλὰ μὲν ἔστι τὰ χαρακτηρίζοντα τὸν Χριστιανισμὸν, μᾶλλον δὲ πάντων καὶ κρεῖττον ἁπάντων ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ ἡ εἰρήνη. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος νῦν φησιν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, τουτέστι, τὴν σεμνότητα, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Καθάπερ ὁδόν τινα μακρὰν ὁδευόντων ἐν συνοδίᾳ πολλῇ, βλέπετε, φησὶ, μή τις ἀπέμεινεν· οὐ γὰρ τοῦτο ζητῶ μόνον, ἵνα ὑμεῖς παραγένησθε, ἀλλ' ἵνα καὶ τοὺς ἄλλους ἐπισκοπῆτε. Μή τις ὑστερῶν, φησὶν, ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Χάριν τοῦ Θεοῦ τὰ μέλλοντα καλεῖ ἀγαθὰ, τὴν πίστιν τὴν εὐαγγελικὴν, τὴν ἀρίστην πολιτείαν· πάντα γὰρ τῆς τοῦ Θεοῦ χάριτός ἐστι. Μὴ οὖν μοι εἴπῃς, ὅτι εἷς ἐστιν ὁ ἀπολλύμενος· καὶ δι' ἕνα ὁ Χριστὸς ἀπέθανε. ∆ι' ἔνα ὁ Χριστὸς ἀπέθανε, σὺ δὲ οὐ φροντίζεις; Ἐπισκοποῦντες, φησί· τουτέστιν, ἀκριβῶς ἐρευνῶντες, ἐπισκεπτόμενοι, καταμανθάνοντες, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, καὶ διὰ πάντων ἐξετάζοντες, [καταμανθάνοντες]. Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Τοῦτο ἐν τῷ ∆ευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν. Μή τις ῥίζα, φησὶ, πικρίας· ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο, φησὶ, βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην. Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, μηδεμίαν βλάστην ἀφῇς ἀνελθεῖν, ἀλλ' ἐκκοπτέσθω, ὥστε μὴ φέρειν τοὺς οἰκείους καρποὺς, ὥστε μὴ καὶ τοὺς ἄλλους μολύνειν καὶ μιαίνειν. Μή τις γὰρ, φησὶ, ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί. Καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον· καὶ ἴσασιν οἱ μετὰ τὸ πρᾶξαι ὑπὸ τοῦ συνειδότος τηκόμενοι, οἱ πικρίαν πολλὴν ὑπομένοντες· πικροτάτη γὰρ οὖσα διαστρέφει αὐτὸ τὸ λογιστικόν. Τοιαύτη ἡ τοῦ πικροῦ φύσις, ἔστιν ἀνόνητος. Καὶ καλῶς εἶπε· Ῥίζα πικρίας. Οὐκ εἶπε, Πικρὰ, ἀλλὰ, Πικρίας· τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνεγκεῖν γλυκεῖς, τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν· οὐκ ἔστι ποτὲ γλυκὺν ἐνεγκεῖν καρπόν· πάντα γάρ ἐστι πικρὰ, οὐδὲν ἔχει ἡδὺ, πάντα πικρὰ, πάντα ἀηδῆ, πάντα μίσους καὶ βδελυγμίας γέμοντα. Καὶ δι' αὐτῆς, φησὶ, μιανθῶσι πολλοί. Τουτέστιν, Ἵνα μὴ τοῦτο γένηται, τοὺς ἀσελγεῖς ἐκκόπτετε. Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Καὶ ποῦ πόρ [PG63.214] νος ἦν ὁ Ἡσαῦ; Οὐ τοῦτο ἐνταῦθά φησιν, ὅτι πόρνος ἦν ὁ Ἡσαῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν κεῖται τοῦ, Τὸν ἁγιασμὸν διώκετε· τὸ δὲ, Βέβηλος, ὡς πρὸς ἐκεῖνον εἴρηται. Μή τις οὖν ἔστω ὡς ὁ Ἡσαῦ, βέβηλος, τουτέστι, γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν. Ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Τουτέστιν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, καὶ μικρᾶς ἡδονῆς χάριν τὴν μεγίστην τιμὴν καὶ δόξαν ἀπώλεσε. Τοῦτο οἰκείως πρὸς αὐτοὺς, τοῦτο βδελυροῦ, τοῦτο ἀκαθάρτου. Ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γαστρίμαργος, ὅς ἐστι τῆς γαστρὸς δοῦλος. Καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος, ἀναγκάζεται πλεονεκτεῖν, ἀναγκάζεται ἁρπάζειν, μυρία ἀσχημονεῖν, δοῦλος ὢν τοῦ πάθους ἐκείνου, καὶ βλασφημεῖ πολλάκις. Οὗτος οὐδενὸς ἄξια εἶναι ἐνόμισε τὰ πρωτοτόκια. ∆ιὸ καὶ προνοῶν τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ μέχρι τῶν πρωτοτοκίων ἔφθασεν. Ὥστε ἡμῶν τὰ πρωτοτόκια λοιπὸν, οὐχὶ Ἰουδαίων. Ἅμα δὲ καὶ πρὸς τὸ πάθος αὐτῶν τοῦτο συμβάλλεται· μονονουχὶ τοῦτο γὰρ διὰ τούτου αἰνίττεται, ὅτι ὁ πρῶτος ὕστερος γέγονε, καὶ ὁ δεύτερος πρῶτος· οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυμίαν ὕστερος. Ἴστε γὰρ, φησὶν, ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

βʹ. Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ τὴν μετάνοιαν ἐκβάλλει; Οὐδαμῶς. Ἀλλὰ πῶς, φησὶ, μετανοίας τόπον οὐχ εὗρεν; εἰ γὰρ κατέγνω ἑαυτοῦ, εἰ ἀνῴμωξε μέγα, διὰ τί οὐχ εὗρε τόπον μετανοίας; Ὅτι οὐκ ἦν μετανοίας τὸ πρᾶγμα. Ὥσπερ γὰρ ἡ λύπη τοῦ Κάϊν οὐκ ἦν μετανοίας, καὶ ὁ φόνος ἔδειξεν· οὕτω καὶ ἐνταῦθα οὐκ ἦν μετανοίας τὰ ῥήματα, καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξε· καὶ γὰρ καὶ αὐτὸς τῇ προαιρέσει ἀνεῖλε τὸν Ἰακώβ. Ἐγγίσουσι γὰρ, φησὶν, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου. ∆ιὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι. Καὶ οὐκ εἶπε, Μετανοίας, ἁπλῶς, ἀλλὰ, Καὶ μετὰ δακρύων ἐκζητήσας, μετανοίας τόπον οὐχ εὗρε. Τί δήποτε; Ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον· τοῦτο γάρ ἐστι μετάνοια· οὐ μετενόησεν ὡς ἐχρῆν. Ἐπεὶ πῶς ταῦτα ἔλεγε; πῶς νωθροὺς γενομένους παρεκάλει πάλιν; πῶς χωλοὺς γενομένους; πῶς παραλυθέντας; πῶς παρειμένους; τοῦτο γὰρ ἀρχὴ πτώσεώς ἐστιν. Ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, οὐ μέντοι βούλεσθαι ἐλέγχειν αὐτοὺς τέως, ἀλλὰ προσποιεῖται ἄγνοιαν, ἵνα διορθώσωνται. ∆εῖ γὰρ πρῶτον μὲν ἄγνοιαν ὑποκρίνεσθαι, μετὰ δὲ ταῦτα, ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπάγειν, ὥστε μὴ ἀπαναισχυντῆσαι. Ὅπερ καὶ Μωϋσῆς ἐποίησεν ἐπὶ Ζαμβρὶ καὶ τῆς Χασβίτιδος. Μετανοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν. Οὐχ εὗρε μετάνοιαν, ἢ ὅτι μετανοίας μείζονα ἥμαρτεν, ἢ ὅτι μετάνοιαν ἀξίαν οὐκ ἐπεδείξατο. Ἔστιν ἄρα ἁμαρτήματα με [PG63.215] τανοίας μείζονα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ πέσωμεν πτῶμα ἀνίατον· ἕως ἂν ᾖ χωλεία τὸ πρᾶγμα, εὔκολον γενέσθαι ὀρθόν· ἐὰν δὲ ἐκτραπῶμεν, τί ἔσται λοιπόν; Τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, καί φησιν ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν· τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τἀναντία παραινεῖ, οὕτω λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἰδοὺ μαρτυρεῖ ὅτι ἐξέπεσον. Ὁ μὲν γὰρ ἑστὼς, ἀκούων ὅτι πεσόντα οὐκ ἔστι συγγνώμης τυχεῖν, σφοδρότερος ἔσται, καὶ ἀσφαλέστερος περὶ τὴν στάσιν· ἂν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῇ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· ποίᾳ γὰρ ἐλπίδι τὴν μεταβολὴν ἐπιδείξεται; Οὐ μόνον δέ φησιν, Ἐδάκρυσεν, ἀλλὰ καὶ, Ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, λέγων, Μετανοίας τόπον οὐχ εὗρεν· ἀλλ' ἀσφαλίζεται αὐτοὺς μᾶλλον διὰ τούτου πρὸς τὸ μὴ πεσεῖν. Ὅσοι τοίνυν ἀπιστοῦσι τῇ γεέννῃ, ταῦτα ἀναμιμνησκέσθωσαν· ὅσοι νομίζουσιν ἀτιμώρητα ἁμαρτάνειν, ταῦτα λογιζέσθωσαν. ∆ιὰ τί Ἡσαῦ οὐκ ἔτυχε συγγνώμης; Ὅτι οὐ μετενόησεν ὡς ἐχρῆν.

γʹ. Θέλεις ἰδεῖν μετάνοιαν ἀκριβῆ; Ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν. ∆ιηγούμενος γὰρ ἡμῖν τὰ κατ' αὐτὸν ὁ εὐαγγελιστὴς, φησὶ, Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. ∆ιὰ τοῦτο καὶ ἀφείθη αὐτῷ τὸ τοιοῦτον ἁμάρτημα, ὅτι μετενόησεν ὃν ἔδει τρόπον. Καίτοι οὔπω τὸ θῦμα προσενήνεκτο, οὔπω ἡ θυσία ἐγεγένητο, οὔπω ἦρτο ἡ ἁμαρτία, ἔτι ἐκράτει καὶ ἐτυράννει. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ οὕτω ῥᾳθυμίας ἦν ἡ ἄρνησις, ὅσον ἐγκαταλείψεως τοῦ Θεοῦ παιδεύοντος αὐτὸν εἰδέναι τὰ ἀνθρώπινα μέτρα, καὶ μὴ ἀντιλέγειν τοῖς παρὰ τοῦ διδασκάλου λεγομένοις, μηδὲ μείζονα τῶν ἄλλων φρονεῖν, ἀλλ' εἰδέναι ὅτι χωρὶς Θεοῦ οὐδὲν γενέσθαι δυνατὸν, καὶ ὅτι, Ἐὰν μὴ ὁ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἄκουε πῶς ἀσφαλιζόμενος, καὶ πείθων μετριάζειν, εἶπε πρὸς αὐτὸν μόνον ὁ Χριστός· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο σινιάσαι σε ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ ὅτι μᾶλλον ἁπάντων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο συγχωρεῖται πεσεῖν, ἀπαρνήσασθαι τὸν διδάσκαλον, διὰ τοῦτο καὶ κλαίει πικρῶς, καὶ τὰ ἄλλα τὰ ἑξῆς τοῦ κλαυθμοῦ ὁμοίως ποιεῖ. Τί γὰρ οὐκ ἐποίησε; μυρίοις κινδύνοις ἑαυτὸν περιέβαλε μετὰ ταῦτα, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ἀνδρείαν καὶ τὸ παράστημα τῆς ψυχῆς. Μετενόησε καὶ ὁ Ἰούδας, ἀλλὰ κακῶς· ἀπήγξατο γάρ. Μετενόησεν, ὅπερ ἔφην, καὶ Ἡσαῦ· μᾶλλον δὲ οὗτος οὐδὲ μετενόησε· τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ μᾶλλον· καὶ δείκνυσι τὰ ἑξῆς. Μετενόησεν ὁ μακάριος ∆αυῒδ οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ τὴν πάλαι γεγενημένην ἁμαρτίαν, μετὰ τοσαῦτα ἔτη, μετὰ τοσαύτας γενεὰς, ὡς νεωστὶ συμβᾶσαν ἐπένθει. Τὸν γὰρ μετανοοῦντα οὐκ ὀργίζε [PG63.216] σθαι χρὴ οὐδὲ ἀγριαίνειν, ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσμένον, ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡς καταδεδικασμένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα μόνου, ὡς ἀγνώμονα περὶ τὸν εὐεργέτην φανέντα, ὡς ἀχάριστον, ὡς ἀδόκιμον, ὡς μυρίων κολάσεων ἄξιον. Ἐὰν ταῦτα λογίζηται, οὐκ ὀργισθήσεται, οὐκ ἀγανακτήσει, ἀλλὰ πενθήσει, κλαύσει, στενάξει καὶ ὀδυρεῖται νύκτα καὶ ἡμέραν. Τὸν μετανοοῦντα οὐδέποτε χρὴ λήθῃ παραδοῦναι τὴν ἁμαρτίαν, ἀλλὰ τὸν μὲν Θεὸν παρακαλεῖν μὴ μνησθῆναι αὐτῆς, αὐτὸν δὲ μηδέποτε ἐπιλαθέσθαι αὐτῆς· ἐὰν ἡμεῖς αὐτῆς μνημονεύωμεν, ὁ Θεὸς αὐτῆς ἐπιλήσεται. Παρ' ἡμῶν αὐτῶν δίκην λάβωμεν, ἡμῶν αὐτῶν κατηγορήσωμεν· οὕτως ἐξιλεωσόμεθα τὸν κριτήν. Ἁμαρτία γὰρ ὁμολογουμένη ἐλάττων γίνεται, μὴ ὁμολογουμένη δὲ χείρων. Ἂν γὰρ προσλάβῃ ἁμαρτία τὴν ἀναισχυντίαν καὶ τὴν ἀγνωμοσύνην, οὐδέποτε στήσεται· πῶς δαὶ ὅλως ὁ τοιοῦτος δυνήσεται φυλάξασθαι πάλιν μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὁ τὸ πρότερον οὐκ εἰδὼς ὅτι ἥμαρτεν; Μὴ τοίνυν ἀρνώμεθα, παρακαλῶ, μηδὲ ἀναισχυντῶμεν, ἵνα μὴ καὶ ἄκοντες δῶμεν τιμωρίαν. Ἤκουσε Κάϊν παρὰ τοῦ Θεοῦ, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καί φησιν, Οὐκ οἶδα· μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Εἶδες πῶς τοῦτο χαλεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο; Ἀλλ' οὐχ ὁ πατὴρ αὐτοῦ οὕτως, ἀλλὰ τί; Ἀκούσας, Ἀδὰμ, ποῦ εἶ; φησὶν, Ἤκουσα τῆς φωνῆς σου, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Μέγα ἀγαθὸν, ἐπιγινώσκειν τὰ ἁμαρτήματα, καὶ μιμνήσκεσθαι αὐτῶν διηνεκῶς· οὐδὲν οὕτω θεραπεύει πλημμέλειαν, ὡς μνήμη διηνεκής· οὐδὲν οὕτως ὀκνηρὸν ἄνθρωπον ποιεῖ πρὸς κακίαν. Οἶδα ὅτι ἀποπηδᾷ, καὶ οὐκ ἀνέχεται τὸ συνειδὸς ὑπὸ τῆς μνήμης μαστίζεσθαι τῶν κακῶν· ἀλλ' ἄγξον τὴν ψυχὴν, καὶ ἐπίθες αὐτῇ κημόν· καθάπερ γὰρ ἵππος δυσήνιος, οὕτω δυσανασχετεῖ, καὶ οὐ βούλεται πεῖσαι ἑαυτὴν ὅτι ἥμαρτε. Τοῦτο δὲ ὅλον ἐστὶ σατανικόν. Ἀλλ' ἡμεῖς αὐτὴν πείθωμεν ὅτι ἥμαρτεν, ἵνα καὶ μετανοήσῃ, καὶ ἵνα μετανοήσασα ἀπαλλαγῇ τῶν κολάσεων. Πῶς ἀξιοῖς συγγνώμης τυχεῖν, εἰπέ μοι, ἐπὶ τοῖς ἁμαρτήμασι, μηδέπω ταῦτα ὁμολογήσας; Πάντως ἐκεῖνός ἐστιν ἐλέους καὶ φιλανθρωπίας ἄξιος ὁ ἡμαρτηκώς· σὺ δὲ μηδέπω πείσας σαυτὸν ἡμαρτηκέναι, πῶς ἀξιοῖς ἐλεηθῆναι, ἐπὶ τοῖς πλημμελήμασιν οὕτως ἀναισχυντῶν; Πείθωμεν ἑαυτοὺς ὅτι ἡμάρτομεν· μὴ τῇ γλώττῃ λέγωμεν μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ· μὴ ἁμαρτωλοὺς καλῶμεν ἑαυτοὺς μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἀναλογιζώμεθα, κατ' εἶδος ἕκαστον ἀναλέγοντες. Οὐ λέγω σοι, Ἐκπόμπευσον σαυτὸν, οὐδὲ παρὰ τοῖς ἄλλοις κατηγόρησον, ἀλλὰ πείθεσθαι συμβουλεύω τῷ προφήτῃ λέγοντι· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου. Ἐπὶ τοῦ Θεοῦ ταῦτα ὁμολόγησον, ἐπὶ τοῦ δικαστοῦ ὁμολόγει τὰ ἁμαρτήματα, εὐχόμενος, εἰ καὶ μὴ τῇ γλώττῃ, ἀλλὰ τῇ μνήμῃ, καὶ οὕτως ἀξίου ἐλεηθῆναι. Ἂν ἔχῃς τὰ ἁμαρτήματα διηνεκῶς ἐν τῇ μνήμῃ, οὐδέποτε τῷ πλησίον μνησικακήσεις. Οὐ τοῦτο δὲ λέγω, ἐὰν ᾖς πεπεισμένος σαυτὸν ἁμαρτωλὸν εἶναι· οὐχ οὕτω τοῦτο δύναται ταπεινῶσαι [PG63.217] ψυχὴν, ὡς αὐτὰ ἐφ' ἑαυτῶν τὰ ἁμαρτήματα, καὶ κατ' εἶδος ἐξεταζόμενα. Οὐ μνησικακήσεις, ταῦτα δι' ὅλου ἔχων ἐν τῇ μνήμῃ, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις, οὐ φρονήσεις μέγα, οὐ περιπεσῇ πάλιν τοῖς αὐτοῖς· σφοδρότερος ἔσῃ πρὸς τὰ ἀγαθά.

δʹ. Ὁρᾷς ὅσα ἀπὸ τῆς μνήμης τῶν ἁμαρτημάτων τίκτεται καλά; Ἐγγράφωμεν τοίνυν αὐτὰ εἰς τὰς διανοίας ἡμῶν. Οἶδα ὅτι οὐκ ἀνέχεται ἡ ψυχὴ τῆς μνήμης τῆς οὕτω πικρᾶς· ἀλλὰ ἀναγκάζωμεν αὐτὴν καὶ βιαζώμεθα. Βέλτιον δάκνεσθαι αὐτὴν τῇ μνήμῃ νῦν, ἢ κατ' ἐκεῖνον τὸν καιρὸν τῇ τιμωρίᾳ. Νῦν, ἐὰν ᾖς αὐτῶν μεμνημένος, καὶ συνεχῶς αὐτὰς προσφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν δέῃ, ταχέως ἐξαλείψεις αὐτάς· ἐὰν δὲ νῦν ἐπιλάθη, τότε αὐτῶν ἀναμνησθήσῃ καὶ ἄκων, ἐπὶ τῆς οἰκουμένης ἁπάσης εἰς μέσον φερομένων αὐτῶν, καὶ ἐκπομπευομένων ἐπὶ πάντων, καὶ φίλων καὶ ἐχθρῶν καὶ ἀγγέλων. Οὐ γὰρ δὴ πρὸς ∆αυῒδ ἔλεγε μόνον, Ἃ σὺ ἐν κρυφῇ ἐποίησας, ἐγὼ ποιήσω πᾶσι κατάδηλα, ἀλλὰ καὶ πρὸς πάντας ἡμᾶς. Ἐφοβήθης ἀνθρώπους, φησὶ, καὶ ᾐσχύνθης τοῦ Θεοῦ πλέον· καὶ τοῦ Θεοῦ ὁρῶντος οὐκ ἐφρόντισας, ἀλλὰ τοὺς ἀνθρώπους ᾐδέσθης· Οἱ ὀφθαλμοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων, τοῦτο ὁ φόβος αὐτῶν. ∆ιὰ τοῦτο ἐπὶ τούτων αὐτῶν δώσεις δίκην· ἐλέγξω γάρ σε, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς τιθείς σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθὲς, καὶ κατ' ἐκείνην τὴν ἡμέραν πάντων ἡμῶν ἐκπομπεύεται τὰ ἁμαρτήματα, ἐὰν μὴ νῦν αὐτὰ τῇ συνεχεῖ μνήμῃ ἀφανίσωμεν, ἄκουσον πῶς ἐκπομπεύεται ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία τῶν ἐνταῦθα μὴ ἐλεησάντων. Ἐπείνασα, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Πότε ταῦτα λέγεται; ἆρα ἐν γωνίᾳ· ἆρα ἐν παραβύστῳ; Οὐδαμῶς, ἀλλὰ πότε; Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντα τὰ ἔθνη συναγάγῃ, ὅταν ἀφορίσῃ τούτους κἀκείνους, τότε πάντων ἀκουόντων ἐρεῖ, στήσας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὅρα πάλιν καὶ τὰς πέντε παρθένους ἐπὶ πάντων ἀκουούσας, Οὐκ οἶδα ὑμᾶς. Αἱ γὰρ πέντε, καὶ πέντε, οὐχὶ τὸν ἀριθμὸν δηλοῦσι τῶν πέντε μόνον, ἀλλὰ πάσας τὰς πονηρὰς καὶ ὠμοὺς καὶ ἀπανθρώπους τῶν παρθένων, καὶ τὰς μὴ τοιαύτας. Οὕτω καὶ ὁ τὸ ἓν τάλαντον κατορύξας, ἤκουσεν ἐπὶ πάντων, καὶ τῶν τὰ πέντε, καὶ τῶν τὰ δύο προσενεγκόντων· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τότε ἐλέγχει αὐτούς· καθάπερ καὶ ὁ εὐαγγελιστής φησιν, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Ὁμοῦ γὰρ ἡ ἀνάστασις ἔσται πάντων, καὶ ἁμαρτωλῶν καὶ δικαίων· ὁμοῦ παρέσται κρίνων [PG63.218] ἅπασιν. Ἐννόησον οὖν τίνες ἔσονται τότε οἱ ἐν κατηφείᾳ, οἱ ἐν ὀδύνῃ, οἱ ἑλκόμενοι εἰς τὸ πῦρ, στεφανουμένων ἑτέρων. ∆εῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ πάλιν, Ἀπέλθετε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μὴ ἁπλῶς τῶν ῥημάτων ἀκούωμεν, ἀλλ' ὑπογράψωμεν αὐτὰ καὶ τῇ ὄψει, καὶ νομίσωμεν νῦν παρεῖναι αὐτὸν, καὶ λέγειν ταῦτα, καὶ ἀπάγεσθαι ἡμᾶς εἰς τὸ πῦρ ἐκεῖνο. Τίνα ἕξομεν ψυχήν; ποίαν παραμυθίαν; Τί δὲ, ὅταν διχοτομώμεθα; τί δὲ, ὅταν ὑπὲρ ἁρπαγῆς ἐγκαλώμεθα; ποίαν ἕξομεν εἰπεῖν πρόφασιν; τίνα λόγον εὐπρόσωπον; Οὐδένα· ἀλλ' ἀνάγκη δεσμουμένους, κάτω νεύοντας, σύρεσθαι πρὸς τὰ τῶν καμίνων στόματα, πρὸς τὸν ποταμὸν τοῦ πυρὸς, πρὸς τὸ σκότος, πρὸς τὰς ἀθανάτους κολάσεις, καὶ μηδενὸς δεῖσθαι πρὸς ἀπαλλαγὴν δύνασθαι. Οὐ γὰρ ἔστι, φησὶν, οὐκ ἔστιν ἐντεῦθεν διαβῆναι ἐκεῖ· χάσμα γὰρ μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν· καὶ οὐδὲ βουλομένοις ἔνι μεταβῆναι, καὶ ὀρέξαι χεῖρα· ἀλλ' ἀνάγκη καίεσθαι διαπαντὸς, οὐδενὸς ἡμῖν ἀμύνοντος, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, κἂν ὁστισοῦν, κἂν πολλὴν ἔχῃ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἀδελφὸς γὰρ, φησὶν, οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἐπεὶ οὖν οὐκ ἔστιν ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ' ἐν αὑτῷ μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, παρακαλῶ, πάντα πράττωμεν, ὥστε ἡμῖν τὸν βίον γενέσθαι καθαρὸν καὶ τὴν πολιτείαν ἀρίστην, καὶ μηδὲ παρὰ τὴν ἀρχὴν δέξασθαι κηλῖδά τινα· εἰ δὲ ἐδεξάμεθα, μετὰ γοῦν τὴν κηλῖδα μὴ καθεύδωμεν, ἀλλὰ διαπαντὸς ἐπιμένωμεν ἀποπλύνοντες τὸν ῥύπον διὰ μετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεημοσύνης. Τί οὖν, ἐὰν μὴ ἔχω, φησὶν, ἐλεημοσύνην ἐργάζεσθαι; Ἀλλὰ ψυχροῦ ποτήριον ἔχεις, ὅσον ἂν ᾖς πένης· ἀλλὰ δύο λεπτὰ ἔχεις, ὡς ἂν ᾖς ἐν πενίᾳ· ἀλλὰ πόδας ἔχεις ὥστε ἐπισκέψασθαι ἀῤῥώστους, ὥστε εἰς δεσμωτήριον εἰσελθεῖν, ἀλλὰ στέγην ἔχεις ὥστε δέξασθαι ξένους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συγγνώμη οὐδεμία τῷ ἐλεημοσύνην μὴ ἐργαζομένῳ. Ταῦτα συνεχῶς λέγομεν πρὸς ὑμᾶς, ἵνα κἂν μικρὸν ἀπὸ τῆς συνεχείας ἀνύσωμεν· ταῦτα λέγομεν, οὐ τῶν εὖ πασχόντων φροντίζοντες, ὡς ὑμῶν. Ἐκείνοις μὲν γὰρ τὰ ἐνταῦθα δίδοτε, ἀντιλαμβάνετε δὲ τὰ οὐράνια· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΒʹ

Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλ λῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημά των, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προσ τεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ, (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον) Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος)· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τε τελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.

αʹ. Ἦν μὲν τὰ κατὰ τὸν ναὸν θαυμαστὰ, τὰ Ἅγια τῶν ἁγίων· ἦν δὲ πάλιν φοβερὰ καὶ ταῦτα τὰ κατὰ τὸ Σινᾶ ὄρος γεγενημένα, τὸ πῦρ, τὸ σκότος, ὁ γνόφος, ἡ θύελλα. Ὤφθη γὰρ, φησὶν, ὁ Θεὸς ἐν Σινᾷ διὰ πυρὸς καὶ θυέλλης καὶ γνόφου. Ἡ μέντοι ∆ιαθήκη ἡ Καινὴ μετ' οὐδενὸς τούτων ἐδόθη, ἀλλ' ἐν διαλέξει ψιλῇ παρὰ τοῦ Χριστοῦ δέδοται. Ὅρα τοίνυν πῶς ποιεῖται τὰς συγκρίσεις καὶ τούτων· καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν. Ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔδειξεν ἑκατέρας τῆς ∆ιαθήκης, τότε λοιπὸν ὡς προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ· καὶ τί φησιν; Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Φοβερὰ ταῦτα, φησὶ, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι. Ἀλλ' οὐ τοιαῦτα οἷα τὰ μετὰ ταῦτα· τί γὰρ τὸ Σινᾶ πρὸς τὸν οὐρανόν; τί δὲ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν; Ὁ Θεὸς γὰρ ἡμῶν πῦρ καταναλίσκον, φησίν. Ὅτι δὲ φρίκης ἔγεμον τὰ ἐν τῷ ὄρει τότε γεγενημένα, δῆλον ἐξ ὧν ἔλεγον· Μὴ λαλείτω ὁ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς. Οὐκ ἔφερον γὰρ, φησὶ, τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ, τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον), Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. Τί θαυμαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται, ὅπου καὶ αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, Ἔμφοβός εἰμι καὶ ἔντρομος; Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ὅρα διὰ πόσων ἔδειξε τὸ ὑπερέχον τῆς Καινῆς πρὸς τὴν Παλαιάν. Ἀντὶ γὰρ τῆς κάτω Ἱερουσαλὴμ ἡ ἐπουράνιος· Προσεληλύθατε γὰρ, φησὶ, πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· ἀντὶ Μωϋσέως ὁ Ἰησοῦς· Καὶ διαθήκης, φησὶ, νέας μεσίτῃ Ἰησοῦ· ἀντὶ δὲ τοῦ λαοῦ πάν [PG63.220] τες οἱ ἄγγελοι· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, φησί. Τίνας δὲ πρωτοτόκους καλεῖ λέγων, Καὶ Ἐκκλησίᾳ πρωτοτόκων; Πάντας τοὺς χοροὺς τῶν πιστῶν. Τοὺς αὐτοὺς δὲ καὶ πνεύματα δικαίων τετελειωμένων λέγει. Μὴ τοίνυν ἀσχάλλετε· μετὰ τούτων ἔσεσθε, φησί. Τί ἐστιν ὃ λέγει, Αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ; τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησε; Ναί· καὶ πῶς, ἄκουε Παύλου λέγοντος, Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Τοῦτο καὶ ὁ Θεὸς δείκνυσι λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ὅτι ἔτι καὶ νῦν ᾄδεται· ἀλλ' οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ· τοῦτο γὰρ πάντας ἐκάθηρε, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανοῦ ἀποστρεφόμενοι. Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα, ὥσπερ ἐκεῖ. Καὶ τίνος ἕνεκεν διὰ πυρὸς ὤφθη τότε ὁ Θεός; Ἐμοὶ δοκεῖ δι' ἐκείνων αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς Παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ, ἵνα δείξῃ ὅτι ὁ νομοθέτης φοβερὸς ὀφείλει εἶναι, καὶ κολαστικὸς τοῖς παραβαίνουσι.

βʹ. Τί δὲ οἱ ἦχοι τῆς σάλπιγγος; Εἰκότως, ἅτε ὡς βασιλέως τινὸς παρόντος. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας· Σαλπίσει γὰρ, φησὶ, καὶ πάντες ἀναστησόμεθα. Ὥστε τῇ τοῦ Θεοῦ δυνάμει πάντων ἡ ἀνάστασις ἔσται. Ἡ δὲ φωνὴ τῆς σάλπιγγος οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦτο δηλοῖ, ὅτι πάντας ἐγηγέρθαι δεῖ. Ἀλλὰ τότε μὲν ἦσαν ἐκεῖνα αἰσθητὰ, καὶ ὄψεις, καὶ φωναί· τὰ δὲ μετὰ ταῦτα πάντα, νοητὰ καὶ ἀόρατα. Καὶ τὸ μὲν πῦρ τοῦτο δηλοῖ, ὅτι ὁ Θεὸς πῦρ ἐστι. Πῦρ γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν καταναλίσκον· ὁ δὲ γνόφος καὶ τὸ σκότος καὶ ὁ καπνὸς πάλιν τὸ φοβερὸν ἐμφαίνει. Οὕτω καὶ ὁ Ἡσαΐας φησί· Καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ ἡ θύελλα τί βούλεται; Ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις. Οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχε γινομένων τούτων καὶ νομοθετουμένων· Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνήν. Ἐπεὶ δὲ διὰ Μωϋσέως ἔμελλε νομοθετεῖν, διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ποιεῖ. Οὐχ ἑώρων αὐτὸν διὰ τὸν γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. Τί οὖν; Ἀποκρίνεται ὁ Θεὸς φωνῇ φθεγγόμενος, [PG63.221] ὥσπερ καὶ δημηγορῶν, καὶ ἐξακουστὰ ποιῶν τὰ νομοθετούμενα. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα· Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ καὶ σάλπιγγος ἤχῳ, φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, φησὶ, μὴ προστεθῆναι αὐτοῖς τὸν λόγον. Ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν. Τί δὲ καὶ ἔλεγον; Λαλείτω ἡμῖν Μωϋσῆς, καὶ μὴ λαλείτω ἡμῖν ὁ Θεός. Οἱ τὰς συγκρίσεις ποιοῦντες, μᾶλλον ἐκεῖνα αἴρουσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσιν· ἐγὼ δὲ κἀκεῖνα ἡγούμενος θαυμαστὰ (Θεοῦ γὰρ ἔργα, καὶ τῆς αὐτοῦ δυνάμεως ἀπόδειξις), ὅμως καὶ ταύτῃ κρείττονα καὶ θαυμασιώτερα τὰ ἡμέτερα δείκνυμι. ∆ιπλῇ γὰρ μεγάλα· ὅτι τε λαμπρὰ καὶ ὅτι μείζονα ὄντα, εὐπρόσιτα μᾶλλόν ἐστι καὶ ἡμερώτερα. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων φησί· Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, καὶ οὐχ ὡς Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ πρόσωπον αὐτοῦ. Οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι. Τίνος γὰρ κατηξιώθησαν; σκότος εἶδον, γνόφον, φωνῆς ἤκουσαν. Ἀλλὰ καὶ σὺ φωνῆς ἤκουσας, οὐ διὰ γνόφου, ἀλλὰ διὰ σαρκός· οὐ διεταράχθης οὐδὲ διεθορυβήθης, ἀλλὰ καὶ ἔστης καὶ διελέχθης τῷ μεσίτῃ. Ἄλλως δὲ, καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους. Καὶ γνόφος, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ. Τότε καὶ Μωϋσῆς ἔδεισε, νυνὶ δὲ οὐδείς· κάτω εἱστήκει ὁ λαὸς τότε, ἡμεῖς δὲ οὐκ ἐσμὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς. Ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· ἐνταῦθα τὴν χαρὰν δείκνυσι καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης Καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων. Ἐκεῖνοι οὐ προσῆλθον, ἀλλὰ πόῤῥω εἱστήκεισαν, καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε. Ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, Καὶ κριτῇ Θεῷ πάντων. Ἄρα οὐχὶ τῶν Ἰουδαίων μόνον, οὐδὲ τῶν πιστῶν, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης καθεδεῖται κριτής. Καὶ πνεύμασι δικαίων τετελειωμένων. Τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων. Καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ· τουτέστι, καθαρμοῦ. Κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ. Τί δὲ λαλεῖ, ἄκουε· Καὶ τὸ πνεῦμα, φησὶ, λαλεῖ στεναγμοῖς ἀλαλήτοις. Πῶς λαλεῖ; Ἔνθα γὰρ ἂν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, αὐτὴν διανίστησι, καὶ ποιεῖ λαλεῖν. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· τουτέστι, Μὴ ἀπογνῶτε. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα. Τίνα λέγει; Ἐμοὶ δοκεῖ, Μωϋσῆν. Ὃ δὲ λέγει, τοῦτόἐστιν· Εἰ ἐπὶ γῆς νομοθετοῦντα παραιτησάμενοι οὐκ ἐξέφυγον, ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα; Ἐνταῦθα ἐπιδείκνυσιν, οὐχ ὅτι ἄλλος ἐστὶν ἐκεῖνος· μὴ γένοιτο· οὐκ ἄλλον καὶ ἄλλον δείκνυσιν, ἀλλὰ ὅτι φοβερὸς φαίνεται φωνὴν ἀφιεὶς ἐκ τοῦ οὐρανοῦ. Αὐτὸς μὲν οὖν ἐστι καὶ οὗτος κἀκεῖνος, φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως. Πόθεν δῆλον; Ἐξ ὧν ἐπήγαγε λέγων· Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, παραιτησάμενοι τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι. Τί οὖν; ἄλλος οὗτός ἐστι παρ' ἐκεῖνον; πῶς οὖν φησιν, [PG63.222] Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε; ἡ γὰρ τοῦ τότε δόντος τὸν νόμον φωνὴ τὴν γῆν ἐσάλευσε. Νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων. Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρεήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν· τοῦτο γὰρ αἰνίττεται ταῦτα λέγων ἐνταῦθα. Τί τοίνυν ἀλγεῖς, ἐν κόσμῳ πάσχων οὐ μένοντι, ἐν κόσμῳ θλιβόμενος μικρὸν ὕστερον παροδευομένῳ; Εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν πρὸς τὸ τέλος ὁρῶντα. Ἵνα μείνῃ, φησὶ, τὰ μὴ σαλευόμενα. Ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα; Τὰ μέλλοντα.

γʹ. Πάντα τοίνυν ὑπὲρ τούτου πράττωμεν, ὥστε ἐκείνων τυχεῖν, ὥστε ἐκείνων ἀπολαῦσαι τῶν ἀγαθῶν. Ναὶ δέομαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωμεν. Οὐδεὶς ἐν πόλει μελλούσῃ καταπίπτειν οἰκοδομεῖ. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἔλεγεν ὅτι μετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόμησας ἐν τῇ μελλούσῃ καταπίπτειν; Ὥστε τοῦτο καὶ νῦν λέγω, μὴ οἰκοδομῶμεν ἐν τῷ κόσμῳ τούτῳ· πεσεῖται μικρὸν ὕστερον, καὶ πάντα ἀπολεῖται. Τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως ἡμεῖς ἀπολούμεθα καὶ δεινὰ πεισόμεθα, ἡμεῖς αὐτῶν ἐκστησόμεθα. Τί οἰκοδομοῦμεν ἐπὶ τὴν ἄμμον; Οἰκοδομήσωμεν ἐπὶ τὴν πέτραν· ὅπερ γὰρ ἐὰν ἐπέλθῃ, ἀνάλωτος ἐκείνη μένει ἡ οἰκοδομὴ, οὐδὲν αὐτὴν δυνήσεται ἑλεῖν, εἰκότως· πάσαις γὰρ ἐπιβουλαῖς τοιαύταις ἄβατος ὁ χῶρος ἐκεῖνος, ὥσπερ οὖν ὁ ἐνταῦθα βατός· καὶ γὰρ σεισμοὶ καὶ ἐμπρησμοὶ καὶ πολεμίων ἔφοδος καὶ ζῶντας ἡμᾶς ἀφαιρεῖται αὐτὴν, πολλάκις δὲ καὶ μετ' αὐτῆς ἀπόλλυσιν. Ὅταν δὲ καὶ αὐτὴ ἑστήκῃ, τότε ἡμᾶς ἢ νόσος ἀπήγαγε θᾶττον, ἢ μένοντας οὐκ εἴασεν αὐτῆς ἀπολαῦσαι καλῶς· ποία γὰρ ἡδονὴ, ἔνθα νόσοι, καὶ συκοφαντίαι, καὶ φθόνος, καὶ ἐπιβουλαί; Ἢ εἰ μηδὲν τούτων ᾖ τὸ ἐνοχλοῦν, παιδία πολλάκις μὴ ἔχοντες, ἀλύομεν, δυσανασχετοῦμεν, οὐκ ἔχοντες οἷς παραδῶμεν τὰς οἰκίας καὶ τἄλλα πάντα· καὶ κατατρυχόμεθα λοιπὸν ὡς ἑτέροις πονοῦντες· πολλάκις δὲ καὶ εἰς ἐχθροὺς ἦλθεν ὁ κλῆρος, οὐκ ἀπελθόντων μόνον ἡμῶν, ἀλλὰ καὶ ζώντων. Τί τοίνυν ἀθλιώτερον τοῦ τοῖς ἐχθροῖς κάμνειν, καὶ ἵνα ἐκεῖνοι ἀναπαύσωνται, αὐτοὺς ἁμαρτίας συλλέγειν; καὶ τούτου τὰ ὑποδείγματα πολλὰ ἐν ταῖς πόλεσιν ὁρᾶται· καὶ σιγῶ, ἵνα μὴ λυπήσω τοὺς ἀπεστερημένους· ἐπεὶ εἶπον ἂν ὀνομαστὶ καί τινας ἐξ αὐτῶν, καὶ πολλὰ εἶχον διηγήματα εἰπεῖν, καὶ πολλὰς ὑποδεῖξαι οἰκίας ὑμῖν, αἳ κυρίους ἔλαβον τοὺς ἐχθροὺς τῶν περὶ αὐτὰς πονησάντων· οὐκ οἰκίαι δὲ, ἀλλὰ καὶ ἀνδράποδα καὶ ἅπας ὁ κλῆρος πολλάκις εἰς τοὺς ἐχθροὺς περιῆλθε. Τοιαῦτα γὰρ τὰ ἀνθρώπινα. Ἐν τοῖς οὐρανοῖς δὲ οὐδὲν ἔστι δεῖσαι τούτων, μὴ τοῦ τετελευτηκότος ἕτερος ἔλθῃ ὁ ἐχθρὸς, καὶ τὸν κλῆρον διαδέξηται· οὔτε γὰρ θάνατός ἐστιν ἐκεῖ. οὔτε ἀπέχθεια· αἱ σκηναὶ τῶν ἁγίων εἰσὶ μόναι· ἐν δὲ τοῖς ἁγίοις ἐκείνοις ἀγαλλίασις, χαρὰ, εὐφροσύνη· Φωνὴ γὰρ, φησὶν, ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων. Αἰώνιοί εἰσι, τέλος οὐκ ἔχουσαι. Οὐχ αὗται τῷ χρόνῳ καταπίπτουσιν, οὐ τοὺς κεκτημένους ἀμείβουσιν, ἀλλ' ἑστήκασιν ἐν ἀκμῇ διηνεκεῖ, εἰκότως· [PG63.223] οὐ γὰρ ἔστι τι φθαρτὸν οὐδὲ ἐπίκηρον ἐκεῖ, ἀλλὰ πάντα ἀθάνατα καὶ ἀκήρατα. Οὐκοῦν κενώσωμεν εἰς ταύτην τὴν οἰκοδομὴν τὰ χρήματα· οὐ δεῖ τεκτόνων ἡμῖν, οὐδὲ ἐργατῶν· αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκίας, οἱ χωλοὶ, οἱ τυφλοὶ, οἱ ἀνάπηροι· οὗτοι ἐκείνας τὰς οἰκίας οἰκοδομοῦσι. Καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ βασιλείαν ἡμῖν οὗτοι προξενοῦσι, καὶ παῤῥησίαν ἡμῖν διδόασι πρὸς τὸν Θεόν. Ἡ γὰρ ἐλεημοσύνη τέχνη τίς ἐστιν ἀρίστη, καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστι, καὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται, εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν. Τοσαύτη αὐτῆς ἡ ἰσχὺς, ὅτι καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, καὶ ὑπὲρ ἡμαρτηκότων. Αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ ὥσπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολμήσει τῶν φυλάκων τῶν ἐπὶ ταῖς θύραις τεταγμένων ἐξετάσαι τίς εἴη καὶ πόθεν, ἀλλὰ πάντες εὐθέως ὑποδέχονται· οὕτω δὴ καὶ τὴν ἐλεημοσύνην· βασιλὶς γάρ ἐστιν ὄντως, ὁμοίους ἀνθρώπους ποιοῦσα Θεῷ. Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς, πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους. Ἐκεῖ, φησὶ, Πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Καθάπερ γὰρ περιστερά τις χρυσῆ καὶ ζῶσα, πέταται, ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον. Οὐδὲν τοῦ ὀφθαλμοῦ ἐκείνου βέλτιον. Καλός ἐστι καὶ ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός ἐστιν· οὕτως ἡ ὄρνις αὕτη καλή τίς ἐστι καὶ θαυμαστή. Ἄνω διὰ παντὸς ὁρᾷ, πολλῇ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν πρόσωπον ἔχουσα καὶ ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίπταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὑτῆς πτέρυξι περιβάλλουσα. Ταύτην θέλει ὁ Θεὸς μᾶλλον, ἢ θυσίας· πολλὰ περὶ αὐτῆς διαλέγεται· οὕτως αὐτὴν φιλεῖ. Χήραν καὶ ὀρφανὸν καὶ πένητα, φησὶν, ἀναλήψεται. Ἀπ' αὐτῆς φιλεῖ καλεῖσθαι ὁ Θεός· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, φησὶν ὁ ∆αυῒδ, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· καὶ πάλιν ἕτερος, Ἔλεος τοῦ Θεοῦ ἐπὶ πᾶσαν τὴν γῆν. Αὕτη τὸ τῶν ἀνθρώπων γένος διέσωσεν· εἰ γὰρ μὴ ἠλέησεν ἡμᾶς ὁ Θεὸς, πάντα ἂν ἀπόλωλεν· αὕτη ἐχθροὺς ἡμᾶς ὄντας κατήλλαξεν, αὕτη τὰ μυρία ἀγαθὰ εἰργάσατο, αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἔπεισε δοῦλον γενέσθαι καὶ κενῶσαι [PG63.224] ἑαυτόν. Ταύτην ζηλώσωμεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθημεν· ταύτην ἀγαπήσωμεν, ταύτην χρημάτων προτιμήσωμεν, καὶ χωρὶς χρημάτων ψυχὴν ἐλεήμονα ἔχωμεν. Οὐδὲν οὕτω χαρακτηριστικὸν Χριστιανοῦ, ὡς ἐλεημοσύνη· οὐδὲν οὕτω καὶ ἄπιστοι καὶ πάντες θαυμάζουσιν, ὡς ὅταν ἐλεῶμεν. Πολλαχοῦ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ ἐλέους τούτου, καὶ πρὸς τὸν Θεὸν καθ' ἑκάστην λέγομεν· Κατὰ τὸ μέγα σου ἔλεος ἐλέησον ἡμᾶς. Πρότερον αὐτοὶ ἀρχώμεθα· μᾶλλον δὲ οὐκ ἀρχόμεθα πρότερον· καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν περὶ ἡμᾶς. Ἀλλ', ἀγαπητοὶ, κἂν δεύτεροι ἑπώμεθα. Εἰ γὰρ ἄνθρωποι τὸν ἐλεήμονα, κἂν μυρία ἐργάσηται ἁμαρτήματα, ἐλεοῦσι· πολλῷ μᾶλλον ὁ Θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἐγὼ δὲ ὡσεὶ ἐλαία, φησὶ, κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοιοῦτοι γενώμεθα, ὡς ἐλαία γενώμεθα· πάντοθεν βριθώμεθα ταῖς ἐντολαῖς· οὐ γὰρ ἀρκεῖ ὡς ἐλαίαν εἶναι, ἀλλὰ καὶ κατάκαρπον. Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι· οὗτοι ἐλαῖαι μέν εἰσιν, οὐ κατάκαρποι δὲ, ἀλλὰ καὶ ξηραί. Ὅτι μὲν γὰρ ἐλεοῦσιν, ἐλαῖαι· ὅτι δὲ οὐ φιλοτίμως, οὐ κατάκαρποι ἐλαῖαι. Ἀλλ' ἡμεῖς κατάκαρποι γενώμεθα. Ὃ πολλάκις εἶπον, καὶ λέγω νῦν· οὐ τῷ μέτρῳ τῶν διδομένων τὸ μέγεθος δείκνυται τῆς ἐλεημοσύνης, ἀλλὰ τῇ προαιρέσει τοῦ διδόντος. Ἴστε τὰ κατὰ τὴν χήραν· καλὸν ἀεὶ φέρειν τοῦτο τὸ ὑπόδειγμα, ἵνα μηδὲ ὁ πένης ἀπογινώσκῃ ἑαυτοῦ, ὁρῶν εἰς τὴν τὰ δύο λεπτὰ καταβαλοῦσαν. Ἤνεγκάν τινες καὶ τρίχας ἐν τῇ τοῦ ναοῦ κατασκευῇ, καὶ οὐδὲ οὗτοι ἀπεβλήθησαν. Ἀλλ' εἰ μὲν χρυσίον ἔχοντες, τρίχας ἔφερον, ἐπικατάρατοι· εἰ δὲ τοῦτο ἔχοντες μόνον, τοῦτο ἤνεγκαν, ἀπόδεκτοι. ∆ιὰ τοῦτο καὶ ὁ Κάϊν ἐμέμφθη, οὐκ ἐπειδὴ φαῦλα προσήνεγκεν, ἀλλ' ἐπειδὴ ὧν εἶχε τὰ φαυλότερα· Ἐπικατάρατος, φησὶν, ὃς ἔχει ἄρσεν, καὶ θύει διεφθαρμένον τῷ Θεῷ, Οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ὁ ἔχων, φησὶ, καὶ φειδόμενος. Εἰ τοίνυν τις οὐκ ἔχει, ἀπήλλακται καὶ ἐγκλημάτων, μᾶλλον δὲ ἔχει μισθόν. Τί γὰρ δύο ὀβολῶν εὐτελέστερον, καὶ τριχῶν οὐδαμινέστερον; τί δὲ σεμιδάλεως κοτύλης; ἀλλ' ὅμως ταῦτα ηὐδοκίμησεν ὁμοίως τοῖς μόσχοις καὶ τῷ χρυσίῳ. Καθ' ὃ γὰρ ἔχει τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει· καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει· διὸ, παρακαλῶ, κενώσωμεν προθύμως τὰ ὄντα εἰς τοὺς πένητας· κἂν ὀλίγα ᾖ, τὸν αὐτὸν ληψόμεθα μισθὸν τοῖς τὰ πλείονα καταβάλλουσι, μᾶλλον δὲ πλείονα τῶν μυρία τάλαντα καταβαλλόντων. Ἂν ταῦτα ποιῶμεν, ἐπιτευξόμεθα τῶν ἀφάτων θησαυρῶν τοῦ Θεοῦ, ἂν μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ πράττωμεν, ἂν μὴ ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδεικνύωμεν. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΓʹ

∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχω μεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

αʹ. Ὅπερ ἀλλαχοῦ φησι, Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, καὶ ἀπὸ τούτου ποιούμενος τὴν παράκλησιν τὴν ἐπὶ τοῖς κακοῖς οἷς κατὰ τὸν παρόντα βίον ὑπομένομεν, τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ, καί φησιν, Ἔχωμεν χάριν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ, βέβαιοι μένωμεν. Οὐ γὰρ μόνον οὐκ ὀφείλομεν ἀποδυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσι. ∆ι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ· τουτέστιν, Οὕτω γὰρ ἔστιν εὐαρέστως λατρεύειν τῷ Θεῷ, εὐχαριστοῦντα ἐν ἅπασι. Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, Ὃ γὰρ ἂν ἐργάσηταί τις γογγύζων, ὑποτέμνεται καὶ ἀπώλεσε τὸν μισθὸν, καθάπερ οἱ Ἰσραηλῖται· ἴστε γὰρ ἡλίκην ἐκεῖνοι δίκην ἔτισαν ὑπὲρ γογγυσμῶν. ∆ιό φησι, Μηδὲ γογγύζετε. Οὐκ ἄρα ἔστιν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότα πάντων αὐτῷ καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων. Μετὰ αἰδοῦς καὶ εὐλαβείας· τουτέστι, μηδὲν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἀλλὰ συστέλλωμεν ἑαυτοὺς, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Μετ' αἰδοῦς καὶ εὐλαβείας. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὅρα πῶς τὰ παρόντα προστάττει φυλάττειν αὐτούς· καὶ οὐχὶ προστίθησιν ἕτερα· οὐ γὰρ εἶπε, Γίνεσθε φιλάδελφοι, ἀλλὰ, Μενέτω ἡ φιλαδελφία. Καὶ πάλιν οὐκ εἶπε, Φιλόξενοι γένεσθε, ὡς οὐκ οὖσιν, ἀλλὰ, Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ εἰκὸς ἀπὸ τῶν θλίψεων γίνεσθαι. Εἶτα καὶ ἐπάγει ὅπερ ἱκανὸν ἦν μᾶλλον προτρέψαι, λέγων· Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὁρᾷς ὅση ἡ τιμὴ, ὅσον τὸ κέρδος; Τί ἐστιν, Ἔλαθον; Οὐκ εἰδότες, φησὶν, ἐξένισαν. ∆ιὰ τοῦτο καὶ μέγας ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας, ἐξένισεν· ἐπεὶ, εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Τινὲς ἐνταῦθα καὶ τὸν Λὼτ αὐτὸν αἰνίττεσθαί φασι, καὶ δι' αὐτὸν εἰρηκέναι αὐτό. Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Ὅρα πόσος περὶ σωφροσύνης ὁ λόγος αὐτῷ. Εἶπεν, Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμόν· καὶ πάλιν, Μή τις ἢ πόρνος, ἢ βέβηλος· νῦν πάλιν φησὶ, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Πανταχοῦ δὲ μετὰ ἐπιτιμίου ἡ ἀπαγόρευσις. Καὶ πῶς, σκόπει ἐντεῦθεν· Εἰρήνην, εἰπὼν, διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, ἐπήγαγεν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἐνταῦθα δὲ, Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεὸς, καὶ πρότερον θεὶς τὸ, Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, εἶτα ἐπιτίμιον ἐπαγαγὼν, δείκνυσιν ὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν. Εἰ γὰρ γάμος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται. Ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται. Οὐκ εἶπε πάλιν, Μηδεὶς ἔστω πόρνος· ἀλλ' [PG63.226] ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Οὐκ εἶπεν, ὅτι Μηδὲν κτήσησθε, ἀλλ', Ἀφιλάργυρος ὁ τρόπος ἔστω· τουτέστιν, ἐλεύθερος ὁ νοῦς ἔστω, δεικνύτω τὸ φιλόσοφον ἡ γνώμη· δείξει δὲ, ἐὰν μὴ ζητῶμεν τὰ περιττὰ, ἐὰν τῆς χρείας μόνον γενώμεθα. Καὶ γὰρ ἀνωτέρω ἔλεγε, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ταῦτα ὥστε μὴ εἶναι φιλαργύρους παραινεῖ. Ἀρκούμενοι, φησὶ, τοῖς παροῦσιν. Εἶτα καὶ ἐνταῦθα ἡ παραμυθία, ὥστε μὴ ἀπαγορεύειν· Αὐτὸς γὰρ, φησὶν, εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἰδοὺ πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. Τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, Εἰρήνην διώκετε μετὰ πάντων. Τοῦτο καὶ Θεσσαλονικεῦσι παρῄνει, ὥστε ἔχειν αὐτοὺς ἐν τιμῇ ὑπὲρ ἐκπερισσοῦ. Μνημονεύετε, φησὶ, τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ποία ἀκολουθία αὕτη; Ἀρίστη μὲν οὖν· λέγει γὰρ, Θεωροῦντες αὐτῶν τὴν ἀναστροφὴν, τουτέστι, τὸν βίον, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις. Ἢ τὴν πίστιν τὸ βέβαιον λέγει. Πῶς; ∆είκνυσι γὰρ ὅτι πιστεύσαντες βεβαίως τοῖς μέλλουσι, τὴν ἀρίστην πολιτείαν κατώρθωσαν. Οὐ γὰρ ἂν ἐπεδείξαντο βίον καθαρὸν, εἴ γε ἠμφισβήτουν περὶ τῶν μελλόντων, εἴ γε ἀμφέβαλλον. Ὥστε καὶ ἐνταῦθα τὸ αὐτὸ θεραπεύει. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.

βʹ. Ἐνταῦθα τὸ, Χθὲς, τὸν παρελθόντα πάντα λέγει χρόνον· τὸ, Σήμερον, τὸν ἐνεστῶτα· ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀρχιερέα ἠκούσατε, ἀλλ' οὐκ ἀρχιερέα λήγοντα· ἀεὶ γὰρ ὁ αὐτός ἐστι. Τάχα δὲ ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ὁ σταυρωθεὶς οὗτος ὁ προσδοκώμενος Χριστὸς, ἀλλ' ἕτερος ἥξει, τὸ, Χθὲς καὶ σήμερον, λέγει, καὶ, Ὁ αὐτὸς εἰς τοὺς αἰῶνας· δηλῶν διὰ τούτου, ὅτι ὁ ἐλθὼν πάλιν ἥξει, καὶ αὐτὸς οὗτος καὶ προῆν, καὶ ἔστι, καὶ ἔσται εἰς τοὺς αἰῶνας. Ἐπεὶ καὶ νῦν Ἰουδαῖοι λέγουσιν, ὅτι ἕτερος ἥξει· οἳ καὶ τοῦ ὄντος ἀποστερήσαντες ἑαυτοὺς, τῷ Ἀντιχρίστῳ περιπεσοῦνται. ∆ιδαχαῖς ποικίλαις, φησὶ, καὶ ξέναις μὴ παραφέρεσθε. Οὐ μόνον ξέναις, ἀλλ' οὐδὲ ποικίλαις διδαχαῖς βούλεται αὐτοὺς παραφέρεσθαι· οἶδε γὰρ ἐξ ἀμφοτέρων τοῖς παραφερομένοις ὄλεθρον τίκτεσθαι. Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἐνταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων. Ἔχομεν γὰρ θυσιαστήριον, ἐξ οὗ φαγεῖν ἐξουσίαν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ [PG63.227] λατρεύοντες. Οὐχ οἷα τὰ Ἰουδαϊκὰ, φησὶ, τοιαῦτα τὰ παρ' ἡμῖν, ὡς μηδὲ ἀρχιερεῖ θέμις εἶναι μετέχειν αὐτῶν. Ὥστε ἐπειδὴ εἶπε, Μὴ παρατηρεῖτε, ἐδόκει δὲ τοῦτο καταβάλλοντος εἶναι τὰ ἴδια, πάλιν αὐτὸ περιστρέφει. Μὴ γὰρ καὶ ἡμεῖς οὐ παρατηροῦμεν, φησί; Καὶ παρατηροῦμεν, καὶ σφοδρότερον οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, Ἔξω τῆς πύλης, φησὶν, ἔπαθεν. Εἶδες τὸν τύπον λάμποντα; Ἔξω, φησὶν, τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Ἐπεὶ οὖν τὰ προσφερόμενα περὶ ἁμαρτίας τύπος τις ἦσαν, καὶ ἔξω τῆς παρεμβολῆς ὡλοκαυτοῦντο, καὶ ὁ ὑπὲρ ἁμαρτιῶν ἡμῶν προσαχθεὶς Ἰησοῦς εἰκότως ἔξω τῆς πύλης πάσχει. Οὐκοῦν καὶ ἡμᾶς τὸν ὑπὲρ ἡμῶν παθόντα μιμεῖσθαι χρὴ, καὶ ἔξω τοῦ κόσμου γίνεσθαι, μᾶλλον δὲ τῶν τοῦ κόσμου πραγμάτων. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπήγαγε· Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, φέροντες τὸν ὀνειδισμὸν αὐτοῦ· τουτέστι, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες αὐτῷ ἐν τοῖς παθήμασιν. Ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι ἔξω τοῦ κόσμου· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἔξω τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν, φησὶ, πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. ∆ι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τουτέστι, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. ∆ι' αὐτοῦ, εἶπεν, ὡς δι' ἀρχιερέως, τὸ κατὰ σάρκα. Ὁμολογούντων, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Ὡσανεὶ ἔλεγεν, Εἰ ὁμολογεῖν αὐτῷ δεῖ, μηδὲν βλάσφημον, μηδὲν ἰταμὸν, μηδὲν θρασὺ, μηδὲν τολμηρὸν, μηδὲν ἀπονενοημένον φθεγγώμεθα, ἀλλὰ μετὰ αἰδοῦς καὶ εὐλαβείας πάντα ποιῶμεν καὶ λέγωμεν. Ταῦτα λέγει οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ οἶδεν αὐτοὺς θλιβομένους· ψυχὴ δὲ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ. Ἀλλὰ μὴ ἡμεῖς, φησίν. Ἰδοὺ πάλιν τὸ αὐτὸ εἶπεν, ὅπερ ἀνωτέρω ἔλεγε· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὕτω δυνησόμεθα μετὰ αἰδοῦς πάντα ποιεῖν· πολλάκις γὰρ καὶ ἀνθρώπους αἰσχυνόμενοι, πολλὰ οὐ πράττομεν τῶν πονηρῶν. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε.

γʹ. Ταῦτα τότε μὲν ὁ Παῦλος ἔλεγε, νῦν δὲ ἐγὼ λέγω· οὐχὶ πρὸς τοὺς παρόντας μόνον ἀδελφοὺς δὲ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας. Οὐδεὶς τὰ ὑπάρχοντα ὑμῶν ἥρπασεν· εἰ δέ τινες καὶ ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε. Τίνα γὰρ ἕξομεν ἡμεῖς ἀπολογίαν λοιπὸν, τούτων καὶ μετὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ταῦτα ἀκουόντων, Καὶ ὅρα, ἐνταῦθα λέγει, Τῆς εὐποιίας μὴ ἐπιλανθάνεσθε, εἰπὼν ἀνωτέρω, Τῆς φιλοξενίας· οὐκ ἄλλο καὶ ἄλλο δηλῶν, ἀλλὰ τὸ αὐτὸ δι' ἑτέρας λέξεως. Καὶ οὐκ εἶπε, Τῆς ξενοδοχίας μὴ ἐπιλανθάνεσθε, ἀλλὰ, Τῆς φιλοξενίας· τουτέστι, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. Καὶ οὐκ εἶπε τὴν μέλλουσαν καὶ ἀποκειμένην ἀμοιβὴν, ἵνα μὴ πάλιν αὐτοὺς ὑπτιωτέρους ἐργάσηται, ἀλλὰ τὴν ἤδη δοθεῖσαν· ἐπήγαγε γὰρ, ∆ι' αὐτῆς ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τίμιος ὁ γάμος, φησὶν, ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πῶς τίμιος ὁ γάμος; Ὅτι ἐν σωφροσύνῃ, φησὶ, διατηρεῖ τὸν πιστόν. Ἐνταῦθα καὶ [PG63.228] Ἰουδαίους αἰνίττεται, ὅτι βδελυρὰν ἡγοῦντο τὴν κοίτην· Καὶ ὃς ἂν ᾖ, φησὶν, ἀπὸ κοίτης, οὐκ ἔστι καθαρός. Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωμον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως· εἰ γὰρ τίμιος ὁ γάμος καὶ καθαρὸς, τί δήποτε καὶ ἐξ αὐτοῦ μιαίνεσθαι νομίζεις; Ἀφιλάργυρος, φησὶν, ὁ τρόπος. Ἐπειδὴ πολλοὶ μετὰ τὸ κενῶσαι τὰ ὑπάρχοντα, ὕστερον βούλονται προσχήματι ἐλεημοσύνης ἀνακτᾶσθαι πάλιν αὐτὰ, διὰ τοῦτό φησιν, Ἀφιλάργυρος ὁ τρόπος· τουτέστιν, ἵνα τῆς χρείας ὦμεν καὶ τῶν ἀναγκαίων. Τί οὖν, ἂν μηδὲ τούτων, φησὶν, εὐπορῶμεν; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτὸς γὰρ εἶπε, καὶ οὐ ψεύδεται, ὅτι Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡσεὶ ἔλεγε, Τὴν ὑπόσχεσιν ἔχεις παρ' αὐτοῦ, μὴ ἀμφίβαλλε λοιπόν· αὐτὸς ἐπηγγείλατο, μὴ ἀμφισβήτει. Τὸ δὲ, Οὐ μή σε ἀνῶ, οὐ περὶ χρημάτων μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων λέγει. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἰκότως τὸ τοῦ προφήτου ἐπήγαγεν, ἐπισφραγίζων τούτῳ τὸν λόγον, καὶ προθυμοτέρους μᾶλλον ποιῶν, ὥστε μὴ ἀπαγορεύειν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐν πᾶσι λέγωμεν τοῖς πειρασμοῖς, καὶ καταγελῶμεν τῶν ἀνθρωπίνων πραγμάτων· ἕως ἂν ἔχωμεν τὸν Θεὸν ἡμῖν εὐμενῆ, οὐδεὶς ἡμῶν περιέσται. Ὥσπερ γὰρ ἐκείνου ἐχθροῦ ὄντος, κἂν πάντες ἡμῖν ὦσι φίλοι, κέρδος οὐδέν· οὕτως αὐτοῦ φίλου ὄντος, κἂν ἅπαντες ἡμᾶς πολεμῶσιν, οὐδεμία βλάβη. ∆ιὰ τοῦτο ἔλεγεν, Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Ἐνταῦθα καὶ περὶ ἐπικουρίας αὐτὸν οἶμαι λέγειν· τοῦτο γάρ ἐστι τὸ, Οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Τί ἐστιν, Ἀναθεωροῦντες; Συνεχῶς στρέφοντες, παρ' ἑαυτοῖς ἐξετάζοντες, λογιζόμενοι, ζητοῦντες ἀκριβῶς, ὡς βούλεσθε βασανίζοντες. Καλῶς εἶπε, Τὴν ἔκβασιν τῆς ἀναστροφῆς· τουτέστι, τὴν μέχρι τέλους πολιτείαν· ὅτι τέλος ἔσχε χρηστὸν αὐτῶν ἡ ἀναστροφή. Ἰησοῦς, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ὃ λέγει, τοῦτό ἐστι· Μὴ νομίσητε ὅτι τότε ἐθαυματούργησε, νῦν δὲ οὐ θαυματουργεῖ· ὁ αὐτός ἐστι, καὶ ἐπεὶ ὁ αὐτός ἐστιν, οὐκ ἔστιν ὅτε μὴ δύναται τὰ αὐτὰ ἐνεργεῖν. Τάχα πρὸς τοῦτο ἀφορῶν εἶπε, Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. –Ξέναις, τουτέστι, Παρ' ἃς ἠκούσατε παρ' ἡμῶν· Ποικίλαις, παντοδαπαῖς· αἱ τοιαῦται γὰρ οὐδὲν βέβαιον ἔχουσιν, ἀλλ' εἰσὶ διάφοροι, μάλιστα δὲ τὸ τῶν βρωμάτων διάφορον· διὸ καὶ πρὸς τοῦτο ἱστάμενος ἐπάγει, Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν. Αἱ ποικίλαι αὗται, αἱ ξέναι αὗται. Ἐνταῦθα εἰς παρατήρησιν βρωμάτων αὐτοὺς κωμῳδεῖ· δείκνυσι γὰρ ὅτι ἀπὸ τῆς τῶν βρωμάτων παρατηρήσεως εἰς τὸ ἑτεροδιδασκαλεῖν ἐξέπεσον, καὶ ἀπὸ τούτων πρὸς τὰς ποικίλας καὶ ξένας διδαχὰς ἐξηνέχθησαν. Καὶ ὅρα αὐτὸν οὐ τολμῶντα φανερῶς εἰπεῖν τοῦτο, ἀλλ' ὡς ἐν αἰνίγματι· τῷ γὰρ εἰπεῖν, Ποικίλαις καὶ ξέναις διδαχαῖς μὴ παραφέρεσθε, καὶ, Καλὸν χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασι, μονονουχὶ τὸ τοῦ Χριστοῦ λέγει, ἐν οἷς ἔλεγεν· Οὐ τὸ εἰσερχό [PG63.229] μενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον. Καὶ δείκνυσιν ὅτι τὸ πᾶν πίστις ἐστίν· ἂν αὕτη βεβαιώσῃ, ἡ καρδία ἐν ἀσφαλείᾳ ἕστηκεν. Ἄρα πίστις βεβαιοῖ· οὐκοῦν λογισμοὶ σαλεύουσιν· ἐναντίον γὰρ ἡ πίστις λογισμῷ. Ἐν οἷς οὐκ ὠφελήθησαν, φησὶν, οἱ περιπατήσαντες. Τί γὰρ τὸ κέρδος, φησὶν, ἀπὸ τῆς παρατηρήσεως, εἰπέ μοι; οὐχὶ ἀπόλλυσι μᾶλλον; οὐχὶ ὑπὸ ἁμαρτίαν ἐργάζεται τὸν τοιοῦτον; Εἰ δεῖ παρατηρεῖν, ἔστι παρατηρεῖσθαι ὅθεν ὠφέλεια τοῖς παρατηροῦσιν ἔσται. Καλὴ παρατήρησις κακίας ἀποφυγὴ, καρδίας εὐθύτης, εὐσέβεια εἰς Θεὸν, πίστις ὀρθή. Ἐν οἷς, φησὶν, οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες· τουτέστιν, οἱ διαπαντὸς φυλάξαντες αὐτά. Μία ἐστὶ παρατήρησις τὸ ἁμαρτίας ἀπέχεσθαι. Τί γὰρ ὄφελος, ὅπου γε οὕτως εἰσί τινες μιαροὶ, ὡς μὴ δύνασθαι μετέχειν τῶν θυσιῶν; Ὥστε οὐδὲν αὐτοὺς ἔσωζε, καίτοι σπουδὴν ἐποιοῦντο περὶ τὰς παρατηρήσεις, ἀλλ', ἐπειδὴ πίστιν οὐκ εἶχον, οὐδὲν ὠφελήθησαν οὐδὲ οὕτως. Εἶτα ἀναιρεῖ ἀπὸ τοῦ τύπου τὴν θυσίαν, καὶ ἐπὶ τὸ πρωτότυπον ἄγει τὸν λόγον, λέγων, ὅτι Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν. Ἄρα τύπος ἐκεῖνα τούτων ἦν, καὶ οὕτω τὰ πάντα ἐπλήρωσεν ὁ Χριστὸς ἔξω παθών. Ἐνταῦθα καὶ τὸ ἑκοντὶ πεπονθέναι δηλοῖ· δείκνυσι γὰρ, ὅτι οὐδὲ ἐκεῖνα ἁπλῶς, ἀλλὰ τύπος τις ἦν, καὶ αὐτὴ ἡ οἰκονομία οὐκ ἔξω τοῦ πάθους ἦν, ἀλλ' εἰς τὸν οὐρανὸν τὸ αἷμα ἀνηνέχθη.

δʹ. Ὁρᾷς οὖν ὅτι αἵματος μετέχομεν τοῦ εἰς τὰ ἅγια εἰσφερομένου, τὰ ἅγια τὰ ἀληθινὰ, τῆς θυσίας ἧς μόνος ἀπήλαυσεν ὁ ἀρχιερεύς. Ἡμεῖς οὖν τῆς ἀληθείας μετέχομεν. Εἰ τοίνυν οὐκ ὀνειδισμοῦ, ἀλλ' ἁγιασμοῦ μετέχομεν, ὁ ὀνειδισμὸς τοῦ ἁγιασμοῦ αἴτιον· καθάπερ γὰρ αὐτὸς ὠνειδίσθη, οὕτω καὶ ἡμεῖς. Ἂν ἐξέλθωμεν οὖν, κοινωνοῦμεν αὐτῷ. Τί δέ ἐστι τοίνυν, Ἐξερχώμεθα πρὸς αὐτόν; Κοινωνῶμεν αὐτῷ τῶν παθῶν, φέρωμεν αὐτοῦ τὸν ὀνειδισμόν· οὐ γὰρ ἁπλῶς ἔξω πύλης ἔπαθεν, ἀλλ' ἵνα καὶ ἡμεῖς τὸν σταυρὸν αὐτοῦ αἴρωμεν, καὶ ἔξω κόσμου μένωμεν, καὶ εἶναι σπουδάζωμεν. Ὥσπερ οὖν ἐκεῖνος ὠνειδίζετο ὡς κατάδικος, οὕτω καὶ ἡμεῖς. Καὶ δι' αὐτοῦ θυσίαν ἀναφέρωμεν τῷ Θεῷ. Ποίαν δὲ θυσίαν λέγει; Αὐτὸς ἡρμήνευσε λέγων, Καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ· τουτέστιν, εὐχὰς, ὕμνους, εὐχαριστίαν· ταῦτα γὰρ τῶν χειλέων ὁ καρπός. Ἐκεῖνοι προσέφερον πρόβατα, μόσχους, καὶ ἐδίδοσαν τῷ ἱερεῖ· ἡμεῖς δὲ μηδὲν τούτων προσενέγκωμεν, ἀλλ' εὐχαριστίαν, καὶ τὴν ἐν πᾶσιν, ὡς οἷόν τε, μίμησιν τοῦ Χριστοῦ· τοῦτο βλαστησάτω ἡμῶν τὰ χείλη. Τῆς εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. ∆ῶμεν, φησὶ, τοιαύτην αὐτῷ θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἂν μὴ διὰ τοῦ Υἱοῦ· μᾶλλον δὲ καὶ διὰ καρδίας συντετριμμένης. Πάντα ταῦτα οὕτως εἶπε διὰ τοὺς ἀσθενέστερον διακειμένους ἔτι τῶν ἀκροατῶν· ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, δῆλον· ἐπεὶ πῶς ἐστι τιμὴ ἴση; Ἵνα πάντες, φησὶ, τιμῶσι [PG63.230] τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἰ μὴ τοῦ Πατρὸς δοξαζομένου καὶ ὁ Υἱὸς συνδοξάζεται, ποῦ ἴση ἡ τιμή; Ἐπειδὴ καρπὸς χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ τὸ χάριν αὐτῷ εἰδέναι, τουτέστιν, ὑπὲρ πάντων, καὶ ὑπὲρ ὧν δι' ἡμᾶς ἔπαθε· πάντα φέρωμεν εὐχαρίστως, κἂν πενία, κἂν νόσος ᾖ, κἂν ὁτιοῦν ἕτερον· τὰ γὰρ ἡμῖν συμφέροντα αὐτὸς οἶδε μόνος. Τὸ γὰρ τί προσευξώμεθα, φησὶ, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Οἱ οὖν μηδὲ αἰτῆσαι εἰδότες ὅ τι χρὴ, ἐὰν μὴ τοῦ πνεύματος ἐπιλαβώμεθα, πῶς ἂν εἰδείημεν τὰ συμφέροντα; Οὐκοῦν σπουδάζωμεν εὐχαριστίαν ὑπὲρ ἁπάντων ἀναφέρειν, καὶ γενναίως ἅπαντα φέρωμεν τὰ συμπίπτοντα. Ὅταν τοίνυν ἐν πενίᾳ ὦμεν, ὅταν ἐν νόσῳ, εὐχαριστῶμεν· ὅταν συκοφαντώμεθα, εὐχαριστῶμεν· ὅταν κακῶς πάσχωμεν, εὐχαριστῶμεν· τοῦτο ἡμᾶς ἐγγὺς εἶναι τοῦ Θεοῦ ποιεῖ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ· ἄλλως τε καὶ πολλάκις ἡμῖν ταῦτα εἰς κρῖμα γίνεται, ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Ἐκεῖνα ἔλεον ἐπισπᾶται, ἐκεῖνα φιλανθρωπίαν· ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν αἴρει, ταῦτα καὶ εἰς ῥᾳθυμίαν ἐξάγει, καὶ μεγάλα περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ὅτε εὐεργετήθη καὶ ἀπηλλάγη τῶν κακῶν ὁ Ἐζεκίας, ἐπήρθη εἰς ὕψος ἡ καρδία αὐτοῦ· ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ. Ὅτε, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν· καὶ πάλιν· Ὅτε ἐπαχύνθη καὶ ἐλιπάνθη, ἀπελάκτισεν ὁ ἠγαπημένος. Γινώσκεται γὰρ Κύριος κρίματα ποιῶν. Μέγα θλῖψις ἀγαθόν. Στενή ἐστιν ἡ ὁδός· ὥστε ἡ θλῖψις ἡμᾶς ὠθεῖ ἐν τῇ στενῇ· ὁ μὴ θλιβόμενος εἰσελθεῖν οὐ δυνήσεται. Ὁ γὰρ ἐν τῇ στενῇ θλίβων ἑαυτὸν, οὗτός ἐστιν ὁ καὶ ἀνέσεως ἀπολαύων· ὁ δὲ ἐμπλατύνων ἑαυτὸν, οὔτε εἰσέρχεται, καὶ θλίβεται σφηνούμενος, ὡς εἰπεῖν. Ἄκουε πῶς εἰσῆλθεν εἰς τὴν στενὴν ταύτην ὁδὸν Παῦλος. Ὑπωπιάζω, φησὶ, μοῦ τὸ σῶμα, καὶ δουλαγωγῶ. Ὑπωπίαζε τὸ σῶμα, ὥστε δυνηθῆναι εἰσελθεῖν· διὰ τοῦτο ἐν πάσαις ταῖς θλίψεσιν εὐχαριστῶν τῷ Θεῷ διετέλει. Ἐζημιώθης χρήματα· τοῦτό σοι τὸ πολὺ τῆς εὐρύτητος ἐπεκούφισεν. Ἐξέπεσες δόξης; ἑτέρα αὕτη εὐρύτης. Ἐσυκοφαντήθης; ἐπιστεύθη κατὰ σοῦ τὰ λεχθέντα, ἐν οἷς οὐ σύνοιδας σαυτῷ; χαῖρε καὶ ἀγαλλία. Μακάριοι γάρ ἐστε, φησὶν, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τί θαυμάζεις εἰ σὺ ἀσχάλλεις, καὶ θέλεις ἀνεθῆναι ἐκ τῶν πειρασμῶν; Παῦλος ἠθέλησεν ἀνεθῆναι, καὶ πολλάκις τὸν Θεὸν παρεκάλεσε, καὶ οὐκ ἔτυχε· τὸ γὰρ τρὶς πολλάκις ἐστίν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον, φησὶ, παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν λέγει ἐνταῦθα τὰς θλίψεις. Τί οὖν; Ἐπειδὴ ταῦτα ἤκουσεν, εὐχαρίστως ἤνεγκε, καὶ λέγει· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις· τουτέστιν, Ἀρέσκομαι, ἀναπαύομαι ἐν ταῖς θλίψεσιν. Ὑπὲρ πάντων οὖν εὐχαριστῶμεν, ὑπέρ τε ἀνέσεως, [PG63.231] ὑπέρ τε θλίψεως, μὴ γογγύζωμεν, μὴ ἀχάριστοι ὦμεν. Λέγε καὶ σύ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Οὐκ ἐξῆλθες ἔνδοξος· μὴ ζήτει δόξαν. Γυμνὸς οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφημίας, εἰς τὸν βίον παρήχθης. Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε· μᾶλλον δὲ ἄκουε τί φησιν ὁ Χριστός· Εὐκοπώτερον γὰρ, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς πόσων ἀγαθῶν ἐμπόδιον ὁ πλοῦτος γίνεται, καὶ σὺ πλουτῆσαι ζητεῖς; καὶ οὐ χαίρεις ἐν πενίᾳ ὢν, ὅτι τὸ κώλυμα ἀνατέτραπται; Οὕτω στενή ἐστιν ἡ ὁδὸς ἡ εἰσάγουσα εἰς τὴν βασιλείαν· οὕτω πλατὺς ὁ πλοῦτος, καὶ ὄγκου γέμων καὶ φυσήματος. ∆ιὰ τοῦτό φησι· Πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα σε δέξηται ἡ ὁδὸς ἐκείνη. Τί ποθεῖς [PG63.232] τὰ χρήματα; διὰ τοῦτό σε ἀφείλετο, ἵνα σε ἀπαλλάξῃ δουλείας· ἐπεὶ καὶ οἱ πατέρες οἱ γνήσιοι, ἐπειδὰν ὁ παῖς τύχῃ προσεφθαρμένος ἑταίρᾳ τινὶ, καὶ πολλὰ παραινέσαντες μὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴν ἑταίραν ἐξορίζουσι. Τοιαύτη ἐστὶ καὶ ἡ εὐπορία τῶν χρημάτων. Κηδόμενος τοίνυν καὶ ἡμῶν ὁ ∆εσπότης, καὶ ἀπαλλάττων ἡμᾶς τῆς ἐντεῦθεν βλάβης, ἀφαιρεῖται ἡμῶν τὰ χρήματα. Μὴ τοίνυν νομίζωμεν πενίαν κακὸν εἶναι· ἁμαρτία κακὸν μόνον. Οὐδὲ γὰρ ὁ πλοῦτος ἀγαθὸν καθ' ἑαυτόν· τῷ Θεῷ εὐαρεστεῖν ἀγαθὸν μόνον. Τὴν πενίαν τοίνυν ζητῶμεν, ταύτην διώκωμεν· οὕτω τοῦ οὐρανοῦ ἐπιληψόμεθα, οὕτω τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λ∆ʹ

Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.

αʹ. Κακὸν μὲν ἡ ἀναρχία πανταχοῦ, καὶ πολλῶν ὑπόθεσις συμφορῶν, καὶ ἀρχὴ ἀταξίας καὶ συγχύσεως· μάλιστα δὲ ἐν Ἐκκλησίᾳ τοσοῦτον ἐπισφαλεστέρα ἐστὶν, ὅσον καὶ τὸ τῆς ἀρχῆς μεῖζον καὶ ὑψηλότερον. Ὥσπερ γὰρ, ἂν χοροῦ τὸν κορυφαῖον ἀνέλῃς, οὐχὶ κατὰ μέλος καὶ κατὰ τάξιν ὁ χορὸς ἔσται, καὶ φάλαγγος στρατοπέδου τὸν στρατηγὸν ἂν ἀποστήσῃς, οὐκ ἔτι ῥυθμῷ καὶ τάξει τὰ τῆς παρατάξεως ἔσται, καὶ πλοίου τὸν κυβερνήτην ἐὰν περιέλῃς, καταδύσεις τὸ σκάφος· οὕτω καὶ, ποιμνίου τὸν ποιμένα ἐὰν ἀποστήσῃς, πάντα ἀνέτρεψας καὶ ἠφάνισας. Κακὸν μὲν οὖν ἡ ἀναρχία καὶ ἀνατροπῆς ὑπόθεσις, κακὸν δὲ οὐχ ἧττον καὶ ἡ ἀπείθεια τῶν ἀρχομένων· τὸ αὐτὸ γὰρ γίνεται πάλιν. Λαὸς γὰρ ἄρχοντι μὴ πειθόμενος, ὅμοιός ἐστι τῷ μὴ ἔχοντι, τάχα δὲ καὶ χείρων· ἐκεῖ μὲν γὰρ καὶ συγγνώμην ἔχουσιν ὑπὲρ τῆς ἀταξίας, ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ καὶ κολάζονται. Ἀλλ' ἴσως ἐρεῖ τις ἡμῖν, ὅτι ἔστι καὶ τρίτον κακὸν, ὅταν ὁ ἄρχων ᾖ κακός. Οἶδα κἀγὼ, καὶ οὐ μικρὸν τοῦτο κακὸν, ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον· κρεῖττον γὰρ ὑπὸ μηδενὸς ἄγεσθαι ἢ ὑπὸ κακοῦ ἄγεσθαι. Ὁ μὲν γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει, εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλός φησι· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε; Ἀνωτέρω εἰπὼν, Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν, τότε εἶπε, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Τί οὖν, φησὶν, ὅταν πονηρὸς ᾖ, καὶ μὴ πειθώμεθα; Πονηρὸς, πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φεῦγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Καὶ τοῦτο οὐκ οἴκοθεν λέγω τὸ ὑπόδειγμα, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν δεινὰ πολλὰ περὶ αὐτῶν, τότε φησίν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ [PG63.232] ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε· τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστιν ἅπασιν, ὅ τε πονηρὸς οὐ παραιτήσεται διδάσκειν· ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως· τὸ γοῦν ἐπαγόμενον τοῦτο δηλοῖ. Τί γὰρ βλέπεις, φησὶ, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, φησὶ, ποιεῖν, ποιεῖτε (τὸ δὲ ποιεῖν ἔργων ἐστὶν, οὐ πίστεως)· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ βίου καὶ ἔργων; Ἀλλ' ὁ Παῦλος πρότερον συνέστησεν αὐτοὺς, καὶ τότε φησί· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ἀκουέτωσαν καὶ οἱ ἄρχοντες, μὴ μόνον οἱ ἀρχόμενοι, ὅτι ὥσπερ πειθηνίους εἶναι δεῖ τοὺς ἀρχομένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους εἶναι καὶ νηφαλίους. Τί λέγεις; ἀγρυπνεῖ, κινδύνους ἔχει κατὰ τῆς αὑτοῦ κεφαλῆς, ὑπόκειται ταῖς τιμωρίαις τῶν σῶν ἁμαρτημάτων, καὶ διὰ σὲ τοσούτῳ ἐστὶν ὑπεύθυνος φόβῳ, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀκκίζῃ καὶ βάναυσος εἶ, καὶ οὐ βούλει πείθεσθαι; ∆ιὰ τοῦτο προστίθησι λέγων· Ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούμενον οὐκ ἀμύνεσθαι χρὴ, ἀλλ' ἡ πολλὴ ἄμυνα τὸ κλαῦσαι καὶ στενάξαι ἐστίν; εἰκότως. Ἐπεὶ καὶ ἰατρὸν καταφρονούμενον ὑπὸ τοῦ κάμνοντος, οὐκ ἔνι ἀμύνασθαι, ἀλλὰ δακρῦσαι καὶ ἀνοιμῶξαι. Ὥστε ἐὰν στενάξῃ ὁ ἄρχων, ἀμύνεταί σε ὁ Θεός. Εἰ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων στενάζοντες ἐπισπώμεθα τὸν Θεόν· ὑπὲρ τῆς τῶν ἄλλων ἀπονοίας καὶ καταφρονήσεως στενάζοντες, οὐ πολλῷ μᾶλλον; Ὁρᾷς ὅτι οὐκ ἀφίησιν αὐτὸν εἰς ὕβρεις ἐξάγεσθαι; ὁρᾷς ὅση ἡ φιλοσοφία; Στενάζειν δεῖ τὸν καταφρονούμενον, τὸν καταπατούμενον, τὸν διαπτυόμενον. Μὴ θαῤῥήσῃς ὅτι σε οὐκ ἀμύνεται· ὁ γὰρ στεναγμὸς πάσης ἀμύνης χείρων. Ὅταν γὰρ αὐτὸς μηδὲν ὀνήσῃ στενάζων, καλεῖ τὸν ∆εσπότην· καὶ καθάπερ ἐπὶ διδασκάλου καὶ τρο [PG63.233] φέως, ὅταν ἐκείνου μὴ ἀκούῃ τὸ παιδίον, καλεῖται ὁ αὐστηρότερον προσφερόμενος· οὕτω καὶ ἐνταῦθα. Βαβαὶ, πόσος ὁ κίνδυνος! τί ἄν τις εἴποι πρὸς τοὺς ἀθλίους, τοὺς ἐπιῤῥίπτοντας ἑαυτοὺς τοσαύτῃ τιμωριῶν ἀβύσσῳ; Πάντων ὧν ἄρχεις γυναικῶν καὶ ἀνδρῶν καὶ παίδων σὺ λόγον δίδως· τοσούτῳ πυρὶ τὴν κεφαλὴν ὑποτίθης. Θαυμάζω εἴ τινα ἔστι τῶν ἀρχόντων σωθῆναί ποτε, πρὸς τῇ τοσαύτῃ ἀπειλῇ καὶ τῇ παρούσῃ ῥᾳθυμίᾳ ὁρῶν ἔτι καὶ ἐπιτρέχοντάς τινας, καὶ ἐπιῤῥίπτοντας ἑαυτοὺς τῷ τοσούτῳ ὄγκῳ τῆς ἀρχῆς. Εἰ γὰρ οἱ ἀνάγκῃ ἑλκόμενοι οὐδεμίαν ἔχουσι συγγνώμην οὐδὲ ἀπολογίαν, κακῶς τὸ πρᾶγμα οἰκονομοῦντες καὶ ἀμελοῦντες· ἐπεὶ καὶ Ἀαρὼν ἀνάγκῃ εἱλκύσθη καὶ ἐκινδύνευσε, καὶ Μωϋσῆς πάλιν ἐκινδύνευσε, καίτοι πολλάκις παραιτησάμενος· καὶ Σαοὺλ ἑτέραν ἐμπιστευθεὶς ἀρχὴν, μετὰ τὸ παραιτήσασθαι ἐκινδύνευσεν, ἐπειδὴ κακῶς αὐτὴν ᾠκονόμησε· πόσῳ μᾶλλον οἱ σπουδὴν ταύτην τιθέμενοι καὶ ἐπιῤῥίπτοντες ἑαυτούς; ὁ γὰρ τοιοῦτος πολλῷ πλέον ἑαυτὸν ἀποστερεῖ πάσης συγγνώμης. ∆εδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκομένους ἅπαξ παραιτεῖσθαι, οὔτε μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή. Μηδὲν ἄμετρον ἔστω, πάντα κατὰ τάξιν γινέσθω. Πρὸ τοῦ γενέσθαι προαισθόμενος, ἀναχώρει, πεισθεὶς σαυτὸν ἀνάξιον εἶναι τοῦ πράγματος· συλληφθεὶς πάλιν, ὁμοίως εὐλαβῂς ἔσο, πανταχοῦ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενος. Προσεύχεσθε, φησὶν, καὶ περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. βʹ. Ὁρᾷς ὅτι ταῦτα ἀπολελόγηται ὡς πρὸς λελυπημένους πρὸς αὐτὸν γράφων, ὡς πρὸς ἀποστρεφομένους, ὡς πρὸς παραβάτην διακειμένους, καὶ οὐκ ἀνεχομένους οὐδὲ τὸ ὄνομα αὐτοῦ ἀκοῦσαι. Ἐπεὶ οὖν παρὰ τῶν μισούντων αὐτὸν ταῦτα ἀπῄτει, ἅπερ ἂν παρὰ τῶν φιλούντων οἱ λοιποὶ πάντες, τούτου ἕνεκεν ἐνταῦθα τίθησι τοῦτο, λέγων· Πεποίθαμεν ὅτι καλὴν συνείδησιν ἔχομεν. Μὴ γάρ μοι τὰς κατηγορίας εἴπῃς· τὸ συνειδὸς ἡμῶν, φησὶν, οὐδὲν ἡμῶν καταγινώσκει, οὐδὲ σύνισμεν ἑαυτοῖς ὅτι ἐπεβουλεύσαμεν ὑμῖν. Πεποίθαμεν γὰρ, φησὶν, ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Ἄρα οὐκ ἐν ἐθνικοῖς μόνον, ἀλλὰ καὶ ἐν ὑμῖν. Οὐδὲν μετὰ καπηλείας, οὐδὲν μετὰ ὑποκρίσεως πεποιήκαμεν· εἰκὸς γὰρ ἦν αὐτὸν ταῦτα διαβάλλεσθαι. Καὶ ὅτι διεβέβλητο, ἄκουε, Ἰακώβου λέγοντος· Κατηχήθησαν γὰρ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις. Οὐχ ὡς ἐχθρὸς, φησὶν, οὐδὲ ὡς πολέμιος ταῦτα γράφω, ἀλλ' ὡς φίλος. Καὶ τοῦτο καὶ ἐκ τοῦ ἑξῆς δηλοῖ· Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Τοῦτο σφόδρα φιλοῦντος ἦν αὐτοὺς, τὸ οὕτως ἀξιοῦν εὔξασθαι. Μὴ ἁπλῶς, φησὶν, ἀλλὰ μετὰ πάσης σπουδῆς· ὥστε με ταχέως ἐλθεῖν πρὸς ὑμᾶς Τοῦτο μηδὲν ἑαυτῷ συνειδότος ἐστὶ, τὸ σπουδάζειν ἐλθεῖν πρὸς αὐτοὺς, καὶ παρακαλεῖν αὐτοὺς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Τούτου ἕνεκεν πρῶτον παρ' αὐτῶν αἰτήσας τὰς εὐχὰς, τότε καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται πάντα τὰ ἀγαθά. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, φησί. Τοῦτο εἶπε διὰ τὸ στασιάζειν αὐτούς. Εἰ τοίνυν ὁ Θεὸς εἰρήνης Θεός ἐστι, μὴ διαστασιάζετε πρὸς ἡμᾶς. Ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν Ποιμένα τῶν προβά [PG63.234] των. Περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται. Τὸν μέγαν. Ἄλλη προσθήκη. Ἐνταῦθα πάλιν μέχρι τέλους τὸν περὶ τῆς ἀναστάσεως αὐτοῖς λόγον διαβεβαιοῦται. Ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ· εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Πάλιν μαρτυρεῖ αὐτοῖς μεγάλα· τὸ γὰρ καταρτιζόμενόν ἐστι τὸ ἀρχὴν ἔχον, εἶτα πληρούμενον. Καὶ ἐπεύχεται αὐτοῖς· ὅπερ ἐστὶ ποθοῦντος. Καὶ ὅρα· ἐν μὲν ταῖς ἄλλαις ἐπιστολαῖς ἐν τοῖς προοιμίοις εὔχεται, ἐνταῦθα δὲ ἐν τῷ τέλει. Ποιῶν, φησὶν, ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Ὁρᾷς ὅτι ὃ μηδενὶ ἐπέστειλε, τοῦτο τούτοις ἐπιστέλλει; Καὶ γὰρ διὰ βραχέων, φησὶν, ἐπέστειλα· τουτέστιν, Οὐδὲ ἐνοχλῶ ὑμᾶς τῇ μακρολογίᾳ. Οἶμαι αὐτοὺς οὐ πάνυ πρὸς τὸν Τιμόθεον ἔχειν ἀπεχθῶς· ὅθεν καὶ αὐτὸν προεστήσατο. Γινώσκετε γὰρ, φησὶ, τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀπολελυμένον, φησί· πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμωτήριον ἐμβεβλῆσθαι· ἢ, εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον· καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζοντα, ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὁρᾷς πῶς δείκνυσι τὴν ἀρετὴν οὔτε ἐκ τοῦ Θεοῦ τὸ ὅλον, οὔτε ἐξ ἡμῶν μόνον κατορθουμένην; τῷ γὰρ εἰπεῖν· Καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ· ὡσεὶ ἔλεγεν· Ἔχετε μὲν ἀρετὴν, δεῖσθε δὲ πληρώσεως. Εἰπὼν δὲ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, ἔδειξεν ὅτι καὶ βίον ὀρθὸν ἔχειν δεῖ καὶ δόγματα. Καλῶς δὲ προσέθηκε τὸ, Ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Ἐνώπιον αὐτοῦ, φησίν· αὕτη γὰρ ἡ μεγίστη ἀρετὴ, ποιεῖν ἐνώπιον τοῦ Θεοῦ τὸ εὐάρεστον· καθὰ καὶ ὁ Προφήτης λέγει· Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. Τοσαῦτα δὲ γράψας, ὀλίγα αὐτὰ ἔφησεν εἶναι, σύγκρισιν ποιῶν πρὸς ἃ ἔμελλε λέγειν· καθὰ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔγραψα ὑμῖν ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. Καὶ ὅρα αὐτοῦ τὴν σοφίαν· Οὐ λέγει, Παρακαλῶ ὑμᾶς, ἀνέχεσθε τοῦ λόγου τῆς παραινέσεως, ἀλλὰ, Τοῦ λόγου τῆς παρακλήσεως· τουτέστι, τῆς παραμυθίας, τῆς προτροπῆς. Οὐκ ἔχει τις, φησὶ, πρὸς τὸ μῆκος ἀπαγορεῦσαι τῶν λεχθέντων. Τί οὖν; καὶ τοῦτο ἦν ὃ ἐποίει αὐτοὺς ἀποστρέφεσθαι; Οὐδαμῶς· ἀλλ' οὐ βούλεται αὐτοῖς ἐνδείξασθαι, καὶ εἰπεῖν ὅτι Ὀλιγοψυχεῖτε· τῶν γὰρ τοιούτων ἴδιον τὸ μὴ ἀνέχεσθαι λόγου μακροῦ. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Τοῦτο ἱκανὸν αὐτοὺς πεῖσαι καθυφεῖναι, εἰ ἕτοιμός ἐστιν ἐλθεῖν μετὰ τοῦ μαθητοῦ. Ἀσπάσασθε τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ὅρα πῶς αὐτοὺς ἐτίμησεν, εἴ γε ἐκείνοις ἐπέστειλεν ἀντ' ἐκείνων. Ἀσπάζονται ὑμᾶς οἱ ἐκ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὅπερ ἦν κοινὸν ἁπάντων, τοῦτο ὕστερον εἶπεν. Ἡ χάρις δὲ πῶς γίνεται μεθ' ἡμῶν; Ἂν μὴ ὑβρίσωμεν εἰς τὴν εὐεργεσίαν, ἂν μὴ ῥᾴθυμοι γενώμεθα περὶ [PG63.235] τὴν δωρεάν. Καὶ τί ἐστιν ἡ χάρις, φησίν; Ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἡ κάθαρσις· αὕτη γὰρ μεθ' ἡμῶν ἐστι. Τίς γὰρ, φησὶν, ὑβρικὼς δύναται φυλάξαι τὴν χάριν, καὶ οὐκ ἀπόλλυσιν αὐτήν; Οἷον, ἐχαρίσατό σοι τὰ ἁμαρτήματα· πῶς οὖν ἔσται μετὰ σοῦ ἡ χάρις, τουτέστιν, ἡ εὐδοκίμησις, ἢ ἡ τοῦ Πνεύματος ἐνέργεια, ἂν μὴ διὰ τῶν ἀγαθῶν πράξεων αὐτὴν ἐπισπάσῃ; Τοῦτο γὰρ πάντων αἴτιον ἀγαθῶν, τὸ παραμένειν ἡμῖν ἀεὶ τὴν χάριν τοῦ Πνεύματος· αὕτη γὰρ πρὸς ἅπαντα ἡμᾶς ὁδηγεῖ, ὥσπερ οὖν ὅταν ἀποπτῇ ἡμῶν, ἀπόλλυσιν ἡμᾶς καὶ ἐρήμους ποιεῖ. γʹ. Μὴ δὴ αὐτὴν ἀποκρουσώμεθα· ἐν ἡμῖν γάρ ἐστι καὶ μένειν αὐτὴν, καὶ ἀπελθεῖν. Τὸ μὲν γὰρ, ὅταν τὰ οὐράνια λογιζώμεθα, γίνεται· τὸ δὲ, ὅταν τὰ βιωτικά. Ὃ ὁ κόσμος, φησὶν, οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό. Κόσμον τὸν πονηρὸν καὶ αἰσχρὸν βίον καλεῖ. Ὁρᾷς ὅτι οὐκ ἔστι κοσμικῆς ψυχῆς τὸ ἔχειν αὐτό; Πολλῆς τοίνυν ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε αὐτὸ κατασχεθῆναι παρ' ἡμῶν, ὥστε πάντα τὰ ἡμέτερα οἰκονομεῖν, καὶ ἐν ἀσφαλείᾳ ποιεῖν καὶ ἐν εἰρήνῃ πολλῇ. Ὥσπερ γὰρ τὴν ἐξ οὐρίων πλέουσαν ναῦν οὐκ ἔστιν οὔτε ἐμποδισθῆναι, οὔτε βαπτισθῆναι, ἕως ἂν ἀπολαύῃ δεξιοῦ τοῦ πνεύματος καὶ διηνεκοῦς, ἀλλὰ καὶ πολλὴν μετὰ τὴν κάθοδον ἐπιδόσεως δόξαν παρέχεται τοῖς τε ναύταις, τοῖς τε ἐπιβάταις, τοὺς μὲν διαναπαύουσα, καὶ οὐκ ἐῶσα ταῖς κώπαις προσταλαιπωρεῖν, τοὺς δὲ παντὸς ἀπαλλάττουσα δέους, καὶ θέαμα ἥδιστον τὸν αὑτῆς παρεχομένη δρόμον· οὕτω καὶ ψυχὴ τῷ θείῳ ὠχυρωμένη Πνεύματι, πάντως μέν ἐστιν ἀνωτέρα τῶν τρικυμιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸν σφοδρότερον ἐκείνης τέμνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέμου παραπεμπομένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωμένα ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυμένον ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ εἰς χαῦνον ἱστίον ἐμπίπτων ὁ ἄνεμος, οὐκ ἂν ἐνεργήσειεν· οὕτως οὐδὲ τὸ Πνεῦμα εἰς χαύνην ψυχὴν παραμένειν ἀνέχεται, ἀλλὰ δεῖ πολλῆς τῆς τάσεως, τῆς σφοδρότητος. Ὥστε πεπυρωμένην ἡμῖν εἶναι χρὴ τὴν διάνοιαν, καὶ πανταχοῦ τετάσθαι ἡμῶν τὰ ἔργα καὶ τετονῶσθαι· οἷον, ὅταν εὐχώμεθα, μετὰ πολλῆς τοῦτο τῆς τάσεως δεῖ ποιεῖν, ἀποτείνοντας πρὸς τὸν οὐρανὸν τὴν ψυχὴν, οὐ σχοινίοις, ἀλλὰ προθυμίᾳ σφοδρᾷ. Ὅταν ἐλεῶμεν πάλιν, τάσεως ἡμῖν δεῖ, μήποτε φροντὶς οἰκίας, καὶ προστασία παίδων, καὶ γυναικὸς ἐπιμέλεια, καὶ δέος πενίας ἐπεισελθὸν, χαυνώσῃ τὸ ἱστίον. Ἂν γὰρ τῇ τῶν μελλόντων ἐλπίδι τείνωμεν αὐτὸ πάντοθεν, καλῶς δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν· ἐκείνων δὲ τῶν ἐπικήρων καὶ ταλαιπώρων οὐδὲν εἰς αὐτὴν ἐμπεσεῖται, ἀλλὰ κἂν ἐμπέσῃ, αὐτὴν μὲν οὐδὲν ἔβλαψεν, ἀπεκρούσθη δὲ ταχέως τῷ στεγανῷ καὶ ἐξέπεσεν ἀποτιναχθέν. ∆ιὰ τοῦτο τοίνυν πολλῆς ἡμῖν δεῖ τῆς τάσεως· καὶ γὰρ καὶ ἡμεῖς θάλατταν πλέομεν μεγάλην καὶ εὐρύχωρον, πολλῶν μὲν θηρίων γέμουσαν, πολλῶν δὲ σκοπέλων, πολλοὺς δὲ ἡμῖν χειμῶνας τίκτουσαν, καὶ ἐξ αἰθρίας μέσης χα [PG63.236] λεπωτάτην ζάλην ἐπεγείρουσαν. ∆εῖ τοίνυν, εἴ γε βουλοίμεθα μετὰ εὐμαρείας πλεῖν καὶ ἀκινδύνως, τείνειν τὰ ἱστία, τουτέστι, τὴν προαίρεσιν τὴν ἡμετέραν· ἀρκεῖ γὰρ ἡμῖν τοῦτο· ἐπεὶ καὶ ὁ Ἀβραὰμ, ἐπειδὴ τὸν πόθον ἔτεινε πρὸς τὸν Θεὸν, καὶ τὴν προαίρεσιν παρέστησεν ἀπηρτισμένην, τίνος ἑτέρου ἐδεήθη; οὐδενός, ἀλλ' Ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἡ δὲ πίστις προαιρέσεως γνησίας ἐστίν. Ἀνήνεγκε τὸν υἱὸν, καὶ μὴ σφάξας, τὴν τοῦ σφάξαντος ἀμοιβὴν ἐδέξατο, καὶ τοῦ ἔργου μὴ γενομένου ὁ μισθὸς ἐδίδοτο. Ἔστω τοίνυν ἡμῖν καθαρὰ καὶ καινὰ τὰ ἱστία, μὴ πεπαλαιωμένα· Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· μὴ ἐκτετρημένα, ὥστε στέγειν τοῦ Πνεύματος τὴν ἐνέργειαν· Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ τὰ τῶν ἀραχνῶν ὑφάσματα Πνεύματος ῥύμην οὐκ ἂν δέξαιτο· οὕτως οὐδὲ ψυχὴ βιωτικὴ, οὐδὲ ἄνθρωπος ψυχικὸς Πνεύματος χάριν δέξασθαι δυνήσεταί ποτε. Ἐκείνων γὰρ οὐδὲν διεστήκασιν ἡμῶν οἱ λογισμοὶ, ὄψει μὲν μόνον ἀκολουθίαν σώζοντες, δυνάμεως δὲ ἀπεστερημένοι πάσης. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἐὰν νήφωμεν· ἀλλὰ ὅπερ ἂν ἐμπέσῃ, πάντα στέγει, καὶ πάντων ἐστὶν ἀνώτερος, πάσης ἴλιγγος ἰσχυρότερος. Ἔστω γάρ τις πνευματικὸς ἀνὴρ, καὶ μυρία αὐτῷ συμπιπτέτω δεινά· ἀλλ' οὐδενὶ τούτων ἁλίσκεται. Καὶ τί λέγω; ἐπαγέσθω πενία, νόσος, ὕβρεις, λοιδορίαι, σκώμματα, πληγαὶ, πᾶν εἶδος κολάσεως, πᾶν εἶδος χλευασίας καὶ ὀνειδισμῶν καὶ ὕβρεων· ἀλλ' ὥσπερ ἐκτὸς ὢν τῆς οἰκουμένης καὶ τῶν τοῦ σώματος ἀπηλλαγμένος παθῶν, οὕτως ἁπάντων καταγελάσεται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πολλοὺς μὲν οἶμαι εἶναι καὶ νῦν· οἷον, τῶν τὰς ἐρημίας κατειληφότων. Ἀλλ' οὐδὲν θαυμαστὸν, φησίν. Ἐγὼ δὲ λέγω, καὶ τῶν ἐν ταῖς πόλεσιν ἀνυπονοήτους ἄνδρας εἶναι τοιούτους. Εἰ δὲ βούλει, καὶ τῶν πάλαι τινὰς ἐπιδεῖξαι δυνήσομαι. Καὶ ἵνα μάθῃς, ἐννόει μοι τὸν Παῦλον· τί μὲν οὐκ ἔπαθε δεινὸν, τί δὲ οὐχ ὑπέστη; ἀλλὰ πάντα ἔφερε γενναίως. Τοῦτον δὴ μιμησώμεθα καὶ ἡμεῖς· οὕτω γὰρ δυνησόμεθα καὶ ἐνώπιον τοῦ Θεοῦ εὐαρεστῆσαι, καὶ πρὸς τοὺς λιμένας καταχθῆναι τοὺς εὐδιεινοὺς μετὰ πολλῆς τῆς ἐμπορίας. Τείνωμεν τοίνυν τὴν διάνοιαν ἡμῶν πρὸς τὸν οὐρανὸν, τῷ πόθῳ κατασχεθῶμεν ἐκείνῳ, τῷ πυρὶ περιβάλωμεν ἑαυτοὺς τῷ πνευματικῷ, τῇ φλογὶ διαζώσωμεν ἑαυτούς. Οὐδεὶς φλόγα ἐπιφερόμενος δέδοικε τοὺς ἀπαντῶντας· κἂν θηρίον ᾖ, κἂν ἄνθρωπος, κἂν μυρίαι παγίδες, ἕως πεπυρωμένος ᾖ, πάντα ὑπεξίσταται, πάντα παραχωρεῖ. Ἀνύποιστος ἡ φλὸξ, ἀφόρητος ἡ πυρὰ, πάντα καταναλίσκει. Τοῦτο τὸ πῦρ περιβάλωμεν ἑαυτοὺς, καὶ δόξαν ἀναπέμψωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Source: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 63, col. 160–236.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

16
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία