ΙΕΡΕΜΙΟΥ Β΄, Πατριάρχης, 16ος αι.

ΠΡΟΣ ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Α' (1576 μ.Χ.)

ΕΙΣΑΓΩΓΙΚΗ ΕΠΙΣΤΟΛΗ

† Ἱερεμίας, ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης, τοῖν σοφωτάτοιν καὶ λογιωτάτοιν ἀνδροῖν, τῷ τε τῆς θεολογίας διδασκάλῳ κυρίῳ Ἰακώβῳ τῷ καγκελλαρίῳ καὶ κυρίῳ Μαρτίνῳ τῷ Κρουσίῳ, εὖ πράττειν.

Ἰδοὺ σὺν Θεῷ, ἄνδρες σοφώτατοι Γερμανοί, κατὰ πνεῦμα υἱοὶ τῆς ἡμῶν μετριότητος ἀγαπητοί, τὰ ὑμῖν πρὸ πολλοῦ ποθούμενα καὶ ἐκ μέσης πρὸς ὑμῶν ζητηθέντα τῆς ψυχῆς γράμματα τελειωθέντα τῇ ὑμῶν πέμπομεν ἀγάπῃ, μεθ’ ἧς προσήκει πνευματικῆς εὐφροσύνης καὶ τῆς τοῦ προσώπου πατρικῆς πρὸς τὰ τέκνα ἱλαρότητος. Εὐχόμεθα δὲ τῷ Θεῷ καὶ τῇ παμμακαρίστῳ αὐτοῦ μητρὶ εὐφρανεῖν ὑμᾶς κατὰ τὸν διπλοῦν ἄνθρωπον. Ἂν δέ γε τυχὸν ἔν τισι τῶν δογμάτων τῆς ἡμετέρας εὐσεβείας κατὰ πρώτην ὄψιν οὐκ εὐφρανεῖ, ὅμως πεπείσμεθα, σοφοὺς ὄντας, πλήρεις τε παιδεύσεως καὶ φρονήσεως, μηδὲν ἄλλο προτιμήσειν ὑμᾶς, οὔτε δηλονότι νομοθεσίαν καινοτόμον καὶ ἄντικρυς ἀντιφερομένην τῇ τοῦ Κυρίου ἡμῶν εὐαγγελικῇ φιλοσοφίᾳ, οὔτε χρόνον, ᾧ ἄλλως ἐν ἄλλοις κατεχρήσασθε δόγμασιν, οὔτε συνήθειαν παράλογον, (ἄνθρωποι καὶ γὰρ ὄντες ἅπαντες, ἐπισφαλεῖς ἔχομεν καὶ τὰς ἐπινοίας ἡμῶν, κατὰ τὸν σοφὸν Σολομῶντα), τῆς ἀληθείας αὐτῆς, μᾶλλον δ’ εἰπεῖν, τῆς αὐτοαληθείας καὶ αὐτοσοφίας, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ οἵ τε θεῖοι μαθηταὶ αὐτοῦ καὶ ἀπόστολοι καὶ οἱ κανονικοὶ αὐτῶν καὶ σωτηριώδεις λόγοι, αἵ τε οἰκουμενικαὶ καὶ μερικαὶ τῶν ἁγίων πατέρων σύνοδοι καὶ οἱ τῆς Ἐκκλησίας θεολογικώτατοι κήρυκες ἀριδήλως συμφωνοῦσι καὶ τοῖς τὰ ἐκείνων ἔργῳ φυλάττουσιν ἐντάλματα σωτηρίαν πάντως καὶ βασιλείαν οὐρανῶν προξενοῦσιν, ὥσπερ αὖ τοῖς ἀπειθέσι καὶ παραβαίνουσι τὴν αἰώνιον κόλασιν καὶ κατάκρισιν. Ἐὰν οὖν θέλητε καὶ εἰσακούσητέ μου, φησὶν ὁ Κύριος, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Οὕτω δὴ καὶ ἡ μετριότης ἡμῶν, ὡς Χριστοῦ διάδοχος τῷ ἐκείνου ἐλέῳ, τῇ ὑμῶν παραινεῖ ἀγάπῃ. Εἴθε συμφρονήσοιτε τῇ ἡμετέρᾳ τοῦ Χριστοῦ Ἐκκλησία. Ὅπερ, εἰ ἀληθῶς καὶ ὁλοψύχως ἔργοις ποιήσετε, χαρὰ πάντως ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἔσται ἐπὶ τῇ ἑνώσει τῆς ἑκατέρων Ἐκκλησίας, τῇ εἰς δόξαν Χριστοῦ γενήσεσθαι ἐλπιζομένῃ.

(Μηνὶ Μαΐῳ, ἰνδικτιῶνος τετάρτῃ).

Απόκρισις

ΙΕΡΕΜΙΟΥ Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ ΠΡΟΣ ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Α΄ 1576 μ.Χ.

Πρώτη Πατριάρχου Κωνσταντινουπόλεως κυρίου Ἱερεμίου πρὸς τὴν Αὐγουσταίαν Ὁμολογίαν ἀπόκρισις, εἰς Τύβιγγαν αφος΄ πεμφθεῖσα.

Δεξάμενοι τὰ παρὰ τῆς ὑμετέρας ἀγάπης πεμφθέντα ἡμῖν γράμματα, τό τε βιβλιάριον τὸ τὰ κεφάλαια τῆς ὑμῶν πίστεως περιέχον, καὶ τὴν ἀγάπην ἀποδεχό­μενοι, τὸ συμφωνοῦν ἡμῖν καὶ διαφωνοῦν σαφηνίσομεν, κατὰ τὴν ἀξίωσιν ὑμῶν. Τὸ γὰρ τῆς ἀγάπης χρῆμα πλήρωσιν ἔχει νόμου καὶ προφητῶν. Πληροῦσθαί γε μὴν αὐτὴν φαμὲν οὐ ψιλαῖς μόνον ῥημάτων προφοραῖς, ἀλλ’ αὐτοῖς τοῖς πράγμασι καὶ τοῖς ἔργοις μαρτυρουμένην καλῶς. Ὥσπερ δὴ καὶ οἱ πολυτελέστατοι τῶν λί­θων οὐ λόγοις τὸν ἔπαινον δέχονται, ἀλλ’ ἐκ τῆς οἰκείας ἐνεργείας παρὰ τοῖς γινώσκουσι τῶν ἀνθρώπων θαυμάζονται. Ταύτην καὶ ὑμεῖς πρὸς ἡμᾶς ἐμφανίσαντες τὴν ἀγάπην, ἄνδρες σοφώτατοι Γερμανοί, καὶ τὸ ἐκ ταύτης ἀναματτόμενοι καύχημα ἡμῖν ταῦτα κοινωνήσαντες ἐγνωρίσατε.

Ἀποκρινόμενοι οὖν οὐδὲν οἴκοθεν λέξομεν, ἀλλ’ ἀπὸ τῶν ἁγίων καὶ οἰκουμενικῶν ἑπτὰ Συνόδου, ἃς καὶ ὑμεῖς καλῶς ποιοῦντες, ὡς γράφετε, στέργετε καὶ ἀποδέχεσθε, καὶ κατὰ τὴν γνώμην τῶν θείων διδασκάλων καὶ ἐξηγητῶν τῆς θεο­πνεύστου Γραφῆς, οὖς ἡ τοῦ Χριστοῦ Καθολικὴ Ἐκκλησία γνώμῃ κοινῇ ἀπεδέξατο, ὡς λόγοις καὶ θαύμασιν, οἷά περ ἕτερος ἥλιος, τὴν οἰκουμένην ἐφώτισαν, ἅτε τοῦ ἁγίου Πνεύματος ἐν αὐτοῖς πνεύσαντος καὶ δι’ αὐτῶν λαλήσαντος· ἃ δὴ ἀπαρασά­λευτα εἰς αἰῶνας ἔσται, ὡς τῷ τοῦ Κυρίου λόγῳ τεθεμελιωμένα.

Ἡ γὰρ τοῦ Χριστοῦ Ἐκκλησία, κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, «στῦλός ἐστι καὶ ἑδραίωμα τῆς ἀληθείας» (Α΄ Τιμ. 3,15), ἧς πύλαι ᾅδου, κατὰ τὴν θεσπεσίαν τοῦ Κυρίου ἐπαγγελίαν, «οὐ κατισχύσουσι» (Ματθ. 16,18)· κἂν τινές τι παρασύρωσιν ἀλλόκοτα φανταζόμενοι, αὕτη μένει οὐδὲν ἧττον ἀσφαλὴς καὶ ἀκράδαντος, ἐστηριγμένη παγίως ἐπὶ τὴν πέτραν, καὶ οἷς ἐπεστήρικται ἡ ἀλήθεια· καὶ γὰρ οἱ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὅλοι τῆς ἀληθείας εἰσί, καὶ οἱ μὴ τῆς ἀληθείας ὄντες καθάπαξ, οὐδὲ τῆς Χριστοῦ Ἐκκλησίας εἰσίν. Ὅθεν ἡμεῖς ἀληθείᾳα στοιχοῦντες τὸν ὑγιῆ λόγον εἰς οἰκοδομὴν τῆς ἀληθοῦς πίστεως συνεισφέρομεν, κἀν τούτῳ εὐχῆς δεόμενοι τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον, ἵνα τῇ θείᾳ χάριτι αὐτοῦ ὁ ἡμέτερος νοῦς εἰς ὁδὸν εἰρήνης κατενυθυνθείη.

Κεφάλαιον α΄. Περὶ ἑνὸς τρισυποστάτου Θεοῦ.

Τοίνυν τὸ πρῶτον ὑμῶν κεφάλαιον, τὸ διαλαμβάνον τὸ δόγμα, εἴτε ἅγιον σύμβολον τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου, περὶ τῆς μιᾶς τρισυποστάτου καὶ ὑπεραγίου οὐσίας τοῦ Θεοῦ, καλῶς ἔχειν καὶ εὐσεβῶς ὑμῖν διακηρύττεσθαι, βεβαιούμεθα. Πλὴν ὅτι ἡ κατὰ Νίκαιαν αὕτη σύνοδος καὶ αἱ λοιπαὶ συνᾴδουσαι αὐτῇ ἐθέσπισαν, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Ἡ γὰρ ὁμολογία τῆς ὑγιαινούσης πίστεως τῶν χριστιανῶν, τὸ ἱερώτατον σύμβολον, ὅπερ ὑπὸ τῶν τιη΄ θεοφόρων ἁγίων πατέρων τῆς ἐν Νίκαιᾳ ἐξετέθη τὸ πρότερον, τετελείωται δὲ ὑπὸ τῶν ρν΄ ἐν Κωνσταντινουπόλει, καὶ αἱ λοιπαὶ δὲ οἰκουμενικαὶ πέντε σύνοδοι ἐπεσφράγισαν, μηδὲν προσθεῖσαι μηδ’ ἀφελόμεναι, ὡς τὸ αὐτὸ συνᾴδουσαι, ἑνὶ ἁγίῳ Πνεύματι, ὡς καὶ οἱ μέσον τῶν ἱερῶν τούτων συνόδων ἀναλάμψαντες θειότατοι ἄνδρες τρανώτατα ὡμολόγησαν, καὶ ἡμεῖς οὕτω καθομολογοῦμεν χάριτι Θεοῦ σὺν αὐτοῖς πᾶσιν, οὕτω τρανώτατα φανεροῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ὡς ἡ καλὴ ὁμολογία οὕτω πως ἔχει, ὡς ἐκτίθεται αὐταῖς λέξεσιν.

«Πιστεύω εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν».

Οὗτος ὁ τῆς ἀληθοῦς πίστεως θησαυρός, ὃς Πνεύματι θείῳ ἐσφράγισται, ἵνα μή τις τὶ ἐκ τούτου ἀφέληται ἢ νόθον ἐπεισαγάγῃ· αὐτὸ τὸ θεῖον καὶ ἱερώτατον καὶ τέλειον πάντοθεν τῆς εὐσεβείας ἡμῶν σημεῖον, ἡ ὁμολογία τῶν ἁγίων πατέρων πάντων, ὁ ὅρος τοῦ Χριστιανισμοῦ, ὃν ἐνστερνιζόμενοι καὶ ἀσπαζόμενοι καὶ μετὰ παρρησίας ὁμολογοῦντες ἀσινῆ καὶ ἀκίβδηλον, ὡς θεοφορήτων ἱερῶν πατέρων θείαν παρακαταθήκην, μέχρι τέλους φυλάττομεν. Ἵνα ταῖς πρεσβείαις τῶν ἐκθεμένων αὐτὸ καὶ φυλαξάντων, ὡς δῶρον καθαρὸν τὴν καλὴν ὁμολογίαν καὶ ἡμεῖς προσενεγκόντες τῇ Τριάδι, τῆς τε αἰωνίου ἐλευθερωθῶμεν κολάσεως καὶ τῆς διαιωνιζούσης ἐν Χριστῷ ἀπολαύσωμεν θείας αὐτοῦ βασιλείας, ἧς καὶ τύχοιμεν χάριτι τοῦ Χριστοῦ, ἀμήν.

Κεφάλαιον β΄. Περὶ τῶν τῆς πίστεως ἄρθρων.

Ἤδη δὲ καὶ ἐπὶ τὸ τρίτον τῶν κεφαλαίων ὑμῶν ἐρχόμενοι, τὸ διεξερχόμενον περὶ τῶν τῆς πίστεως ἄρθρων, ὡς ἀκόλουθον φαμέν. Ὅτι ἡ ἀληθὴς καὶ μόνη τῶν χριστιανῶν θεία πίστις, ὑπὲρ νοῦν οὖσα καὶ λόγον, ὡς ὄντως ὑπάρχουσα ὁμολογία ἀλη­θέστατη τοῦ ἐν Τριάδι Θεοῦ, ἐν τούτοις ἐν συνόψει τοῖς κεφαλαίοις περιέχεται, ἃ πιστεύων πᾶς ὀρθῶς καὶ σωθῆναι θέλων ὀφείλει ἀδιστάκτως ὁμολογεῖν. Ταῦτα δὲ τὰ κεφάλαια, τὰ καὶ ἄρθρα τῆς πίστεως λεγόμενα, ὡς ἀρχαὶ καὶ θεμέλιοι, εἰς δυοκαίδεκα ἀριθμοῦνται, τὸν τύπον σῴζοντα τῶν θείων ἀποστόλων Χριστοῦ. Καὶ τρία μέν εἰσι περὶ τῆς μακαρίας Τριάδος, ἓξ δὲ περὶ τῆς τοῦ Υἱοῦ καὶ Λόγου σαρκώσεως, καὶ τρία ἔτι περὶ τῆς συντελείας. Καὶ πρῶτον μὲν τῶν κεφαλαίων, ὅτι ἓν τὸ θεῖον τῇ φύσει καὶ οὐ πολλά, καὶ ἓν τῇ δυνάμει καὶ ἀρχῇ καὶ παντοκρατορίᾳ καὶ κυριότητι. Δεύτερον δέ, ὅτι τρία τοῦτο τὸ θεῖον, καὶ οὐχ ἓν πρόσωπον, εἰ καὶ ἓν καὶ ἀδιαίρετον τῇ θεότητι· τὸ μὲν ἀγέννητον, τὸ δὲ γεννητόν, τὸ δὲ ἐκπορευτόν, Πατήρ, Υἱός, Πνεῦμα καλούμενα καὶ τοῖς θεολόγοις λεγόμενα. Τρίτον δέ, ὅτι αὕτη ἡ Τριὰς τῶν ὅλων ἐστὶ δημιουργός, ἐκ μὴ ὄντων ταῦτα παραγαγοῦσα καὶ ὑπὸ χρόνον, νοητὰ τε καὶ αἰσθητά, ὁρατὰ καὶ ἀόρατα. Τέταρτον, ὅτι διὰ τὸ προνοεῖσθαι ἡμῶν τὸν ἐν Τριάδι Θεόν, εὐδο­κίᾳ Πατρὸς καὶ συνεργίᾳ Πνεύματος, ὁ Λόγος, μένων ἀναλλοίωτος καὶ ἄτρεπτος τῇ θεότητι, ἀπαθῶς καὶ ἀρρεύστως δι’ ἡμᾶς ἐγένετο σάρξ, τελείαν τὴν φύσιν ἡμῶν ἐν ἀτόμῳ προσλαβόμενος. Πέμπτον, ὅτι ἐκ παρθένου ἐτέχθη, πεῖραν μὴ λαβούσης ἀνδρός, ὡς καὶ πρὸ τόκου καὶ ἐν τόκῳ καὶ μετὰ τόκον ὑπ’ αὐτοῦ φυλαχθείσης παρ­θένον. Ἕκτον, ὅτι σαρκὶ πέπονθε δι’ ἡμᾶς καὶ ἐσταυρώθη καὶ τέθνηκεν ἑκουσίως καὶ οὐ τῇ θεότητι· αὕτη γὰρ ἀπαθής. Ἕβδομον, ὅτι ἀνέστη αὐτεξουσίως τριήμερος, καὶ τοῖς μαθηταῖς ἐνεφανίσθη πολλάκις. Ὄγδοον, ὅτι μετὰ τεσσαρακοστὴν ἡμέραν τῆς ἐγέρσεως αὐτοῦ εἰς οὐρανοὺς ἀνελήφθη, καθορώντων τῶν μαθητῶν, καὶ ἐκ δεξιῶν τοῦ Πατρὸς κεκάθηκεν, ὁμόδοξον καὶ συμπροσκυνούμενον τὸ ἀχώριστον καὶ ὁμόθεον ἀποδείξας σῶμα. Ἔνατον, ὅτι ἐλεύσεται πάλιν εἰς τὴν γῆν ἀπ’ οὐρανοῦ μετὰ τῆς πατρικῆς αὐτοῦ δόξης, καὶ παρέξει τὴν μὲν βασιλείαν αὐτοῦ τοῖς τούτου δούλοις, τοῖς δὲ ἀσεβέσι τὴν κόλασιν. Δέκατον, ὡς ἐξαναστήσει πᾶσαν ἡμῶν τὴν φύσιν, τῶν ψυχῶν ἑνωθεισῶν τοῖς ἐξ ἀρχῆς σώμασιν, οἷς συνέζησαν, ἐν μιᾷ ἡλικίᾳ, εἰς ἀνταπόδοσιν τῶν βεβιωμένων, καὶ ἄφθαρτα τὰ σώματα ἔσονται. Ἑνδέκατον, ὅτι ἡ μετὰ ταῦτα ζωὴ αἰώνιος ἔσται, ὡς ἀφθαρτισθείσης τῆς φύσεως. Δυοκαιδέκατον, ὅτι κρινεῖ ζῶντας καὶ νεκρούς, καὶ τοὺς μὲν ἀπίστους κολάσει, δοξάσει δὲ τοὺς εὐσεβεῖς καὶ τοὺς κατ’ ἐντολὴν περιπατήσαντας.

Ἐν τούτοις οὖν τοῖς κεφαλαίοις ἐν μὲν τῷ πρώτῳ περιέχεται, ὅτι εἷς Θεός, εἷς Κύριος, ὁ Πατήρ, σὺν Υἱῷ καὶ τῷ Πνεύματι· ἐπεὶ καὶ Θεὸν τὸν Πατέρα, καὶ Θεὸν ἐκ Θεοῦ τὸν Υἱόν, καὶ κύριον ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὁμοούσιόν φησι τὴν Τριάδα, ὁμόδοξόν τε τὸν Πατέρα τῷ Υἱῷ καὶ τῷ Πνεύματι· καὶ ἅμα τε αἰώνιον, παντοκράτορα, ποιητήν, ὡς καὶ προφῆται εἶπον τὸν Θεὸν μετὰ τοῦ Λόγου καὶ τοῦ Πνεύματος, καὶ ἄγγελοι ἐν τρισὶν ἁγιασμοῖς ἕνα Θεὸν μέλπουσιν. Ἐν δὲ τῷ δευτέρῳ, ὅτι οὗτος ὁ μόνος Θεός, τριὰς ὢν τοῖς προσώποις καὶ μονὰς τῇ θεότητι, Πατήρ ἐστι καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Καὶ ὁ μὲν Πατὴρ ἀγέννητος καὶ ἀναίτιος, αἴτιος δὲ μόνος τῶν ἐξ αὐτοῦ· Υἱὸς δὲ γεννητός, Θεὸς ἐκ Θεοῦ· καὶ τὸ ἅγιον Πνεῦμα, κύριον, ζωοποιόν, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον. Καὶ ὅτι μία φύσις καὶ δόξα προαιώνιος τούτων, μία δύναμις καὶ προσκύνησις· φησὶ γὰρ «τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον». Ἐν δὲ τῷ τρίτῳ ἐκδιδάσκει, ὅτι δημιουργὸς ἡ Τριάς, ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ποιήσασα· ὅθεν τὸν μὲν Πατέρα, ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ ἁπάντων φησί· τὸν δὲ Υἱόν, δι’ οὗ τὰ πάντα ἐγένετο· τὸ δὲ Πνεῦμα, ζωοποιόν. Ἐν δὲ τῷ τετάρτῳ τὰ τῆς σαρκώσεως καταγγέλλει, ὅτι ἐκ Πνεύματος ἁγίου καὶ τῆς Θεοτόκου Μαρίας ὁ Λόγος σεσάρκωται. Ἐν δὲ τῷ πέμπτῳ, ὅτι ἀειπάρθενος διεφυλάχθη ἡ Μαριάμ, ἐξ ἧς λαβὼν ὁ Λόγος σῶμα ἔμψυχον, ψυχῇ νοερᾷ καὶ θελητικῇ, ἁπλοῦς ὤν, γέγονε διπλοῦς δι’ ἡμᾶς, εἷς ἐκ δύο τελείων τῶν φύσεων. Ἐν δὲ τῷ ἕκτῳ, ὅτι σαρκὶ ἐσταυρώθη ὑπὲρ ἡμῶν καὶ ἔπαθε καὶ ἐτάφη. Ἐν δὲ τοῖς λοιποῖς περιέχεται, ὅτι ἀνέστη, ἀνελήφθη καὶ ἐλεύσεται ἀπ’ οὐρανοῦ, ὅτι κρινεῖ ζῶντας καὶ νεκρούς, καὶ ὅτι ἔσται ἀνάστασις καὶ ὅτι κόλασις αἰώνιος καὶ βασιλεία ὁμοίως.

Ταῦτα μὲν οὖν τὰ ἄρθρα εἴτε κεφάλαια, τῷ ἱερῷ φαίνονται συμβόλῳ ἐμπεριεχόμενα, τῆς κατὰ Χριστὸν ὄντα ἐν θεωρίᾳ φιλοσοφίας, ἀλλὰ δὴ καὶ τῆς κατὰ πρᾶξιν ἠθικωτέρας, παιδαγωγοῦντα καὶ πρὸς σωτηρίαν ἄγοντα ἡμᾶς. Διὰ γὰρ τὴν ἡμετέραν σωτηρίαν κατελθεῖν φησι τὸν Κύριον, ἵνα τὴν ζωὴν αὐτοῦ μιμησώμεθα καὶ σωθῶμεν· καὶ τὸ παθεῖν καὶ ἀποθανεῖν ὑπὲρ ἡμῶν, καὶ τὸ ἀναστῆναι εἰς ἐλπίδα, καὶ τὸ μέλλειν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, εἰς ἀπεκδοχὴν καὶ ἑτοιμασίαν ἡμῶν· καὶ τὸ ζωὴν αἰώνιον, εἰς ἐλπίδα ἀπολαύσεως καὶ φόβον κολάσεως· δι’ ὧν τὸ τρι­μερὲς τῶν ψυχῶν ἐκκαθαίρει, τὸ λογιστικὸν μὲν διὰ τῆς εὐσεβοῦς ὁμολογίας τῆς ἁγίας Τριάδος, τὸ θυμοειδὲς δὲ διὰ τῆς ὑπομνήσεως τῆς ἐνανθρωπήσεως, τὸ ἐπιθυμητικὸν δὲ διὰ τῆς ἀνακηρύξεως τῆς ἀναστάσεως· ὡς ἂν τούτων ἐπιποθοῦντες, τρέχωμεν κατ’ ἐντολήν.

Καὶ ἐπειδὴ ἑπτὰ μὲν αἱ περιεκτικαὶ ἀρεταί, ταπείνωσις, ἀκενοδοξία, ἀκτημοσύνη, νηστεία, ἁγνεία, ὑπομονὴ καὶ μακροθυμία, ἑπτὰ δὲ καὶ τἀναντία, ὑπερηφανία, κενοδοξία, φιλαργυρία, γαστριμαργία, πορνεία, ἀκηδία καὶ ὀργιλότης, ἀποτρέπεται μὲν τὰς κακίας τὸ ἱερώτατον σύμβολον, προτρέπεται δὲ πρὸς τὰς ἀρετάς. Καὶ πρὸς μὲν τὴν ταπείνωσιν διεγείρει διὰ τοῦ κατελθεῖν ἐκ τῶν οὐρανῶν τὸν Θεὸν Λόγον· πρὸς ἀκενοδοξίαν διὰ τοῦ ἐνανθρωπῆσαι· πρὸς ἀκτημοσύνην, νηστείαν καὶ ἁγνείαν, ὡς ἦν αὐτός· πρὸς ὑπομονὴν καὶ μακροθυμίαν, ὅτι πάντα εἶχε, καὶ τέλος σταυρὸν καὶ θάνατον ὑπήνεγκε. Κατήργησε δὲ καὶ πᾶσαν κακίαν ὁ Σωτήρ, τῇ μὲν ταπεινώσει τὴν ὑπερηφανίαν, ἐξ ἧς ἀπιστία καὶ βλασφημία Θεοῦ· τῇ εὐτελείᾳ δέ, τὴν κενοδοξίαν, ἐξ ἧς μανία, φθόνος καὶ φόνος τίκτεται· τῇ ἀκτησίᾳ δὲ τὴν φιλαργυρίαν, ἐξ ἧς κλοπή, δόλος, ψεῦδος, προδοσία Θεοῦ καὶ ἀδελφῶν· τῇ νηστείᾳ δὲ τὴν γαστριμαρ­γίαν, ἐξ ἧς μέθη, ἀσωτία, ἀταξία καὶ πᾶν πάθος πονηρόν· τῇ παρθενίᾳ δὲ τὴν πορ­νείαν, ἐξ ἧς μολυσμὸς ἅπας καὶ μακρυσμὸς ἀπὸ τοῦ ἁγίου Θεοῦ· τῇ ὑπομονῇ δὲ ἀκηδίαν τε καὶ μικροψυχίαν, ἐξ ἧς ἀνελπιστία, ἀχαριστία, σκότωσις νοός, καὶ ψυχῆς ἀπόγνωσις· καὶ ἔσχατον τῇ μακροθυμίᾳ τὴν ὀργιλότητα καὶ δαιμονιώδη κατὰ τῶν ἀδελφῶν καταθραύει μανίαν, ἐξ ἧς πᾶσα μῆνις, ἔχθρα, μῖσος, μιαιφονία, καὶ τῶν τριῶν ὑψηλῶν καὶ κεφαλαιωδῶν ἀρετῶν ἀναίρεσις, ἐλπίδος φημί, πίστεως καὶ ἀγάπης. Αἱ τρεῖς αὗται, οὖσαι εἰς τιμὴν τῆς Τριάδος, ὁλοτελῶς ἑνοῦσι τὸν ἔχοντα αὐτῷ τῷ ἐν Τριάδι Θεῷ, καὶ Θεὸν κατὰ χάριν ἀποτελοῦσιν. Ὅθεν καὶ ἡμεῖς, ἀδελφοί, τῇ μὲν ὀρθῇ πίστει τὸ λογικὸν ἐκκαθάρωμεν· ταῖς ἀρεταῖς δὲ καὶ μᾶλλον ταῖς γενικαῖς, ἀνδρείᾳ, σωφροσύνῃ, δικαιοσύνῃ τε καὶ φρονήσει, ἐν αἷς καὶ αἱ λοιπαὶ κεφαλαιώδεις ἀρεταὶ πᾶσαι εἰσί, καθαγνίζοντες ἑαυτούς, εἰς ἀπάθειαν, ὡς δυνατόν, ἔλθωμεν, καὶ ὅλοι ζῶμεν κατὰ Χριστόν, τὴν ἀληθῆ πίστιν Χριστοῦ καὶ τὸν βίον αὐτοῦ ἐν ἑαυτοῖς περιφέροντες· καὶ ἀγαπῶμεν τὸν Χριστὸν καὶ τὰς ἐντολὰς ἐκπληρῶμεν, καὶ ναοὶ γινώμεθα Χριστοῦ, καὶ εὐωδία αὐτοῦ καὶ ἡγιασμένοι, ἵνα καὶ τῆς ἀθανάτου αὐτοῦ τοῦ Χριστοῦ ζωῆς καὶ δόξης καὶ βασιλείας ἐπιτύχωμεν αἰωνίως, χάριτι αὐτοῦ, καὶ οὐ μόνοις τοῖς ἐκ δικαιοσύνης ἔργοις ἡμῶν, κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν.

Κεφάλαιον γ΄. Περὶ προπατορικῆς ἁμαρτίας.

Τὸ δεύτερον δὲ ὑμῶν κεφάλαιον, τὸ περιέχον ὅτι πᾶς ἄνθρωπος ἔνοχός ἐστι τῇ προπατορικῇ ἁμαρτίᾳ, βεβαιοῦμεν καὶ αὐτοί, οὕτως ἔχειν τὴν ἀλήθειαν· φησὶ γὰρ ὁ ψαλμῳδὸς ἐν τῷ Ν΄ ψαλμῷ, «ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου» (Ψαλμ. 50,7). Καὶ ὁ Κύριος ἐν εὐαγγελίοις, «ἐὰν μή τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» (Ἰω. 3,5), πρὸς κάθαρσιν δηλαδὴ τῆς τοιαύτης προπατορικῆς ἁμαρτίας. Πλὴν ὅτι καὶ περὶ τῆς ἀναγεννήσεως τοῦ θείου βαπτίσματος, ἐμπεριεχομένου τῇ ὁμολογίᾳ τοῦ συμβόλου, φάσκοντος «ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν», ἡμεῖς μὲν ἐν τρισὶ καταδύσεσι βαπτίζομεν, οἱ δὲ Λατῖνοι, οὐ καλῶς ποιοῦντες, ἐν μιᾷ καταδύσει βαπτίζουσι. Δεῖ γὰρ τὰς τρεῖς ὑποστάσεις ἀνακηρύττειν ἐν μιᾷ τῇ Θεότητι, καὶ τρεῖς γίνεσθαι τὰς ἀναδύσεις καὶ καταδύσεις, ἐκφωνουμένου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὡς ἔθος ἀρχαῖον παραδεδομένον τῇ Ἐκκλησίᾳ, ἅμα δὲ καὶ διὰ τῶν τριῶν καταδύσεων καὶ ἀναδύσεων τῆς τριημέρου ταφῆς καὶ τῆς ἀναστάσεως αἰνιττομένης τοῦ ὑπὲρ ἡμῶν σαρκὶ σταυρωθέντος καὶ ἀναστάντος.

Παρευθὺς δὲ δεῖ χρίειν τὸν βαπτισθέντα καὶ τῷ θείῳ μύρῳ. Τὸ γὰρ χρῖσμα τοῦτο σφραγίς ἐστι τοῦ Χριστοῦ καὶ σημεῖον. Καὶ ἡμεῖς δὲ ἐξ αὐτοῦ τὴν χάριν λαμβάνοντες ἐν τῷ μύρῳ χριστιανοὶ καλούμεθα, καὶ χριστοὶ Κυρίου ἐσμέν. Οὐ γὰρ ἀπα­ξιοῖ κατ’ αὐτὸν καλεῖσθαι ἡμᾶς, ὅτι καὶ υἱοὺς Θεοῦ θέσει κάλει, καὶ θεοὺς κατὰ χάριν (Ματθ. 5,9, Ψαλμ. 81,6). Χρίων δὲ τὸν βαπτιζόμενον ὁ ἱερεύς, φησί, «σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, ἀμήν». Ὅθεν εὐλόγως ἔχει μετὰ τὸ βάπτισμα καὶ τὸ χρίσμα ἀκολουθεῖν, καὶ μὴ εἰς καιρὸν ταμιεύεσθαι, ἀλλὰ καὶ μεταδοῦναι τῷ βαπτισθέντι τῆς φρικτῆς κοινωνίας ἑπόμενον. Τοῦτο γὰρ τὸ τέλος τοῦ μυστηρίου παντός, ἵνα τῆς πλάνης ἀπαλλαγέντες καὶ τοῦ ῥύπου τῆς ἁμαρτίας καθαροί τε γεγενημένοι, καὶ τῷ θείῳ μύρῳ ἐσφραγισμένοι, τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος κοινωνήσωμεν, καὶ ἄκρως ἑνωθῶμεν αὐτῷ, καὶ ἐνοικήσῃ ἐν ἡμῖν καὶ ἐμπεριπατήσῃ Χριστός, καὶ μεθ’ ἡμῶν ᾖ πάσας τὰς ἡμέρας (Β΄ Κορ. 6,16, Ματθ. 28,20).

Κεφάλαιον δ΄. Περὶ πίστεως δικαιωτικῆς.

Τὸ τέταρτον, περὶ ἀφέσεως ἁμαρτιῶν ἐπεξιόν, μόνῃ τῇ πίστει κυρίως τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι διϊσχυρίζεσθε, ὡς δόκει ὑμῖν. Ἡ δὲ Καθολικὴ Ἐκ­κλησία τὴν πίστιν ζῶσαν ἀπαιτεῖ, τὴν διὰ τῶν ἀγαθῶν ἔργων μαρτυρουμένην. Ἡ γὰρ πίστις ἡ ἄνευ ἔργων νεκρά ἐστιν (Ἰακ. 2,27), ὡς ὁ Ἰάκωβός φησιν. Ὅθεν καὶ ὁ μέγας Βασίλειός φησιν, «οὐδὲ ἡ ἄνωθεν χάρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ’ ἄν, ἀλλ’ ἑκάτερα συγκεκρᾶσθαι προσήκει, σπουδήν τε ἀνθρωπίνην καὶ τὴν διὰ τῆς πίστεως ἄνωθεν καθικνουμένην συμμαχίαν, εἰς τελείωσιν ἀρετῆς» (MPG, 31,1377). Διὸ καὶ ἡ ἐξουσία τοῦ ἀφιέναι οὐκ ἀπολύτως δέδοται, ἀλλ’ ἐν ὑπακοῇ τοῦ μετανοοῦντος καὶ συμφωνίᾳ πρὸς τὸν ἐπιμελούμενον τῆς ἑαυτοῦ ψυχῆς· γέγραπται γὰρ ἐπὶ τῶν τοιούτων, «ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς» (Ματθ. 18,19). Τὸ δὲ ἐπὶ ποίοις, οὐδὲ ἐρωτᾶν ἐστι, τῆς Καινῆς Διαθήκης διαφορὰν ἡμῖν μηδεμίαν δηλωσάσης, πάσης δὲ ἁμαρτίας τὴν ἄφεσιν τοῖς ἀξιολόγως μετανοοῦσιν ἐπαγγελλομένης. Ἀξιολόγως δὲ μετανοεῖ ὁ τὴν διάθεσιν ἀναλαβὼν τοῦ εἰπόντος, «ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην» (Ψαλμ. 118,162), καὶ ποιήσας τὰ ἐν τῷ ἕκτῳ ψαλμῷ καὶ ἄλλοις περὶ ἔργων εἰρημένα, καὶ πολυπλασιάσας τὸ ἀντίθετον κατόρθωμα, ὡς ὁ Ζακχαῖος. Ἐν παντὶ δὲ συνιστῶντες ἑαυτοὺς ἁγνοὺς ὑπὸ Θεοῦ τηρηθῆναι καὶ εἶναι ἐν τοῖς πράγμασι, κρα­τῶμεν τῆς ὁμολογίας. Τὰ παρ’ ἡμῶν γὰρ ζητούμενα εἰσί· πιστεύειν ὀφείλομεν, ὅτι ἀνάστασις, ὅτι ἀνταπόδοσις, ὅτι μύρια ἀγαθά, ὅτι Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθὴ πάντως. Ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν, ἔργοις τὴν πίστιν δείξωμεν. Οὐ γὰρ ἀγνοεῖ τὰ ἡμέτερα. Ὅθεν τὸ κατὰ δύναμιν ποιητέον τὰ ἀγαθά, ἀσθένειαν ἀνθρωπίνην μὴ προβαλλόμενοι· ὑπέστη γὰρ ὁ ἀρχιερεὺς ἡμῶν πρῶτον, ὅθεν καὶ εὐσυμπάθητος. Εἰ οὖν καὶ ἔν τισιν ἡμάρτομεν, ἀλλὰ τῷ ἀναμαρτήτῳ διὰ μετανοίας ἀληθοῦς καὶ ἐξομολογήσεως προσέλθωμεν, καὶ τελείαν ἀποχὴν τῶν κακῶν ἐνδειξώμεθα, μετὰ παρρησίας προσερχόμενοι τῇ μετανοίᾳ, ἵνα λάβωμεν ἔλεον, καὶ οἷον ζητοῦμεν. Οὐκ ἔστι γὰρ ἁμαρτία νικῶσα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ· φιλοτιμία γὰρ θεία τὸ πρᾶγμα, δωρεὰ βασιλική, ἂν νῦν προσέλθωμεν· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς κρίσιν. Προσερχώμεθα λοιπὸν τῇ μετανοίᾳ καὶ τῷ ἐλεήμονι Θεῷ Ἰησοῦ μετὰ πάσης παρρησίας, μηδὲν ἔχοντες συνειδὸς πονηρόν, μὴ ὅλως διστάζοντες. Οὐ γὰρ ὁ διστάζων δύναται μετὰ παρρησίας προσελθεῖν. Διὰ τοῦτο καὶ λέγει· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι» (Ἡσ. 49,8, Β΄ Κορ. 6,2). Ἐπεὶ νῦν, μετὰ τὸ λουτρὸν ἁμαρτάνοντες, εὑρίσκομεν μετάνοιαν, βασιλεύσωμεν τῶν παθῶν, πολιορκήσωμεν αὐτὰ τῇ μετανοίᾳ καὶ ἐξομολογήσει, βασιλεῖς γενώμεθα κρείττονες τῶν τὴν ἁλουργίδα ἐχόντων, ἐν τάξει δορυφόρων τὰ πάθη ὑποτάξωμεν. Οὐ γὰρ συγγνώμη τοῖς ἐν ἁμαρτίᾳ μένουσι διόλου, ὡς ἐν πολλοῖς θείοις ῥητοῖς ἐγράφη.

Κεφάλαιον ε΄. Περὶ διακονίας τοῦ ῥήματος.

Τὸ πέμπτον, τὸ ὅμοιον σχεδὸν τῷ πρὸ τούτου τετάρτῳ κεφαλαίῳ, τὸ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτιῶν διηγούμενον, καὶ ὅτι οὐκ ἐξ ἱκανοποιΐας τις τῆς οἱασοῦν σῴζεται, ἀλλὰ πίστει μόνῃ καὶ χάριτι, ἡ Καθολικὴ Ἐκκλησία οὕτω νοεῖ. Τὸν ἄνθρωπον τηνικαῦτα τὴν ἄφεσιν λαμβάνειν τῶν ἑαυτοῦ ἁμαρτιῶν, διὰ μετα­νοίας ἐπιστρέφοντα πρὸς Θεὸν ἀληθῶς, ὅταν τὴν πίστιν ἔχῃ ζῶσαν, τὴν διὰ τῶν ἀγα­θῶν ἔργων δηλαδὴ μαρτυρουμένην, ὡς καὶ προείπομεν, καὶ λέγειν ὅλως οὐ παυσόμεθα. Ὡς καὶ ὅταν λέγῃ· «οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τὸν πατρός μου» (Ματθ. 7,21). Καὶ πάλιν· «οὐχ οἱ ἀκροαταί, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται» (Ῥωμ. 2,13). Καὶ ἔτι· «ὑμεῖς φίλοι μού ἐστε, ἐὰν τηρῆτε πάντα ὅσα ἐνετειλάμην ὑμῖν» (Ἰω. 15,14). Ὡς καὶ Βασίλειος συνῳδὰ γράφων φησί. «Μνημονεύσωμεν περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅτε ἀνέβη εἰς τὸ ὄρος καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας ἐποιεῖτο, εἶπεν· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ τὰ λοιπὰ τῶν μακαρισμῶν· καὶ πάλιν ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως, εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος λέγει· δεῦτε οἱ εὐλογημένοι τὸν πατρός μου, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, δότε ἐλεη­μοσύνην, ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς» (MPG, 31, 1528 ἑξ.).

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, δι’ ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις, ὧν δὲ ἄνευ ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν. Ἐν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγ­γελίῳ ἀποφαίνεται ὁ Κύριος, «ἐὰν μὴ περρισεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» (Ματθ. 5,20). Καὶ αὖθις· «ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασι­λείαν» (Ματθ. 18,3). Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς Νικόδημον, «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ» (Ἰω. 3,3), ὡς καὶ «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος» (Ἰω. 3,5). Καθ’ ὧν δὲ ἡ ἀπόφασις μία, δηλονότι καὶ ὁ κίνδυνος τοῖς πᾶσιν ἴσος, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει, «ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται» (Ματθ. 5,18), πόσῳ μᾶλλον ἀπὸ τοῦ εὐαγγελίου, αὐτοῦ τοῦ Κυρίου λέγοντος, «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν» (Ματθ. 24,35). Ὅθεν καὶ Ἰάκωβος εἶπεν· ὃς ἂν ποιήσῃ τὸν νόμον ὅλον, πταίσῃ δὲ ἐν ἑνί, ἔσται πάντων ἔνοχος (Ἰακ. 2,10)· ἔμαθε δὲ τοῦτο λέγειν, ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Πέτρον ἠπείλησεν, ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ (Ἰω. 13,8). Παῦλος δὲ ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι’ ἃ μάλιστα βασιλείας οὐρα­νίου οὐ καταξιοῦταί τις καὶ θανάτου κρίματι ὑποπίπτει, ποτὲ μὲν εἰπὼν ὁριστικῶς, «ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσί» (Ῥωμ. 1,32), ποτὲ δέ, «ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι» (Α΄ Κορ. 6,9). Καὶ ὁ Κύριος· «οὐδείς, τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ» (Λουκ. 9,62).

Ἐκ τούτων οὖν καὶ τῶν τοιούτων παιδευόμεθα, ὅτι χρὴ πάντα ὁλοκλήρως καὶ νομίμως πληρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλ­λεται, καὶ ὧν ἄνευ ἀπηγόρευται, καὶ φυλαξάμενον, οὕτω προσδοκᾶν καταξιωθῆναι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακίας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκδιήγητου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἐπαγαγόντος, «μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία» (Β΄ Κορ. 6,3) ἡμῶν, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Γέγραπται γάρ, «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος» (Ἐφ. 5,27), καὶ πολλὰ τοιαῦτα, ἅπερ ὁ σπουδάζων εὑρήσει, ὡς καὶ Παῦλος διδάσκει· «χάρις τῷ Θεῷ, ὅτι ἦτέ ποτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς» (Ῥωμ. 6,17), ἵνα ὥσπερ κηρὸς παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφήν, οὕτω καὶ ἡμεῖς παραδόντες ἑαυ­τοὺς τῷ τύπῳ τῆς κατὰ τὸ εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον, «ἀπεκδυόμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυόμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν» (Κολ. 3,9 ἑξ.). «Ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν» (Ῥωμ. 6,4)· ἵνα τῆς χάριτος προλαβούσης, τὰ παρ’ ἡμῶν ὀφειλόμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ. Ἀγῶνος χρεία, καὶ τούτου μεγάλου καὶ νομίμου, ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν Χριστῷ ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα. Δεόμεθα γὰρ τῆς ἄνωθεν συμμαχίας, ὥστε ὁδηγηθῆναι πρὸς ἀρετήν. Ταύτην δ’ ὁδεύοντες τὴν ὁδόν, τῆς θείας χρῄζομεν ῥοπῆς. Οὐ δεῖ γὰρ πεποιθέναι καθόλου τῇ ἡμέτερᾳ δικαιοσύνῃ, εὐτελεῖ καὶ μὴ ἀπηρτισμένῃ οὔσῃ, ἀλλὰ τῇ θείᾳ δικαιοσύνῃ καὶ συμμαχίᾳ, ἵνα πρὸς οὐρανὸν ὁδη­γηθῶμεν ἀπλανῶς. Ὁδὸς γὰρ ὁ παρὼν βίος, τῆς ἄνωθεν δεόμενος χειραγωγίας. Εἰ γὰρ εἰς πόλιν μέλλοντες εἰσιέναι, δεόμεθα τοῦ γνωρίσαντος ἡμῖν τὴν ὁδόν, πολλῷ μᾶλλον πρὸς τὸν οὐρανὸν μέλλοντες ἀποδημεῖν, χρείαν ἔχομεν τῆς ἄνωθεν ῥοπῆς, ἵνα καὶ δείξῃ τὴν ὁδὸν καὶ στηρίξῃ καὶ χειραγώγησῃ· πολλαὶ γὰρ αἱ ἀτραποὶ αἱ ἐκτρέπουσαι, καὶ διὰ τοῦτο ἐχόμεθα τῆς δεξιᾶς τοῦ Θεοῦ. Καὶ τὸ μὲν ὁδηγῆσαι, Θεοῦ, τὸ δὲ ἀξίους εἶναι τοῦ κρατηθῆναι ὑπὸ τῆς χειρὸς αὐτοῦ, τῆς ἡμετέρας γινέσθω σπουδῆς. Ἂν γὰρ ὧμεν ἀκάθαρτοι, οὐ καθέξηται ἡ χεὶρ ἐκείνη. Χρεία λοιπὸν ἔργων ἀγαθῶν, καὶ καθαροὺς εἶναι, ἵνα καὶ θείας ἀντιλήψεως τύχωμεν.

Ἀλλὰ καὶ ὁ θεῖος Χρυσόστομος, ἐξηγούμενος τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν (MPG, 61, 481), τὸ «συνεργοῦντες δὲ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς», λέγει: Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς, τουτέστι θλίβει, ὠθεῖ, κατεπείγει. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ’ ἐπιδειξώμεθα ἀξίαν τῆς χάριτος τὴν σπουδήν. Μὴ ἀποκρουσώμεθα τὴν δωρεάν. Οὐ γὰρ μόνον τὸ πιστεῦσαι καταλλαγή, ἀλλὰ καὶ βίον σπουδαῖον ἐνδείξασθαι δεῖ, καὶ ἕπεσθαι αὐτῷ δίκαιον. Τὸν γὰρ ἀπαλλαγέντα ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ’ ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν γὰρ ἀπὸ τῆς χάριτος ὠφελούμεθα ἀκαθάρτως ζῶντες, ἀλλὰ καὶ μᾶλλον βλαπτόμεθα, ὅτι μετ’ ἐπίγνωσιν τοιαύτην καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανερχόμεθα κακά. Ἕως οὖν ἐν τῷ σκάμματί ἐσμεν, ἕως ἐν τῷ ἀμπελῶνι ἐργαζόμεθα, ἕως λείπεται ἡ ἑνδεκάτη, προσέλθωμεν καὶ βίον ἐπιδειξώμεθα ὀρθὸν καὶ ἐνάρετον, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν. Εἰ γὰρ τοσούτων γέμοντας κακῶν, προσήκατο καὶ ἀπήλλαξε, πάντων ἀπαλλαγέντας καὶ τὰ ἑαυτῶν εἰσφέροντας, οὐ πολλῷ μᾶλλον εἰσδέξεται; Ἐὰν γὰρ ἐν ἁμαρτίαις διάγωμεν, ἡ ἁμαρτία ἀπιστίαν γεννή­σει. Ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρόν, οὕτω καὶ ἡ ψυχή, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα δὲ οὐδὲ πιστεύειν ἀνέχεται. Εἶπε γὰρ «οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ» (Ψαλμ. 93,7) καὶ πάλιν, «τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστιν;» (Ψαλμ. 10,5)· ἔτι δέ, «εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός» (Ψαλμ. 13,1). Καὶ ὁ Κύριος, «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς» (Ἰω. 3,20). Ἕως οὖν ὁ τῆς δωρεᾶς οὗτος χρόνος, μηδεὶς ἀπογινωσκέτω. Τότε γὰρ τῆς ἀπογνώσεως καιρός, ὅταν ὁ νυμφὼν κλείηται, ὅταν ἀπολαύωσιν οἱ μέλλοντες ἀξιοῦσθαι τοὺς κόλπους τοῦ πατριάρχου τῶν ἀγαθῶν· νῦν δὲ οὔπω. Ἔτι γὰρ τὸ θέατρον συνέστηκεν ἔτι ὁ ἀγὼν ἐνέστηκεν, ἔτι τὰ βραβεῖα μετέωρα. Σπουδάσωμεν τοίνυν· δρόμου χρεία, καὶ τούτου σφοδροῦ. Ἐπὶ τὴν τελειότητα φερώμεθα, βίον ἄριστον κτησώμεθα μετὰ πίστεως ἀληθοῦς, καὶ βίον ἔχοντες ὀρθὸν τὸν κατ’ ἐντολήν. Ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρά, ὑβρίζει τὴν διδασκαλίαν, καὶ εἰκότως νήπιος. Οὐ γὰρ δεῖ ἀεὶ περὶ τὰ στοιχεῖα στρέφεσθαι, οὐδὲ μόνον θεμέλιον πήξαι, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς οἰκοδομῆς τελειῶσαι, καὶ αὐτὴν τὴν ὀροφὴν καὶ τὴν τελειότητα τῶν ἀγαθῶν. Ἐὰν γάρ τις ἀεὶ περὶ τὰ στοιχεῖα στρέφηται ἢ περὶ τὸν θεμέλιον, οὐκ ἔσται αὐτῷ τι πλέον, οὔτε οἶκον ἀπαρτίσαι, οὔτε θεμέλιον σοφοῦ σχεῖν καὶ σοφὸν γενέσθαι. Ἐὰν τοίνυν φιλῶμεν τὸν Χριστόν, ὡς φιλεῖν δεῖ, ταῖς ἀρεταῖς ἀνερχώμεθα, καὶ ἑαυτοὺς τιμωρησώμεθα ἁμαρτάνοντες· μὴ γέενναν φοβώμεθα, ἀλλὰ τὸ προσκροῦσαι Θεῷ. Τοῦτο γὰρ ἐκείνου χαλεπώτερον, ὅταν ἀποστρέφηται ὀργιζόμενος.

Καὶ ἵνα μάθῃς ἡλίκον ἐστίν, ἐννόησον τὸ λεγόμενον, εἴ τις κολαζόμενον ἰδὼν ἄνθρωπον λῃστὴν καὶ κακοῦργον, αὐτὸς βασιλεὺς ὤν, τὸν ἀγαπητὸν υἱὸν καὶ μονο­γενῆ καὶ γνήσιον ἔδωκεν, ὥστε σφαγῆναι καὶ μετὰ τοῦ θανάτου καὶ τὴν αἰτίαν ἀπ’ ἐκείνου μετήνεγκεν ἐπὶ τὸν υἱόν, οὐκ ὄντα τοιοῦτον, ἵνα σώσῃ τὸν κατάδικον καὶ τῆς πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ· εἶτα μετὰ ταῦτα εἰς μεγάλην ἀρχὴν αὐτὸν ἀναγαγὼν μετὰ τὴν σωτηρίαν, καὶ τὴν δόξαν τὴν ἀπόρρητον ὑβρίζετο παρὰ τοῦ τοιαῦτα πεπονθότος, οὐκ ἂν εἵλετο μυριάκις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωμοσύνῃ φανῆναι ὑπεύθυνος ὤν; Τοῦτο δὴ καὶ νῦν λογιζώμεθα, καὶ στένωμεν πικρῶς, ἐφ’ οἷς παρωξύναμεν τὸν εὐεργέτην. Μὴ δὲ ἐπειδὴ μακροθύμως ὑβριζόμενος φέρει, διὰ τοῦτο καὶ θαρρῶμεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο δακνώμεθα. Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστεράν, μειζόνως ἀμύνεται, ἢ μυρίας ἔδωκε πηγάς· καὶ ὅταν λοιδορηθείς, μὴ μόνον ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν, ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνεν. Εἰ δὲ ἐπ’ ἀνθρώπων, ὅταν ὑβρίζοντες μακροθυμίας ἀπολαύωμεν, καταισχυνόμεθα, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς καὶ οὐδὲν πάσχοντας δεινόν. Καὶ γὰρ καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιμωρία. Ταῦτ’ οὖν ἐννοοῦντες, πρὸ πάντων ἁμαρτίαν φοβηθῶμεν. Τοῦτο γὰρ κόλασις, τοῦτο γέεννα, τοῦτο τὰ μυρία κακά. Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ καὶ φεύγωμεν καὶ τῷ Θεῷ σπουδάζωμεν διηνεκῶς ἀρέσκειν. Τοῦτο γὰρ βασι­λεία, τοῦτο ζωή, τοῦτο τὰ μυρία καλά. Οὕτω καὶ ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐπιτευξόμεθα καὶ τῶν μελλόντων ἀγαθῶν, ὧν γένοιτο πάντας ἐπιτυχεῖν, χάριτι καὶ φι­λανθρωπίᾳ Θεοῦ. Ἂν γὰρ ὁ Θεὸς καὶ παρακαλῇ, καὶ πάντας θέλῃ σωθῆναι (Α΄ Τιμ. 2,45), ἀλλὰ καὶ ἡμεῖς ἱκετεύωμεν, καὶ καταλλαγὴν ἔχωμεν μετὰ τοῦ Θεοῦ, καὶ μὴ ἀναπέσωμεν, ἀλλὰ διανεστηκότες ὦμεν, μή, φησίν, εἰς κενὸν τὴν χάριν δεξώμεθα. Εἰ γὰρ ἐπειδὴ ἔπεμψε πρεσβευσομένους, διὰ τοῦτο ῥᾳθυμῶμεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ καὶ πνευματικὴν συναγαγεῖν ἐμπορίαν. Εἰ γὰρ χάρις τὸ σω­θῆναι, ἀλλὰ καὶ αὐτὸς αἴτιος, ὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος. Εἰ δέ τις εἴποι μετὰ τῶν εἰρημένων αὐτὸν ἐμφαίνειν, τὸ ὅτι καὶ ἐν τῇ χάριτι τῇ πνευματικῇ οὐδεμίαν ἔδωκε προσκοπήν, οὐκ ἂν ἁμάρτοι τῆς ἐννοίας. Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ’ αὐτοῖς καὶ ἐπαρθέντες, ἐμωμήθησαν. Ἔστι γὰρ καὶ χάρισμα λαβόντα πνευματικόν, οὐκ εἰς δέον αὐτῷ χρήσασθαι. Ἡμεῖς δὲ ἐν τοῖς χαρίσμασιν ἀμώμητοι γινώμεθα, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· καὶ ἕως οὗ περίεσμεν, ἐργαζώμεθα τὰ πνευματικά, τὸν τῆς παροικίας χρόνον ἐν φόβῳ καλῶς ἀναστρεφόμενοι καὶ θείως καὶ κατ’ ἐντολήν, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, τὸ πᾶν τῶν ἡμετέρων ἀνατιθέντες Θεῷ, καὶ αὐτοῦ τὰ κατορθώματα πάντα λογιζόμενοι, ὡς δίκαιον καὶ ὡς καλῶς ἔχον.

Κεφάλαιον ς΄. Περὶ ἀγαθῶν ἔργων.

Τὸ ἕκτον πιστοῦται, ὅτι δεῖ μὲν τὰ ἀγαθὰ τῶν ἔργων ἀπεργάζεσθαι, οὐ θαρρεῖν δὲ ἐν αὐτοῖς, κατὰ τὸ «μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου» (Ψαλμ. 142,2). Πρὸς ὃ λέγομεν, ὅτι προηγούμενον ἡ πίστις, ἑπόμενα δὲ τὰ ἔργα καὶ ἀναγκαῖα διὰ τὴν τοῦ Θεοῦ ἐντολήν, μισθὸν καὶ γέρα ἐν τῇ αἰωνίῳ ζωῇ λαμβανόντων τῶν τελειούντων αὐτὰ ὡς δεῖ· ἃ δὴ ἔργα ἀγαθὰ καὶ ἀχώριστα εἶναι χρεία τῇ ἀληθεῖ πίστει. Οὐ δεῖ δὲ ἐπὶ τοῖς ἔργοις πεποιθέναι, οὐδὲ καυχᾶσθαι φαρισαϊκῶς, ἀλλ’ εἰ καὶ πάντα ἐκπληρώσομεν, κατὰ τὸν τοῦ Κυρίου λόγον λέγειν, «ἀχρεῖοι δοῦλοι ἐσμέν» (Λουκ. 17,105). Πάντα γὰρ δεῖ ἀναφέρειν τῇ δικαιοσύνῃ τοῦ Θεοῦ, ἐπεὶ τὸ εἰσφερόμενον παρ’ ἡμῶν μικρὸν ἢ οὐδέν ἐστιν, ὅπερ κατὰ τὸν θεῖον Χρυσόστομον (MPG, 55, 322) ἐτάχθη. ἵνα μὴ ἀργοὺς ἡμᾶς εἰσαγάγῃ εἰς τὴν βασιλείαν αὐτοῦ. Κύριος, φησίν, «ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» (Α΄ Πετρ. 5,5). Οὐ δεῖ οὖν ἐπὶ ἔργοις καυχᾶσθαι (Παρ. 3,34), ποιεῖν μέντοι τῶν ἀναγκαιοτάτων καὶ ἐκπληροῦν αὐτά. Χωρὶς γὰρ θείων ἔργων σωθῆναι ἀδύνατον. Εἰ οὖν πεισθῶμεν τῷ Κυρίῳ λέγοντι, «εἰ ταῦτα οἴδατε, μακάριοί ἐστέ, ἐὰν ποιῆτε αὐτά» (Ἰακ. 4,6), ἡμῖν συμφερόντως ἔσται. Δεῖ γὰρ μετὰ τῆς ἄνωθεν φιλανθρωπίας καὶ τὰ ἡμέτερα ἕπεσθαι ἀγαθὰ ἔργα. Ἄν τε γὰρ τὴν ἀσθένειαν προβαλλώμεθα τὴν ἡμετέραν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, τὰ δὲ παρ’ ἡμῶν μὴ προστεθῇ, οὐδὲν ὄφελος ἡμῖν. Πῶς γὰρ καλέσομεν ἐπὶ θεραπείαν τῶν πλημμελημάτων τὸν ἔλεον, οὐδενὶ τρόπῳ τὸ θεῖον ἱλεωσάμενοι; Ἀκούσωμεν καὶ τοῦ Χρυσοστόμου, ἐξηγούμενου τὸν ρκθ΄ ψαλμόν, «ἐκ βαθέων ἐκέκραξά σοι Κύριε, Κύριε, εἰσάκουσον τῆς φωνῆς μου». Ἐντεῦθεν φησὶ δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ’ ἡμῶν ὑπάρξῃ· πρότερον γάρ φησιν ἐκέκραξα, καὶ τότε ἐπάγει, εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων γέμουσα πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις (MPG, 55, 374)· ἵνα δὲ μὴ λέγῃ τις, ὅτι ἁμαρτωλὸς ὢν καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι προσιέναι καὶ εὔχεσθαι καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκέψιν φησίν, «ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι;» (Ψαλμ. 129,3). Τὸ «τίς» ἐνταῦθα, ἀντὶ τοῦ οὐδείς. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ. Ἐὰν γὰρ ἀνέλῃς τὸν ἔλεον, καὶ δικαίως τὰ τῆς δίκης κατάσχῃ Θεὸς ζυγά, καὶ ταῖς ἁμαρτίαις μετρήσῃ τὰς τιμωρίας, τίς ἱκανὸς τὴν ψῆφον ὑπενεγκεῖν; ἀνάγκη γὰρ πάντας ὑπομεῖναι τὸν ὄλεθρον. Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς καθέλκοντες, ἀλλὰ παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν ἐμπίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Καὶ τὶ λέγω τοὺς ἄλλους· εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαιτῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων ἐξέτασιν, οὐ δύναται ὑποστῆναι. Τί γὰρ ἐρεῖ; προφήτας ἀνέγνω, κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν. Ὅμως οὐ πρότερον μετέστη, ἕως τῆς φρικτῆς ἐκείνης ἀπέλαυσεν ὄψεως καὶ θαυμαστῆς ἤκουσε φωνῆς· πρὸ δὲ τοῦτου ἔμενε πάντα φύρων. Τί δέ; Πέτρον ἐκεῖνον τὸν κορυφαῖον οὐ μετὰ μυρία θαύματα καὶ τοσαύτην παραίνεσιν ἤλεγξε τὸ πτῶμα ἐκεῖνο τὸ χαλεπόν (Πραξ. 8,3); Εἰ οὖν οὐ βουληθείη ἐλέῳ καὶ φιλανθρωπίᾳ κρῖναι, ἀλλ’ ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, ὑπευθύνους εὑρήσει πάντας. Ὅθεν καὶ Παῦλος ἔλεγεν, «οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι» (Α΄ Κορ. 4,4). Καὶ ὁ προφήτης, «ἐὰν ­ἀνομίας παρατηρήσης Κύριε, Κύριε, τὶς ὑποστήσεται» (Ψαλμ. 129,3)· καὶ ὁ διπλασιασμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος καὶ ἐκπληττόμενου τὸν πολὺν τῆς φιλανθρωπίας ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον καὶ τὸ ἀχανὲς πέλαγος τῆς ἀγαθότητος· ᾔδει γάρ, ᾔδει σαφῶς, ὅτι πολλῶν ἐσμεν ὀφλημάτων ὑπεύθυνοι τῷ Θεῷ, καὶ ὅτι καὶ τὰ μικρὰ τῶν ἁμαρτημάτων μεγάλης ἀξιοῦνται τῆς τιμωρίας. «Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι» (Ψαλμ. 129,4)· τουτέστιν οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ’ ἐν τῇ σῇ κεῖται ἀγαθότητι τὸ διαφυγεῖν τὴν κόλασιν· κἂν μὴ τῆς φιλανθρωπίας ἀπολαύσωμεν τῆς σῆς, τὰ ἡμέτερα οὐκ ἀρκεῖ μόνα τῆς μελλούσης ἐξαρπάσαι ὀργῆς· νῦν δὲ ἔχεις φιλανθρωπίαν τῇ δικαιοσύνῃ συνεζευγμένην, καὶ ταύτῃ μᾶλλον πέφυκας ἢ ἐκείνῃ κεχρῆσθαι. Τοῦτο δὲ διὰ τὸν προφήτου δηλῶν ἔλεγεν, «ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου» (Ἡσ. 43,25), τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος· ὡς τά γε σά, εἰ καὶ ἀγαθά, ἀλλ’ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἐὰν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· «ἐγὼ ἀνέχομαι ὑμῶν» (Ἡσ. 46,4)· ὄντως παρὰ τῷ Θεῷ κυρίως ὁ ἱλασμός, ὁ ἀληθῶς ἔλεος· διὸ μετὰ φειδοῦς ἐξετάζει· «ἕνεκεν τὸν ὀνόματός σου ὑπέμεινά σε Κύριε» (Ψαλμ. 129,4)· διὰ τὸ σὸν ὄνομα τὸ φιλάνθρωπον προσεδόκησα σωτηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ καθορῶν, πάλαι ἂν ἀπέγνων· νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τὰ λόγιά σου ἐκπληρῶν, χρηστὰς ἔχω τὰς ἐλπίδας. Σὺ γὰρ εἶ ὁ εἰπών, «καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν» (Ἡσ. 55,9). Καὶ πάλιν, «κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν» (Ψαλμ. 102,11)· τουτέστιν, οὐ κατορθώσαντας μόνον ἔσωσα, ἀλλὰ καὶ ἁμαρτανόντων ἐφεισάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἐμαυτοῦ κηδεμονίαν ἐπεδειξάμην. Ἐν δὲ τῷ Ἰεζεκιὴλ λέγει· «οὐ δι’ ἡμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν» (Ἰεζ. 36,22)· ἡμεῖς μὲν γὰρ οὐκ ἦμεν ἄξιοι σωθῆναί φησιν, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν χρηστήν, διὰ δὲ τὸ ὄνομα αὐτοῦ προσδοκῶμεν σῴζεσθαι· καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπὶς καὶ ἄγκυρα ἱερά, μετανοοῦσι φιλανθρωπίας τυχεῖν. Ἐὰν γὰρ εἰσακούσωμεν, τὰ ἀγαθὰ τῆς γῆς φαγούμεθα καὶ κληρονομήσομεν τὴν ἐπαγγελίαν (Ἡσ. 1,19)· ἐλπίζειν δὲ δεῖ ἐπὶ τὸν Θεόν, κἂν μυ­ρία ἐμπίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα καὶ θάνατον ἀπειλῇ· ῥᾴδια γὰρ αὐτῷ πάντα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν δυνήσεται. Πηγὴ γὰρ παρ’ αὐτῷ λυτρώσεως, πέλαγος σωτηρίας, θησαυρὸς φιλανθρωπίας πηγάζων διηνεκῶς· ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχὶ ἁπλῶς, ἀλλὰ πολύ, καὶ φιλανθρωπίας πέλαγος ἄπειρον.

Εἰ οὖν καὶ ὑπὸ ἁμαρτημάτων ὧμεν προσδεδεμένοι, ἀναπίπτειν οὐ χρή, οὐδὲ ἀπαγορεύειν· ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνεται τῶν πλημμελημάτων ἀκριβὴς εὐθύνη τοῦ δικάζοντος, διὰ τὸν πολὺν ἔλεον καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιρρεπές, τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον ὁ Θεὸς ἐλεεῖ διηνεκῶς καὶ συγγνώμην δίδωσι· φιλοικτίρμων γὰρ καὶ φιλάνθρωπος, καὶ τοῖς μεταμελουμένοις καὶ τὸ ἀγαθὸν ἐργαζομένοις, ὡς δύναμις, παρέχει τὴν σωτηρίαν. Ἐπεὶ τοίνυν τοιοῦτός ἐστι καὶ κέχυται πανταχοῦ τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, καὶ παρ’ αὐτῷ τὸ ἀληθῶς ἔλεος, εὔδηλον ὅτι καὶ τὸν λαὸν αὐτοῦ σώσει καὶ οὐ κολάσει. Εἰσφέρωμεν οὖν τὰ παρ’ ἑαυτῶν μετὰ πάσης ἀκριβείας καὶ σοφίας, πάντα δὲ ἕψεται τὰ παρ’ ἐκείνου, ὡς ἄφατον ἔχοντος τὸ ἔλεος. Σοφία δὲ πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμένος ἢ καθαιρόμενος. Οἱ γὰρ ἀμεταμελήτως τρέχοντες ἐν ἁμαρτήμασιν, ὅλως δὲ νεύοντες κάτω καὶ πρὸς τὴν γαστέρα καὶ τῷ βορβόρῳ ἐγκαλινδούμενοι καὶ πρὸς τὸν οὐρανὸν ὅλως μὴ ὁρῶντες, οὔτε ἐλεηθῆναι ἐθέλοντες, χαλεπωτάτως πάσχοντες οὐκ αἰσθάνονται. Βέλτιον γὰρ πηλῷ μολύνεσθαι ἀκαθάρτῳ ἢ ἁμαρτήμασι· κακῶς γὰρ ἀπολεσθήσεται ὁ εἰς τὸ βάραθρον πεσὼν τῆς ἁμαρτίας, ἐὰν μὴ τὸν μολυσμὸν οὐχ ὕδατι καθάρῃ, ἀλλὰ πολλῷ κόπῳ καὶ χρόνῳ καὶ μετανοίᾳ ἀκριβεῖ, δάκρυσι, κοπε­τοῖς καὶ τοῖς παραπλησίοις πνευματικοῖς καθαρσίοις· ἃ ἠ ἀληθὴς ἱκανοποιΐα ἐστίν, οὐχὶ δὲ ἡ διὰ δόσεως, ἥτις τὸν Θεὸν κατὰ τῶν λαμβανόντων τὰ τοιαῦτα παροξύνει, καὶ μυρία παθαίνουσι τὰ κακά, καὶ πᾶσα αὐτοῖς ἔρχεται θεήλατος συμφορά. Ἁμαρ­τημάτων γὰρ οὐδεμία συγχώρησις παρὰ τῶν τοιούτων γίνεται, ἡ δὲ ἰδία αὐτῶν σπουδὴ πρὸς τὸ χρηματίζεσθαί ἐστιν. Ὁ μὲν γὰρ ἔξωθεν προσγινόμενος ῥύπος, ταχέως καὶ ἀποτίθεται· ὃς δὲ ἔνδοθεν ἀποτίκτεται, μόλις ἀπονίπτεται· «ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροί, πορνεῖαι, μοιχεῖαι καὶ τὰ ὅμοια» (Ματθ. 15,19). Διὸ καὶ ὁ προφήτης ἔλεγε, «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός» (Ψαλμ. 50,12)· ἕτερος δέ, «ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου Ἱερουσαλήμ» (Ἱερ. 4,14). Ὁρᾷς καὶ ἐνταῦθα, ὅτι ἡμῶν ἐστι καὶ τοῦ Θεοῦ; Καὶ πάλιν, «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται» (Ματθ. 5,8)· γενώμεθα καθαροί, ὅσον ὁ ἡμέτερος νοῦς νοεῖ, καὶ ἡ ἡμετέρα ἰσχύει δύναμις. Πῶς δέ; «λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μὴ ὑπάρχετε ὡς τάφοι κεκονιαμένοι, φησί, δοκοῦντες ἀνεύθυνοι, ἀλλ’ οὕτως ἀφέλετε, ὡς Θεοῦ ὁρῶντος· ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ» (Ἡσ. 1,16). Ὁρᾷς, ὅτι προτέρους ἡμᾶς αὐτοὺς δεῖ καθαίρειν, καὶ τότε Θεὸς λευκανεῖ; μηδεὶς τοίνυν, μηδὲ τῶν εἰς ἐσχάτην κακίαν ἡκόντων, ἀπογινωσκέτω ἑαυτόν. Κἂν γὰρ εἰς ἕξιν εἰσέλθῃ, καὶ σχεδὸν εἰς φύσιν τῆς κακίας αὐ­τῆς, μὴ φοβείσθω· διὰ γὰρ τοῦτο χρώματα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδὸν συνουσιωμένα τοῖς ὑποκειμένοις λαβών, εἰς τὴν ἐναντίαν αὐτὰ ἔφησε κατάστασιν ἥξειν καὶ ὡς χιόνα λευκαίνειν, χρηστὰς ἡμῖν ὑποτιθεὶς τὰς ἐλπίδας. Σπουδάσωμεν τοίνυν, ὡς δυνατόν, καθαροὶ γενέσθαι, μετίωμεν τὰ ἀγαθὰ τῶν ἔργων, καὶ μὴ ἐνορῶμεν κάρφος ἀλλότριον, ἀλλὰ τὴν δοκὸν ἡμῶν, καὶ οὕτω χάριτι Θεοῦ δυνησόμεθα καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν ἀξίως. Ἄρα μεγάλη τῶν ἔργων ἡ δύναμις, εἴγε καὶ ἁμαρτήσαντας διὰ μετανοίας λευκαίνει οὕτω Θεός. Οὐ μεγαλαυχεῖν οὖν δεῖ ἢ πεποιθέναι ἐν αὐτοῖς, ἐφάμαρτον γάρ, ἀλλ’ ὡς ἑπόμενα τὰ ἔργα τῇ πίστει καὶ ἀναγκαῖα, ἐκπληροῦν ὅση δύναμις. Εἰ γὰρ οἱ δαίμονας ἐκβάλλοντες καὶ προφητείας λέγοντες, ἐπεὶ βίον οὐκ ἔσχον συμβαίνοντα, ἠρνήθησαν, πόσῳ μᾶλλον, ἐὰν ἀμελεῖς ὦμεν καὶ μὴ τὰς ἐντολὰς ἐκπληρῶμεν; Οὐκ οἶδα γὰρ ὑμᾶς, φθέγγεται Χριστὸς πρὸς αὐτούς (Ματθ. 7,23, Λουκ. 13,27). Πιστεύωμεν οὖν ὀρθῶς εἰς δόξαν Θεοῦ, καὶ βιῶμεν καλῶς εἰς δόξαν αὐτοῦ· ἐπεὶ οὐδὲν ὄφελος θατέρου. Καὶ μᾶλλον ὅταν δοξάζωμεν μὲν τυχὸν καλῶς, μὴ βιῶμεν δὲ καλῶς κατ’ ἐντολήν, τότε μάλιστα ὑβρίζομεν αὐτόν. Ὅτι ἐπιγραφόμενοι αὐτὸν δεσπότην καὶ διδάσκαλον, καταφρονοῦμεν αὐτοῦ καὶ οὐ δεδοίκαμεν τὸ φοβερὸν αὐτοῦ κριτήριον. Τὸ μὲν γὰρ Ἕλληνας ἀκαθάρτως βιοῦν, οὐδὲν θαυμαστόν, οὐδὲ τοσαύτης καταγνώσεως ἄξιον· τὸ δὲ χριστιανοὺς ὄντας, τοσούτων μετέχοντας μυστηρίων, τοσαύτης ἀπολαύοντας δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάν­των χείριστον καὶ ἀφόρητον καὶ πάσης συμπαθείας ἀνώτερον. Ἂν γάρ, ὥς φησι (Ἑβρ. 6,4 ἑξ.), τινὲς εἰς τὴν μεγάλην καὶ ἄπειρον εὐσπλαγχνίαν τοῦ Θεοῦ καὶ τὰς τούτου ὑπερμεγέθεις δωρεὰς ἀποβλέπειν ἐθελήσωμεν, καὶ χάριτι μόνῃ ἀχαρίστων τρόπον σωθῆναι φαντασθῶμεν, οὐκ ὠφεληθείημεν. Καὶ ἄλλως συγκρινόμενα τὰ παρ’ ἡμῶν, εἰ καὶ ὡς τῶν τελείων φθάσοι, οὐδέν εἰσι, πλὴν συντελοῦσι καὶ τὴν γνώμην δεικνύουσιν ἡμῶν, ὅτι εὐχάριστοι καὶ ταῖς ἐντολαῖς πειθόμενοι τὰ ἀγαθὰ καὶ ἐνάρετα ἐκπληροῦμεν, ἵνα μὴ ἀναισθήτων δίκην ἀποτεθείημεν εἰς παράδεισον· ὃ ὅλως οὐ γίνεται, ἀλλὰ τῇ ἡμετέρᾳ ὀρθῇ προαιρέσει, τῇ χάριτι τοῦ Θεοῦ. Ἂν γὰρ εἰς ἁμαρτίαν κλίνειν ἐθελήσωμεν, ἀναίσθητοι φανῶμεν, ὡς ἀνυπάρκτοις προσέχοντες· ἣν δὴ φεύγειν ἔδει, καὶ μισάττεσθαι ὡς πόρρω βάλλουσαν τοῦ Θεοῦ. Καὶ ὅταν τινὰ ἁμαρτίαν μέλλωμεν διαπράττεσθαι, ὑπονοεῖν καὶ φαντάζεσθαι τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χρί­στου δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτής, παρέστηκε δὲ πᾶσα ἡ κτίσις, τρέμουσα τὴν ἔνδοξον αὐτοῦ ἐπιφάνειαν, διὰ τὴν ἐξέτασιν τῶν βεβιωμένων.

Κεφάλαιον ζ΄. Περὶ Ἐκκλησίας.

Τὸ ἕβδομον, μίαν ἁγίαν Ἐκκλησίαν καθολικὴν ἔχειν καὶ ὑμᾶς λέγειν, καὶ τὰ τῆς Ἐκκλησίας μυστήρια, καὶ τὰς τελετὰς καλῶς ἐκτελεῖν. Πρὸς ὃ λέγομεν, μίαν εἶναι τὴν ἁγίαν Ἐκκλησίαν τὴν καθολικὴν καὶ ἀποστολικὴν τῶν χριστιανῶν, ὀρθῶς καὶ ὡς οἱ Πατέρες οἱ θειότατοι παρέδωκαν ἐκτελοῦντες τὰ νενομοθετημένα καὶ κανόσιν αὐτῶν ὡρισμένα καὶ κεκυρωμένα τῷ ἁγίῳ Πνεύματι. Τὰ δὲ ἐν αὐτῇ τῇ καθολικῇ τῶν Ὀρθοδόξων χριστιανῶν μυστήρια καὶ αἱ τελεταὶ ἑπτὰ εἰσίν, ἤτοι βάπτισμα, χρίσμα θείου μύρου, θεία κοινωνία, χειροτονία, γάμος, μετάνοια καὶ ἅγιον ἔλαιον. Ἑπτὰ γὰρ τὰ τοῦ θείου Πνεύματος χαρίσματα, ὡς Ἡσαΐας φησί (Ἡσ. 11,2.), καὶ ἑπτὰ καὶ τὰ μυστήρια τῆς Ἐκκλησίας, Πνεύματι ἐνεργούμενα. Ὅτι δὲ ταῦτα καὶ μόνα, καὶ οὐ πλείω τὸν ἀριθμόν εἰσι, δείκνυαι καὶ ἡ διαίρεσις. Τὸ γὰρ μυστήριον ἢ πρὸς γένεσιν ἀνθρώπων ὁρᾶ, καὶ ἔστιν ὁ ἐν Χριστῷ γάμος, ἢ πρὸς σωτηρίαν, καὶ ἔστιν ἡ τάξις τῶν ἱερέων, καὶ δι’ αὐτῶν καὶ ἐν αὐτοῖς ἐνεργούμενα, καὶ παντὶ μὲν χρή­σιμα, τὸ βάπτισμα, τὸ μύρον, ἡ κοινωνία, τοῖς δὲ ἀφιερουμένοις Θεῷ, ἡ χειροτονία, ὡς λαϊκοῖς ὁ γάμος· καὶ τοῖς μετὰ τὸ βάπτισμα ἁμαρτήσασιν, ἡ μετάνοια καὶ ἡ τοῦ ἡγιασμένου χρίσις ἐλαίου, ἅτινα ἢ ἄφεσιν τῶν ἡμαρτημένων χαρίζεται, ἢ τοὺς ἐγκειμένους τῇ ψυχῇ σπίλους ἀποκαθαίρει. Μυστήρια δὲ ταῦτα λέγεται διὰ τὸ ἐν αἰ­σθητοῖς συμβόλοις νοητὸν ἔχειν τὸ ἀποτελούμενον καὶ ἀπόρρητον. Ἕκαστον δὲ τῶν μυστηρίων τούτων τεθεσμοθέτηται μὲν ὑπὸ τῆς Γραφῆς, ὡρισμένην δὲ ὕλην καὶ εἶδος ἔχει. Ἀλλὰ μὴν καὶ τὸ ποιητικὸν ἢ μᾶλλον εἰπεῖν ὀργανικὸν αἴτιον ὡρισμένον.

Οἷον ἐπὶ τοῦ βαπτίσματος, ὕλη μὲν τὸ ὕδωρ, εἶδος δὲ οἱ λόγοι τοῦ ἱερέως, τὸ «βαπτίζεται ὁ δοῦλος τοῦ Θεοῦ, ὁ δεῖνα, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος»· ὀργανικὸν αἴτιον ὁ ἱερεύς, εἰ καὶ τὸ δι’ ἀνιέρου δι’ ἀνάγκην οὐκ ἀποβάλλεται. Ὁμοίως καὶ ὁ ἐφ’ ἑκάστου τῶν ἄλλων καὶ ὕλην καὶ εἰδός ἐστιν εὑρεῖν. Τὸ βάπτισμα τοίνυν ἀναγεννᾶ Πνεύματι, ἐπειδήπερ τὴν πρώτην ἀπαθῆ γέννησιν ἀπωλέσαμεν, καὶ ἐν ἀνομίαις ἡμεῖς συνελήφθημεν, ὡς ψάλλει Δαυΐδ (Ψαλμ. 50,7), καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἕκαστον ἡμῶν ἡ μήτηρ αὐτοῦ· καὶ λουτρὸν θεῖον γίνεται, τὰ τοιαῦτα ἀποκαθαῖρον.

Τὸ χρίσμα δὲ τὴν σφραγῖδα τὴν πρώτην καὶ τὸ κατ’ εἰκόνα ἐντίθησι καὶ ῥώμην τῇ ψυχῇ, ἅπερ διὰ παρακοὴν ἀπωλέσαμεν· ἔτι δὲ καὶ τὴν χάριν, ἣν ἐν τῇ ψυχῇ, τῇ θείᾳ ἐμπνεύσει ποτὲ ἔλαβεν· διὸ καὶ τὴν τοῦ Πνεύματος φέρει δύναμιν καὶ τὴν εὐωδίαν αὐτοῦ πλουτεῖ καὶ σημείωσις Χριστοῦ ἐστι καὶ σφραγίς.

Ἡ κοινωνία δὲ αὐτῷ ἑνοῖ τῷ Δεσπότῃ, καὶ αὐτοῦ τῆς σαρκὸς ἀληθῶς καὶ τοῦ αἵματος κοινωνοῦμεν· καὶ ἐπεὶ διὰ βρώσεως ἀπεθάνομεν, καὶ παραδείσου καὶ Θεοῦ ἐχωρίσθημεν, τὴν ζωὴν τὴν αἰώνιον διὰ τῆς κοινωνίας τοῦ κυριακοῦ σώματος, τῆς πνευματικῆς τροφῆς, ἀναλαμβάνομεν αὖθις, καὶ τὴν φθορὰν ἀποβαλλόμενοι, τῷ ἀθανάτῳ ἑνούμεθα, θνητῷ δι’ ἡμᾶς διὰ σαρκὸς γεγονότι διὰ τὴν σωτηρίαν ἡμῶν.

Ἡ χειροτονία δὲ τὴν ἐξουσίαν παρέχει καὶ τὴν δύναμιν τοῦ ποιήσαντος. Καὶ ἐπεὶ οὐδὲν τῶν ὄντων χωρὶς αὐτοῦ, ἦλθε δὲ αὐτὸς εἰς τὸ εὖ εἶναι ἡμᾶς ἀγαγεῖν, ταύτην αὐτοῦ τὴν δύναμιν ἀναλαμβανόμενος ἀφ’ ἡμῶν, παρέσχεν ἡμῖν διὰ τῆς αὐτοῦ ἱερωσύνης, καὶ δι’ αὐτῆς πᾶσαι ἡμῖν αἱ τελεταὶ ἐνεργοῦνται, καὶ οὐδὲν ἅγιον χωρὶς ἱερέως. Ἔτι δὲ καὶ ἐξ ἀρχῆς ἄρχοντας ἡμᾶς τῶν ὁρωμένων καταστησάμενος, πάλιν ἐν τῷ παρόντι κρειττόνως ἄρχοντας ἡμᾶς διὰ τῆς ἱερωσύνης καθιστᾶ· τοῦ οὐρανοῦ γὰρ τὰς κλεῖς τοῖς ἀποστόλοις καὶ ἀλληλοδιαδόχως ἱερωμένοις πᾶσι παρέδωκεν.

Ὁ δὲ γάμος συγκαταβάσεώς ἐστι δῶρον, ὧδε παρὰ Θεοῦ διὰ τὴν παιδοποιΐαν, ἕως τὸ πᾶν τόδε μετὰ τῆς φθορᾶς ἵσταται. Οὐ γὰρ ἐβούλετο ὁ Θεὸς τὴν ἄλογον ἐν ἡμῖν καὶ ἀπὸ ῥοῆς καὶ ῥυπαρὰν σύστασιν εἶναι, ἀλλ’ ἐπεὶ ἀπεθάνομεν ἑκουσίως, ἀφῆκε τὴν διαδοχὴν οὕτω τοῦ γένους ἐνεργεῖν, ὡς καὶ τοῖς ἀλόγοις ἵνα γνῶμεν εἰς τὶ κατέστημεν· καὶ τοῦτο ἕως ἂν ἐξαναστήσῃ καὶ ἀπαθανατίσῃ τὴν φύσιν ὁ ἄφθαρτος, ὁ θανὼν καὶ ὑπὲρ ἡμῶν ἀναστάς. Διὸ καὶ εὐλογεῖ τὸν γάμον αὐτός, ὡς ἂν μὴ χωρὶς εὐλογίας ἡ ἀπαρχὴ τυγχάνῃ τῆς ἡμετέρας ζωῆς ταύτης.

Ἡ μετάνοια δὲ τὴν ἐπανόρθωσιν ἡμῶν αὖθις ἀπὸ τοῦ πτώματος ἐνεργεῖ. Καὶ ἐπειδήπερ μετὰ τὸ βάπτισμα οὐκ ἔστιν ἐπανάκλησις ἄλλη κατά τε χάριν καὶ δωρεάν, καὶ ἀγώνων καὶ πόνων χωρίς, εἰ μὴ δι’ ἐπιστροφῆς καὶ δακρύων, καὶ τοῦ ἐξαγορεῦσαι τὰ πταίσματα, καὶ ἀποστῆναι τῶν κακῶν, τοῦτο τὸ μέγα δέδοται δῶρον. Ἐν ᾧ δὴ καὶ τὸ τῶν μοναχῶν, ὡς δεῖ διαγόντων, εἰσάγεται σχῆμα, ὡς τῆς μετα­νοίας ὑπάρχον ἐνέχυρον.

Ἅγιον ἔλαιον δὲ παραδέδοται, καὶ τοῦτο ὡς ἱερὰ τελετὴ καὶ θείου τύπος ἐλέους, εἰς ἀπολύτρωσιν καὶ ἁγιασμὸν τοῖς ἀπὸ ἁμαρτίας ἐπιστρέφουσι χορηγούμενον. Διὸ καὶ λύσιν ἁμαρτημάτων παρέχεται, καὶ ἐξ ἀρρωστημάτων ἐγείρει, καὶ ἁγιασμοῦ ἐμπίπλησιν.

Ταῦτα δὲ πάντα Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἡμῶν παραδέδωκεν, οἵ τε αὐτοῦ θεῖοι μαθηταὶ δι’ αὐτοῦ. Διπλῶν γὰρ ὄντων ἡμῶν, ἐκ ψυχῆς τε καὶ σώματος, διπλῶς καὶ ταῦτα ἡμῖν παρέσχετο, ὡς ἀληθῶς καὶ αὐτοῦ διπλοῦ δι’ ἡμᾶς γεγονότος, Θεοῦ ἀληθοῦς ὄντος καὶ ἀνθρώπου· ὡς ἂν τῇ μὲν χάριτι τοῦ Πνεύματος νοητῶς ἡμῶν τὰς ψυχὰς ἁγιάζῃ, τοῖς αἰσθητοῖς δέ, ὕδατι, ἐλαίῳ, ἄρτῳ, ποτηρίῳ καὶ τοῖς λοιποῖς ἁγιαζομένοις τῷ Πνεύματι, καθαγιάζῃ ἡμῶν καὶ τὰ σώματα καὶ ὁλοτελῆ παρέχῃ τὴν σωτηρίαν. Οὗτος, ἵνα καὶ τελείους ἡμᾶς ὡς ἔπλασε καταστήσῃ, ὅτι καὶ ἀναστήσει ἀποθνῄσκοντας, καί, ὡς ἐπράξαμεν, ἀπολάβωμεν.

Τὶ μὲν οὖν ἕκαστον εἰς τὴν ἡμῶν σωτηρίαν συντελεῖ εἴρηται· πόθεν δὲ τὴν ἀρχὴν ἕκαστον ἔλαβε, ῥητέον διὰ βραχέων. Ὁ μὲν γάμος ἀρχῆθεν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων νενομοθέτηται συζεύξαντος τῇ Εὔᾳ τὸν Ἀδάμ. Καὶ μὴν καὶ ὁ Κύριος ἐν εὐαγγελίοις πῇ μὲν τιμᾷ τὸν γάμον ἐν θαύματι (Ἰω. 2,1 ἑξ.), πῇ δὲ τοῦ Μωσαϊκοῦ νόμου φαινόμενος ἐπιλαμβάνεται, ἐπιτρέποντος ἀπολύειν τὰς γυναῖκας, διδόντας βιβλίον ἀποστασίου, φάσκων οὐκ ἀπ’ ἀρχῆς οὕτως ἔχειν, ἀλλὰ διὰ τὴν σκληροκαρδίαν τῶν δεχομένων τὸν νόμον τοῦτο ἐπιτετράφθαι, προστιθεὶς δὲ καὶ ὅτι «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» (Ματθ. 19,6). Καὶ μὴν καὶ ὁ Ἀπόστολος, τίμιον τὸν γάμον καὶ τὴν κοίτην ἀμίαντον ἀποφαίνεται (Ἑβρ. 13,4), καὶ μυστήριον τοῦτο καλεῖ, φάσκων οὕτως· ἀδελφοί, «τὸ μυστήριον τοῦτο μέγα ἐστί, λέγω δὲ εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν» (Ἐφ. 5,32). Οὕτω μὲν οὖν τὸ μυστήριον τοῦτο ἄνωθεν μὲν παραδέδοται, ἐβεβαιώθη δὲ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ, καθὼς εἴρηται.

Ἡ μέντοι τάξις ἡ ἱερά, (ἵνα τὰς πρὸ τοῦ νόμου σκιώδεις ἱερατείας παρῶ), διὰ τὴν ἀμυδρότητα τῆς ἐκφάνσεως, προδηλότατα ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων παραδέδοται, τῇ κατὰ νόμον λατρείᾳ κατάλληλος, Οἶγε μὴν ἐν τῇ χάριτι τοῦ τοιοῦδε ἠξιωμένοι ἀξιώματος πρῶτοι, ἐξελέγησαν μὲν ὑπὸ τὸν Μονογενοῦς, καθὼς τὰ λόγια μαρτυρεῖ, φάσκοντα τὸν Κύριον πρὸς τοὺς Ἀποστό­λους, «οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου» (Ἰω. 15, 16-19), ἐτελειώθησαν δὲ κατὰ τὴν Πεντηκοστήν, ἐπιφοιτήσαντος αὐτοῖς τοῦ παναγίου Πνεύματος· ἐκεῖνοι δὲ τοῖς μεθ’ ἑαυτοὺς πᾶσι τοῦ τοιοῦδε μεταδεδώκασι δώρου.

Τὸ δέ γε ἅγιον βάπτισμα, φημὶ δὴ τὸ καθ’ ἡμᾶς (οἱ γὰρ τύποι παρείσθω­σαν νῦν), ἔργῳ καὶ λόγῳ ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ παραδέδοται. Ἔργῳ μέν, τὸ ὑπὸ τοῦ Ἰωάννου ἐν Ἰορδάνῃ δεξάμενος βάπτισμα, λόγῳ δέ, τοῖς οἰκείοις ἐντε­ταλμένος μαθηταῖς, «ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος» (Ματθ. 28,19).

Τὸ δὲ τοῦ θείου μύρου μυστήριον οὐκ ἐμφέρεται μὲν ἐν τῇ θείᾳ Γραφῇ, παραδέδοταί γε μὴν φαίνεται ὑπὸ τῶν μαθητῶν τοῦ Λόγου. Καθὼς ὑπὸ τοῦ θείου Παύλου διδαχθεὶς ὁ ἱερώτατος Διονύσιος ἐν τοῖς ἱεροῖς αὐτοῦ συγγράμμασι (MPG, 3, 472 ἑξ.) παραδέδωκεν. Ὃν δὴ ἄνδρα μετὰ τοὺς Ἀποστόλους ἡ τοῦ Θεοῦ Ἐκκλησία γεραίρει.

Τὸ μέντοι τῆς ἱερωτάτης ἐν τελεταῖς μυστήριον κοινωνίας τυπικῶς μὲν ἐσκιαγράφηται ἐν ταῖς νομικαῖς θυσίαις, ἀληθῶς δὲ παραδέδοται ὑπὸ τοῦ Κύριου, μέλ­λοντος ἐπὶ τὸ πάθος ὅσον οὔπω ἱέναι τὴν ἑσπέραν, ἐν ᾗ τὸ νομικὸν πάσχα σὺν τοῖς ἑαυτοῦ μύσταις ἔφαγε. Μετὰ γὰρ τὸ φαγεῖν αὐτὸ κατὰ τὸν τῷ Μωϋσεῖ παραδεδομένον τρόπον, τὴν καινὴν παραδέδωκε θυσίαν, κλάσας μὲν τὸν ἄρτον καὶ διανείμας αὐτοῖς, καὶ οἰκεῖον σῶμα αὐτοῦ καλέσας, μεταδοὺς δὲ αὐτοῖς τοῦ ποτηρίου, πλήρους ὄντος κράματος ἐξ οἴνου καὶ ὕδατος· ὃ δὴ κρᾶμα τὸ οἰκεῖον αἷμα τυγχάνειν αὐτό­χρημα ἀπεφήνατο· προστάξας δὲ αὐτοῖς τοῦτο μὲν ποιεῖν εἰς τὴν ἐκείνου ἀνάμνησιν, εἰδέναι δέ, ὁσάκις ἂν τοῦτο ποιῶσιν, ὡς τὸν τοῦ Κυρίου καὶ διδασκάλου καταγγέλλουσι θάνατον (Ματθ. 26,26/8, Μάρκ. 14,22/4, Λουκ. 22,19-20, Α΄ Κορ. 11,23/5).

Τὸ δὲ τῆς μετανοίας μυστήριον τυπικῶς μὲν καὶ τῷ Μωϋσεῖ νενομοθέτηται, θυσίας γὰρ ὑπὲρ ἁμαρτίας ἐκεῖνος προσέταξεν, ἐντελῶς δὲ καὶ ἀληθῶς ὑπ’ αὐτοῦ τοῦ Κυρίου, δόντος τὴν ἐξουσίαν ταύτην τοῖς μαθηταῖς καὶ εἰπόντος, «ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται» (Ἰω. 20,23)· καὶ τῷ Πέτρῳ ἰδίᾳ κατ’ ἐξαίρετον ἐπαγγειλάμενος δώσειν τὰς κλεῖς τῆς βασιλείας, καὶ ὅσα ἂν δήσῃ ἐπὶ τῆς γῆς, δεδεμένα ἔσεσθαι ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσῃ ἐπὶ τῆς γῆς, λελυμένα ἔσεσθαι καὶ ἐν τῷ οὐρανῷ (Ματθ. 16,19). Ἠρωτηκότος δὲ τοῦ Πέτρου, ποσάκις ἀφήσει τοῖς ἁμαρτάνουσιν; ἑπτάκις; (τοῦτο ὁ Πέτρος προὔτεινε μέγα τι ποιεῖν δο­κῶν), ἀπεκρίνατο ὁ Κύριος, οὐχ ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά (Ματθ. 18,21/2).

Τὴν δὲ τοῦ ἐλαίου χρίσιν ἴσως μὲν καὶ ὑπὸ ἄλλου τῶν Ἀποστόλων εἰκὸς ῥηθῆναι, προδήλως γε μὴν ὑπὸ τοῦ ἱεροῦ Ἰακώβου τοῦ ἀποστόλου ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ παραδέδοται, φάσκοντος οὐτωσί, ἀδελφοί, «κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω· ἀσθενεῖ τις; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ὑπὲρ αὐτοῦ, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ» (Ἰακ. 5,13/5). Ταῦτ’ οὖν οὕτω παρέδωκε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τελεῖται. Ταῦτα μὲν τὰ τῆς Ἐκκλησίας μυστήρια, τοσαῦτά τε τὸν ἀριθμόν, καὶ τὸν εἰρημένον τρόπον παραδεδομένα, δι’ ὧν οἱ τελούμενοι μεταλαμβάνουσι τῆς ἐπουράνιου δωρεᾶς. Οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι πάντων τῶν μυστηρίων τούτων, οἷόν τι ποιητικὸν καὶ ἀρχικὸν αἴτιον τὸ τίμιόν ἐστι καὶ ἁγιώτατον πάθος τοῦ Κυρίου ἡμῶν, ἐξ οὗ ἢ δι’ ὃ τοῖς μετέχουσιν ἡ χάρις πηγάζεται. Τίς δὲ ὁ λόγος, ἄλλης ἐστὶ σχολῆς καὶ προθέσεως, καὶ οὐ τῆς παρούσης πραγματείας, ἐν ἄλλοις ἐχούσης τὸν σκοπόν.

Κεφάλαιον η΄. Ὅτι ἐν τῇ Ἐκκλησίᾳ καὶ φαῦλοι.

Τὸ ὄγδοον μαρτύρεται, ὅτι συλλόγου οὔσης τῆς Ἐκκλησίας τῶν πιστῶν καὶ ἁγίων, ἐὰν διὰ φαύλων καὶ ὑποκριτῶν ὑπηρετῶνται τὰ μυστήρια, κατ’ οὐδὲν βλά­πτει τὸν ἁγιαζόμενον, κατὰ τὸ εὐαγγελικὸν «ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Φαρισαῖοι» καὶ τὰ λοιπά (Ματθ. 23,2). Φαμὲν οὖν καὶ αὐτοί, εἰ καὶ δι’ ἀναξίων ὑπηρετοῦνται τὰ μυστήρια, καὶ αὐτοὶ οὐδὲν ὠφελοῦνται, μᾶλλον δὲ βλάπτονται, ἀλλ’ οἱ λαμβάνοντες ἁγιάζονται καὶ ὠφελοῦνται· ἡ γὰρ χάρις καὶ δι’ ἀναξίων ὑπηρετῶν ἐνεργεῖ καὶ τὰ μυστήρια τελειοῖ. Τιμητέον οὖν τοὺς ὑπηρετοῦντας ταῦτα, καὶ μὴ τῇ προφάσει τῶν ὑποκριτῶν (ἦν γὰρ καὶ Ἰούδας ἐν Ἀποστόλοις) καταφρονητέον καὶ τοὺς ἀγα­θούς. Ὁ γὰρ θεῖος Χρυσόστομος, ἐξηγούμενος τὴν πρὸς Τιμόθεον, φησίν. «Ὁ τιμῶν ἱερέα, καὶ τὸν Θεὸν τιμήσει, ὁ δὲ μαθὼν ἱερέως καταφρονεῖν, ὁδῷ προβαίνων, καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ· "ὁ δεχόμενος ὑμᾶς, φησίν, ἐμὲ δέχεται καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ" (Ματθ. 10,40)· ἀλλὰ καὶ "τοὺς ἱερέας αὐτοῦ ἐντίμους ἔχε", γέγραπται (Σοφ. Σειρ. 7,31, Φιλιπ. 2,29). Ἐντεῦθεν ἔμαθον οἱ Ἰουδαῖοι τοῦ Θεοῦ καταφρονεῖν, ὅτι Μωσέως κατεφρόνησαν, ὅτι αὐ­τὸν ἐλίθαζον (Ἐξοδ. 17,4).Ὅταν γὰρ πρὸς τὸν ἱερέα τις εὐλαβῶς διατεθῇ, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν. Κἂν δὲ ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁ ὁρῶν, ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμήν, καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, αὐτὸς ἀποδώσει σοι τὴν ἀμοιβήν. "Ὁ δεχόμενος γάρ, φησίν, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται" (Ματθ. 10,41)· οὕτω καὶ ὁ εἴκων καὶ ὑπακούων τῷ ἱερεῖ, καὶ τιμῶν αὐτὸν διὰ τὸν Κύριον, εὐλογηθήσεται. "Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν" καὶ τὰ λοιπά· οὐκ οἶδας, φησί, τί ἐστιν ἱερεύς; ὅτι ἄγγελος Κυρίου ἐστί· μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; εἰ καταφρονεῖς αὐτοῦ, οὐ καταφρονεῖς τούτου, ἀλλὰ τοῦ χειροτονήσαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον, ὅτι Θεὸς αὐτὸν ἐχειροτόνησεν; εἰ μὴ ταύτην ἔχεις τὴν πίστιν καὶ ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ μηδὲν ὁ Θεὸς ἐνεργεῖ δι’ αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστη­ρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα χριστιανὸς εἶ. Τί οὖν, πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Οὔμενουν, πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὴν σωτηρίαν τοῦ λαοῦ. Εἰ γὰρ δι’ ὄνου καὶ διὰ Βαλαάμ, μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκα, ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκα τῆς ἡμετέρας; τί οὐ φθέγγεται; διὰ τίνος οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνήργησε, καὶ διὰ τῶν προφητευσάντων, οἷς φησιν, "οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν" (Ματθ. 7,23). Εἰ οὖν τοιοῦτοι καὶ δαίμονας ἐξέβαλον, πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεί, εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾶν τῶν τοιούτων, αὐτοὶ εἶναι ὀφείλομεν καὶ χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἡ κεφαλὴ κάτω καὶ οἱ πόδες ἄνω. Ἄκουε Παύλου λέγοντος, "ἐμοὶ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας". Καὶ πάλιν, "σὺ τί κρίνεις τὸν ἀδελφόν σου;". Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεός, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιΐαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών (Ἀριθ. 16,1 ἑξ.). Τί οὖν, οὐκ ἀπώλοντο; ἕκαστος οὖν τὰ ἑαυ­τοῦ μεριμνάτω. Εἰ γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου. Εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι’ ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Οὐ δίδωσι τοῖς πένησι, φησίν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; πρὶν ἢ μάθῃς, μὴ μέμψῃ· φοβήθητι τὰς εὐθύνας· πολλὰ ὑπὸ ὑπονοίας κρίνεται· μίμησαί σου τὸν Δεσπότην, καὶ ἄκουε αὐτοῦ λέγοντος· "καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ". Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμεινε τὴν κρίσιν, μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν. Ἐκείνου ταῦτὰ ἐστιν ἐξετάζειν, οὐ σοῦ. Σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ, μὴ περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐκείνου κατηγορῶν, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, αὐτὸς οὐ ποιῶν; οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις. Ὁ Χριστός σοι ταῦτα παραινεῖ· καὶ τὶ λέγω· οὐδὲ Παύλῳ πείθεσθαι χρή, ἄν τι, ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ Ἀποστόλῳ, τῷ τὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ.

Μὴ κρίνωμεν τὰ ἀλλήλων, ἀλλὰ τὰ αὑτοῦ ἕκαστος· ἐξέτασόν σου τὸν βίον καλῶς. Ἀλλ’ ἐκεῖνος ὀφείλει μου βελτίων εἶναί φησι· διὰ τί; ὅτι ἱερεύς ἐστι· καὶ τὶ σοῦ πλέον οὐκ ἔχει; οὐχὶ τοὺς μόχθους; οὐχὶ τοὺς κινδύνους; οὐχὶ τὴν ἀγωνίαν; οὐχὶ τὴν ταλαιπωρίαν; Κλέπτει καὶ ἱεροσυλεῖ· πόθεν οἶδᾳς; τὶ κατὰ κρημνῶν ὠθεῖς σαυτόν; ἀπονοίας ταῦτα τὰ ῥήματα. Ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα. Ἐνταῦθα δέ, τί ἀναδέχῃ τὸν κίνδυνον; Ταῦτα τὰ ῥήματα οὐκ εἰσὶν ἀνεύθυνα. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· "λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄν­θρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως" (Ματθ. 12,36). Ὅλως οἴει τινὸς βελτίων εἶναι; οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ στῆθος, οὐδὲ κάτω τύπτεις, οὐδὲ μιμεῖ τὸν τε­λώνην; οὐκοῦν ἀπώλεσας σεαυτόν, κἂν βελτίων ᾖς. Βελτίων εἶ; σίγα, ἵνα μένῃς βελτίων. Ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν, ἐξέτασόν σου τὸν βίον. Σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι οὐκ εἰμὶ ὡς οὗτος ὁ ἱερόσυλος. Καὶ οὐ πάντα κενοῖς; ταῦτα δέ, φησι, λέγειν ἀναγκάζομαι, οὐκ ἐπειδὴ ἐκείνων μοι μέλλει τοσοῦτον, ἀλλ’ ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν τὴν ἀρετὴν διὰ τῆς κατακρίσεως. Ἄκουε τοῦ Παύλου· "τὸ ἔργον αὐτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἔξει" (Γαλ. 6,4). Εἶπέ μοι, ἂν εἰς ἰατρεῖον ἔλθῃς, τραῦμα ἔχων, ἀφεὶς τὸ θεραπευθῆναι, περιεργάζῃ τὸν ἰατρόν, εἴτε ἕλκος ἔχει, εἴτε οὐκ ἔχει; μὴ γάρ, ἂν ὁ ἱερεὺς ᾖ κακός, οὐκ ἔσται παραμυθία τῷ ἀρχομένῳ; οὐδαμῶς· ἀλλὰ δώσει μὲν ἐκεῖνος δίκην τὴν ὡρισμένην· δώσεις δὲ καὶ αὐτὸς τὴν πρέπουσαν. Τίνος οὖν ἕνεκεν, φησί, προκάθηται; μὴ λέ­γω μὲν (παρακαλῶ) τοὺς ἱερεῖς κακῶς, ἵνα μὴ κακῶς τὰ ἡμέτερα διαθῶμεν. Ἐξετάζωμεν δ’ αὐτούς, οὐδένα κακολογοῦντες. Αἰδεσθῶμεν τὴν ἡμέραν ἐκείνην, καθ’ ἣν ἡμᾶς ἐφώτισεν· ἂν πατέρα τις ἔχῃ, κἂν μυρία ἔχῃ δεινά, πάντα συσκιάζει· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. Αἰδέσθητι ὅτι καθ’ ἑκάστην ἡμέραν διακονεῖ, ἀναγινώσκεσθαί σοι ποιεῖ τὰς γραφάς, διὰ σὲ κοσμεῖ τὸν τοῦ Θεοῦ οἶκον, διὰ σὲ ἀγρυπνεῖ, εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν. Εἶπέ μοι φαῦλός ἐστι, καὶ τί τοῦτο; ὁ γὰρ μὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ μεγάλα ἀγαθά; οὐδαμῶς. Πρὸς τὴν πίστιν τὴν σὴν τὸ πᾶν ἐνεργεῖται. Οὔτε δίκαιος ὠφελήσει τι, μὴ ὄντος σοῦ πιστοῦ, οὔτε ὁ φαῦλος βλάψει τι, ὄντος σοῦ πιστοῦ. Διὰ βοῶν ἐνήργησεν ὁ Θεὸς ἐπὶ τῆς κιβωτοῦ, ὅτε ἐβούλετο σῶσαι τὸν λαὸν αὐτοῦ. Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτον συντελεῖ; οὐκ ἔστι ταῦτα, ἃ χαρίζεται ὁ Θεός, ὡς ὑπὸ ἱερατικῆς ἀρετῆς ἀνύεσθαι. Τὸ πᾶν τῆς χάριτός ἐστιν· τούτου ἐστὶν ἀνοῖξαι τὸ στόμα, τὸ δὲ πᾶν τοῦ Θεοῦ· σύμβόλον οὗτος πληροῖ μόνον. Ἐννόησον τὸ μέσον τοῦ Ἰωάννου καὶ τοῦ Ἰησοῦ, καὶ ἄκουε Ἰωάννου, "ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχει πρός με;" (Ματθ. 3,14) ὅμως τὸ Πνεῦμα κατηνέχθη, ὅπερ οὐκ εἶχεν ὁ Ἰωάννης· οὐ μὴν οὐδὲ Ἰωάννης ἐποίησε κατενεχθῆναι. Τί οὖν τοῦτο; ἵνα μάθῃς, ὅτι σύμβολον ὁ ἱερεὺς πληροῖ, τὸ πᾶν δὲ ὁ Θεὸς ἀπεργάζεται· ἡ προσφορὰ ἡ αὐτή ἐστι, κἂν ὁ τυχὼν προσενέγκῃ ἱερωμένος, κἂν Παῦλος, κἂν Πέτρος, ἡ αὐτή ἐστιν, ἣν ὁ Χριστὸς τοῖς μαθηταῖς ἔδωκε, καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν. Οὐδὲν αὕτη ἐλάττων ἐκείνης, ὅτι καὶ τούτην οὐκ ἄνθρωποι ἁγιάζουσιν, ἀλλὰ Θεός. Ὁ δὲ νομίζων τοῦτο ἔλαττον ἐκείνου εἶναι, οὐκ οἶδεν, ὅτι ὁ Χριστὸς καὶ νῦν πάρεστι καὶ νῦν ἐνεργεῖ. Ταῦτα τοίνυν εἴδοτες, οὐδὲ γὰρ ἁπλῶς ἡμῖν ταῦτα πάντα εἴρηται, ἀλλ’ ἵνα διορθώσωμεν τὴν γνώμην καὶ ἀσφαλίσωμεν, πολλὴν τῶν εἰρήμενων τὴν φυλακὴν ἐπιδείξασθαι· ἂν δὲ ἀεὶ μὲν ἀκούωμεν, πράττωμεν δὲ μηδέποτε, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν λεγομένων. Προσέχωμεν τοίνυν ἀκριβῶς, προσέχωμεν τοῖς λεχθεῖσι μετ’ ἐπιμελείας· ἀπογράψωμεν αὐτὰ τὰ κακῶς λεγόμενα ἀφ’ ἡμῶν, ἔχωμεν δὲ κεκολαμμένα τῷ συνειδότι» (MPG, 66, 609-614) τὰ καλά, καὶ διηνεκῶς μνημονεύοντες καὶ ὀρθῶς ἐκτελοῦντες, κατὰ τὴν θείαν τῶν Πατέρων ἔγγραφόν τε καὶ ἄγραφον ἀγαθὴν παράδοσιν, δόξαν ἀναπέμποντες τῇ μακαρίᾳ Τριάδα, ἀμήν.

Κεφάλαιον θ΄. Περὶ βαπτίσματος.

Τὸ ἔνατον λέγει, ὅτι δεῖ βαπτίζεσθαι τὰ βρέφη, καὶ μὴ καιρὸν περιμένειν. Ὃ δὴ καὶ ἡμεῖς οὕτω ποιοῦμεν, ἵνα μή τι συμβῇ τῇ ἀναβολῇ· πλὴν καθὼς μερικῶς ἐσαφηνίσθη ἐν τῇ τοῦ δευτέρου κεφαλαίου ἀπολογίᾳ. Ἐὰν γὰρ μή τις ἀναγεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν (Ἰω. 3,5). Μεταδιδόαμεν δὲ αὐτοῖς ὕστερον, ὡς εἴρηται, τῆς θείας κοινωνίας. Κατὰ γὰρ τὸν μέγαν Βα­σίλειον, ὃς ἀναγεννηθῇ, καὶ πνευματικῆς τροφῆς δεῖται (MPG, 31, 1573 ἑξ.). Καὶ ὁ Κύριος, «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε τὸ αἷμα αὐτοῦ, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τοῦ Θεοῦ» (Ἰω. 6,53). Δεῖ οὖν καὶ ἀμφοτέρων, καὶ βαπτίσματος καὶ μεταλήψεως.

Κεφάλαιον ι΄. Περὶ τοῦ Κυριακοῦ δείπνου.

Τὸ δέκατον περὶ τοῦ Κυριακοῦ δείπνου διαλαμβάνει, πλὴν οὐκ εἰς πλάτος, ἀλλ’ ἀσαφῶς πως εἰπεῖν. Πολλὰ γὰρ ἀκούεται τούτου ἕνεκα παρ’ ὑμῖν, ἡμῖν ἀπαρέσκοντα. Δοξάζει οὖν ἡ Καθολικὴ Ἐκκλησία, ὅτι μετὰ τὸν ἁγιασμὸν ὁ μὲν ἄρτος μεταβάλλεται εἰς αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ, ὁ δὲ οἶνος εἰς αὐτὸ τὸ αἷμα διὰ Πνευ­ματος ἁγίου, ἐνζύμου ὄντος δηλαδὴ τοῦ ἄρτου καὶ οὐκ ἀζύμου. Ὁ γὰρ Κύριος τῇ νυκτὶ ᾗ παρεδίδοτο, λαβὼν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε, φάγετε, οὐ τοῦτο εἰπών ἐστιν ἄζυμον, ἢ τύπος τοῦ σώματος, ἀλλὰ τοῦτό ἐστι τὸ σῶμά μου καὶ τὸ αἷμά μου (Ματθ. 26,26, Α΄ Κορ. 4,1)· οὔτε μὴν τότε δοθείσης τῆς σαρκὸς τοῦ Κυρίου, ἣν ἐφόρει, εἰς βρῶσιν τοῖς Ἀποστόλοις, καὶ τοῦ αἵματος εἰς πόσιν, ἢ νῦν ἐν τῇ θείᾳ μυσταγωγίᾳ καταβαίνοντος τοῦ κυριακοῦ σώματος ἐξ οὐρανοῦ, βλάσφημον γάρ, ἀλλὰ καὶ τότε καὶ νῦν μεταποιουμένου καὶ μεταβαλλομένου, τῇ ἐπικλήσει καὶ χάριτι τοῦ παντο­δυνάμου καὶ τελεταρχικοῦ Πνεύματος, διὰ τῶν θείων καὶ ἱερῶν εὐχῶν καὶ λογίων, τοῦ μὲν ἄρτου εἰς αὐτὸ τὸ τοῦ Κυρίου σῶμα, τοῦ δὲ οἴνου εἰς αὐτὸ τὸ τοῦ Κυρίου αἷμα. «Ὁ ἄρτος γάρ, φησιν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν» (Ἰω. 6,15), ἁγιάζουσα πάντας τοὺς πιστούς· καθάπερ καὶ αὐτὸς μετασχὼν τοῦ ἡμετέρου φυράματος, Θεάνθρωπος ἐγένετο, καὶ ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινώνηκεν, οὕτω καὶ ἡμεῖς μεταλαμβάνοντες τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος, θέσει καὶ χάριτι θεοὶ χρηματίσωμεν. Οὐ τύπος λοιπὸν ἢ ἄζυμον ὁ ἄρτος τοῦ κυριακοῦ σώματος, ὁ ὑπὸ τοῦ ἱερέως μυσταγω­γούμενος, ἀλλ’ ἔνζυμον, καὶ αὐτὸ τὸ τοῦ Κυρίου σῶμα, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἀποφαίνεται, ὡς μερικῶς ἐδηλώθη. Σαφηνισθήσεται δὲ καὶ τοῦτο καὶ τὸ περὶ τῆς ἐκπορεύσεως τοῦ Πνεύματος καὶ λοιπῶν ἄλλων ἐν τῷ οἰκείῳ τόπῳ πλατύτερον, ἀπο­λογούμενοι πρὸς τὸν ὑμέτερον λόγον, τὸν φάσκοντα, ὅτι συμφωνεῖτε Λατίνοις, διαφωνία δὲ μόνη ὑμῖν καὶ αὐτοῖς περί τινων, ὧν λέγεται καταχρήσεων.

Κεφάλαιον ια΄. Περὶ ἐξομολογήσεως.

Τὸ ἑνδέκατον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῦ ἐξομολογούμενου διὰ τοῦ οἰκο­νόμου τῶν μυστηρίων (Α΄ Κορ. 4,1) γίνεσθαι διαγορεύει, πλὴν οὐκ ἀνάγκη πάντα λέγειν καὶ κατ’ εἶδος ἀπαριθμεῖν, κατὰ τὸ «ἁμαρτήματα τίς συνήσει;» (Ψαλμ. 18,13). Λέγομεν τοίνυν ἀποκρινόμενοι, ὅτι πρῶτον μὲν ὁ τοιοῦτος οἰκονόμος ὀφείλει εἶναι πνευματικὸς ἰατρός, ἀκριβῶς ἐπιστάμενος τὰ πνευματικά· εἶτα ὁ ἐξομολογούμενος, εἰς ὅσα δυνηθῇ καὶ ἐνθυμηθῇ κατ’ εἶδος εἰπεῖν καὶ ἐξομολογήσασθαι μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης, λαμβάνει τὴν ἴασιν, ἐργαζόμενος δηλαδὴ τὰ ἀντίθετα, οἷς ἔπραξεν ἁμαρτήμασιν· οἷον ἐὰν ὑπερηφανεύσατο, ἵνα τῇ ταπεινώσει διορθωθῇ, εἰ δὲ ᾐσχροκέρδησεν, ἵνα ἀποδῷ ὅσα ἀδίκως ἔλαβε, καὶ ἐκ τῶν οἰκείων ἔτι, καὶ ἐν τοῖς λοιποῖς κατὰ τὸν κανόνα τὸν τεταγμένον καὶ τοῖς Πατράσι διωρισμένον, ὃς ὀφείλει εἶναι κατὰ Θεόν, καὶ οὐχὶ διὰ μισθὸν ἢ πορισμόν, ὅπερ εἴη ἂν κάκιστον καὶ ἱκανοποιΐα θεομισής. Οἱ γὰρ πνευματικοί, οἱ διὰ κέρδος ἴδιον καπηλεύοντες τὰ θεῖα καὶ δόμασιν ἐξικανούμενοι, καὶ ἀναλαμβάνοντες τυχὸν ἄλλων ἁμαρτίας καὶ τοιαῦτα κατεργαζόμενοι, μωμητοί εἰσι καὶ θείας τεύξονται κολάσεως καὶ ἀπωλείας. Καὶ ἡμεῖς τοὺς φωραθέντας ἐκ τούτων μεγάλης ἀξιοῦμεν τῆς παιδείας, καὶ ἔκπτωσιν τῆς πνευματικῆς ἀξίας καταδικάζομεν. Οὐ γὰρ ἀργυρίοις ἢ δώροις ἢ ἄλλοις μετρεῖται τὰ πνευματικὰ καὶ ἀντίλυτρον τὰ παραπλήσια γίνεται, ἀλλ’ ἰδίᾳ ὡς εἴπομεν τοῦ ἐξομολογούμενου συντριβῇ τῆς καρδίας καὶ ἐργασίᾳ τῶν ἀντιθέτων καὶ τελείᾳ τῶν κακῶν ἀποχῇ. Ὅσα δὲ διὰ λήθην ἢ αἰδῶ ἀνεξομολόγητα ἐάσειεν, εὐχόμεθα τῷ ἐλεήμονι καὶ πανοικτίρμονι Θεῶ καὶ ταῦτα συγχωρηθῆναι αὐτῷ, καὶ πεπείσμεθα τὴν συγχώρησιν τούτων ἐκ Θεοῦ λήψεσθαι. Ὡς γὰρ ὁ θεῖος Βασίλειος, ὁ τὰ πνευ­ματικὰ μέγας, φησί (MPG, 31, 985), πᾶν ἁμάρτημα ἀναφέρεσθαι δεῖ τῷ προεστῶτι· κακία γὰρ σιωπηθεῖσα, νόσος ὕπουλός ἐστι τῇ ψυχῇ· καὶ τὰς διορθώσεις δέ, κατὰ τὸν τῆς ἰατρείας λόγον, προσαγαγέτω τοῖς ἐμπαθέσι, μὴ ὀργιζόμενος τοῖς ἀσθενοῦσιν, ἀλλὰ τῇ νόσῳ μαχόμενος· καὶ ἐπεναντίον μὲν ἱστάμενος πρὸς τὰ πάθη, δι’ ἐπιπονωτέρας δέ, εἰ δέοι, διαγωγῆς ἰώμενος τὸ ἀρρώστημα τῆς ψυχῆς· οἷον τὴν κενοδοξίαν, τῇ ἐπιτάσει τῶν τῆς ταπεινοφροσύνης ἐπιτηδευμάτων, ὕπνον ἄμετρον, διὰ τῆς ἐν προσευχαῖς ἀγρυπνίας, ἀργίαν σώματος, διὰ τῶν κόπων, βρῶσιν ἀπρεπῆ, διὰ τῆς ἀσιτίας καὶ τὰ ἑξῆς. Ὁ δὲ θεραπευόμενος τὰ ἐπιτίμια μὴ ὡς τυραννίδα νομιζέτω, τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς προσαγομένην ἐπιμέλειαν· αἰσχρὸν γάρ, τοὺς μὲν τὰ σώματα νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν τέμνωσι, κἂν καίωσι καὶ πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι, ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν ἡμῶν θεραπευτάς, ὅταν δι’ ἐπιπόνου ἀγωγῆς τὴν σω­τηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ὁ δὲ ἐπιτιμῶν, οὐ δεῖ ἐπ’ ἴσης ἐπιτιμᾶν τοῖς εὐλαβέσι καὶ τοῖς ἀδιαφόροις, ὅταν ἐν τῷ αὐτῷ ἁμαρτήματι εὑρίσκωνται ἀμφότεροι. Ὁ μὲν γὰρ εὐλαβής, εὐλαβὴς ὤν, ἀγωνιῶν τε ἅμα περὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως καὶ ἀγωνιζόμενος, κατὰ περίστασίν τινα καὶ σχεδὸν ὡς οὐκ ἠθέλησεν ἐσφάλη καὶ ὤλισθεν· ὁ δὲ ἀδιάφορος, οὐδένα λόγον οὔτε ἑαυτοῦ οὔτε τοῦ Θεοῦ ποιούμενος, καὶ οὐδεμίαν διαφορὰν τοῦ τε ἁμαρτάνειν καὶ τοῦ κατορθοῦν τιθέμενος, τὰ πρῶτα καὶ μεγάλα κακὰ νοσεῖ, ἢ καταφρόνησιν Θεοῦ, ἢ ἀπιστίαν τοῦ εἶναι Θεόν. Δύο γὰρ ταῦτα αἴτια ψυχῇ τοῦ ἁμαρτάνειν γίνεται, ὡς ἡ Γραφὴ μαρ­τυρεῖ (Ρωμ. 3,18, Ψαλμ. 35,2), λέγουσα πότε μέν, φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ, ποτὲ δὲ «εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός» (Ψαλμ. 13,1, 52,2). Ὥστε ἢ καταπεφρόνηκε, καὶ διὰ τοῦτο ἁμαρτάνει, ἢ αὐτὸ τὸ εἶναι Θεὸν ἀρνεῖται, καὶ διὰ τοῦτο ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρεται, κἂν ὁμολογεῖν δοκῇ. «Θεὸν γὰρ ὁμολογοῦσιν εἰδέναι, τοῖς ἔργοις δὲ ἀρνοῦνται» (Τίτ. 1,16). Ὧν οὕτως ἐχόντων, καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως λογιζέσθω ἕκαστος διάφορον εἶναι ἀναγκαίως ὀφείλειν. Πρὸς δὲ τούτοις εἰδέναι δεῖ ἔτι, ὅτι χρὴ τὴν χάριν τοῦ Θεοῦ, δωρεὰν λαμβάνοντα τὸν πνευματικόν, δωρεὰν καὶ διδόναι, καὶ μὴ πραγματεύεσθαι αὐτὴν πρὸς τὰς ἰδίας ἡδονάς, κατὰ τὸ τοῦ Κυρίου λόγιον· «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε» (Ματθ. 10,8)· καὶ ὁ Παῦλος· «οὔτε γὰρ ἐν λόγῳ κολακείας ἐγενόμην ὑμῖν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας· Θεὸς μάρτυς, οὔτε ζητῶ ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι, ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε» (Α΄ Θεσ. 2, 5-8).

Κεφάλαιον ιβ΄. Περὶ μετανοίας.

Τὸ δυοκαιδέκατον ὑμῶν κεφάλαιον ἀποφαίνεται τοὺς μετὰ τὸ βάπτισμα ἁμαρτάνοντας τῆς ἀφέσεως τυγχάνειν τῶν ἁμαρτημάτων, ὅτε ἐπιστροφὴν καὶ μετάνοιαν ἐνδείξονται διὰ συντετριμμένης καρδίας καὶ πίστεως ὑγιοῦς. Ἀποκρινόμεθα γοῦν κἀν τούτῳ λέγοντες, οὕτως ἔχειν τὸ ἀληθές· αὐτὸς γὰρ ὁ Κύριός φησιν, ἀφίεσθαι τὰς ἁμαρτίας, οὐχὶ ἕως ἑπτά, ἀλλ’ ἕως ἐβδομηκοντάκις ἑπτά (Ματθ. 18,22), ὡρισμένῳ ἀριθμῷ ἀντὶ ἀορίστου χρησάμενος· καὶ πάλιν, «τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω» (Ἰω. 6,37). Τὸ δὲ ἀποβάλλεσθαι ὑμᾶς τὰς κανονικὰς ἱκανοποιΐας διόλου παντοιοτρόπως τὸ σύνολον, περὶ τούτου φαμέν· ἐὰν αὗται ἐπιτίθενται ὡς φάρμακα ὑπὸ τῶν πνευματικῶν ἀνδρῶν, ἀναργύρως δηλαδὴ καὶ ἀκαπήλευτως, κατὰ τῶν ὑπερηφάνων τυχὸν ἢ φιλαργύρων ἢ γαστριμάργων ἢ ἀκολάστων ἢ φθονερῶν ἢ ὀργίλων ἢ τῶν ἀκηδίας ἐχόντων ἢ καὶ κατὰ τῶν ἄλλοις περιπαρέντων ἁμαρτήμασι συμβάλλονται καὶ βοηθοῦσιν, ὡς οἱ θεῖοι Πατέρες κανονίζεσθαι προσετάξαντο, τοὺς ἐπιστρεφομένους καὶ μετανοοῦντας. Ἂν δὲ αἱ ἱκανοποιΐαι γίνωνται πρὸς κέρδος ἢ πορισμὸν τῶν ἐπιτιθέμενων αὐτάς, καὶ οὐκ ὀρθῷ καὶ ψυχωφελεῖ σκοπῷ, οὔτε μὴν καθὼς ἐτυπώθησαν καὶ ἐγράφησαν, ἐπὶ ἰάσει μιᾶς ἑκάστης ἁμαρτίας, τότε καὶ ἡμεῖς αὐτὰς ἀποβαλλόμεθα, καὶ κακῶς καὶ κενῶς γίνεσθαι φαμὲν καὶ πιστούμεθα, ὃ ἀναντίρ­ρητον πάντως. Τὴν ἄφεσιν δὲ δίδομεν μετ’ ἐπιτιμίων, διὰ πολλὰς αἰτίας εὐλόγους. Πρῶτον μὲν ἵνα διὰ τὴν ἑκούσιον κακοπάθειαν τῆς ἀκουσίου τιμωρίας ἐκεῖσε ἀπαλλαγῇ· οὐδενὶ γὰρ οὕτως ὁ Θεὸς θεραπεύεται, ὡς κακοπαθείᾳ· ὅθεν καὶ ὁ Γρηγόριος εἴρηκε, «δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται». Δεύτερον δὲ ἵνα τὸ φιλήδονον φρόνημα τῆς σαρκὸς ἐξαιρεθῇ, ὅπερ αἴτιον· τὰ ἐναντία γὰρ διὰ τῶν ἐναντίων θεραπεύεται, ὡς ἐμάθομεν. Τρίτον, ἵνα δεσμός τις καὶ χαλινὸς ᾖ τὸ ἐπιτίμιον τῆς ψυχῆς, ἵνα μὴ πάλιν τοῖς αὐτοῖς ἢ καὶ χείροσιν ἐγχειρίσῃ κακοῖς. Τέταρτον, ἵνα συνεθισθῇ τοῖς πόνοις· ἐπίπονον γὰρ ἡ ἀρετή. Πέμπτον, ἵνα πίστιν λάβωμεν, εἰ τελείως τὴν ἁμαρτίαν ἐμισήσαμεν. Ἀλλὰ ταῦτα πάντα παρορῶμεν, ἐν οἷς τὸ χρεὼν κατεπείγει πρὸς τὴν τοῦ σώματος ἔξοδον, ἀρκεῖν ἡγούμενοι τὴν τοῦ μετανοοῦντος γνησίαν πρόθεσιν καὶ ἐπιστροφήν, πρὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν. Ἀφίεμεν δὲ ταῦτα κατὰ τὴν ἐξουσίαν τοῦ εἰπόντος, «ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας» καὶ τὰ λοιπά (Ἰω. 20,23)· καὶ οὕτω πιστεύομεν ἀφίεσθαι καὶ τὴν τιμωρίαν· καὶ εἰς ἐχέγγυον τούτου τὴν θείαν δωρεὰν τῆς εὐχαριστίας δίδομεν. Τὸ γὰρ μετανοῆσαι γνησίως εἰς τὴν γνώμην κεῖται τοῦ ἁμαρτήσαντος, τὸ δὲ μὴ πληρῶσαι τὸ ἐπιτίμιον, ἐν τῇ κρίσει τοῦ Θεοῦ· καὶ διὰ τοῦτο βασιλικῶς ἐκ μόνης φιλανθρωπίας τὴν ἄφεσιν χαρίζεται, καθάπερ τῷ λῃστῇ μνήμην μόνον ἐν τῇ βασιλείᾳ αἰτησαμένῳ (Λουκ. 23,42). Ἂν δὲ καί τις τρέφῃ πεινῶντας, ποτίζῃ διψῶν­τας, καὶ τὰ λοιπὰ ἔργα τῆς ἐλεημοσύνης ποιῇ, ἃ ἐν τῇ κρίσει Θεὸς ἐξαγγέλλει καὶ ἐν εὐαγγελίοις (Ματθ. 25, 35-36) δηλοῖ, πάντως ἀφέσεως τεύξεται, καὶ ῥυσθήσεται τῆς κολάσεως· ἀναγκαιοτέρα γὰρ τῶν ἀρετῶν ἡ ἐλεημοσύνη· ὁ γὰρ διδάξας, φησίν (Ματθ. 5,7, 18,33), ἕτερον ἐλεῆσαι, ἐκατονταπλασίονα λήψεται καὶ αὐτὸς ἐκ τῆς χρηστῆς αὐτοῦ παραινέσεως, χορηγηθέντων τοῖς δεομένοις, καὶ ἴσα τῷ παρασχόντι αὐτῷ γενήσεται. Πρὸς ὠφέλειαν καὶ τούς δε τοὺς λογισμοὺς τεθῆναι ἄξιον.

Ὄψον χωρὶς ἅλατος,

Λόγος ἄνευ ἀληθείας,

Ἔργα πλὴν πίστεως,

Ἀρχὴ δίχα τέλους,

Καὶ ἀρετὴ χωρὶς ἐλεημοσύνης, νεκρά.

Ὡς οὐδὲν τῶν ζῴων μεθ’ ἑνὸς ποδὸς περιπατεῖ, καὶ οὐδὲν τῶν πτηνῶν ἑνὶ πτερῷ ἵπταται καὶ οὐδὲν τῶν πλοίων μεθ’ ἑνὸς πλευροῦ πλέει καὶ οὐδεὶς τῶν οἴκων μεθ’ ἑνὸς τοίχου σκέπει, οὕτως οὐδεὶς σῴζεται τῶν σῳζομένων, ἂν μὴ τῇ μετὰ χεῖρας ἀρετῇ συζεύξῃ τὴν ἐλεημοσύνην. Αὕτη γὰρ ὄντως καὶ ἐλλειφθεῖσα κολάζει διὰ τὴν ἔλλειψιν, καὶ τελεσθεῖσα σῴζει διὰ τὴν πρόσθεσιν. Ὥσπερ γάρ, ἐὰν ἔχῃ τις φίλον τὸν Θεόν, πάντας φίλους ἕξει, ἀκολούθως καὶ τοὺς ἁγίους, οὕτω πᾶς τις ἐλεη­μοσύνην ἔχων, ταύτῃ πάσας ἔχει ἑπομένας καὶ τὰς λοιπὰς ἀρετάς· οὐ μὴν τοὐναν­τίον. Καὶ μή τις προβαλλέσθω ἐνταῦθα τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις τελειωθέντας, ὡς ταύτης ἄνευ τῷ Κυρίῳ εὐαρεατήσαντας· ἐπεὶ κἀκεῖνοι πρότερον πάντα τοῖς πένησι διανείμαντες, οὕτω τοὺς ἐν μέσῳ θορύβου κατέλιπον.

Φέρε δὲ καὶ ἀπὸ κοινῶν ἐννοιῶν ἴδωμεν ταύτας τὰς ὠφελείας, καὶ ὡς ῥᾴδιον καὶ χρήσιμον ἡ ἀποβολὴ τῆς κτήσεως. Εἶπέ μοι, εἰ ἐχρεώστεις χιλίας λίτρας χρυσίου, καὶ τῇ τοῦ δανειστοῦ σου χρηστότητι προὔκειτο πάλιν, εἰ πᾶν τὸ εὑρισκό­μενόν σοι δώσεις, ἀπαλλαγῆναί σε παντὸς τοῦ χρέους εὐθύς, οὐδὲν δὲ καθ’ ὑπόθεσιν ἐκέκτησο πλὴν νομισμάτων τριῶν, οὐκ ἂν ταῦτα μετὰ προθυμίας ἀπέδωκας; Ἄλλο· εἴπερ ὑπῆρχες ἐν ἀλλοφύλοις αἰχμάλωτος, καί σοι προὔκειτο δουλεύειν ἐν ἐσχάτῃ ταλαιπωρίᾳ σιδηροφοροῦντα διόλου, εἶτα μετὰ τοῦτο κεκήρυκτο ἀπελεύθερον εἶναί σε τοῦ λοιποῦ, μόνον τὰ περιττεύοντά σοι τῶν ὄντων παρέξῃς τοῖς χρήζουσιν, οὐκ ἂν καὶ αὐτὰ παρέσχες τὰ ἀναγκαῖα; Εἰ ἐπωλεῖτο τὸ οἰκούμενον μέρος τῆς γῆς τοσούτου τιμήματος, ὅσον τιμᾶται τὰ σά, οὐκ ἂν ταῦτα πάντα προθύμως παρέσχες, ὥστε ταύτης γενέσθαι κύριος, καὶ ζημίαν ἐσχάτην ἡγήσω, τὸ ἐκπεσεῖν ἐμπορίας καὶ κέρδους τοσούτου; Εἴ τίς σε γεγηρακότα καὶ ἀποθνήσκειν ἐν πενίᾳ ἐσχάτῃ μέλλοντα, ἐξαίφνης πόνου δίχα καὶ κόπου, νέον ποιήσειν ὑγιέστατον, ἀθάνατον καὶ πλουσιώτατον ἐπηγγείλατο, εἰ μόνον ἓν κτῆμα τῶν σῶν τοῖς συνδούλοις χαρίσῃ τοῖς σοῖς, οὐκ ἂν τοῦτο αὐτίκα παρέσχες προθύμῳ ψυχῇ; Εἴπερ ὑπῆρχες ἀνθρώπων πάντων πενέστατος, ὑπέσχετο δέ σοι βασιλεύς, εἰ μίαν μόνην τῶν ἐντολῶν αὐτοῦ τηρήσεις, μετὰ μικρόν σε βασιλέα ποιήσειν ἀθάνατον, οὐκ ἂν προθυ­μότατα τούτην ἐτήρησας; Εἴ τίς σοι τῶν τοῦ κόσμου ἀρχόντων μυρία τῶν αὐτοῦ ἀγαθῶν ἐχαρίζετο εἰς ἀπόλαυσιν, χιλιοστημόριον μόνον τούτων παρὰ σοῦ ἀπαιτῶν, καὶ τοῦτο πάλιν διὰ σὲ καὶ τὴν σὴν εὐδοκίμησιν, οὐκ ἂν προθύμως παρεῖχες τὸ αἴτημα; Εἰ διὰ τῶν σῶν ἁμαρτημάτων τὸ πλῆθος ἀπόφασιν ὁ κριτὴς ἀπεφήνατο κατὰ σοῦ, ὥστε ἀποθανεῖν σε σήμερον αἴσχιστα, ἂν μὴ τὸ ἑκατοστημόριον τῶν σῶν ὑπαρχόντων χαρίσῃ τῇ βουλῇ καὶ τῷ δήμῳ, οὐκ ἂν ἀσμένως καὶ τὸ ἥμισυ τούτων ἐκένωσας; Εἴ τίς σοι πάσας ἀναπαύσεις ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ πάσας σοι τὰς κολάσεις ἐδείκνυε, καὶ τῶν μὲν τὴν ἀπαλλαγὴν ὑπισχνεῖτο, τῶν δὲ τὴν ἀπόλαυσιν ἐχαρίζετο, ᾐτεῖτο δὲ παρὰ σοῦ τῶνδε χάριν μικράν τινα δωρεάν, οὐκ ἂν τούτῳ ἀσμένως πάντα παρέσχες τὰ σά;

Ἀλλὰ μὴ θαυμάσῃς, ὅτι μόνη πάντα δύναται ποιεῖν ἐλεημοσύνη· ὁ γὰρ ἐλεῶν καὶ ἀγαπῶν τοὺς πτωχοὺς διὰ Κύριον, καὶ τοῦ ἀπείρου τῶν ἁμαρτιῶν λυτροῦται χρέους, καὶ τῆς δεινῆς αἰχμαλωσίας τῶν δαιμόνων, καὶ πάντα τὸν κόσμον μικροῦ ὠνεῖται τιμήματος, καὶ ἀνανεοῦται καθάπαξ, καὶ μένει ἀθάνατος, καὶ βασιλεύει βασιλείαν οὐράνιον. Καὶ ἅτε δοῦλος εὐγνώμων, πάντα τὰ τοῦ Κυρίου κληρονομεῖ, καὶ τὴν «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου» (Ματθ. 25,34) κλῆσιν ἀξίως τῷ ὄντι πλουτεῖ, καὶ πάσης ἀπαλλαττόμενος τιμωρίας, παντὸς καλοῦ ἀπολαύει διηνεκῶς. Οὐκοῦν, κατὰ γνώμην ἐμήν, μὴ ἀνάμενε παρελθεῖν σου τὸν βίον, ἀλλ’ ἕως ἂν ζῇς, ἀπὸ τῆς τραπέζης σου καθ’ ἡμέραν, ἀπὸ τοῦ φυράματός σου, ἀπὸ τῶν κερδῶν σου, ἀπὸ τῶν ἱματίων σου, ἀπὸ τῶν ἐσόδων σου μεταδίδου τοῖς χρήζουσιν· «ὁ γὰρ ἐλεῶν πτωχόν, δανείζει Θεῷ» (Παρ. 19,17). Μᾶλλον δὲ διόλου ἐκ πάντων θησαύριζε καὶ σύναγε εἰς τὰς ἀποθήκας τῶν οὐρανῶν· θησαυρίζεις τῷ σώματι; θησαύρισον καὶ τῇ ψυχῇ· προνοῇ τῶν σαυτοῦ; ἐπιμελήθητι καὶ τοῦ πέλας· ἀπολαύεις τῶν ἐνεστώτων; προνοήθητι καὶ τῶν μελλόν­των. Διὰ τοῦτο βοῦς ἐργάτης, μακροχρόνιον, ὅτι ἡμῖν συμπονεῖ· χοῖρος, βραχύβιον, ὅτι ἑαυτῷ βούλεται ζῆν· μέλιττα, χρήσιμος, ὅτι ἡμῖν θησαυρίζει· κάνθαρος, ἄχρηστον, ὅτι ἑαυτοῦ μόνου ἐπιμελεῖται. Γνῶθι καὶ εὐχαρίστησον τῷ Θεῷ, ὅτι οὐ τῶν αἰτούντων, ἄλλα τῶν διδόντων ἐγένου· οὐ τῶν ξένων καὶ πτωχῶν, ἀλλὰ τῶν εὐπόρων καὶ ἐγχωρίων· οὐ τῶν δουλευόντων καὶ θλιβομένων, ἀλλὰ τῶν χαιρόντων καὶ ἐλευθέρων· οὐ τῶν ἀρρωστούντων καὶ χρεωστόυντων, ἀλλὰ τῶν ὑγιαινόντων καὶ δανειζόντων. Λόγισαι, πόσα δοῦναι δίκαιος εἶ, ὥστε μὴ ἀκοῦσαι τότε παρὰ τοῦ Κυρίου τὰ φρικώδη ἐκεῖνα ῥητά· τὸ «πορεύου ἀπ’ ἐμοῦ», τὸ «πονηρὲ δοῦλε καὶ ὀκνηρέ», τὸ «ἄρατε ἀπ’ αὐτοῦ τὸ τάλαντον», τὸ «δήσαντες αὐτὸν χεῖρας καὶ πόδας», τὸ «ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, ἐργάται τῆς ἀνομίας» (Ματθ. 7,33, 16,23, 22,13, 25,26,34). Ὢ πόσα ἄν τις προθύμως παρέσχετο χρήματα, ἵνα ἀκούσῃ τὸ «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου», τὸ «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, καὶ ἐπὶ πολλῶν σε καταστήσω», τὸ «εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου» (Ματθ. 25,21), καὶ τὸ «ἀνακλιθῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα­κὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» (Ματθ. 8,11). Ταῦτα καὶ τὰ τοιαῦτα πᾶς τις καλῶς λογιζόμενος διὰ τῆς χρηστῆς μεταδόσεως, καὶ ὑψωθήσεται ἕως οὗ ζῇ καὶ δοξασθήσεται καὶ σωθήσεται ἐν τῷ Θεῷ. Ἐλεημοσύνην δὲ νοοῦμεν, οὐχ ἵνα ἐλεήσῃς ἕνα καὶ μόνον ἢ ἅπαξ, ἀλλ’ ὡς ἂν ἐλεῇς παντὶ τρόπῳ τοὺς πάντας καὶ πάντοτε. Τὸν μὲν ὡς συγ­γενῆ, τὸν δὲ ὡς φίλον, καὶ τὸν μὲν ὡς γείτονα, τὸν δὲ ὡς γνώριμον, τὸν δὲ ὡς ἄνθρωπον, ἐλεῶν τὸ ἀνθρώπινον, καὶ τὸν μὲν διαθέσει, τὸν δὲ ἤθει, τὸν δὲ λόγῳ, τὸν δὲ ἔργῳ, τὸν δὲ πράγματι· καὶ τὸν μὲν βρώματι, τὸν δὲ πόμασι, τὸν δὲ ἐνδύμασι, καὶ τὸν μὲν στέγῃ, τὸν δὲ φιλοφροσύνῃ, τὸν δὲ τιμῇ, καὶ ἁπλῶς ἅπασι τρόποις, οἷς δύνασαι. Ἔχεις συνόντα σοι εὐχαρίστως τὸν εἰς τοῦτό σε ποδηγοῦντα Χριστόν. Ὅν, καθ ὃν τρόπον οὐ διαλείπει εὐεργετῶν σε, μὴ παύσῃ μιμούμενος ἐν τῷ εὐποιεῖν, ἵνα καὶ τῆς βασιλείας ἀξιωθήσῃ αὐτοῦ. Οὕτω δέ τις ἐν ἐλεημοσύνῃ διάγων, καὶ τὴν εὐποιΐαν ἐλεημοσύνην ποιῶν καὶ ὡς φάρμακον ἔχων, καὶ τὸν κανόνα τῶν ἁμαρτιῶν δεχόμενος θείως καὶ πνευματικῶς καὶ οὐχὶ καπηλικῶς, τῶν ἐσφαλμένων ἀνέσεως τυγχάνει καὶ ἰατρείας ἀληθοῦς.

Οὐ μόνον δὲ αἱ εὐποιΐαι καὶ πάντα τὰ θεοφιλῆ ἔργα τοὺς ζῶντας ὠφελεῖ, ἀλλὰ καὶ τοὺς ἐν ἐξομολογήσει ἀπελθόντας. Εἰ γὰρ πολὺς ὁ φόβος τοῦ Θεοῦ, πολλῷ δὲ πλέον ἡ ἀγαθότης. Καὶ φοβεραὶ μὲν αἱ ἀπειλαί, ἀνείκαστος δὲ ἡ τούτου φιλανθρωπία, ἀλλὰ καὶ πάλιν φρικταὶ αἱ καταδίκαι, ἄφατον δὲ τὸ τῶν οἰκτιρμῶν αὐτοῦ πέλαγος. Ὅθεν καὶ λέγει ὁ πολὺς Διονύσιος· «ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται, πάντα μὲν ἀφιέναι τὰ δι’ ἀνθρωπίνην ἀσθένειαν τῷ κεκοιμημένω πταίσματα, τάξαι δὲ αὐτὸν ἐν χώρᾳ ζώντων, εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς ἀσθενείας τὰς κηλῖδας· ἐπείπερ οὐδείς, ὡς τὰ λόγιά φησι, καθαρὸς ἀπὸ ῥύπου» (Ῥωμ. 3,23). Ἀλλὰ καὶ Γρηγόριος, ἐν τῷ εἰς Καισάριον ἐπιταφίῳ, δεικνύων ὅτι συντελοῦσιν αἱ εὐποιΐαι μετὰ θά­νατον, φησίν· «ἠκούσθη κήρυγμα πάσης ἀκοῆς ἄξιον· καὶ μητρὸς πάθος κενοῦται δι’ ὑποσχέσεως καλῆς καὶ ὁσίας δοῦναι τὰ πάντα τῷ παιδί, τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐντάφιον». Καὶ αὖθις· «τὰ μὲν οὖν παρ’ ἡμῶν τοιαῦτα· καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν, τὰς δι’ ἔτους προσφέροντες τιμάς τε καὶ μνήμας, τουτέστι τὰς θυσίας τὰς ὑπὲρ τῶν κατοιχομένων προσαγομένας καὶ γινομένας» (MPG, 35, 785). Εἶτα καὶ ὁ Χρυσόστομος ἐν τῇ πρὸς Φιλιππησίους φησίν· «εἰ Ἕλληνες συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλόν σε τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὼς ἐκεῖνοι καὶ ταῦτα, ἀλλ’ ἵνα μείζονα τοῦτον περιβαλῇς δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾖ, ἵνα τὰ ἁμαρ­τήματα λύσῃς, εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀντιδόσεως» (MPG, 62,204, 57,375, 61,861). Καὶ αὖθις· «ἐπινοήσωμεν τοῖς ἀπελθοῦσιν ὠφέλειαν, δῶμεν αὐτοῖς τὴν πρέπουσαν βοήθειαν· ἐλεημοσύνην λέγω καὶ προσφοράν· φέρει γὰρ τούτοις πολλὴν τὴν ὄνησιν καὶ τὸ κέρδος καὶ τὴν ὠφέλειαν· ὁ δὲ ταῦτα ἐκτελῶν καὶ τὴν ἰδίαν σὺν τῇ τοῦ πέλας εὐεργετεῖ ψυχὴν ὅτι μάλιστα». Καὶ πάλιν ἀλλαχοῦ· «οὐκ ἔφθασας, περιὼν ἐν τῷ βίῳ, τὰ τῆς ψυχῆς σου πάντα διευθετῆσαι; ἐν τῷ τέλει τοῦ βίου ἔντειλαι τοῖς σοῖς, μετὰ θάνατον παραπέμψαι σοι τὰ σά, καὶ βοήθειάν σοι δι’ ἔργων ἀγαθῶν δοῦναι, ἐλεη­μοσυνῶν λέγω καὶ προσφορῶν. Κἀντεῦθεν τὸν λυτρωτὴν καταλλάξεις· δεκτὰ γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα. Ἐν τῇ σῇ διατυπώσει μετὰ τῶν τέκνων καὶ συγγενῶν γράψαι συγκληρονόμον καὶ τὸν Δεσπότην. Ἐχέτω σου ὁ χάρτης τοῦ δικαστοῦ τὸ ὄνομα. Καὶ μνήμης μὴ ἀμοιρείτω πτωχῶν· κἀγὼ τούτων ἐγγυητής». Οὐ διδόαμεν δὲ ταῦτα λέγοντες ἀφορμὰς καὶ προφάσεις τοῦ ζῶντά τινα μὴ ποιεῖν ἐλεημοσύνην· ἔκτοπον γάρ· ἀλλὰ καὶ μετὰ θάνατον ἐλεεῖν ἄριστον, ὡς εἴρηται. Καὶ εὐχαὶ δικαίων ἐνεργοῦσι· Γρηγόριος γὰρ ὁ Διάλογος, (ᾧ φησὶ λειτουργοῦντι, οὐράνιος συνελειτούργει καὶ θεῖος ἄγγελος), εὐξάμενος Τραϊανὸν ἔσωσεν, ἡ πρωτομάρτυς Θέκλα τὴν Φαλκωνίλλαν, καὶ πολλὰ ὅμοια ἐν ταῖς ἐκκλησιαστικαῖς ἱστορίαις (MPG, 95,253, 261, 264, 135,12, MPL, 75,105). Ὁ δὲ βουλόμενος καὶ τὸν τοῦ θείου Δαμασκηνοῦ λόγον διελθέτω, τὸν «περὶ τῶν ἐν πίστει κεκοιμημένων» (MPG, 95, 247-278), καὶ μαθήσεται ὅτι αἱ ὑπὲρ αὐτῶν γινόμενοι λειτουργίαι καὶ εὐποιΐαι τούτους ὀνίνησι.

Κεφάλαιον ιγ΄. Περὶ χρήσεως τῶν ἁγίων μυστηρίων.

Τὸ δέκατον τρίτον ὑμέτερον κεφάλαιον, τὸ φάσκον ὅτι οὐ μόνον ἡ χρῆσις τῶν θείων μυστηρίων εἰς τοῦτο διετάγη, ἵνα σύμβολά τινα ἢ χαρακτῆρες ὦσι καὶ γνωρίσματα διοριστικὰ τῶν χριστιανῶν καὶ τῶν ἔξω, ἀλλὰ πολλῷ μᾶλλον ὅπως σημεῖα καὶ μαρτύρια γένηται τῆς εὐνοίας καὶ χάριτος τοῦ Θεοῦ πρὸς ἡμᾶς, οὕτω σαφηνίζομεν καὶ τοιαύτην γνώμην περὶ τούτων ἔχομεν.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, πᾶσαν τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονο­μίαν ἐπὶ τῆς γῆς, πρὸ τοῦ ἀνελθεῖν εἰς τὸν ἴδιον Πατέρα, κατέλιπεν ἡμῖν τὴν θείαν ἱερουργίαν καὶ τὰ ἐν αὐτῇ θεία μυστήρια, εἰς ἀνάμνησιν τῆς αὑτοῦ πρὸς ἡμᾶς μεγαλο­πρεποῦς συγκαταβάσεως· καὶ πρῶτον ἱεράρχην (ὡς λέγεται) Ἰάκωβον τὸν ἀδελφόθεον κεχειροτόνηκε. Τοίνυν, εἰ αἱ τῶν ἁγίων προσευχαί, καθά φησιν ὁ πολὺς τὰ θεῖα Διονύσιος, καὶ κατὰ τὸν τῇδε βίον, μήτιγε (τουτέστι πόσῳ γε μᾶλλον) μετὰ θάνατον εἰς τοὺς πιστοὺς ἐνεργοῦσι, πολὺ πλέον ὠφελοῦσιν ἡμᾶς τὰ θεῖα μυστήρια καὶ αἱ ἱεραὶ τελεταί. Ὅσον γὰρ τὸ κέρδος ἐντεῦθεν, καὶ ὅπως αἱ φρικώδεις αὗται ἱερουργίαι τὸν Θεὸν καταλλάσσουσιν ἐπὶ ταῖς πλημμελείαις ἡμῶν, αὐτὸς ἔκπαλαι πρὸ τῶν ἄλλων ἔδειξεν ἐναργῶς ὁ Θεός. Ὁ γὰρ δίκαιος ἐκεῖνος Νῶε, μετὰ τὴν τοῦ κατακλυσμοῦ παῦλαν, θυσίαν ἀνήνεγκε τῷ Θεῷ ἵνα τοῖς ἐσομένοις ἐν ἀσθενείᾳ συγγνώμονά τε καὶ γαληνὸν προαπεργάσηται τὸν Θεόν, ὡς ὁ μέγας διέξεισι Κύριλλος ἵνα μὴ πάλιν μία κατὰ πάντων ἐπέλθῃ ψῆφος, δευτέρῳ κατακλυσμῷ τὸ ἀνθρώπινον ὑποθεῖσα γένος. Ἐφ’ ᾧ καὶ «εἶπε πρὸς αὐτὸν ὁ Θεὸς διανοηθείς, οὐκ ἔτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος» (Γεν. 8,21). Ἐὰν οὖν ἡ διὰ Νῶε θυσία, καὶ ταῦτα τυ­πικὴ οὖσα, οὑτωσὶ διέθετο τὸν Θεόν, πολλῷ μᾶλλον ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, θυόμενος ὑπὲρ ἡμῶν, καταλλάξειεν ἂν ἡμᾶς τῷ οἰκείῳ Πατρί, τοὺς μετὰ πίστεως προσερχομένους ταῖς ἱεραῖς τελεταῖς. Ὥστε κατακρίνομεν καὶ ἡμεῖς τοὺς ἄνευ πίστεως τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν ὠφέλειαν τὴν ἐκ τῶν ἱερῶν τελετῶν ἔχειν νομίζοντας· «πᾶν γὰρ τὸ μὴ ἐκ πίστεως, ἁμαρτία ἐστί» (Ῥωμ. 14,23). Τοὺς δὲ ἔργον μὲν ποιουμένους τῆς ἁγίας τελετῆς τῶν ἱερῶν μυστηρίων τὴν τῶν δώρων εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολήν, τέλος δὲ τὸ τοὺς πιστοὺς ἁγιασθῆναι δι’ αὐτῶν, ἁμαρτιῶν τε ἄφεσιν καὶ βασιλείας κληρονομίαν καὶ τὰ τοιαῦτα λαμβάνειν πιστεύοντας, μακαρίζομεν.

Παρασκευὴ δὲ καὶ συντέλεια πρὸς ἐκεῖνο τὸ ἔργον εἴησαν εὐχαί, ψαλμωδίαι, ἱερῶν γραφῶν ἀναγνώσεις καὶ πάντα ἁπλῶς τὰ πρὸ τοῦ ἁγιασμοῦ τῶν δώρων καὶ μετὰ τὸν ἁγιασμὸν ἱερῶς γινόμενα καὶ λεγόμενα. Εἰ γὰρ καὶ προῖκα δίδωσιν ἡμῖν ὁ Θεὸς πάντα τὰ ἅγια, καὶ οὐδὲν αὐτῶν προεισφέρομεν, ἀλλ’ ἀτεχνῶς εἰσὶ χάριτες, πλὴν τό γε ἐπιτηδείους γενέσθαι πρὸς τὸ δέξασθαι αὐτὰ καὶ φυλάξαι, ἐξ ἀνάγκης ἀπαιτεῖ παρ’ ἡμῶν. Καὶ οὐκ ἂν μεταδοίη τοῦ ἁγιασμοῦ, μὴ οὕτω διατεθεῖσιν. Οὕτω βαπτίζει· οὕτω χρίει· οὕτως ἑστιᾷ καὶ τῆς φρικτῆς μεταδίδωσι τραπέζης. Καὶ τοῦτο ἐδήλωσεν ἐν τῇ τοῦ σπόρου παραβολῇ· ἐξῆλθε γάρ, φησίν (Ματθ. 13,3 ἑξ.), ὁ σπείρων, οὐχ ἱν’ ἀρόσῃ τὴν χώραν, ἀλλ’ ἵνα σπείρῃ, ὡς δὴ τῆς ἀρόσεως καὶ πάσης παρασκευῆς παρ’ ἡμῶν ὀφειλούσης εἰσενεχθῆναι. Ἐπεὶ τοίνυν οὕτως ἀναγκαιότατον ἐστὶ πρὸς τὴν τεῦξιν τῶν μυστηρίων τὸ εὖ ἔχοντας ἀπαντῆσαι καὶ παρεσκευασμένους, ἔδει καὶ τοῦτο ἐνεῖναι τῇ συνάξει τῆς ἱερᾶς τελετῆς, καὶ ἔνεστι. Τοῦτο γὰρ δύνανται ἡμῖν εὐχαί, ψαλμοὶ καὶ εἴ τι ἱερῶς ἐν αὐτῇ γίνεται καὶ λέγεται· ἁγιάζουσι γὰρ ἡμᾶς καὶ διατιθέασι τοῦτο μὲν πρὸς τὸ δέξασθαι καλῶς, τοῦτο δὲ πρὸς τὸ συντηρῆσαι τὸν ἁγιασμὸν καὶ μεῖναι κατέχοντας. Ἁγιάζουσι δὲ δίχως· ἕνα μὲν τρόπον καθ’ ὃν ἀπ’ αὐτῶν τῶν εὐχῶν ὠφελούμεθα καὶ τῶν ψαλμῶν καὶ τῶν ἀναγνώσεων. Αἱ μὲν γὰρ εὐχαὶ πρὸς τὸν Θεὸν ἐπιστρέφουσι καὶ ἁμαρτιῶν ἄφεσιν προξενοῦσιν, αἵ τε ψαλμωδίαι ὁμοίως αὐτὸν ἡμῖν ἐξιλεοῦσι καὶ τὴν ἐκεῖθεν ἐπισπῶνται ῥοπήν! «θῦσον, γάρ φησι, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με» (Ψαλμ. 49,14). Αἱ δὲ τῶν ἱερῶν γραφῶν ἀναγνώσεις τήν τε τοῦ Θεοῦ καταγγέλλουσι χρηστότητα καὶ φιλανθρωπίαν, καὶ αὖθις τὸ δίκαιον, τὴν κρίσιν, τόν τε αὐτοῦ φόβον εἰς τὰς ψυχὰς ἡμῶν ἐνιᾶσι καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀνάπτουσι· καὶ οὕτω πρὸς τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ πολλὴν ἐμβάλλουσι προθυμίαν. Ταῦτα δὲ πάντα ἐν τῷ ἱερεῖ καὶ τῷ λαῷ καλλίω καὶ θειοτέραν ἐργαζόμενα τὴν ψυχήν, καὶ ἀμφοτέρους μὲν πρὸς τὴν ὑποδοχὴν καὶ συντήρησιν τῶν τιμίων δώρων ἐπιτηδείους ποιοῦσιν, ὅπερ ἐστὶ τῆς ἱερουργίας τὸ τέλος, ἰδίως δὲ τὸν ἱερέα πρὸς τὸ τελέσαι τὴν θυσίαν ἀξίως ἔχειν παρασκευάζουσι· ὅπερ ἐστὶ τῆς μυσταγωγίας τὸ ἔργον, ὡς εἴρηται. Τοῦτο δὲ αὐτὸ καὶ πολλαχοῦ τῶν εὐχῶν κεῖται· καὶ εὔχεται ὁ ἱερεὺς μὴ ἀνάξιος ὀφθῆναι τοῦ προκειμένου, ἀλλὰ καθαραῖς χερσὶ καὶ ψυχῇ καὶ γλώσσῃ τῷ μυστηρίῳ διακονῆσαι. Καὶ οὕτω μὲν ἀπ’ αὐ­τῆς δυνάμεως τῶν ῥημάτων τῶν λεγομένων καὶ ᾀδομένων πρὸς τὴν τελετὴν ὠφελούμεθα. Ἕτερον δὲ τρόπον ἀπό τε τούτων καὶ ἔτι πάντων τῶν ἐν τῇ ἱερουργίᾳ, τελουμένων ἁγιαζόμεθα, καθ’ ὃν ἐν αὐτοῖς ὁρῶμεν τὸν Χριστὸν τυπούμενον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ ἔργα καὶ πάθη. Καὶ γὰρ ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ἀναγνώσεσι καὶ πᾶσι τοῖς ὑπὸ τὸν ἱερέως διὰ πάσης τελετῆς πραττομένοις ἡ οἰκονομία τοῦ Σωτῆρος σημαί­νεται· τὰ μὲν πρῶτα αὐτῆς, τῶν πρώτων τῆς ἱερουργίας δηλούντων, τῶν δὲ δευ­τέρων, τὰ δεύτερα, τῶν δὲ τελευταίων τὰ μετ’ ἐκεῖνα· καὶ ἔξεστι τοῖς ταῦτα ὁρῶσιν ἀκριβῶς, πάντα ἐκεῖνα πρὸ τῶν ὀφθαλμῶν ἔχειν. Ὁ μὲν γὰρ τῶν δώρων ἁγιασμός, αὐτὴ ἡ θυσία, τὸν θάνατον αὐτοῦ καταγγέλλει καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ὅτι τὰ τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν μεταβάλλει σῶμα, τὸ ταῦτα πάντα δεξάμενον, τὸ σταυρωθέν, τὸ ἀναστάν, τὸ εἰς οὐρανοὺς ἀνεληλυθός· τὰ δὲ πρὸ τῆς θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρουσίαν, τὴν ἀνάδειξιν, τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν θυσίαν, τὴν ἐπαγγελίαν τοῦ Πατρός, ὡς αὐτὸς εἶπε, τὴν τοῦ ἁγίου Πνεύματος εἰς τοὺς Ἀποστόλους κάθοδον, τὴν τῶν ἐθνῶν δι’ ἐκείνων ἐπιστροφὴν καὶ κοινωνίαν (Πράξ. 1,8). Καί ἔστιν ἡ πᾶσα μυσταγωγία καθάπερ εἰκὼν μία ἑνὸς σώματος, τῆς τοῦ Σωτῆρος πολιτείας, πάντα αὐτῆς τὰ μέρη, ἀπ’ ἀρχῆς ἄχρι τέλους, κατὰ τὴν πρὸς ἄλληλα τάξιν καὶ ἁρμονίαν, ὑπ’ ὄψιν ἄγουσα. Ὅθεν οἱ μὲν ψαλμοί, οἱ ἐν προοιμίοις ᾀδόμενοι, καὶ ἔτι πρὸ τούτων τὰ ἐν τῇ προθέσει τῶν δώρων γινόμενα καὶ λεγόμενα, τὸν πρῶτον καιρὸν τῆς τοῦ Χριστὸν οἰκονομίας σημαίνουσι· τὰ δὲ μετὰ τού­τους, ἱερῶν γραφῶν ἀναγνώσεις, ἵνα πρὸς ἀρετὴν ἀλείψωμεν ἡμᾶς, ἵνα τὸν Θεὸν ἱλεώσωμεν, καὶ τὰ τῇ Χριστοῦ οἰκονομίᾳ σημαινόμενα ἀκροώμεθα. Καὶ ταῦτα μὲν ὕμνους Θεοῦ περιέχουσι, καὶ εἰς ἀρετὴν προτρέπονται, καὶ ἁγιάζουσι τοὺς ᾄδοντας· ταῦτα δέ, ὅτι τοιαῦτα παρὰ τῇ Ἐκκλησίᾳ ἐξελέγησαν, καὶ οὕτως ἐτάχθησαν, καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ ἐπιδημίας καὶ πολιτείας. Καὶ γίνεται μὲν ἕκαστον τῶν γινομένων ἐν τῇ θείᾳ λειτουργίᾳ, ὡς ὁ τύπος τῆς τάξεως ἐμφαίνει καὶ περιέχει, τῆς χρείας ἕνεκα τῆς ἐνισταμένης· σημαίνει δὲ καί τι τῶν Χριστοῦ ἔργων ἢ πράξεων ἢ παθῶν, οἷόν ἐστιν ἡ εἰς τὸ θυσιαστήριον εἰσαγωγὴ τοῦ εὐαγγελίου ἢ τῶν δώρων· γίνεται γὰρ κατὰ χρείαν ἑκάτερον, ἡ μὲν ἵνα τὸ εὐαγγέλιον ἀναγνωσθῇ, ἡ δὲ ἵνα ἡ θυσία τελεσθῇ. Σημαίνουσι δὲ ἀμφότερα τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ φανέρωσιν· ἡ μέν, ἀρχόμενου φανεροῦσθαι, τὴν ἀμυδρὰν ἔτι καὶ ἀτελῆ· ἡ δὲ τὴν τελειοτάτην καὶ τελευταίαν· καὶ τέλος, τὰ ἐν τῇ τελετῇ τῶν δώρων γινόμενα, καθὼς Ἰάκωβος ὁ ἀδελφόθεος πρῶτος διετάξατο, ὡς παρὰ τοῦ Σωτῆρος διδαχθείς, ὡς ἐν τοῖς θείοις τῶν ἁγίων Πατέρων κανόσιν εὑρίσκεται καὶ ἐν ταῖς ἐκκλησιαστικαῖς ἱστορίαις, καὶ ὡς τὸ ἀληθὲς ἔχει καὶ παρ’ ἡμῖν κρατεῖ. Καὶ μετ’ αὐτὸν ὁ μέγας Βα­σίλειος, ὡς ἐν τῷ τύπῳ ἧς διετάξατο λειτουργίας καὶ τῶν θείων εὐχῶν φαίνεται. Εἶτα καὶ ὁ Χρυσόστομος εἰς τὴν τοῦ Σωτῆρος οἰκονομίαν ἀναφέρεται πάντα, ἵνα ἡμῖν ἡ αὐτῆς θεωρία, πρὸ τῶν ὀφθαλμῶν οὖσα τὰς ψυχὰς ἁγιάζῃ, καὶ οὕτως ἐπιτήδειοι γινώμεθα τῶν ἱερῶν δώρων. Καὶ καθάπερ γενομένη τότε τὴν οἰκουμένην ἀνενέωσεν, οὕτως ἀεὶ θεωρούμενη θείαν ἐργάζεται τὴν ψυχήν. Μᾶλλον δέ, οὐδὲ τότε ἂν ὠφέλησεν οὐδέν, μὴ θεωρηθεῖσα καὶ πιστευθεῖσα· καὶ τούτου χάριν ἐκηρύχθη. Καὶ πρὸς τὸ πιστευθῆναι μυρία ὁ Θεὸς ἐμηχανήσατο, ὡς οὐ δυναμένην τὰ ἑαυτῆς ποιεῖν καὶ σῴζειν ἀνθρώπους, εἰ γενομένης τοὺς σῴζεσθαι μέλλοντας ἀπ’ αὐτῆς ἐλάνθανεν. Ἀλλὰ τότε μὲν κηρυττομένη τὴν περὶ Χριστὸν αἰδῶ καὶ πίστιν καὶ ἀγάπην ἐν ταῖς τῶν εὐγνωμόνων ψυχαῖς ἐδημιούργει, νῦν δέ, ὑπὸ τῶν ἤδη πεπιστευκότων φιλοπόνως θεωρουμένη, τὰ μακάρια ταῦτα πάθη οὐκ ἐντίθησι μὲν αὐτοῖς, ἐγκείμενα δὲ συντηρεῖ καὶ ἀνακαινίζει καὶ αὔξει· καὶ βεβαιοτέρους μὲν περὶ τὴν πίστιν, θερμοτέρους δὲ περὶ τὴν εὐλάβειαν καὶ τὴν ἀγάπην ἀπεργάζεται· ἃ γὰρ μὴ ὄντα, γενέσθαι ἐποίησε, ταῦτα πολλῷ ῥᾷον φυλάξαι καὶ συντηρῆσαι καὶ ἀνανεῶσαι δύναιτ’ ἄν. Ἀλλὰ ταῦτά ἐστι, μεθ’ ὧν ἀνάγκη προσιέναι τοῖς ἱεροῖς, καὶ ὧν χωρὶς καὶ τὸ βλέπειν ἐκεῖ παντελῶς ἀνόσιον, εὐλάβεια, πίστις, ἀγάπη τὸ θερμὸν ἔχουσα. Καὶ διὰ τοῦτο ἐχρῆν τὴν ταῦτα ἡμῖν ἐνθεῖναι δυναμένην θεωρίαν ἐν τῇ συνάξει τῆς ἱερᾶς σημαίνεσθαι, ἵνα μὴ τῷ νῷ λογιζώμεθα μόνον, ἀλλὰ καὶ βλέπωμεν τοῖς ὀφθαλμοῖς τὴν πολλὴν τοῦ πλουσίου πενίαν, τὴν ἐπιδημίαν τοῦ πάντα τόπον κατέχοντος, τὰ ὀνείδη τοῦ εὐλογημένου, τὰ πάθη τοῦ ἀπαθοῦς· ὅσον μισηθείς, ὅσον ἠγάπησεν· ἡλίκος ὤν, ὅσον ἐταπείνωσεν ἑαυτόν, καὶ τί παθὼν καὶ τί δράσας ταύτην ἡτοίμασεν ἐνώπιον ἡμῶν τὴν τράπεζαν. Καὶ οὕτω θαυμάσαντες τὴν καινότητα τῆς σωτηρίας, ἐκπλαγέντες τὸ πλῆθος τῶν οἰκτιρμῶν, αἰδεσθῶμεν τὸν οὕτως ἐλεήσαντα, τὸν οὕτω σώσαντα, καὶ πιστεύσωμεν αὐτῷ τὰς ψυχάς, καὶ παραθώμεθα τὴν ζωήν, καὶ φλέξωμεν τὰς καρδίας τῷ πυρὶ τῆς ἀγάπης αὐτοῦ. Καὶ τοιοῦτοι γενόμενοι, τῷ πυρὶ τῶν μυστηρίων ὁμιλήσωμεν ἀσφαλῶς καὶ οἰκείως. Οὐ γὰρ ἀρκεῖ πρὸς τὸ τοιούτους γενέσθαι τό τε μαθεῖν πρὸς τοῦ Χριστοῦ, ἀλλ’ ἀνάγκη ἐνεργείᾳ θεωρεῖν, τὸν ὀφθαλμὸν τῆς διανοίας τε ἔχειν ἐκεῖ, καὶ πάντα λογισμὸν ἐκβαλόντας, εἴγε μέλλοιμεν πρὸς τὸν ἁγιασμὸν ἐκεῖνον ἐπιτηδείως, ᾗπερ ἔφην, ἐργάσασθαι τὴν ψυχήν. Οὐ γὰρ μόνον λόγοις δεῖ τὴν εὐσέβειαν ἀποκρίνεσθαι, ἀλλὰ καὶ ἔργοις· ὑπ’ ὄψιν γάρ, εἰπεῖν ἄγει ἅπαντα ἡ ἱερουργία, καὶ θεωρίαν τῇ ψυχῇ ἐντίθησι. Καὶ τῆς φαντασίας διὰ τῶν ὀφθαλμῶν ἐναργέστερον ἡμῖν τυπουμένης, ὅλως μὴ δοθῇ λήθη τῆς τοιαύτης τραπέζης· καὶ οὕτω γέμοντες ἐννοιῶν θείων, τῶν ἱερῶν μεταλάβωμεν μυστηρίων, ἁγιασμὸν ἐπεισάγοντες ἁγιασμῷ, καὶ ἀπὸ δόξης εἰς δόξαν κορυφούμενοι. Καὶ οὗτος μὲν ὁ νοῦς τῆς ὅλης ἱερουργίας, ὡς ἐν κεφαλαίῳ. Ἔχει δὲ θεωρίαν καὶ ἡ τῶν εὐχῶν ἁρμονία, τὸ ἔργον αὐτὸ τὸ ἱερόν, ὁ ἁγιασμὸς ζώντων καὶ τεθνηκότων, πρὸ δὲ πάντων καὶ ἡ τοῦ Σωτῆρος φαινομένη διὰ πάσης τελετῆς οἰκονομία. Τί τε τῶν ἐκείνης, διὰ τιίος τῶν ἐν τῇ ἱερουρ­γίᾳ τελούμενων ὑποσημαίνεται, διὰ τί τε μὴ ἐξ ἀρχῆς ἐν τῷ θυσιαστηρίῳ τίθεται τὰ δῶρα; ὅτι προσήγοντο μὲν τῷ Θεῷ παρὰ τῶν παλαιῶν, τοῦτο μὲν ζῴων ἀλόγων σφαγαί, τοῦτο δὲ χρυσᾶ σκεύη καὶ ἀργυρᾶ. Τὸ σῶμα δὲ τοῦ Χριστοῦ καὶ ἀμφότερα φαίνεται ἔχον· καὶ γὰρ ἐσφάγη ὑπὲρ τῆς δόξης τοῦ Πατρός, ἀνέκειτο δὲ ἐξ ἀρχῆς τῷ Θεῷ, καὶ δῶρον ἦν αὐτῷ, καὶ ὅτι πρωτότοκος, καὶ ὅτι τὰ δῶρα ταῦτα τῷ Θεῷ ἀνατίθεται, ὡς ἀπαρχαὶ ζωῆς, καὶ ὅτι μεταβάλλεται ὁ ἄρτος εἰς ἐκεῖνο αὐτό τὸ σῶμα τοῦ Χριστοῦ· ὅθεν καὶ ἀποκόπτεται τῶν ὁμοφυῶν, καὶ τμῆμα καὶ οὐχ ὁλόκληρος ἀνατίθεται ὁ ἄρτος. Τυποῖ δὲ τὸ τοῦ Χριστοῦ πάθος, καὶ ἕως μὲν ἐν τῇ προθέσει κεῖται, ἄρτος ἐστὶ ψιλός, ἀνατεθειμένος μόνον Θεῷ· ἔπειτα δὲ ἀληθινὸς ἄρτος γίνεται καὶ μεταβάλλεται τῇ ἀληθείᾳ (Ἰω. 6,33). Εἰ δὲ λογικῶς τοῦτο καὶ πραγματικῶς διηγήσασθαι καὶ παραστῆσαι ἐθέλομεν, μυρίων στομάτων χρεία, καὶ οὐδ’ ἄν ἀρκέσωσιν. Ἐκέλευσε δὲ αὐτὸς ὁ Κύριος τοῦτο ποιεῖν εἰς τὴν αὐτοῦ ἀνάμνησιν (Α΄ Κορ. 11,24), ἵνα μὴ ἀγνώμονες ὦμεν. Ἀμοιβὴ γάρ τις ἐστὶ παρὰ τῶν εὖ παθόντων τοῖς εὐεργέταις τὸ μεμνῆσθαι αὐτῶν καὶ τῶν ἔργων, δι’ ὧν πεπόνθασιν εὖ. Καὶ ταύτης τῆς μνήμης πολλὰς ἀφορμὰς ἐπενόησαν οἱ ἄνθρωποι· τάφους, ἀνδριάντας, στήλας, ἑορτάς, ἀγῶνας, ὧν πάντων ἔργον ἐστὶν ἕν, τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν μὴ λήθης παραδοθῆναι βυθοῖς. Καὶ ὥσπερ ταῖς στήλαις τῶν ἀριστέων γράφομεν τὰς νίκας, δι’ ὧν ἐσώθημεν, οὕτω καὶ τοῖς θείοις δώροις τούτοις τὸν θάνατον παραγράφομεν τοῦ Κυρίου, δι’ ὃν ἐσώ­θημεν, καὶ ἐν ᾧ πᾶσα γέγονεν ἡ κατὰ τοῦ πονηροῦ νίκη, καὶ οὐ τὸν τύπον, ἀλλὰ τὸ σῶμα τοῦ ἀριστέως ἔχομεν, διὰ τῆς πρὸς Θεὸν ἐντεύξεως, εὐχαριστίας, δοξο­λογίας, ἐξομολογήσεως καὶ αἰτήσεως.

Αἰτούμεθα δὲ πρώτην τὴν εἰρήνην καὶ τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Πολὺ δὲ τὸ ὄφελος τῆς εἰρήνης, μᾶλλον δὲ ἀνάγκη πανταχοῦ ἡμῖν τῆς ἀρετῆς ταύτης. Τὸν γὰρ θορυβούμενον νοῦν Θεῷ συνελθεῖν ἀδύνατον. Καθάπερ γὰρ ἡ εἰρήνη τοὺς πολλοὺς ἕνα δείκνυσιν, οὕτως ὁ θόρυβος τὸν ἕνα πολλοὺς ποιεῖ. Καὶ περὶ τῆς σωτηρίας τῶν ψυχῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε ποιεῖν, αἰτεῖσθαι πρῶτον τὴν βασιλείαν τὸν Θεοῦ, ἥτις ἐστὶν ἡ σωτηρία, καὶ πάντα τ’ ἄλλα προστεθήσεται (Ματθ. 6,33). Σημαίνεται δὲ ἡ Ἐκκλησία ἐν τοῖς μυστηρίοις οὐχ ὡς ἐν συμβόλοις, ἀλλ’ ὡς ἐν καρδίᾳ μέλη καὶ ὡς ἐν ῥίζῃ τοῦ φυτοῦ κλάδοι, καθάπερ ἔφη ὁ Κύριος, ὡς ἐν ἀμπέλῳ τοῦ φυτοῦ κλήματα (Ἰω. 15,5). Οὐ γὰρ ὀνόματος ἐνταῦθα κοινωνία μόνον ἢ ἀναλογίας ὁμοιότης, ἀλλὰ πρά­γματος ταυτότης· καὶ γὰρ σῶμα καὶ αἷμα ἀληθῶς Χριστοῦ τὰ μυστήρια, οὐ πρὸς ἀνθρώπινον σῶμα μεταβαλλόμενα, ἀλλ’ ἡμεῖς πρὸς ἐκεῖνα, τῶν κρειττόνων ὑπερνικώντων. Ἐπεὶ καὶ σίδηρος, ὁμιλήσας πυρί, αὐτὸς γίνεται πῦρ, οὐ τῷ πυρὶ δίδωσιν εἶναι σίδηρον· καὶ καθάπερ τῶν πυρακτωθέντων σιδήρων, οὐ σίδηρον, ἀλλὰ πῦρ ἀτεχνῶς ὁρῶμεν, τῶν τοῦ σιδήρου ἰδιωμάτων ὑπὸ τοῦ πυρὸς παντελῶς ἀφανιζομένων, οὕτω καὶ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, εἴ τις ἰδεῖν δυνηθείη κατ’ αὐτὸ τοῦτο, καθ’ ὅσον αὐτῷ ἥνωται, καὶ τῶν αὐτοῦ μετέχει σαρκῶν, οὐδὲν ἕτερον ἢ αὐτὸ μόνον τὸ Κυριακὸν ὄψεται σῶμα. Διὰ τοῦτον τὸν λόγον, «ὑμεῖς ἐστε σῶμα Χρι­στοῦ», γράφει ὁ Παῦλος, «καὶ μέλη ἐκ μέρους» (Α΄ Κορ. 12,27). Οὐ γὰρ τὴν τοῦ Χριστοῦ περὶ ἡμᾶς πρόνοιαν καὶ παιδαγωγίαν καὶ νουθεσίαν καὶ τὴν ἡμῶν ὑποταγὴν δηλῶσαι βουλό­μενος, τὸν μὲν κεφαλήν, ἡμᾶς δὲ σῶμα προσεῖπεν (Ἐφ. 5,23, Α΄ Κορ. 11,3), ὥσπερ οὓς ἡμεῖς τῶν συγγενῶν ἢ τῶν φίλων μέλη καλοῦμεν, ὑπερβολῇ χρώμενοι, ἀλλ’ αὐτὸ ἐκεῖνο σημαίνων, ὅπερ ἔλεγεν, ὅτι τοὺς πιστοὺς ᾔδει διὰ τὸ αἷμα τοῦτο, ζῶντας τὴν ἐν Χριστῷ ζωήν, καὶ τῆς κεφαλῆς ὡς ἀληθῶς ἐκείνης ἐξηρτημένους καὶ τοῦτο περικειμένους τὸ σῶμα.

Γίνεται δὲ ἐν αὐτῇ τῇ ἱερουργίᾳ καὶ μνήμη ἁγίων, ὅτε ἀνατίθεται τὰ δῶρα καὶ ὅτε θύεται - δῶρον γάρ ἐστι καὶ ἀνάθημα καὶ λογικὴ θυσία - μεμνημένοι ἐξόχως τῶν ὑπὲρ ἡμῶν γενομένων, τοῦ σταυροῦ καὶ τῶν ἄλλων, ὧν ὑπὲρ ἡμῶν ὑπέμεινεν ὁ Χριστός, μνήμην ποιοῦντες τῆς Παναγίας, εἰς δόξαν αὐτῆς λέγοντες, εἰς πρεσβείας τῶν ἁγίων πάντων, ἐλέους Θεοῦ δεόμενοι, ἱκετεύοντες ὑπὲρ ζώντων, ὑπὲρ τεθνηκότων, προσφέροντες τὴν λογικὴν λατρείαν ἐκ τῶν ἐκείνου ἐκείνῳ, καὶ ὑμνοῦντες αὐτὸν καὶ εὐλογοῦντες. Καὶ γίνεται μὲν ἡ προσφορά, γίνεται δὲ ἀοράτως ἡ θυσία καὶ ἡ τῶν εἰδῶν μεταβολὴ εἰς αὐτὸ τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου, ἀφανῶς τῆς θείας χάριτος τελεσιουργούσης διὰ τῶν τελεστικῶν εὐχῶν. Καλεῖται δὲ εὐχαρι­στία ἡ τελετὴ καὶ λογικὴ λατρεία, ὡς μόνοις τοῖς τελεστικοῖς ῥήμασι τὴν προσ­φορὰν Θεῷ προσφέρουσα καὶ μεταβολὴν τοῦ θείου σώματος καὶ αἵματος ἀποτε­λοῦσα, καὶ ἀπὸ τοῦ πλειόνος ὀνομάζεται, ὧν ἐνεργεῖ. Πολλὰς γὰρ ἀφορμὰς εὐχαριστίας ἔχει ἢ τῆς ἱκεσίας· πλείω γὰρ ἐλάβομεν ἢ ὧν ἔτι δεόμεθα· ἐλάβομεν γὰρ ἅπαντα, τό γε εἰς τὸν Θεὸν ἧκον, καὶ οὐδὲν παρῆκεν ὃ μὴ δέδωκεν. Ἀλλὰ τῶν μὲν τυχεῖν οὔπω καιρὸν ἔχομεν, ἀφθαρσίαν καὶ οὐρανῶν βασιλείαν, τὰ δὲ λαβόντες, οὐ κατέσχομεν, ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τ’ ἄλλα, τὰ διὰ τῶν μυστηρίων ἡμῖν χορηγούμενα δῶρα. Πηγαία μὲν γὰρ τῶν θείων μυστα­γωγιῶν, ὁ μέγας ἀρχιερεύς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεός, δεξαμεναὶ δὲ οἷον αὐτῶν ἀμέσως, οἱ αὐτόπται τούτου καὶ ὀπαδοί, οἳ καὶ ἐγένοντο ὡς ἐκ διώ­ρυγος ποταμοί, εὐφραίνοντες τὴν πόλιν τοῦ Θεοῦ· ἀμέλει τοι κατὰ τὴν Κυριακὴν παρέκφασιν, ἃ εἰς τὸ οὖς αὐτοῖς ἠκόντισται, ταῦτα καὶ ἐπὶ τῶν δωμάτων κεκήρυκται (Ματθ. 10,27). Καὶ πεπλήρωται, ὃ προφητικῶς ὁ Δαβὶδ προεθεσπεσιῴδησεν· «οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναί» (Ψαλμ. 18,4). Τῶν ἐκκλησιαστικῶν τοίνυν πηγνυμένων ἱεροφαντοριῶν, οἰκοδομεῖται τὰ καθ’ ἱερουργίαν παρὰ τοῦ ἀποστόλου Ἰακώβου τοῦ ἀδελφοθέου ἐπισκόπου Ἱεροσολύμων, καθὰ διαμαρτύρεται καὶ ὁ λβ΄ κανὼν τῆς ἐν Τρούλλῳ, ἔχων οὕτω. «Καὶ γὰρ Ἰάκωβος, ὁ κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀδελφός, ὃς τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας πρῶτος τὸν θρόνον ἐνεπιστεύθη, καὶ Βασίλειος, ὃς κατὰ ἀλήθειαν τῆς Καισαρέων ἀρχιεπίσκοπος ἦν, τὸ κλέος δὲ αὐτοῦ ἀνὰ πᾶσαν τὴν οἰκουμένην διέδραμεν, ἐγγράφως τὴν μυστικὴν ἡμῖν ἱερουργίαν παραδεδωκότες, οὕτω τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐθέσπισαν καὶ παρέδωκαν, ὡς καὶ τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐξ ὕδατος καὶ οἴνου τὸ ποτήριον». Εὑρίσκονται δὲ παρασημειώσεις ἐν λόγοις σποράδην ἐκκλησιαστικοῖς, ὡς καὶ ὁ ἅγιος Μᾶρκος ὁ εὐαγγελιστὴς τὰ κατ’ αὐτὴν τὴν ἁγίαν καὶ μυστικὴν θυσίαν ἱερουργικὰ λόγια ἐχομένως συνέθετο· εἴτε δὲ καὶ ἀμφοῖν τοῖν Ἀποστόλοιν τὰ συντάγματα νενόθευται, καθάπερ ἐσύστερον καὶ αἱ Κλημέντειοι διατάξεις, εἴτε γὰρ διὰ τὴν πεπλατυσμένην ἴσως ἔκθεσιν οἰκονομικῶς ταῦτα παρὰ τοῦ μεγάλου πατρὸς ἡμῶν Βα­σιλείου ἐπιτομώτερον συντέθειται, εἴτα καὶ παρὰ τοῦ Χρυσοστόμου, ἀκριβῶς οὐκ ἐμφαίνεται. Τέως δ’ οὖν τοῦτο ἀσφαλῶς ἐπιστάμεθα, ὡς ἀνέκαθεν δύο τόμοι παρεδόθησαν ἡμῖν καὶ ἐπεγνώσθησαν καὶ φαίνονται, οἷς τὴν λειτουργίαν ποιούμεθα, αὐτοῦ τε τοῦ μεγάλου Βασιλείου καὶ τοῦ ἁγίου πατρὸς Ἰωάννου τοῦ Χρυσοστόμου. Ἑνὸς Πνεύματος ἁγίου καὶ ἀμφότεροι καὶ μιᾶς παραδόσεως· πλὴν ὁ μὲν Βασίλειος πλεονάζει τοῖς ῥήμασιν, ὁ δὲ Χρυσόστομος συνεπτυγμένως λαλεῖ. Μετὰ γοῦν τῶν τοιούτων τόμων τῶν ἱερῶν τὰ εὐαγῆ τελοῦμεν τῆς μυστικῆς θυσίας. Καὶ ἐν μὲν ταῖς κατὰ τὴν μεγάλην τεσσαρακοστὴν τοῦ Πάσχα κυριωνύμοις ἡμέραις καί τισιν ἄλλαις ὁ τοῦ μεγάλου Βασιλείου τόμος ἀναγινώσκεται, καὶ δι’ αὐτῆς οἰκονομεῖται τὸ τῆς ἁγίας θυσίας μυστήριον· ἐν δὲ ταῖς ἄλλαις ἡμέραις, ὁ τοῦ Χρυσοστόμου.

Ἐπεὶ τοίνυν ἡ καθ’ ἡμᾶς ἁγία τοῦ Θεοῦ Ἐκκλησία, πατρὶς τῶν ἐκκλησιῶν καὶ ἡγεμονεῖ ἐν τῇ γνώσει, τῇ χάριτι τοῦ Θεοῦ, καὶ τὸ ἄσπιλον αὐχεῖ ἐν ταῖς λαμπρότησι τῶν ἀποστολικῶν καὶ πατρικῶν διαταγμάτων, καὶ ἤδη ἡ νέα τὰ πρεσβεῖα τῆς Ὀρθοδοξίας εἴληφε καὶ εἰς κεφαλὴν τέτακται, δέον ἐστὶ καὶ πᾶσαν χριστιανῶν ἐκκλησίαν οὕτω τὰ τῆς λειτουργίας ἱερουργεῖν. Εἰ δ’ ἀνάγκη τόπον νέμειν καὶ τῷ χρονίῳ ἔθει, ἢ καὶ ἱερουργεῖν μετὰ τοῦ τόμου Ἰακώβου ἢ τοῦ Μάρκου τυχόν, τὰ τῆς εὐσεβείας καὶ κεφαλαιώδη φυλακτέον, καὶ εἰς δόξαν Θεοῦ μετὰ σχολαίας σκέψεως καὶ ἐπικρίσεως τὴν λειτουργίαν ποιητέον· ἵνα προηγουμένως ὁ ἁγιασμὸς ἡμῖν γένηται, τῇ τῶν θείων δώρων μεταλήψει, καὶ εἰς τὴν οὐσίαν πρῶτα χωρήσῃ τῆς ψυχῆς διὰ τοῦ σώματος· ὅπερ δηλῶν ὁ Ἀπόστολος ἔλεγεν, «ὁ κολλωμένος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν» (Α΄ Κορ. 6,17), ὡς ἐν τῇ ψυχῇ προηγουμένως τῆς ἑνώσεως ταύτης καὶ τῆς συναφείας συνισταμένης. Ἐκεῖ γὰρ κυρίως ὁ ἄνθρωπος, ἐκεῖ ὁ ἁγιασμὸς ὁ ἀπὸ τῶν ἀρετῶν καὶ τῆς ἀνθρωπίνης σπουδῆς· καὶ τὸ ἁμαρτάνον ἐκεῖ, καὶ τὸ δεό­μενον τῆς ἰατρείας τῆς παρὰ τῶν δώρων ἐκεῖ. Τῷ σώματι δὲ πάντα ἀπὸ τῆς ψυχῆς γίνεται. Καὶ ὥσπερ ἀπὸ τῶν πονηρῶν διαλογισμῶν τῶν ἀπὸ τῆς καρδίας ἐξερχομένων μολύνεται, οὕτω καὶ ὁ ἁγιασμὸς ἐκεῖθεν αὐτῷ· καὶ καθάπερ ὁ ἀπὸ τῆς ἀρε­τῆς, οὕτω καὶ ὁ ἀπὸ τῶν μυστηρίων, καὶ πολλῷ κρεῖττον, καὶ βελτιώτερον καὶ τε­λειότερον.

Διττῶς δὲ ἁγιάζουσα φαίνεται ἡ θεία αὕτη καὶ ἱερὰ τελετή, ἕνα μὲν τρόπον, τῇ μεσιτείᾳ· προσφερόμενα γὰρ τὰ δῶρα, αὐτῷ τῷ προσφέρεσθαι ἁγιάζει τοὺς προσφέροντας καὶ ὑπὲρ ὧν προσφέρουσι, καὶ ἵλεων αὐτοῖς ἐργάζονται τὸν Θεόν· ἕτερον δέ, τῇ μεταλήψει· ὅτι βρῶσις ἡμῖν καὶ πόσις, κατὰ τὸν τοῦ Κυρίου λόγον, ἀληθινή (Ἰω. 6,55). Τούτων τῶν τρόπων ὁ μὲν πρῶτος κοινὸς γίνεται ζῶσι καὶ τεθνηκόσι· καὶ γὰρ ὑπὲρ ἀμφοτέρων τῶν μερῶν ἡ θυσία προσφέρεται· ὁ δὲ δεύτερος μόνοις ἔξεστι τοῖς ζῶσιν· οὐ γὰρ ἐσθίειν καὶ πίνειν οἱ νεκροὶ δύνανται. Τί οὖν, διὰ τοῦτο οὐδὲ ἁγιά­ζονται, τοῦτον τὸν ἁγιασμὸν τὸν ἀπὸ τῆς μεταλήψεως, καὶ ἔλαττον ἔχουσιν ἐν­ταῦθα τῶν ζώντων οἱ τεθνηκότες; οὐδαμῶς· καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ μεταδίδωσι, τρόπον ὃν οἶδεν αὐτός. Καὶ ἵνα γένηται δῆλον ὑμῖν, ἐν τῇ ἐξηγήσει τῆς λειτουργίας καὶ τοῦτο καὶ ἄλλα ὅμοια σκοπήσατε.

Κεφάλαιον ιδ΄. Περὶ χειροτονίας καὶ τάξεως ἐκκλησιαστικῆς.

Τὸ δέκατον τέταρτον ἐντέλλεται, τὸ εὐαγγέλιον δημοσίως λέγεσθαι καὶ ἀναγινώσκεσθαι, καὶ τὰ μυστήρια διαδίδοσθαι ὑπὸ μηδενὸς ἄλλου, εἰ μὴ ὑπὸ τῶν ταχθέντιον ἐνθέσμως πρὸς ταύτην τὴν ὑπηρεσίαν. Ὅπερ καλῶς ἔχειν φαμέν. Ἡ γὰρ Καθολικὴ Ἐκκλησία τοὺς ἐσφραγισμένους κανονικῶς καὶ κεκλημένους μόνους καὶ χειροτονηθέντας, ὡς ἡ ἐκκλησιαστικὴ παράδοσις ἀπαιτεῖ, οὐκ ἔχοντας δέ τινα κακὴν αἵρεσιν, ἀφίησι λέγειν καὶ τοῖς τοιούτοις λειτουργεῖν. Ἐσφαλμένους γὰρ λέγει τοὺς ἔχοντας ἀδιάφορον τὸ τελειοῦν τὰ θεῖα καὶ ἱερὰ μυστήρια, ἔκ τε λαϊκῶν χειροτονηθέντων τυχὸν καὶ ἐξ ἱερωμένων καὶ χειροτονημένων κανονικῶς καὶ μή.

Γίνονται δὲ αἱ χειροτονίαι, ὡς οἱ κανόνες διακελεύονται. Καὶ περὶ μὲν ἐπι­σκόπου, ὁ α΄ τῶν ἁγίων Ἀποστόλων φησίν· «ἐπίσκοπος χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν, πρεσβύτερος δὲ ὑπὸ ἑνὸς ἐπισκόπου, καὶ διάκονος καὶ οἱ λοιποί». Ἐκ τῶν πράξεων τῶν Ἀποστόλων· «ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν καὶ Λούκιος, Μαναῒν καὶ Σαῦλος· λειτουργούντων δὲ αὐτῶν, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐ­τούς· τότε νηστεύσαντες καὶ ἐπευξάμενοι, καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας, ἀπέ­λυσαν» (Πραξ. 13, 1-3). Πέντε οὖν ὄντων τῶν εἰρήμενων, οἱ τρεῖς τοὺς δύο ἐχειροτόνησαν, τοὺς ἀφορισθέντας.

Ὅτι δὲ καὶ κοσμικοῖς ἄρχουσιν ἀπηγόρευται ψηφίζειν ἐπισκόπους ἢ χεῖρας τείνειν, κατὰ τὴν παλαιὰν συνήθειαν, τὴν ἤδη πεπαυμένην παρὰ τῶν ἁγίων Συνόδων, τοῦ λ΄ τῶν ἁγίων Ἀποστόλων κανόνος ἀκούσωμεν, λέγοντος. «Εἴ τις ἐπίσκοπος, κοσμικοῖς ἄρχουσι χρησάμενος, δι’ αὐτῶν ἐγκρατὴς γένηται, καθαιρείσθω καὶ ἀφοριζεσθω, καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες». Εἰ δὲ ἐν τῷ κε΄ κα­νόνι τῶν ἁγίων Ἀποστόλων λέλεκται, μὴ δεῖν δὶς ἐκδικεῖν ἐπὶ τὸ αὐτό, ἀλλὰ διὰ τὸ περιὸν τῆς κακίας καὶ τὸ τοῦ ἁμαρτήματος περιφανῶς ἐξάγιστον, διπλῆν ἐπάγει τὴν τιμωρίαν. Πᾶσα γὰρ τοιαύτη ψῆφος ἄκυρος μένει, καὶ παιδεύονται καὶ οἱ ἐπαναγκάζοντες καὶ αἴτιοι, καὶ ἀνίεροι οἱ τοιοῦτοι λέγονται καὶ εἰσί. Δεῖ γὰρ τὸν μέλλοντα προβιβάζεσθαι εἰς ἐπισκοπὴν ὑπὸ ἐπισκόπων ψηφίζεσθαι, καθὼς παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ὥρισται ἐν τῷ κανόνι τῷ λέγοντι. «Ἐπίσκο­πον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι, εἰ δὲ δυσ­χερὲς εἴη τὸ τοιοῦτον, ἢ διὰ κατεπείγουσαν ἀνάγκην, ἢ διὰ μῆκος ὁδοῦ, ἐξάπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων, καὶ συντιθέμενων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι· τὸ δὲ κῦρος τῶν γινομένων καθ’ ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ δίδοσθαι». Ταῦτά εἰσιν ἐκ τοῦ δ΄ κανόνος τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης συνόδου τῆς ἐν Νικαίᾳ. Ἀλλὰ καὶ ὁ δωδέκατος τῆς ἐν Λαοδικείᾳ ἀποφαίνεται «περὶ τοῦ τοὺς ἐπισκόπους κρίσει τῶν μητροπολιτῶν καὶ τῶν πέριξ ἐπισκόπων καθίστασθαι εἰς τὴν ἐκκλησιαστικὴν ἀρχήν, ὄντας ἐκ πολλοῦ δεδοκιμασμένους ἔν τε τῷ λόγῳ τῆς πίστεως», τουτέστιν ὀρθῶς καὶ ὑγιῶς ἔχοντας περὶ τὴν πίστιν ἢ καὶ ἄλλως, «καὶ ἐν τῇ τοῦ εὐθέος λόγου πολιτεία». Τὰ ὅμοια δὲ λέγει καὶ ὁ ιγ΄ τῆς αὐτῆς συνόδου κανών, ὡς καὶ «περὶ τοῦ μὴ τοῖς ὄχλοις ἐπιτρέπειν τὰς ἐκλογὰς ποιεῖσθαι τῶν μελλόντων καθίστασθαι εἰς ἱερατεῖον», ἐν τῇ ἑρμηνείᾳ τῶν κανόνων φέρεται ῥητῶς ταῦτα. Οὐ μόνον ἐπι­σκόπων ἐκλογὴν οἱ ὄχλοι ποιεῖν ἐκωλύθησαν, ἀλλ’ οὐδὲ ἱερεῖς ἐκλέγεσθαι παρεχωρήθησαν· καὶ ἀπό τοῦ παρόντος κανόνος παρίσταται, ὅτι οὐ μόνον ἐπίσκοποι τὸ παλαιὸν ἐψηφίζοντο ὑπὸ τῶν ὄχλων, ἀλλὰ καὶ ἱερεῖς, ὅπερ ἐκωλύθη παντάπασιν ὡς ἀσύμφορον. Ἔτι καὶ ὁ ιθ΄ κανὼν τῆς ἐν Ἀντιοχείᾳ συνόδου διακελεύεται, «ἐπίσκοπον μὴ χειροτονεῖσθαι δίχα συνόδου καὶ παρουσίας τοῦ ἐν τῇ μητροπόλει τῆς ἐπαρχίας· τούτου δὲ παρόντος ἐξάπαντος, βέλτιον μὲν συνεῖναι αὐτῷ πάντας τοὺς ἐν τῇ ἐπαρχίᾳ συλλειτουργούς, καὶ προσήκει δι’ ἐπιστολῆς τὸν ἐν τῇ μητροπόλει συγκαλεῖν· καὶ εἰ μὲν ἀπαντῷεν οἱ πάντες, βέλτιον· εἰ δὲ δυσχερὲς εἴη τοῦτο, τούς γε πλείονας ἐξάπαντος παρεῖναι δεῖ, ἢ διὰ γραμμάτων ὁμοψήφους γενέσθαι, καὶ οὕτω μετὰ τῆς τῶν πλειόνων ἤτοι παρουσίας ἢ ψήφου γίνεσθαι τὴν κατάστασιν. Εἰ δὲ καὶ ἄλλως παρὰ τὰ ὡρισμένα γίγνοιτο, μηδὲν ἰσχύειν τὴν χειροτονίαν· εἰ δέ, ὡς εἴρηται, γένοιτο, ἀντιλέγοι δέ τις δι’ οἰκείαν φιλονεικίαν, κρατεῖν τὴν τῶν πλειόνων ψῆφον». Ἡ δὲ ἑρμηνεία τοῦ Ζωναρᾶ φησιν· «ὅτι τὸ παλαιὸν οἱ δῆμοι τῶν πόλεων ᾑροῦντο τοὺς ἐπισκόπους· ὅτι δὲ στάσεις ἐντεῦθεν ἠγείροντο, διὰ τοῦτο τοῖς ἐπισκόποις ἑκάστης ἐπαρχίας τὰ περὶ τῆς τῶν ἐπισκόπων καταστάσεως ἀνετέθη ψηφίσματα. Οὐ μόνον δὲ οἱ ἐπίσκοποι, ὡς εἴπομεν, ἐπισκόπους καὶ ἱερεῖς ἐξέλε­γον καὶ ἐτελείουν, καὶ οὐχὶ οἱ λαϊκοί, ἀλλὰ καὶ χειροτονία τοῖς κανόσι νοεῖται, ἡ τῆς καθιερώσεως τοῦ ἱερᾶσθαι λαχόντος τελεσιουργία τῶν εὐχῶν καὶ ἡ τοῦ ἁγίου Πνεύ­ματος τελεσιουργὸς ἐπίκλησις ἀπό τοῦ τὸν ἀρχιερέα τείνειν τὴν χεῖρα, εὐλογοῦντα τὸν χειροτονούμενον. Πάλαι δὲ καὶ αἱ ψῆφοι χειροτονία ὠνόμαστο· ὅτε γὰρ τοῖς τῶν πόλεων πλήθεσιν ἐξῆν ἐκλέγεσθαι τοὺς ἀρχιερεῖς, συνίεσαν τὰ πλήθη, καὶ οἱ μὲν τόνδε ᾑροῦντο, οἱ δὲ τόνδε. Ἵνα οὖν ἡ τῶν πλειόνων κρατοίῃ ψῆφος, λέγεται τείνειν τὰς χεῖρας τοὺς τὴν ἐπιλογὴν ποιουμένους, καὶ διὰ τούτων ἀριθμεῖσθαι τοὺς ἕκαστον ψηφιζομένους, καὶ τὸν παρὰ τῶν πλειόνων ἡρημένον εἰς τὴν ἀρχιερωσύνην προκρίνεσθαι. Κἀντεῦθεν ἐξελήφθη τῆς χειροτονίας τὸ ὄνομα. Τούτῳ δὲ καὶ οἱ τῆς ἀληθείας τῶν συνόδων πατέρες εὑρίσκονται χρησάμενοι, καὶ τὴν ψῆφον χειροτονίαν καλέσαντες. Ἡ γὰρ ἐν Λαοδικείᾳ σύνοδος ἐν ε΄ κανόνι φησί, «μὴ δεῖν τὰς χειροτονίας παρουσίᾳ ἀκροωμένων γίνεσθαι»· χειροτονίας δὲ τὰς ψήφους ὠνόμασεν· ἐν γὰρ τῇ τελεσιουργίᾳ τοῦ ἀρχιερέως μᾶλλον ἔθος πολλοὺς συνέρχεσθαι· ἐν δὲ ταῖς ψήφοις, διὰ τὸ εἰσάγεσθαι καί τινα αἰτιάματα κατὰ τῶν ψηφιζομένων ἀνδρῶν, ἀπηγόρευται τὸ παρεῖναί τινα καὶ ἀκροᾶσθαι τούτων. Χειροτονεῖσθαι δὲ οὗτος ὁ κανὼν διατάττεται ἐπίσκοπον παρὰ δύο ἐπισκόπων, ψηφίζεσθαι δὲ ἐπίσκοπον ὁ τέταρτος κανὼν τῆς πρώτης συνόδου ὁρίζει παρὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, ἢ τέως τριῶν, ἐγγράφως καὶ τῶν λοιπῶν συναινούντων.

Ὅτι δὲ καὶ μετὰ ἐξετάσεως ἀκριβοῦς καὶ τῆς ἐπὶ τῇ ὀρθῇ πίστει καὶ σεμνότητι βίου μαρτυρίας χειροτονεῖσθαι ὀφείλουσι, κατακρίνονται δὲ οἱ ἀνάξιοι, δῆλον ἔκ τε τῶν κανόνων καὶ τῶν ἀποστολικῶν διαταγῶν· ἀλλὰ δὴ καὶ ἐξ ὧν ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος ἐν τῷ μεγάλῳ ἀπολογητικῷ αὐτοῦ, τῶν ἀναξίων καὶ βε­βήλων καὶ κακῶν κατατρέχων λέγει, ἀλλὰ καὶ τοὺς ἀγαθοὺς ὑπογράφων καὶ ἀνακηρύττων, ὁποίους δεῖ εἶναι, μετὰ τῶν ἄλλων καὶ ταῦτα ῥητῶς λέγων καὶ παρρησιαζόμενος. «Τίς δὲ τοῖς τοῦ Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ πρεσβυτέρων καὶ ἐπισκόπων ἔταξεν, εἶναι νηφαλαίους, σώφρονας, καὶ τὰ λοιπά, ἀνεπιλήπτους ἐν ἅπασι καὶ ἀνεπιβάτους τοῖς πορνικοῖς, οὐ πολὺ τὸ διαφεῦγον εὑρήσει τὴν τῶν κανόνων εὐθύτητα»; Καὶ ἔτι· «δεῖ καθαρθῆναι πρῶτον, εἶτα καθᾶραι· σοφισθῆναι, καὶ οὕτω σοφίσαι· γενέσθαι φῶς, καὶ φωτίσαι· ἐγγίσαι Θεῷ, εἶτα προσαγαγεῖν ἄλλους· ἁγιασθῆναι, καὶ ἁγιάσαι» (MPG, 35,480). Καὶ πάλιν, καταβοῶν τῶν ὡς ἔτυχε χειροτονούμενων καὶ μὴ κατὰ τὴν τῶν κανόνων ἀπαίτησιν, λέγει· «τίς ὁ πλάττων, καθάπερ αὐθημερὸν τοὺς πηλίνους, τὸν τῆς θείας λειτουργίας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα καὶ συνιερατεύσοντα»; Καὶ ἔτι· «οἱ μηδὲν τῇ ἱερωσύνῃ προσενέγκαντες, ὁμοῦ τε μαθηταὶ καὶ διδάσκαλοι, πρὶν καθαρθῆναι καθαίρουσι· χθὲς τῶν ἁγίων ἔξω, καὶ σήμερον ἱερεῖς καὶ μυσταγωγοί· παλαιοὶ τὴν κακίαν, σχέδιοι τὴν εὐσέβειαν· ὧν τὸ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ Πνεύματος» (MPG, 35,416 ἑξ.). Φαίνεται γοῦν ἐμφανῶς καθαπτόμενος τῶν ἀναξίων καὶ πονηρῶν, καὶ ὑποτιθεὶς ὁποίους δεῖ εἶναι τῇ ἀληθείᾳ τοὺς λειτουργοὺς τοῦ Κυρίου. Ὅτι δὲ πρὸς τούτοις καὶ ἀποστρέφεσθαι δεῖ τοὺς αἵρεσίν τινα ἔχοντας, ὁ μς΄ μετὰ τῶν ἄλλων κανὼν ἀποφαίνεται, «ἐπίσκοπος, φάσκων, ἢ πρεσβύτερος, αἱρετικῶν δεξάμενοι βάπτισμα ἢ θυσίαν, καθαιρεῖσθαι προστάττομεν· τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου»; (Β΄ Κορ. 6,15).

Κεφάλαιον ιε΄. Περὶ θεσμῶν ἐκκλησιαστικῶν.

Περὶ δὲ τοῦ δεκάτου πέμπτου κεφαλαίου, τοῦ λέγοντος ὅτι ἀθῶοι καὶ ἀκατηγόρητοι εἶναι ὀφείλουσιν οἱ ὑπηρετοῦντες, καὶ βίου καλοῦ, καὶ ὅτι αἱ εὐχαὶ καὶ τὰ προσφερόμενα καὶ αἱ ἑορταί, αἱ γινόμεναι εἰς τὸ μισθοφορεῖν τὴν χάριν καὶ λαμβάνειν ὑπὲρ ἀφέσεως ἁμαρτίων χρήματα ἢ ἄλλο τι, οὐδὲν ὠφέλει, οὕτως ἡμεῖς περὶ τούτου φρονοῦμεν· πως οἱ μὲν τοῖς θείοις ὑπηρετοῦντες οὐ προβιβάζονται, ἐὰν μὴ τὸ ἀκατηγόρητον ἔχωσι καὶ τὸ ἀκαταγώνιστον, ὡς δυνατόν, καὶ καθαροὶ καὶ ἀπρόσκοποι χρέος ἔχουσι διαμένειν, ἐν πάσῃ σωφροσύνῃ καὶ ὀρθότητι βίου διάγον­τες καὶ πολιτευόμενοι. Αἱ δὲ προσευχαὶ καὶ αἱ λειτουργίαι καὶ τὰ προσφερόμενα καὶ αἱ ἑορταί, αἱ γινόμεναι θεαρέστως καὶ θεοφιλῶς εἰς δόξαν Θεοῦ καὶ μνήμην τῶν εὐαρεστησάντων αὐτῷ, καὶ εἰς παρακίνησιν καὶ μίμησιν τῶν θείων καὶ ἀγαθῶν ἔρ­γων, καλῶς γίνεσθαι ταῦτα πάντα διαβεβαιοῦμεν, καὶ ἐπ’ ὠφελείᾳ ψυχῆς· πολλὰ γάρ, φησίν, «ἰσχύει δέησις δικαίου ἐνεργουμένη» (Ἰακ. 5,16) ἐν τοῖς πιστοῖς καὶ τοῖς θείας χάριτος ἀξίοις. Ὡς καὶ ὁ θεῖος Χρυσόστομος, ἐξηγούμενος τὴν πρὸς Ἑβραίους, ψησίν· «ἄνθρωποι πολλάκις δίκαιοι, ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν». Καὶ ἐν τῇ πρὸς Φιλιππησίους, «ἐπινοήσωμεν τοῖς ἀπελθοῦσί τινα βοήθειαν· μικρὰν μέν, βοη­θῶμεν δ’ ὅμως· πῶς καί τινι τρόπῳ; εὐχόμενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· "ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου" (Δ΄ Βασ. 19,34). Εἰ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ πόσον οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ εἱστήκῃ λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες, πλήρωμα ἱερατικόν, καὶ πρόκειται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσωμεν ὑπὲρ τούτων τὸν Κύριον;» (MPG, 62,204).

Ὅτι δὲ καὶ τιμαὶ ὀφείλονται τοῖς ἁγίοις παρ’ ἡμῶν, καὶ ἀποδεκτέον αὐτοὺς καὶ προσφέρειν τοῖς ναοῖς τούτων δίκαιον, καὶ ὁ Θεάνθρωπος ἐδήλωσεν εἰπών, «ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται» (Ματθ. 10,40)· ἀλλὰ καὶ ὁ Χρυσόστομος, «ὥσπερ ἐν στρατοπέδῳ τοῖς ἑστῶσι καὶ πολεμοῦσι παρὰ τῶν ἐν εἰρήνῃ ὄντων καὶ μὴ πολεμούντων ὀφείλεται τὰ τελέσματα, ὑπὲρ γὰρ ἐκείνων ἑστήκασιν οὗτοι, οὕτω καὶ ἐν τοῖς ἁγίοις λογίζεσθαι δίκαιον. Πῶς γὰρ οὐκ ἄτοπον, τῷ μὲν στρατευομένῳ βασιλεῖ ἐπιγείῳ πάντα εἰσφέρειν, τοῖς δὲ στρατευομένοις βασιλεῖ τῷ ἐπουρανίῳ καὶ παραταττομένοις πρὸς πολλῷ χαλεπωτέρους καὶ ἀξιοῦσι Θεὸν ὑπὲρ ἡμῶν, εὐχὰς ποιούντων πρὸς αὐτοὺς καὶ δεομένων τὰ ἐπωφελῆ, πόσης ἀγνωμοσύνης, εἰ μὴ ἐκ τῶν ἐνόντων φιλότιμοι ἀναφανῶμεν τοῖς αὑτῶν σηκοῖς καὶ προσκαρτεροῦσιν ἱεροῖς ἀνδράσι καὶ τῇ ἡμετέρᾳ ἐκτρεφομένοις ἐλεημοσύνῃ;»

Ὅτι δὲ εὔχεσθαι συμφέρει, καὶ τῶν ἀναγκαίων καὶ ἀπαραιτήτων χριστια­νοῖς, δῆλον ἐξ ὧν ὁ Κύριος ἐδίδαξεν· «ὅταν δὲ προσεύχησθε, λέγετε Πάτερ ἡμῶν»· καί, «τοῦτο τὸ γένος ἐν οὐδενὶ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ» (Λουκ. 11,2, Μάρκ. 9,29), καὶ ἄλλα παραπλήσια πολλά. Ἀλλὰ καὶ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον· «παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀν­θρώπων· τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ, ὃς πάντας θέλει σωθῆναι καὶ εἰς ἐπιγνῶσιν ἀληθείας ἐλθεῖν» (Α΄ Τιμ. 2,1, 3,4).

Ὅτι δὲ καὶ τοὺς ἱερεῖς τιμᾶν δίκαιον, ἔτι καὶ τοῦ θείου Ἰωάννου ἀκούσωμεν. «Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ἁπάσης ὁ ἱερεύς, παρὰ πάντων τοίνυν ἄξιον αὐτοῦ κήδεσθαι· λατρείας γὰρ ὑπὲρ τοῦ κόσμου Θεῶ ποιεῖ, καὶ δεήσεις προσφέρει ὑπὲρ βασιλέων, ὑπὲρ πάντων τῶν ἐν ὑπεροχῇ, ὅπως ἡ τούτων σωτηρία, ἡμῶν ἀμεριμνία γένηται. Ὁ γὰρ Θεὸς εἰς τὸ κοινῇ χρήσιμον τὰς ἀρχὰς διετάξατο· ἄτοπον δέ, αὐτοὺς μὲν ὑπὲρ ἡμῶν στρατεύεσθαι, ἡμᾶς δὲ ὑπὲρ τούτων μὴ δεήσεις ποιεῖσθαι». Καὶ αὖθις· «οὐκ ἀνέγνωτε ἐν τῇ Γραφῇ, ὅτι Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας καὶ ἀπήλλαττεν αὐτοὺς τῶν ἁμαρτημάτων; μήποτε ἐνενόησάν φησί τι ἐν τῇ καρδίᾳ αὐτῶν» (Ἰὼβ 1,5). Καὶ πάλιν· «οἴδατε, ὡς Χριστοῦ μαθηταί, ὅτι εὐχόμενοι ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κόσμου καὶ εὐσταθείας, τοῦτο ποιοῦμεν καὶ τὴν βασιλείαν τοῦ Θεοῦ ζητοῦμεν καὶ κρούομεν τὴν θύραν, ἵνα δι’ εὐσπλαγχνίας ἀνοίξῃ ἡμῖν ὁ Θεὸς καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃ μακαριότητα; Καλὸν δὲ εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὧμεν, ἄλλως δὲ οὐδὲν ὠφελήσειεν. Οἴδαμεν γὰρ τί Ἱερεμίας ἔπαθε· τρίτον γὰρ προσῆλθε Θεῷ καὶ τρίτον ἤκουσε, μὴ εὔχου, οὐ γὰρ εἰσακούσομαι· καὶ ἂν στῇ Νῶε, Ἰακὼβ καὶ Δανιήλ, οὐκ ἐξελοῦνται, ἐπεὶ ὑπερίσχυσεν ἡ κακία (Ἱερ. 7,16, 11,14). Καὶ τίς χρεία, εἴποι τίς, τῆς παρ’ ἑτέρου εὐχῆς, ὅταν ἐγὼ εὐαρεστῶ; μηδέποτε τοῦτο εἴπῃς, ἄνθρωπε. Χρεία πολλῆς, χρεία εὐχῆς· ἄκουε τοῦ Θεοῦ λέγοντος· "καὶ προσεύξεται ὑπὲρ ὑμῶν, καὶ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία" (Ἰὼβ 42,8), καὶ ἄλλα ὅμοια, ἃ ζητῶν τις εὑρήσει πλήρη τὴν θείαν Γραφήν». Ὡσαύτως δὲ καὶ τὰ προσφερόμενα Θεῷ εὐαπόδεκτά εἰσιν· «εὔξασθε» γάρ φησι «καὶ ἀπόδοτε»· ὡς ἡ Ἄννα τὸν Σαμουὴλ ἀνέθηκε τῷ Θεῷ, καὶ μυρία ἄλλα τοιαῦτα ὅμοια.

Ὡσαύτως καὶ τὰς ἑορτασίμους ἡμέρας ἐπιτελοῦντες, τιμῶμεν τοὺς Ἁγίους ὡς φίλους Θεοῦ, κατὰ τὸν θεῖον Δαυΐδ, «ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός» (Ψαλμ. 138,16). Εἰ γὰρ προσευχάς, λειτουργίας, ἑορτὰς καὶ τὰ τοιαῦτα μὴ ἐπιτελοίημεν, ἀκαπηλεύως δηλονότι καὶ μετὰ φόβου Θεοῦ, ἅ εἰσιν ἑπόμενα τῇ πίστει καὶ ἔργα θεῖα, ἐδόξαμεν ἂν καὶ τὸν θεῖον φόβον μὴ ἔχειν καὶ τὴν ζῶσαν πίστιν, τὴν προηγουμένην πάντως· ἀναιρούμενων γὰρ τῶν ἑπομένων, τρόπον τινὰ ὅσον ἐν ἡμῖν, δοκεῖ συναναιρεῖσθαι καὶ τὸ ἡγούμενον. Δεῖ δὲ καὶ τὸν προεστῶτα τοῦ λόγου, κατὰ τὸν μέγαν Βασίλειον, μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς, κατὰ σκο­πὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἕκαστον ποιεῖν τε καὶ λέγειν, ὡς ὀφείλοντα καὶ ὑπ’ αὐτῶν τῶν πεπιστευμένων αὐτῷ δοκιμάζεσθαί τε καὶ μαρτυρεῖσθαι· ὡς τὸ «ὑμεῖς μάρτυρες καὶ ὁ Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε» (Α΄ Θεσ. 2,10) ὑμεῖς. Ἂν δὲ τυχὸν οἱ ὑπηρετοῦντες ἀνάξιοι, ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ ἐνεργοῦσα, ὡς ὁ τῶν θεολόγων χορὸς μαρτυρεῖ.

Κεφάλαιον ις΄. Περὶ πολιτικῶν πραγμάτων.

Ἔτι περὶ τοῦ δεκάτου ἕκτου κεφαλαίου, τοῦ λέγοντος οὐκ ἀπηγορευμένον εἶναι τοῖς χριστιανοῖς τῶν ἄλλων ἄρχειν, δίκας τέμνειν κατὰ νόμους καὶ ἐν ἄλλοις πολιτεύεσθαι, φαμὲν ὅτι πείθεσθαι δεῖ ἡμᾶς πάσῃ ἀρχῇ καὶ ἐξουσίᾳ, καὶ οὐ μόνον τοῖς ἀγαθοῖς ἄρχουσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς[1], καὶ τὰ ὑπ’ αὐτῶν νομοθετούμενα φυλάττειν ἀναμαρτήτως. Ἄλλως δέ, Θεῷ μᾶλλον ἢ ἀνθρώποις πειθαρχητέον[2]. Καὶ ἀλλαχοῦ, «ὁ ἀντιτασσόμενος πάσῃ ἀρχῇ ὑπερεχούσῃ κρῖμα λήψεται, ὡς καὶ ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν»[3]. Ὡς καὶ οἱ ἀπειθοῦντες τοῖς παρὰ τοῦ Κυρίου ἀποστελλομένοις, τὴν ἀτιμίαν οὐ μόνον μέχρι τούτων ἱστῶσιν, ἀλλ’ ἀνάγουσιν ἐπὶ τὸν ἀποστείλαντα, καὶ κρῖμα ἑαυτοῖς χεῖρον τῶν ἐν Σοδόμοις καὶ Γομόῤῥοις ἐπισπῶνται· φησὶ γάρ, «ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· ὁ λαμβάνων, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς πόλεως ἢ τῆς οἰκίας ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν»[4]. Καὶ ὁ Ἀπόστολος, «τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν, τὸν δόντα τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἡμᾶς»[5]. Δεῖ οὖν οὐ μόνον ἄρχουσι πείθεσθαι, ἀλλὰ καὶ ἀποστόλοις Θεοῦ καὶ διδασκάλοις καὶ ἐξηγηταῖς τῆς Γραφῆς πνευματοφόροις, καὶ μὴ ἀνθίστασθαι διὰ τὰς ἀπειλάς.

Τὸ δὲ κατακρίνειν ὑμᾶς, τοὺς τὴν ἑαυτῶν περιουσίαν πωλοῦντας καὶ κατα­λιμπάνοντας κόσμον καὶ τὰ ἐν κόσμῳ διὰ τὴν σωτηρίαν αὐτῶν, καὶ λέγειν ὅτι τὸ εὐαγγέλιον οὐ περὶ τῶν προσκαίρων, ἀλλὰ περὶ τῶν αἰωνίων λαλοῦν, τὴν ἀΐδιον τῆς καρ­δίας δικαιοσύνην ἀνακηρύττει, καὶ οὕτως ὑμᾶς τὸ εὐαγγελικὸν ῥητὸν ἐννοεῖν, τοῦτο ἡμεῖς οὐκ ἀποδεχόμεθα. Ἀλλ’ ἑπόμενοι τῇ ἐξηγήσει τῶν διδασκάλων τῆς Ἐκκλησίας Χριστοῦ φαμέν, τὸ εὐαγγελικὸν ῥητὸν λέγειν σαφῶς, «πάντα, ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι»[6]. Τοῦτο γοῦν ἡμεῖς οὐκ ἀλληγορικῶς νοοῦμεν ἢ τυπολογικῶς, ἀλλ’ αἰσθητῶς καὶ πραγματικῶς· ὁ γὰρ ἐπερωτήσας ἐνόμιζε τὸν Ἰησοῦν ὑποθέσθαι αὐτῷ καὶ δεῖξαι τρόπον, δι’ οὗ αἰωνίως ζήσεται, καταπολαύων καὶ τῆς κατασχέσεως τῶν χρη­μάτων· ὡς δὲ ὁ Κύριος τὴν ἀπόκτησιν πρόξενον εἶναι εἶπε τῆς αἰωνίου ζωῆς, ὡς μεμψάμενος ἑαυτοῦ τῆς ἐρωτήσεως καὶ τοῦ Ἰησοῦ τῆς ἀποκρίσεως, ἄπεισι. Καὶ ὅρᾳ, ὡς ὁ ἐρωτήσας εἶπε, «ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου», ὁ Κύριος ὑπο­τίθεται αὐτῷ τὸ κεφάλαιον πάντων, ἤγουν τὴν ἀκτημοσύνην, εἰπὼν «πάντα ὅσα ἔχεις πώλησον»· εἰ γάρ τι ἓν ἀπομείνῃ, ἐκείνου δοῦλος εἶ· «καὶ διάδος πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι»[7]· τουτέστι καὶ ἐν πᾶσι τοῖς ἄλλοις ἴσθι μαθητὴς ἐμὸς καὶ ἀεὶ ἀκολούθει μοι· μὴ σήμερον μὲν ἔσο μαθητὴς τυχὸν ἐμὸς καὶ τὰς ἐντολὰς ἐκπληρῶν, αὔριον δὲ οὔ. Καὶ ὁ μέγας τῆς οἰκουμένης φωστὴρ Ἰωάννης, τῆς ὄντως αἰωνίου ζωῆς ἐπιθυμεῖν τοῦτον εἶπε, καὶ ἐρᾶν μὲν αὐτῆς, κατέχεσθαι δὲ πάθει μείζονι τῆς φιλαργυρίας. Ὁ οὖν βουλόμενος τέλειος εἶναι, ἐὰν πωλήσῃ τὰ ὑπάρχοντα αὑτοῦ διὰ τὴν αἰώνιον ζωήν, οὐ σφάλλεται, ἀλλ’ ἐμβιῴη αἰωνίως κατὰ τὴν ἐπαγγε­λίαν. Ἐξεῖναι δὲ ἀρχιερεῦσι κακούργους κατὰ νόμους κολάζειν ἢ κεφαλικῶς τιμωρεῖν, πολεμεῖν τε καὶ στρατηλατεῖν, οὔτε ἡμεῖς, οὔτε νόμοι καὶ κανόνες διορίζονται.

Κεφάλαιον ιζ΄. Περὶ τῆς ἐσχάτης κρίσεως.

Τὸ δέκατον ἕβδομον, ὅτι ἐν συντελείᾳ τοῦ αἰῶνος ὁ Χριστὸς ἐλεύσεται καὶ ὅτι κρινεῖ ζῶντας καὶ νεκρούς, καὶ τοῖς μὲν εὐσεβέσι ζωὴν αἰώνιον καὶ χαρὰν ἀτελεύτητον δώσει, τοῖς δὲ ἀσεβέσι τιμωρίαν αἰώνιον, οὕτω καὶ ἡμεῖς τὴν ἀλήθειαν ἔχειν φαμὲν ὁμολογουμένως. Ὅσοι δὲ λέγουσι τέλος ἢ τῶν ἀγαθῶν ἢ τῆς κολάσεως ἔσεσθαι, ἢ εἰσάγουσι τὰς Ἰουδαϊκὰς οἰήσεις, μᾶλλον δὲ μυθολογίας, λέγοντες πρὸ τῆς τῶν νεκρῶν ἀναστάσεως τοὺς ἁγίους καὶ εὐσεβεῖς τῷ κόσμῳ ἐμβασιλεύσειν, ληροῦσιν· ὅθεν αὐτοὺς ἀποστρεφόμεθα, καὶ ὡς μυθοπλάστας καὶ κακῶν ἐφευρέτας κατακρίνομεν.

Κεφάλαιον ιη΄. Περὶ αὐτεξουσίου.

Τὸ δέκατον ὄγδοον περὶ αὐτεξουσίου διαλαμβάνον, οὕτως ἡμεῖς νοοῦμεν. Πῶς περὶ μὲν τῶν ἐφ’ ἡμῖν, καλῶς λέγετε· περὶ δὲ τοῦ χωρὶς βοηθείας Θεοῦ μὴ δύνασθαι οὐδένα σωθῆναι, οἴδαμεν καὶ ἡμεῖς ὅτι προηγουμένως τῆς θείας δεόμεθα βοηθείας καὶ χάριτος, κατὰ τὸν τοῦ Κυρίου λόγον, φάσκοντα· «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν»[8]. Ἀλλ’ ἀκούομεν καὶ τὰ ῥητὰ τῶν θείων διδασκάλων καὶ ἐξη­γητῶν τῶν θείων τοῦ Κυρίου φωνῶν οὐκ ἀπὸ σκοποῦ λαλήσαντα, ὡς Πνεύματι ἁγίῳ κινουμένων, καὶ φῶς σαφηνείας συνεισφερόντων καὶ διδασκόντων ἡμᾶς. Λέ­γει γὰρ ὁ θεῖος Χρυσόστομος, ὅτι ἡ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σῴζει· ὡς καὶ ἐξηγούμενος τὴν πρὸς Ἑβραίους ἐν τοῖς ἠθικοῖς ἐντέλλεται. «Χρὴ πάντοτε φυλάττειν ἑαυτούς, μήποτε ἀπονυστάξωμεν. "Ἰδοὺ γάρ, φησίν, οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ· καί, μὴ δῷς εἰς σάλον τὸν πόδα σου"[9]· οὐκ εἶπε, μὴ σαλευθῇς, ἀλλὰ μὴ δῷς. Ἄρα ἐφ’ ἡμῖν τὸ δοῦναι, οὐκ ἐφ’ ἑτέρῳ τινί· ἂν γὰρ ἐθέλωμεν ἑστᾳναι ἑδραῖοι καὶ ἀμετακίνητοι, οὐ σαλευθησόμεθα. Τί οὖν, οὐδὲν ἐπὶ τῷ Θεῷ; πάντα μὲν ἐπὶ τῷ Θεῷ, ἀλλ’ οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Εἰ τοίνυν ἐπὶ τῷ Θεῷ φησι, τί ἡμᾶς αἰτιᾶται; Διὰ τοῦτο εἶπον, ὥστε τὸ αὐτεξούσιον ἡμῶν μὴ βλάπτεσθαι. Ἐφ ἡμῖν τοίνυν, καὶ ἐπ’ αὐτῷ. Δεῖ γὰρ ἡμᾶς πρῶτον ἑλέσθαι τὰ ἀγαθά, καὶ τότε αὐτὸς τὰ παρ’ αὐτοῦ εἰσάγει. Οὐ προφθάνει δὲ τὰς ἡμετέρας βουλήσεις, ἵνα μὴ λυμήνηται τὸ αὐτεξούσιον ἡμῶν. Ὅταν δὲ ἡμεῖς ἑλώμεθα, τότε πολλὴν εἰσάγει τὴν βοήθειαν ἡμῖν. Πῶς οὖν ὁ Παῦλος φησίν, "οὐ τοῦ θέλοντος, οὐδέ τοῦ τρέχοντος, ἀλλά τοῦ ἐλεοῦντος Θεοῦ"[10]; Πρῶτον μὲν οὐχ ὡς ἰδίαν γνώμην εἰσήγαγεν, ἀλλ’ ὡς ἐκ τοῦ προκειμένου αὐτὸ συνήγαγε, καὶ ἐκ τοῦ προβληθέντος. Εἰπὼν γάρ, γέγραπται "ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω", λέγει, "ἄρ’ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· ἐρεῖς μοι, τί ἔτι μέμφεται;"[11]. Δεύτερον ἐκεῖνό ἐστιν εἰπεῖν, ὅτι οὗ τὸ πλέον ἐστί, τὸ πᾶν ἐκείνου εἶναί φησιν· ἡμῶν γὰρ τὸ προελέσθαι καὶ βουληθῆναι, Θεοῦ δὲ τὸ ἀνῦσαι καὶ εἰς τέλος ἀγαγεῖν. Ἐπεὶ οὖν ἐκείνου τὸ πλέον ἐστί, τὸ πᾶν ἐκείνου εἶναί φησι, κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην εἰπών· οὕτω γὰρ ποιοῦμεν. Οἷόν τι λέγω, ὁρῶμεν οἰκίαν οἰκοδομουμένην καλῶς καὶ λέγομεν, τὸ πᾶν τοῦ τεχνίτου ἐστί, καίτοι γε οὐ τὸ πᾶν ἐστιν αὐτοῦ, ἀλλὰ καὶ τῶν ἐργατῶν καὶ τοῦ τὴν ὕλην παρασχόντος δεσπότου καὶ πολλῶν ἑτέρων· ἀλλ’ ὅμως, ἐπειδὴ τὸ πλέον ἐκεῖνος εἰσήνεγκεν, ἐκείνου τὸ πᾶν εἶναι λέγομεν· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν, ἐπὶ πλήθους, ἔνθα ἂν πολλοί, πάντες εἶναί φαμεν, ἔνθα δὲ ὀλίγοι, οὐδένα· οὕτω καὶ Παῦλός φησιν, "οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος". Κατορθοῖ δὲ ἐνταῦθα δύο μεγάλα, ἓν μέν, τὸ μὴ ἐπαίρεσθαι. Κἂν τρέχῃς, φησί, κἂν σπουδάζῃς, μὴ νόμιζε σὸν εἶναι τὸ κατορθούμενον. Ἂν γὰρ μὴ τῆς ἄνωθεν τύχῃς ῥοπῆς, πάντα εἰκῆ. Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζομένου, εὔδηλόν ἐστιν, ἕως ἂν τρέχῃς, ἕως ἂν ἐθέλῃς. Οὐ τοῦτο οὖν εἶπεν, ὅτι εἰκῆ τρέχομεν, ἀλλ’ ὅτι εἰκῆ τρέχομεν, ἐὰν ἡμέτερον εἶναι τὸ πᾶν νομίζωμεν, ἐὰν μὴ τὸ πλέον ἀπονέμωμεν τῷ Θεῷ. Οὔτε γὰρ αὐτὸν εἶναι τὸ πᾶν ἠθέλησεν ὁ Θεός, ἵνα μὴ δόξῃ εἰκῆ στεφανοῦν ἡμᾶς, οὔτε ἡμῶν πάλιν, ἵνα μὴ εἰς ἀπόνοιαν ἐμπέσωμεν. Εἰ γὰρ τὸ ἔλαττον μέρος ἔχοντες, μέγα φρονοῦμεν, τί, εἰ τοῦ ὅλου κύριοι ἦμεν; πολλὰ γὰρ ὁ Θεὸς ἐποίησεν ὑπὲρ τοῦ τὴν ἀλαζονείαν ἐκκόψαι»[12]. Ἀλλά τινες πάλιν λέγουσι, τί τοῦτο; εἰς τί τοῦτο; ἂν δὲ μικρᾶς εὐπραγίας ἐπιλάβωμεν, πρὸς αὐτὸν φθάνομεν τὸν οὐρανὸν τῷ φρονήματι. Καὶ πάλιν, ἐν τῇ πρὸς Φιλιππησίους λέγει. «Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, τότε χαίρομεν· ὁ Θεὸς γάρ, φησίν, ὁ ἐνεργῶν ἐν ἡμῖν»[13]. Προσέχομεν, μὴ διαχέωμεν ἑαυτούς. Ἐὰν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται. Εἰ τοίνυν αὐτὸς ἐνεργεῖ, ἡμᾶς δεῖ τὴν προαίρεσιν παρασχεῖν συγκεκροτημένην, διὰ παντὸς ἐσφιγμένην, ἀδιάχυτον. Εἰ τὸ θέλειν αὐτὸς ἐν ἡμῖν ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύει; Εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιεῖ, εἰκῆ ἡμῖν λέγει, ὅτι ὑπακούσατε· οὐ γὰρ ὑπακούομεν· εἰκῆ λέγει, «ἐν φόβῳ καὶ τρόμῳ»[14], εἰ Θεοῦ τὸ ὅλον ἐστίν. Οὐ διὰ τοῦτο εἶπεν, «αὐτός ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν»[15], ἀλλ’ ἐκλῦσαι τὴν ἀγωνίαν ἡμῶν βουλόμενος. Ἂν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν, καὶ προθυμίαν ἡμῖν δίδωσι καὶ ἐργασίαν· ἂν γὰρ θελήσωμεν, τότε αὔξει τὸ θέλειν ἡμῶν λοιπόν. Οἷον, βούλομαι ἀγαθόν τι ἐργάσασθαι, ἐνήργησεν αὐτὸ τὸ ἀγαθόν, ἐνήργησε δι’ αὐτοῦ καὶ τὸ θέλειν. Ὥσπερ οὖν, λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ τοῦ αὐτε­ξουσίου, ἀλλ’ ἀφίησιν ἡμῖν τὸ αὐτεξούσιον, οὕτως ὅταν λέγῃ, ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν, ὅτι ἀπό τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν. Καθάπερ γὰρ τὸ ποιεῖν ἐκ τοῦ ποιεῖν γίνεται, οὕτως ἐκ τοῦ μὴ ποιεῖν, τὸ μὴ ποιεῖν. Ἔδωκας ἐλεημοσύνην, μᾶλλον προετράπης δοῦναι· οὒκ ἔδωκας δέ, μᾶλλον ἤργησας. Ἐσωφρόνησας μίαν ἡμέραν, ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν· ἐῤῥαθύμησας, ἐπέτεινας τὴν ῥᾳ­θυμίαν· ἀσεβὴς γάρ, φησίν, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Οὕτω καὶ δίκαιος ὅταν ἔλθῃ εἰς πλῆθος ἀγαθῶν, σπουδάζει. Καθάπερ γὰρ ἐκεῖνος ἀπογνοὺς ῥᾳθυμό­τερος γίνεται, οὕτω καὶ οὗτος, ἐννοῶν τὸ πλῆθος τῶν ἀγαθῶν, σπουδαιότερος γί­νεται, δεδοικὼς μὴ τὸ πᾶν ἀπολέσῃ. «Ὑπὲρ τῆς εὐδοκίας»[16] αὐτοῦ, φησί, τουτέστι διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται, ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ. Ἰδού, ὅτι πάντως ἐνεργεῖ. Θέλει γὰρ ἡμᾶς, ὡς αὐτὸς βούλεται ζῆν. Εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει. Θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῆν. Ὁρᾷς, πῶς οὐκ ἀφαιρεῖται τὸ αὐτεξούσιον; ταῦτα «πάντα ποιεῖτε, φησί, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν»[17]. Ὁ διάβολος, ἐπειδὰν μὴ δυνηθῇ ἡμᾶς ἀπαγαγεῖν τοῦ καλῶς ποιεῖν, ἑτέρως βούλεται κενῶσαι τὸν μισθόν· ἢ γὰρ κενοδο­ξίαν ἢ ἀπόνοιαν ἐπεισήγαγεν, ἢ εἰ μηδὲν τούτων, γογγυσμόν, ἢ εἰ μὴ τοῦτο, διάκρισιν ἐθῶν καὶ δογμάτων. Ἇρα καλόν, ἆρα οὐ καλόν; κόλασις ἀπόκειται τοῖς τοιούτοις· κρατεῖν ὀφείλουσι τὰ ἀρχαῖα ἔθη, ὑπείκειν ὀφείλομεν τοῖς ἐξηγηταῖς τῆς Γραφῆς. Ἐν ἁγίῳ Πνεύματι Παῦλος ἐλάλησε, τῷ αὐτῷ καὶ Πέτρος καὶ οἱ λοιποί· οἵ τε ἱεράρχαι, Βασίλειος ὁ μέγας, Γρηγόριος ὁ Θεολόγος, Ἰωάννης ὁ Χρυσόστομος καὶ ὁ λοιπὸς τῶν διδασκάλων χορός, ἀναφανέντες ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς διατρανώσαντες καὶ τὰ τοῦ Θεοῦ ἡμῶν κηρύξαντες καὶ ἡμῖν ταῦτα πάντα καλῶς σαφηνίσαντες.

Καὶ πάλιν, ἐν τῇ πρὸς Τιμόθεον ὁ αὐτὸς Χρυσόστομος λέγει. «"Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον[18]"· ὁρᾷς, ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; καὶ ἐκεῖ τὸ ὀστράκινον οὐκ ἂν γένηται χρυσοῦν, οὐδὲ τοὔμπαλιν. Ἐνταῦθα δὲ μεταβολὴ πολλή. Σκεῦος ἦν ὁ Παῦλος ὀστράκινον[19], ἀλλ’ ἐγένετο χρυσοῦν· ὁ δὲ Ἰούδας χρυσοῦν ἦν, ἀλλ’ ἐγένετο ὀστράκινον»[20]. Καὶ ἔτι ἐν τῇ πρὸς Ἐφεσίους, ἐξη­γούμενος τὸ «τῇ χάριτι ἐστὲ σεσωσμένοι»[21], ἵνα μὴ τὸ μέγεθος τῶν εὐεργεσιῶν ἐπάρῃ σε, ὅρα πῶς σὲ καταστέλλει διὰ τῆς πίστεως. Ἵνα δὲ μὴ πάλιν τὸ αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὰ ἡμῶν. Καὶ πάλιν «καὶ τοῦτο οὐκ ἐξ ἡμῶν»· οὐδὲ ἡ πίστις, φησίν, ἐξ ἡμῶν. Εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; «Θεοῦ τὸ δῶρον»[22]. Μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαί φησιν· ἀλλ’ ἵνα μὴ κενούς, μηδὲ ἀργοὺς σώσῃ, ταύτην ἐζήτησε, τὴν διὰ τῶν ἔργων. Καὶ τοῦτο Θεοῦ δῶρον, ἵνα μή τις καυχήσηται· καὶ ὅτι οὐδείς, φησίν, ἐξ ἔργων ἐδικαιώθη, ἵνα δειχθῇ ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ φιλανθρωπία[23]. Οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων, χάριτι ἔσωσεν[24]. Εἶτα, ἵνα μὴ ἀκούσας τις, ὅτι οὐκ ἐξ ἔργων ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθῃ, ἀργὸς γενῇ, ὅρα τὶ ἐπήγαγεν· «αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν»[25]. Διαρκοῦς γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς καὶ ἐκτεταμένης[26], ἄλλως δὲ οὐδὲν ὤνησεν ἂν ἡμᾶς τὸ πρᾶγμα. Τηρεῖν γὰρ δεῖ ὅσα ἐνετείλατο ὁ Χριστός, καὶ λύειν οὐδὲ τὴν ἐλα­χίστην τῶν ἐντολῶν· ἵνα ἡ πίστις ἡ ἀληθὴς διὰ τῶν ὀρθῶν ἔργων ἀναφανῇ τῆς ἀρετῆς.

Κεφάλαιον ιθ΄. Περὶ αἰτίου τῆς ἁμαρτίας.

Τὸ δέκατον ἔνατον διαλαμβάνει, ὅτι αἴτιον τῆς ἁμαρτίας ἡμεῖς καὶ τὸ κα­κὸν ἡμέτερον θέλημα καὶ ἡ προαίρεσις ἡμῶν, ὁ δὲ Θεὸς οὐδόλως ἐστὶν αἴτιος κακῶν. Ὃ πάντως καλῶς ἔχει καὶ ἀληθῶς· ἐξηγούμενος γὰρ ὁ Χρυσόστομος τὴν πρὸς Τιμόθεον, φησίν[27]. «Ἴσθι ὅτι πάντα ὁ Θεὸς οἰκονομεῖ, πάντων προνοεῖ. Τὰ μὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ. Οὐδὲν πονηρὸν γίνεσθαι βούλεται· πάντα τὰ ἀγαθά, καὶ ἀφ’ ἡμῶν καὶ ἀπὸ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν λανθάνει αὐτόν· πάντα δὲ τὰ κακά, ἀπό τοῦ ἡμετέρου θελήματος. Οἱ δίκαιοι θλίβονται, ἵνα στεφανωθῶσιν οἱ ἁμαρτωλοί, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν. Οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τίσουσιν, ἵνα μὴ τὴν ἀνάστασιν οἱ πολλοὶ ἀπιστῶσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν νομίσωμεν. Ἂν ταῦτα ἀναλογιζώμεθα, οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται· ἂν τῶν Γραφῶν ἀκούωμεν συνεχῶς, εὑρήσομεν τὰ δυνάμενα σοφίσαι ἡμᾶς εἰς σωτηρίαν». Παρακατιὼν δὲ πάλιν φησίν· «ἐν ἡμῖν ἐστι κερδαίνειν ἐκ τῶν δεινῶν καὶ βλάπτεσθαι· οὐ παρὰ τὴν φύσιν δὴ τῶν δεινῶν γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν· ἔπαθεν Ἰώβ, εὐχαρίστως ἤνεγκεν, ἐδικαιώθη· ἕτερος καὶ ἐλάττονα πολύ, ἐδυσφόρησεν, ἠγανάκτησεν, ἐδυσχέρανε πρὸς τὸν Θεόν, κατεκρίθη καὶ κατεδικάσθη. Ἰσχυρᾶς οὖν δεῖ ἡμῖν ψυχῆς, καὶ οὐδὲν ἡμῖν χαλεπὸν φανεῖται· ἀσθενούσης δέ, τὰ πάντα. Ἐνεργεῖ γὰρ καὶ ὁ δαίμων τότε, ὅτε μὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν μὴ σώφρονα ψυχήν. Ὅταν γὰρ μὴ μνημονεύῃ τῶν ἐντολῶν τοῦ Θεοῦ, μηδὲ φυλάττῃ τὰ δικαιώματα αὐτοῦ, τότε αἰχμάλωτον λαβὼν ἄπεισιν. Ὁ γὰρ Ἀδάμ, εἰ ἐμνημόνευε τῆς ἐντολῆς, λεγούσης "ἀπὸ παντὸς ξύλου φαγῇ", εἰ ἐφύλασσε τὸ δικαίωμα τὸ λέγον, "ᾗ ἂν ἡμέρᾳ φάγητε ἀποθανεῖσθε"[28], οὐκ ἂν ἔπαθεν, ἅπερ ἔπαθεν. Μὴ τοίνυν τὸν Θεὸν αἰτιάσθω τις. Οὐ γὰρ παρὰ τῶν καλούντων γίνεται τὸ μὴ πιστεῦσαι, ἀλλὰ παρὰ τῶν ἀποπηδώντων. Ἀλλ’ ἔδει, φησί, καὶ ἄκοντας ἐπαναγαγεῖν. Ἄπαγε· οὐ γὰρ βιάζεται, οὐδ’ ἀναγκάζει. Τίς γὰρ ἐπὶ τιμὰς καὶ στεφάνους καὶ εὐωχίας καὶ πανηγύρεις καλῶν, ἄκοντας καὶ δεδεμένους ἕλκει; οὐκ ἔστιν οὐδείς· τοῦτο γὰρ ὑβρίζοντός ἐστιν. Εἰς γέενναν πέμπει ἄκοντας, εἰς δὲ βασιλείαν ἑκόντας καλεῖ. Καὶ πόθεν οὐ πάντες αἱροῦνται; παρὰ τὴν οἰκείαν ἀσθένειαν. Τίνος δὲ ἕνεκα οὐ κόπτει ταύτην; οὐχὶ κτίσιν εἰργάσατο, διδάσκουσαν αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν δύναμιν; οὐχὶ προφήτας ἔπεμψεν; οὐχὶ ἐκάλεσεν; οὐχὶ ἐθαυματούργησεν; οὐ γέενναν ἠπείλησεν; οὐ βασιλείαν ἐπηγγείλατο; οὐ καθ’ ἑκάστην ἀνατέλλει τὸν ἥλιον; Ἐβουλήμην, φησί, πάλιν ἀνάγκη εἶναι καλός, καὶ πάν­τως ἀποστερεῖσθαι τῶν μισθῶν, ἢ προαιρέσει φαῦλος, καὶ κολάζεσθαι καὶ τιμωρεῖσθαι. Οὐκ ἔστι ποτὲ ἀνάγκην εἶναι καλήν. Εἰ μὲν οὖν ἀγνοεῖς τὸ πρακτέον, δεῖξον, καὶ τότε ἐροῦμεν ὅπερ εἰπεῖν δεῖ. Εἰ δὲ οἶδας τὰ ἀπηγορευμένα, τίνος ἕνεκεν οὐ φεύγεις τὸ πονηρόν; οὐ δύναμαί φησιν· ἀλλ’ ἕτεροι, οἱ τὰ μείζω κατορθώσαντες, κατηγορήσουσί σου καὶ ἐπιστομίσουσί σε ἐκ περιουσίας πολλῆς. Σὺ μὲν γάρ, φησίν, ἴσως καὶ μετὰ γυναικὸς οὐ σωφρονεῖς, ἄλλος δὲ καὶ χωρὶς γυναικὸς ἀκεραίαν τὴν ἁγνείαν διατηρεῖ. Τίνα οὖν ἔχεις ἀπολογίαν, τὸ μέτρον οὐ φυλάττων; Ἀλλ’ οὐκ εἰμὶ τοιοῦτος, φησί, τὴν φύσιν. Ἐπειδὴ μὴ θέλεις, οὐκ ἐπεὶ μὴ δύνασαι. Καὶ γὰρ δείκνυμι, πάντας ἐπιτηδείως πρὸς ἀρετὴν ἔχοντας· ὃ γὰρ μὴ δύναταί τις ποιῆσαι, οὐδὲ ἀνάγκης ἐπικειμένης δυνήσεται. Εἰ δὲ ἀνάγκης ἐπικειμένης δυνήσεται, ὁ μὴ ποιῶν παρὰ προαίρεσιν οὐ ποιεῖ. Οἷόν τι λέγω, ἀναπτῆναι καὶ πρὸς οὐρανὸν ἀρθῆναι, σῶμα ἔχοντα βαρύ, πάντως οὐ δυνατόν. Τί οὖν, εἰ βασιλεὺς ἐπιτάξειε τοῦτο ποιῆσαι καὶ θάνατον ἠπείλησε λέγων, ὅτι τοὺς μὴ πετομένους ἀνθρώπους ἀποτέμνεσθαι κελεύω καὶ καίεσθαι ἢ ἄλλο τι πάσχειν τοιοῦτον, ἄρα ἄν τις ἐποίησεν; οὐδαμῶς· οὐ δέχεται γὰρ ἡ φύσις. Ἂν δὲ θῇ δόγμα σωφρονεῖν, ἆρ’ οὐκ ἂν ἐπείσθησαν πολλοὶ τῷ προστάγματι; οὐχί, φησί, διὰ τοὺς παραβαίνοντας· ἀλλ’ εἰ δήσας καθείρξω, δυνήσεται ἐνεγκεῖν καὶ μηδὲν παθεῖν ἀηδές. Οὔκουν ὁ δεῖνα φύσει καλός, καὶ ὁ δεῖνα φύσει κακός· οὐ γὰρ ἂν μεταβάλλοιτο, ὡς ὁρῶμεν ἐμφανῶς».

Κεφάλαιον κ΄. Περὶ ἀγαθῶν ἔργων.

Τὸ δὲ εἰκοστόν ἐστι τὸ φάσκον, πῶς ὑμεῖς τὰ ἀγαθὰ μὲν τῶν ἔργων οὐ κωλύετε, ἀποκαλεῖτε δὲ τὰς ἑορτάς, τὰς τελετάς, τὰς ῥητὰς νηστείας, τὰς ἀδελφότητας, τὴν μοναχικὴν πολιτείαν καὶ τ’ ἄλλα τὰ τούτοις ὅμοια ἔργα ἀνωφελῆ. Τοῦτο οὐ καλόν ἐστιν, οὐδὲ τοῖς θείοις Πατράσι συνᾷδον. Εἰ γὰρ τὰ ἀγαθὰ ἔργα στέργετε πάντα, ὡς λέγετε, καὶ ταῦτα, ἀγαθὰ ὄντα, στέργειν ὀφείλετε. Αὐτίκα γὰρ ὁ μέγας Βασίλειος λέγει· «ὁ ἀσκητικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν τῆς ψυχῆς σωτηρίαν. Καὶ πᾶν τὸ δυνάμενον πρὸς αὐτὴν συνεργῆσαι τὴν πρόθεσιν, ὡς θείαν ἐντολήν, οὕτω μετὰ φόβου Θεοῦ παραφυλάττειν. Οὐδὲ γὰρ αὐταὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ πρὸς ἄλλο τι βλέπουσιν, εἰ μὴ πρὸς τὸ σωθῆναι τὸν ὑπακούοντα. Χρὴ τοίνυν, καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες γυμνοῦνται παντὸς περιβλήματος, οὕτω καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιοτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλο­σοφίαν γενέσθαι βίου. Τὸ προηγούμενόν ἐστι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη, τὸ ἑπόμενον δέ, καὶ ὑλικῶν πάντων. Ὅταν δὲ τὴν μετ’ ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θε­λημα ἓν καὶ ἐπιθυμίαν, καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γίνεσθαι σῶμα ἐκ δια­φόρων μελῶν συνηρμοσμένον, πᾶν τὸ πλήρωμα τῆς συνοδίας τῶν ἀδελφῶν, οὐδὲν ἴδιον ἐχόντων, ἀλλὰ τὰ πάντα κοινά»[29]. Χρὴ τοίνυν ἐπαινεῖν τοὺς τοιούτους τῶν μονα­χῶν, καὶ ταῦτα ὅσους ὁ οὐράνιος ἔρως πρὸς τὴν τοῦ καλοῦ κατανόησιν ἔτρωσε τὸν νυμφίον Χριστὸν περιέπειν, ἄλλας παρ’ ἄλλοις τὸν καλὸν τὰς ἰδέας ἀσκούμενοι ἐν τῇ Ἐκκλησίᾳ, καὶ ἄδοντες οἱ μὲν τῆς παρθενίας ὕμνους, οἱ δὲ τῶν νηστείαις τε καὶ χαμευνίαις ὑπωπιαζόντων τὸ σῶμα ἐγκώμια, ἄλλοι δὲ τὸ μεγαλόψυχον τῶν πιπρασκόντων διὰ τὸν Κύριον τὰ ὑπάρχοντα θαυμάζοντες, τοὺς ἐπαίνους ἐν μακρῷ διεξέρχονται. Οὐχ ὅπως ἕκαστον μετιέναι προσήκει τῶν εἰρημένων διδάσκειν οἰόμενοι, ἀλλὰ τοὺς ἐπαίνους τῶν εἰρημένων εἰς τὴν τοῦ καλοῦ προκοπὴν μόνον ἀρκεῖν λογιζόμενοι, ἐπιτιμᾶν δὲ τοῖς μὴ τοιούτοις. Ὥσπερ γὰρ οἱ κληθέντες ὑπό τινος, εἰ μὲν σκοπὸς πρόκειται τῷ καλέσαντι τοῦ θερίσαι, πρὸς αὐτὸ ἑαυτοὺς παρασκευάζουσιν, εἰ δὲ σκοπὸς τοῦ οἰκοδομῆσαι, πρὸς τὴν οἰκοδομὴν εὐπρεπίζονται, οὕτως οἱ εἰς τὸ ὄνομα τοῦ Κυρίου συναχθέντες πάντως ὀφείλουσιν εἰδέναι τὸν σκοπὸν τοῦ σνναγαγόντος καὶ πρὸς αὐτὸν ἑαυτοὺς καταρτίζειν, ἵνα μὴ ἀποτύχωσιν, ἀλλ’ εὐαρεστήσεως χάριν εὕρωσι, καὶ μὴ κακίας ἢ ἀμελείας κρίματι ὑποπέσωσι. Καὶ μνημονεύειν ὀφεί­λουσι τοῦ Ἀποστόλου λέγοντος. «Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε»[30]. Σαφέστερον δὲ ὁ Κύριος ἡμῖν ἐφίστησι τὸ πᾶν διὰ τῆς πρὸς ἕνα ἐπαγγελίας, εἰπών· «ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν»[31]. Ὡς οὖν γίνεται παρὰ τούτῳ ἡ μονὴ ἐκ τῆς τηρήσεως τῶν ἐντολῶν, οὕτω καὶ τῶν δύο ἢ τριῶν ἐν μέσῳ ἐστίν[32], ἐὰν πρὸς τὸ θέλημα αὐτοῦ καταρτισθῶσιν. Εἰ δὲ μὴ ἀξίως τῆς κλήσεως, μηδὲ πρὸς θέλημα τοῦ Κυρίου συνηγμένοι, κἂν ἐπὶ τὸ αὐτὸ συνῆχθαι ἐν ὀνόματι τοῦ Κυρίου δοκῶσιν, ἀκούουσι «τί με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ ἐγὼ λέγω»[33]. Ὁ τοὶνυν βουλωμένος μέτοχος γενέσθαι τῆς θείας δόξης, καὶ ὥσπερ ἐν καθαρῷ κατόπτρῳ τὴν Χριστοῦ μορφὴν ὁρᾶν, ἐν τῷ ἡγεμονικῷ ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει, ἐξ ὅλης καρδίας καὶ δυνάμεως, νύκτωρ τε καὶ μεθ’ ἡμέραν ζητεῖν τὴν τοῦ Θεοῦ ἀνάληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετασχεῖν, εἰ μή, ὡς προείπομεν, πρότερον ἀπεχόμενος τῆς τοῦ κόσμου ἡδυπαθείας, τῶν τε ἐπιθυμιῶν, τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία ἐστῖ καὶ ἐνεργείας ἀνοίκειος ἀγαθῆς καὶ πάντη ἀπεξενωμένη τυγχάνει. Τοιγαροῦν, εἴπερ βούλει μαθεῖν τίνος ἕνεκεν κτισθέντες καὶ τεθέντες ἐν παραδείσῳ, τελευταῖον παρασυνεβλήθημεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκε ὅτι, ἐπεὶ διὰ τῆς παρακοῆς δοῦλοι τῆς σαρκὸς τοῖς πάθεσι γενόμενοι, ἑαυτοὺς ἀπῳκίσαμεν τῆς μακαρίας ζωῆς, τῆς τῶν ζώντων χώρας, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι, ἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα[34], καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι, οὔπω ἐκληρονομήσαμεν τὴν γῆν τῆς ἐπαγγελίας, τὴν ῥέουσαν μέλι καὶ γάλα, οὔπω συνεῤῥαντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ ἀμνοῦ τοῦ Θεοῦ, ἔτι γὰρ τὸ πέταυρον τοῦ ᾅδου καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ· οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ Σωτῆρος Χριστοῦ, ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου ἐμπέπαρται ἡμῖν· οὔπω ἐνεδυσάμεθα τὸν καινὸν ἀν­θρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὔπω φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, σύμμορφοι τῆς δόξης αὐτοῦ γεγονό­τες, ἔτι γὰρ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦμεν· οὔπω προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ Θεοῦ, διὰ τὸ ἔτι βασιλεύειν τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι· οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης διειργόμεθα· οὔπω ἐνεδυσάμεθα τὰ ὅπλα τοῦ φωτός, ἐπεὶ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ ἔργα· οὔπω μετεμορφώθημεν τῇ ἀνακαινώσει τοῦ νοός, ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ τοῦ νοὸς ματαιότητι, ἔτι ἐσμὲν ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ἐν ταῖς ἐπιθυμίαις· οὔπω κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χρι­στοῦ γεγόναμεν, ἔτι γὰρ πνεῦμα δουλείας ἐνυπάρχει ἡμῖν, καὶ οὐχ υἱοθεσίας· οὔπω γεγόναμεν ναὸς Θεοῦ καὶ εὐκτήριον Πνεύματος ἁγίου, ἔτι γὰρ ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρῶν, διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν. Ὄντως γὰρ ὄντως οὐδέπω τὸ ἀκέραιον τοῦ τρόπου καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα· οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως· οὔπω ἡμῖν ἡμέρα ηὔγασεν, οὐδὲ ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῖν ἀνέτειλεν· οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης, οὐδὲ ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν· οὔπω ἀπειλήφαμεν τὴν τοῦ Κυρίου ὁμοίωσιν, οὐδὲ γεγόναμεν τῆς θείας κοινωνοὶ φύσεως· οὔπω γεγόναμεν ἄδολος πορφύρα βασιλική, οὐδὲ ἀνόθευτος εἰκὼν θεϊκή· οὔπω ἐτρώθημεν ὑπὸ θείου ἔρωτος, οὐδὲ ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου· οὔπω τὴν ἀόρατον καὶ μυστικὴν κοινωνίαν ἐγνωρίσαμεν· καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, οὔπω ἐσμὲν γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, ἐπεὶ ἔτι ἐσμὲν ὄφεις, γενήματα ἐχιδνῶν. Πῶς μὲν γὰρ οὐκ ὄφεις, οἱ ἐπὶ γῆς συρόμενοι καὶ τὰ τῆς γῆς φρονοῦντες, καὶ οὐκ ἐν οὐρανοῖς τὴν πολιτείαν ἔχοντες; πῶς δὲ οὐ γεν­νήματα ἐχιδνῶν, οἱ μὴ ἐν τῇ ὑπακοῇ τοῦ Θεοῦ εὑρισκόμενοι, ἀλλ’ ἐν παρακοῇ καὶ ἐν τοῖς ἰδίοις θελήμασι; Πῶς οὖν ἐκβοήσω καὶ δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν αὐλιζομένην ἐν ἐμοὶ πλάνην; πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ πάθη, καὶ μέτοχος γένωμαι τῆς δόξης τοῦ Θεοῦ; Σπουδάσω ἄμωμον τέκνον τοῦ Θεοῦ γενέσθαι καὶ εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς· καταφέρω δάκρυα ὡς χειμάῤῥους· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἵνα ἐκ θλίψεως καὶ συνοχῆς καρδίας ἐλεηθῶ· καί, ὡς ἡ Μαρία, τὴν ἀγαθὴν ἐκλεξάμενος μερίδα, εἰσακουσθῶ καὶ τοῦ ἐπουρανίου ἄρτου ἀξιωθῶ.

Ἀπορία. Ἆρα οὖν, φήσειέ τις, τὰ πλήθη τῶν χριστιανῶν, μὴ φυλάσσοντα πάσας τὰς ἐντολάς, ἀνόνητον ἕξει τήν τινων φυλακήν; Λύσις. Πρὸς τοῦτο τὸ τοῦ μακαρίου Πέτρου μνημονεῦσαι καλόν, τὸν μετὰ τοσαῦτα μὲν κατορθώματα, τοσούτους δὲ τοὺς μακαρισμούς, ἐφ’ ἑνὶ μόνῳ ἀκούοντος· «ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ»[35]. Ἐῶ δὲ λέγειν, ὅτι οὐδὲ ἐκεῖνο ῥᾳθυμίαν, οὐδὲ καταφρονήσεως εἶχεν ἔνδειξιν, ἀλλὰ τιμῆς καὶ εὐλαβείας ἦν ἔμφασις. Καὶ μήν, εἴποι τις ἄν, γέγραπται, «πᾶς ὃς ἐπικαλέσεται τὸ ὄνομα Κυρίου, σωθήσεται»[36]· ὥστε ἀρκεῖ καὶ αὕτη ἡ ἐπίκλησις τοῦ Κυρίου σῶσαι τὸν καλούμενον. Ἀλλ’ ἀκουέτω καὶ οὗτος τοῦ Ἀποστόλου, λέγοντος· «πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν;»[37] Εἰ δὲ πιστεύεις, ἄκουε τοῦ Κυρίου· «οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου»[38]· ὅπου γε καὶ ὁ τὸ θέλημα τοῦ Κυρίου ἐργαζόμενος, μὴ καθὼς θέλει δὲ ὁ Θεός, μηδὲ ἐν δια­θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τοῦ ἔργου σπουδήν, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν»[39]. Ὅθεν καὶ Παῦλος ἐπαιδεύθη εἰπεῖν, ὅτι «κἂν ψωμίσω τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι»[40]. Πῶς οὖν τὸν καθ’ ἡδονὴν βίον τοῦ κατ’ ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα καὶ ἰσοπολιτείαν ἁγίων καὶ τὰς μετὰ ἀγγέλων εὐφρο­σύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσματα· πῶς ἔσομαι μετὰ Ἰώβ, ὁ μηδὲ τὴν τυχοῦσαν πίστιν μετ’ εὐχαρι­στίας δεξάμενος; πῶς μετὰ τοῦ Δαυΐδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατε­θείς; πῶς μετὰ Δανιήλ, ὁ μὴ μετ’ ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας; πῶς μεθ’ ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσι τοῖς αὐτῶν περιπάτησας; τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὃς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νι­κητὴν καὶ τὸν μηδὲν ἠγωνισμένον ἐθελήσειεν; τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεός, ἀλλὰ καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδὲ ἀφορ­μὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. Διὰ τοῦτο βρονταί, διὰ τοῦτο κεραυνοί, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει, ὁ τὸν ὄμβρον διδούς, καὶ τὸ πῦρ βρέχει· ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας· ἢ δι’ ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· «ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς»[41]. Ἐπεὶ τοίνυν οὔτε δυνατὸν σωθῆναι μὴ ποιοῦντας τὰ κατ’ ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον, δεινὴ γὰρ ἡ ἔπαρσις, κριτὰς ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, φέρε φυλακὴν τῶν εὐαγγελικῶν δογμάτων τιμήσωμεν, μετὰ πίστεως ἀληθοῦς κοινὴν φροντίδα καὶ βουλὴν προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καταρτισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ὥσπερ γὰρ ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι[42], οὕτω καὶ ὑμῖν ἴσος ἀγὼν ἀποῤῥαθυμήσασι πρὸς τὴν ἐξέτασιν ἢ ἀτόνως καὶ ἐκλελυμένως πρὸς τὴν φυλακὴν τῶν παραδιδομένων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Διό­τι φησὶν ὁ Κύριος, «ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ»[43]· καὶ δοῦλος, ὁ μὲν γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὁ δὲ γνούς, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς[44]. Γενέσθω οὖν ἡ οἰκονομία τοῦ λόγου ἐμοὶ μὲν ἄμεμπτος, ὑμῖν δὲ ἔγκαρπος, ὡς οὖν εἴδοτες, ὅτι ἀντιπρόσωπον ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπί τοῦ βήματος τοῦ Χριστοῦ· ἐλέγξω γάρ σε, φησί, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου[45]· οὕτω καὶ προσέχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προσαγαγεῖν τὰ θεῖα δόγματα σπουδαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ καὶ ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται[46]. Ἡ γὰρ πρὸς Θεὸν οἰκειότης οὐκ ἐν τῇ κατὰ σάρκᾳ συγγενείᾳ γνωρίζεται, ἀλλ’ ἐν τῇ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ κατορθοῦται. «Ὁ ὢν ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει»[47]. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους· «ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ»[48]. Ὅπερ ἐξηγούμενος ὁ Χρυ­σόστομος λέγει, ἵνα μὴ τῇ δωρεᾷ τοῦ λουτροῦ θαῤῥήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, οὐκ εἶπεν, ἔλαβον, ἀλλ’ ἄγονται· τουτέστιν, ὅσοι πάντα τὸν βίον καλῶς πολιτεύονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Καὶ ὁ Ἰωάννης· «ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν»[49], καὶ ὅτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ πλείονα τῆς ἐν τῷ νόμῳ τὴν κατὰ τὸ εὐαγγέλιον δικαιοσύνην ἐπιδεικνυμένους. Ἐὰν γάρ, φησί, «μὴ περίσσευσῃ ἡ δικαιοσύνη ὑμῶν πλείων τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τοῦ Θεοῦ»[50]. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος, ὅτι «ἡγοῦμαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν ἐκ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην»[51]. «Πᾶν γὰρ τὸ μὴ ἐκ πίστεως ἁμαρτία ἐστίν»[52]. Ὥστε δεῖ ἡμᾶς ἄγεσθαι Πνεύματι ἁγίῳ καὶ πίστει ὀρθῇ, ἵνα καταξιωθῶμεν τῆς βασιλείας τοῦ Θεοῦ. Δεῖ δὲ εἰδέναι καὶ ὁμολογεῖν παντὸς ἀγαθοῦ τὴν χάριν, καὶ αὐτῶν τῶν ὑπὲρ Χριστοῦ παθημάτων τὴν ὑπομονὴν παρὰ Θεοῦ ὑπάρχειν. Φησὶ γὰρ ὁ Ἰωάννης, «οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ»[53]. «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες;»[54]· «τῇ γὰρ χάριτι ἐστὲ σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται»[55]. Καὶ τοῦτο ἀπὸ Θεοῦ· «ὅτι ἡμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἔχουσιν ἀγῶνα»[56].

Οὐ δεῖ δὲ μεγαλοφρονεῖν ἐφ’ ἑαυτῶν ἐν τοῖς κατορθώμασι καὶ ἐξουθενεῖν τοὺς λοιπούς. Λέγει γὰρ ὁ Λουκᾶς· «εἶπε, δὲ πρός τινας, πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι»[57]. Ὅταν γάρ τις οὐ τῷ Θεῷ, ἀλλ’ ἑαυτῷ ἐπιγράφηται τὰ κατορθώματα, τί ἄλλο ἢ ἄρνησις Θεοῦ ἐστι καὶ ἀντιθεΐας; Διὰ δὲ τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς καὶ μὴ τῷ Θεῷ τὸ πᾶν λογιζομένους, ἀλλὰ τυχὸν καὶ τοὺς ἄλλους ἐξονθενοῦντας, δείκνυσιν, ὅτι εἰ καὶ ἡ δικαιοσύνη, τἆλλα θαυμαστή τις οὖσα, πλησίον Θεοῦ τε τὸν ἄνθρωπον ἱστῶσα, ὅταν τὴν ὑπερηφανίαν προσλάβηται, εἰς τὰ κατώτατα τὸν ἄνθρωπον ἀποῤῥίπτει, καὶ ὡς δαίμονα ποιεῖ τὸν τέως ἰσόθεον χρηματίζοντα. Οὐ δεῖ οὖν ἐν ἑαυτοῖς θαῤῥεῖν, οὐδὲ οἴεσθαι, ὥς φησι Βασίλειος, τὴν εὐδοκίαν τοῦ κηρύγματος ἐν ἰδίαις ἐπινοίαις κατεργάζεσθαι, τὸ δὲ ὅλον ἐπὶ τῷ Θεῷ πεποιθέναι. «Πεποίθησιν δὲ τοιαύτην, φησὶν ὁ Παῦλος, ἔχομεν διὰ Χριστοῦ πρὸς τὸν Θεόν, οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίζεσθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς γενέσθαι διακόνους καινῆς δια­θήκης»[58]. Καὶ ἀλλαχοῦ· «ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν»[59]. Ἔτι ὁ Κύριος· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε»[60]. Ἕως οὖν οὐ τηροῦμεν πάσας τὰς ἐντολάς τοῦ Κυρίου, οὐδὲ ἐσμὲν τοιοῦτοι, ὥστε μαρτυρηθῆναι ὑπ’ αὐτοῦ, ὅτι ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, τὰ τοῦ Πνεύματος ἁγίου μὴ προσδοκήσωμεν.

Οὐ μόνον δὲ ἐντολὰς ἐκτελέσαι δίκαιον, ἀλλὰ καὶ ἀρετὰς καὶ ἐντάλματα, ἑορτῶν μὴ καταφρονοῦντες, μνημονεύοντες τοῦ νγ΄ κανόνος τῶν Ἀποστόλων, φάσκοντος· «ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν εἴ τις οὐ μεταλαμβάνει κρεῶν» καὶ τὰ λοιπά. Περὶ δὲ τῶν νηστειῶν ὁ ξθ΄ λέγει· «εἴ τις τὴν ἁγίαν τεσσαρακοστὴν οὐ νηστεύει, ἢ τετράδας καὶ παρασκευάς, καθαιρείσθω» καὶ τὰ ἑξῆς. Καὶ παρὰ Θεοῦ ὡρίσθη διὰ Μωσέως ἡ νηστεία, ὡς γέγραπται, καὶ ἐν μέρει ῥητῶς λέγει· «ψυχή, ἥτις διὰ νηστείας οὐ ταπεινωθῇ πρὸ τῆς ἑορτῆς, ἐξολοθρευθήσεται»[61]. Σπουδάσωμεν οὖν διὰ νηστείας καὶ προσευχῆς τὴν ἐμπορίαν τῆς σωτηρίας πραγματεύσασθαι. Νηστεύοντες δέ, μὴ νηστεύσωμεν εἰς κρίσεις καὶ μάχας, μηδὲ τύψωμεν τὸν ταπεινὸν καὶ προσήλυτον· λύσωμεν πάντα σύνδεσμον ἀδικίας, καὶ βιαίων συναλλαγμάτων χειρόγραφα διασπάσωμεν, πεινῶσι μὲν ἄρτους καὶ τροφὰς διαθρύπτοντες, ἄστεγοις δὲ καὶ πτωχοῖς τοὺς οἴκους ἀνοίγοντες, κατὰ τὸ τοῦ Προφήτου παράγγελμα[62]· νηστεύοντες σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς, ἀποχὴν τῶν κακῶν διακτώμενοι. Οὕτω γὰρ τὸ φῶς τῆς ζωῆς ἡμῶν λάμψει ἐκ πρωίας, ὡς γέγραπται, καὶ τῆς κραυγῆς ἡμῶν ὁ Θεὸς ἐπακούσεται καὶ ἐρεῖ, ἔτι λαλούντων ὑμῶν, μὴ σκυθρωπάζητε, πάρειμι.

Κεφάλαιον κα΄. Περὶ θεραπείας τῶν Ἁγίων.

Εἰς δὲ τὸ εἰκοστὸν πρῶτον, καὶ πάντων τελευταῖον, τὸ περὶ τῆς θεραπείας τῶν ἁγίων διαλαμβάνον, καὶ ὅτι μνείαν τῶν ἁγίων ποιεῖσθαι συμφέρει εἰς τὸ στηριχθῆναι τὴν πίστιν ἡμῶν, ἐννοούντων πῶς τῆς χάριτος καὶ βοηθείας διὰ τῆς πίστεως θεόθεν ἐπέτυχον, λέγομεν. Ὅτι ἡ ἐπίκλησις κυρίως μὲν ἁρμόζει μόνῳ τῷ Θεῷ, καὶ πρώτως καὶ ἰδιαίτατα αὐτῷ προσήκει· ἡ δὲ πρὸς τοὺς ἁγίους γινόμενη, οὐ κυρίως ἐστίν, ἀλλὰ κατὰ συμβεβηκὸς εἰπεῖν καὶ κατὰ χάριν. Οὐχὶ γὰρ Πέτρος ἢ Παῦλος εἰσακούει τῶν ἐπικαλουμένων αὐτούς, ἀλλ’ ἡ χάρις ἣν ἔχουσι, κατὰ τὸ εἰρήμενον παρὰ τοῦ Κυρίου, ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας[63]. Καὶ περὶ μὲν τῆς ἐπὶ Θεοῦ ἐπικλήσεως, Παῦλος ὁ θεῖος, Ῥωμαῖοις ἐπιστέλλων, φησί· «πῶς γὰρ ἐπικαλεσόμεθα εἰς ὃν οὐκ ἐπιστεύσαμεν;»[64], δεικνύων ὅτι ἐκεῖνον μόνον δεῖ ἐπικαλεῖσθαι, εἰς ὃν ἐπιστεύσαμεν, τὸν Θεὸν δηλονότι. Ὅτι δὲ καὶ ἡμεῖς Θεῷ μόνῳ κυρίως τὴν ἐπίκλησιν ἀπονέμομεν, ἐν τῇ θείᾳ μυσταγωγίᾳ ἐκφωνοῦμεν· «καταξίωσον ἡμᾶς, Δέ­σποτα, μετὰ παῤῥησίας ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεόν, πατέρα καὶ λέγειν· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς». Καὶ ἀλλαχοῦ φησι. «Κύριε τῶν δυνάμεων μεθ’ ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτός σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν». Καὶ πάλιν, «ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν». Μεσίτας δὲ ποιούμεθα τοὺς ἁγίους πάντας, ἐξαιρέτως δὲ τὴν τοῦ Κυρίου μητέρα, μετ’ αὐτῆς δὲ καὶ τοῦ χοροῦ τῶν ἀγγέλων καὶ τῶν ἁγίων ναοῖς, ἀναθήμασι, παρακλήσεσιν, εἰκόσιν ἱεραῖς, σχετικῶς, οὐ λατρευτικῶς, προσκυνουμέναις. Οἴδαμεν γὰρ λατρείαν μόνῳ Θεῷ ἐξαιρέτως προσάγειν, καὶ ἐκτὸς αὐτοῦ ἄλλον οὐ γινώσκειν, οὔτε προσκυνεῖν Θεῷ ἀλλοτρίῳ. Οὐκ ἐπὶ πολὺ γινόμεθα ἅγιοι τὴν σχέσιν, φοβούμενοι τυχόν, ἵνα μὴ εἰς λατρείαν ἐμπέσωμεν· ὃ μὴ γένοιτο. Ἀσεβὲς γάρ, τῆς τε τοῦ Χριστοῦ Ἐκκλησίας καὶ τῶν αὐτῆς τροφίμων ἀλλότριον, τὸ μὴ σχετικῶς προσκυνεῖν τὰς ἁγίας εἰκόνας, ὧν «ἡ τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει», ὥς φησι Βασίλειος. Ἀλλὰ καὶ τοὺς ἁγίους πάντας μεσίτας ἡμῶν καὶ πρέσβεις ἀναγραφόμεθα. Καὶ οὐ μόνον ἐν τῷ παρόντι αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι φαμέν, ὅτι μεσιτεία τις ἔσται ἀγγέλων, δεηθησομένων ὑπέρ τινων, καὶ ἁγίων καὶ τῆς τοῦ κόσμου Κυρίας οὐχ ἥκιστα. Πλὴν οὐχ ὑπὲρ πάντων ἁπλῶς, οὐδὲ ὑπέρ τινος ἐν ἁμαρτίαις θανόντος· οὔμενουν· ἀπέκλεισε γὰρ ὁ Θεὸς τοῖς τοιούτοις καθάπαξ τὸ ἑαυτοῦ ἔλεος. Διὸ καὶ ἀπεφήνατο κατ’ αὐτῶν οὑτωσί· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται[65]. Ἀλλ’ ὑπὲρ μόνων ἐκείνων ἱκετεύουσι πάντες, ὑπὲρ ὧν καὶ αἱ πρεσβεῖαι δεκταί, ἤγουν τῶν ἐν μετανοίᾳ φθασάντων ἀπαλλάξαι τὸν βίον, οὔπω δὲ τὰς τῶν ἁμαρτημάτων κηλίδας δυνηθέντων ἐκπλῦναι, ναὶ καὶ ἔτι τῆς κρίσεως ἱσταμένης. Μετὰ δὲ τὸ λυθῆναι τὸ θέατρον καὶ ἕκαστον ἀπαχθῆναι εἰς τὸν ἀποτεταγμένον τόπον αὐτῷ τῆς κολάσεως, μεσιτεία οὐκ ἔστιν, οὐδὲ μὴ γένηται. Καὶ ἡ μεσιτεία αὕτη νῦν ἐν τῇ ἐκκλησίᾳ γίνεται καὶ κηρύσσεται καὶ πρὸς τοὺς ἁγίους ἀναφωνοῦμεν καὶ πρὸς τὴν Κυρίαν ἡμῶν καὶ πρὸς τοὺς ἁγίους ἀγγέλους. Καὶ πρὸς μὲν τὴν Κυρίαν ἡμῶν, «Παν­αγία Δέσποινα, Θεοτόκε, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν»· πρὸς δὲ τοὺς ἁγίους ἀγγέλους, «πᾶσαι αἱ οὐράνιαι δυνάμεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων πρεσβεύσατε ὑπὲρ ἡμῶν»· ἀλλὰ καὶ πρὸς τὸν προφήτην καὶ πρόδρομον καὶ βα­πτιστὴν τοῦ Κυρίου, τούς τε ἐνδόξους ἀποστόλους, προφήτας, μάρτυρας, ὁσίους, ποιμένας, διδασκάλους οἰκουμενικοὺς καὶ λοιποὺς πάντας ἁγίους καὶ γυναικῶν ἁγίων χορὸν δεόμεθα, πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως χάριτι Θεοῦ, τῇ ἀηττήτῳ καὶ θείᾳ καὶ ἀκαταλήπτῳ δυνάμει τοῦ σταυροῦ, ἵλεως ἡμῖν ἁμαρτάνουσι γένηται, αὐτῷ λατρεύουσι καὶ ἐν ἐξομολογήσει καὶ μετανοίᾳ προσκαρτεροῦσι, καὶ δεομένοις φωτισθῆναι τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἡμῶν, μήποτε ἁμαρτάνοντες ὑπνώσωμεν εἰς θάνατον καὶ ὁ ἐχθρὸς ἰσχύσῃ καθ’ ἡμῶν. Ὅθεν τῇ πρεσβείᾳ πάντων, ὧν εἴπομεν, ἀντιλήπτορα γενέσθαι τὸν Θεὸν δεόμεθα, καὶ ῥυσθῆναι τῶν παγίδων τοῦ πονηροῦ.

Ἔτι καὶ εἰς ἃς λέγετε καταχρήσεις ἀποκρινόμενοι λέγομεν. Φατὲ οὖν πρῶτον, ὅτι μεταλαμβάνειν δεῖ καὶ ἀμφοτέρων τῶν εἰδῶν, καὶ καλῶς λέγετε. Οὕτω γὰρ καὶ ἡμεῖς ἐκτελοῦμεν, τῶν φρικτῶν μεταλαμβάνοντες μυστηρίων, οἱ ἄξιοι, ὄντες· πλὴν οὐκ ἐν ἀζύμῳ, ἀλλ’ ἐν ἄρτῳ ἐνζύμῳ, τῷ τοῦ ἄρτου εἴδει χρώμεθα. Δεύτερον δὲ λέγετε, «κρεῖσσον εἶναι γαμεῖν ἢ πυροῦσθαι»[66], κατὰ τὸ «μιᾶς γυναικὸς ἄνδρα»[67] καὶ τὰ λοιπά, ὡς ὁ θεῖος Παῦλος ἐντέλλεται. Διὸ καὶ ἡμεῖς τοῖς μὴ παρθενεύειν δυναμένοις τῶν ἱερέων, πρὸ τοῦ ἱερωθῆναι γαμεῖν ἄδειαν παρέχομεν. Θεὸς γὰρ τὸν γάμον προσέταξεν· αἰσχρουργήματα δὲ γίνεται, οὐκ ἀγνοοῦμεν, ἐν τοῖς κωλυομένοις γαμεῖν τῶν ἱερωμένων. Ὁ δὲ ἐπαγγειλάμενος παρθενεύειν, παρθενευέτω, καὶ ἄδειαν αὐτῷ γαμεῖν μετὰ τὴν ἐπαγγελίαν οὐ παρέχομεν. «Οὐδεὶς γάρ, θεὶς τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον καὶ στραφείς, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»[68]. Ἂν δέ τι πάθῃ ἀνθρώπινον, σωφρονίζομεν διὰ μετανοίας καὶ ἐξομολογήσεως καὶ λοιπῆς κακο­παθείας, καὶ ἀποχῆς κακῶν ἀποπλύνομεν, καὶ τὸ ἔλεος τοῦ Θεοῦ οὐκ ἀποδοκιμάσει αὐτόν.

Τρίτον, διατρανοῦτε τὴν θείαν λειτουργίαν γίνεσθαι παρ’ ὑμῖν εὐλαβεστέραν ἢ ἐν τοῖς ἀντιδίκοις ὑμῶν· μετηνέχθη δέ τισι πρὸς πορισμόν, ὅθεν αὔξησις τῶν κατ’ ἰδίαν λειτουργιῶν· καὶ ὅτι μία λειτουργία παρ’ ὑμῖν, οὐ κατὰ τὸ ἔθος δὲ τῆς ἐν Ῥώμη ἐκκλησίας. Οἱ δὲ εἰς πορισμὸν ἔχοντες τὰς λειτουργίας, κακῶς ποιοῦσιν· ὃ ὁμολογούμενον πάντως καὶ παρ’ ἡμῖν ἐστι, καὶ παρὰ τῇ ἀληθείᾳ αὐτῇ. Ἔτι τε, ὅτι τὸ τοῦ Χριστοῦ πάθος οὐ μόνον τὴν ὀφειλὴν τὴν ἀρχαίαν ἔλυσεν, ἀλλὰ καὶ πᾶσαν ἁμαρ­τίαν. Πρὸς ἃ ἡμεῖς λέγομεν, ὅτι ὀφειλέται ἐσμὲν ὅλον τὸν νόμον ποιῆσαι· καὶ καθὼς ἐπολιτεύσατο ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν καὶ ἐγερθείς, οὕτω καὶ ἡμεῖς, ὡς δυνατόν, πολιτεύεσθαι, μεμνημένοι τὸ ὑπὸ τοῦ Ἀποστόλου γεγραμμένον· «ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίνοντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι»[69]. Εἰ γὰρ ὁ περιτμηθεὶς ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι[70], πόσῳ μᾶλλον ὁ περιτμηθεὶς τὴν κατὰ Χριστὸν περιτομήν, ἐν τῇ ἀπεκδύσει ὅλου τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ὀφειλέτης ἐστὶ πληρῶσαι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον. Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι καὶ ὁ κόσμος ἐμοί[71]. «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός»[72]. Ὥστε νεκροὺς δεῖ εἶναι τῇ ἁμαρτίᾳ, καὶ μηκέτι δουλεύειν αὐτῇ, καὶ ἀκολουθεῖν τῷ Κυρίῳ, ὅπερ ἐστὶ ζῆν τῷ Θεῷ ὁλοκλήρως[73]. Ἂν δὲ ἁμαρτάνωμεν ἀμεταμελήτως, οὐδὲ τὸ πάθος ἡμᾶς Χριστοῦ ὠφελήσει.

Τέταρτον, περὶ ἐξομολογήσεως καὶ ἀφέσεως ἁμαρτιῶν γράφετε. Πρὸς ὅπερ φαμὲν κατὰ τὸν μέγαν Βασίλειον, ὅτι δεῖ ἕκαστον χριστιανόν, εἴγε μέλλει ἀξιόλογον προκοπὴν ἐπιδείκνυσθαι καὶ ἐν ἕξει τῆς κατὰ τὰ προστάγματα τοῦ Κυρίου ἡμῶν ζωῆς γενέσθαι, μηδὲν μὲν ψυχῆς κίνημα ἀπόκρυφον φυλάττειν παρ’ ἑαυτῷ, μηδένα λόγον ἀβασανίστως προΐεσθαι, ἀλλ’ ἀπογυμνοῦν τὰ κρυπτὰ τῆς καρδίας οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς δυναμένοις θεραπεύειν. Καὶ ἀλλαχοῦ, ὅτι ἀναγκαῖον τοῖς πεπιστευμένοις τὴν οἰκονομίαν τῶν μυστηρίων τοῦ Θεοῦ ἐξομολογεῖσθαι τὰ ἁμαρ­τήματα. Οὕτω γὰρ καὶ οἱ πάλαι μετανοοῦντες ἐπὶ τῶν ἁγίων εὑρίσκονται πεποιηκότες. Περὶ δὲ τῆς ἐξουσίας τοῦ ἀφιέναι φησίν, ὅτι οὐκ ἀπολύτως δέδοται, ἀλλ’ ἐν ὑπακοῇ τοῦ μετανοοῦντος καὶ συμφωνίᾳ πρὸς τὸν ἐπιμελούμενον αὐτοῦ τῆς ψυχῆς καὶ ἀληθῆ μετάνοιαν ἐνδειξάμενον. Μετάνοια δέ ἐστι, τὸ μὴ τὰ αὐτὰ ποιεῖν· ὁ γὰρ τοῖς αὐτοῖς ἐπιχειρῶν ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴδιον ἔμετον ἐπανιόντι[74]. Δεῖ δὲ καὶ τῇ πράξει καὶ τῇ γνώμῃ τῶν τολμηθέντων ἀφίστασθαι, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι, τἀναντία τῶν ἁμαρτημάτων.

Πέμπτον, περὶ προσφερομένων ἑορτῶν, νηστειῶν, παραδόσεων, καὶ ὅτι δω­ρεὰν πιστεύειν ὀφείλομεν τὸν Χριστὸν ἀφιέναι ἁμαρτίας, καὶ οὐχὶ δικαιοσύνῃ ἡμῶν, καὶ πῶς ἀδύνατον πάσας παραδόσεις διατηρεῖσθαι· ὅθεν περιαλγεῖς εἰσιν αἱ εὐσεβοῦσαι τῶν συνειδήσεων. Πρὸς ἃ Βασιλείου ἀκούσωμεν λέγοντος, «φυλακτέον ἡμῖν, μὴ προφάσει μιᾶς ἐντολῆς ἑτέραν φανῶμεν καταλύειν». Διὸ καὶ περὶ βρώσεως ἐξη­γούμενος, «τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε» οὐχ ἁπλῶς φησιν ἀπεφήνατο ὁ Ἀπο­στολος[75], ἀλλ’ «εἰς ἐπιθυμίας» φησίν. Ὥστε τὸ μὲν ἐπιθυμητικὸν καὶ φιλήδονον τῶν σαρκῶν διὰ τῆς ἀσκήσεως δεῖ ἀποτέμνειν, τὸ δὲ χρειῶδες εἰς τὴν τοῦ καλοῦ χρῆσιν προνοούμενον συντηρεῖν· «βρῶμα γάρ, φησίν, οὐ παρίστησιν ἡμᾶς τῷ Θεῷ»[76]. «Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ»[77]· δι’ ἃ καὶ ἡ τῶν βρωμάτων ἀποχὴ μετὰ λόγου παραλαμβάνεται. Ἐπεὶ αὐτὸ καθ’ ἑαυτὸ τὴν ἀποχὴν τῶν βρωμάτων ἂν ἐξετάζῃς, φησίν, «οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν περισσεύομεν»[78]. Οὔτε γὰρ οἱ μὴ ἐσθίοντες πλέον τι ἔχουσι τῶν ἐσθιόντων ἐν ἀρετῇ, κατ’ αὐτὸ μόνον τὸ μὴ ἐσθίειν, οὔτε οἱ ἐσθίοντες ἔλαττον τῶν μὴ ἐσθιόντων, κατ’ αὐτὸ μόνον τὸ ἐσθίειν, ἐὰν ἡ ἔνδον αὐτῶν ἀρετὴ ἐξισάζηται. Οὐκοῦν πρὸς τὴν ἐν ψυχῇ ἀρετὴν ἀφορῶντας, δεῖ τὰ περὶ τὸ σῶμα πάντα μετιέναι. Οὐ γὰρ ὄντα καλὰ καθ’ ἑαυτά, διὰ τὴν τοῦ καλοῦ ὑπηρεσίαν καλὰ κοσμούμενα γίνεται. Ὥστε καὶ πάντα τὰ παρὰ τῶν ἁγίων πατέρων παραδεδομένα, ὡς πρὸς τὸν αὐτὸν σκοπὸν ἀφορῶντα, δεῖ φυλάττειν καὶ ἀποδέχεσθαι· «ὁ γὰρ ἀθέτων, φησί, τὸν Θεὸν ἀθετεῖ»[79]. Ὅθεν οὐ δεῖ τὰς τοιαύτας παραδόσεις διασύρειν, κἄν τινες παρὰ τὸν εὐσεβῆ σκοπὸν αὐταῖς καταχρῶνται, ἀλλ’ ἐκείνους ἐπιτιμῶντας νουθετεῖν καὶ τὴν ὀρθὴν κρίσιν ἀποδεικνῦναι, ὡς ὁ μέγας Βασίλειος πεποιηκὼς ἐν πολλοῖς φαίνεται καὶ μάλιστα ἐν τῷ, εἰ εὐπρόσδεκτόν ἐστι τῷ Θεῷ τὸ ἔργον τῆς ἐντολῆς, μὴ ἀκολούθως κατ’ ἐντολὴν τοῦ Θεοῦ γινόμενον. Οὐδὲν γὰρ οὕτω δύναται ποιῆσαι μιμητὴν Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Καὶ οὐ προσήκει τοὺς πι­στοὺς λέγειν, ὅτι τὰς συνειδήσεις βαρύνουσι· «πᾶν γὰρ τὸ ἐκ τοῦ Θεοῦ τὸν κόσμον νικᾷ»[80]. Ὅθεν φησὶν ὁ αὐτός· «τίς οὕτως ἀναίσθητος καὶ ἄπιστος, ὡς ἀρκεσθῆναί ποτε τοῖς ἤδη γενομένοις ἢ παραιτήσασθαί τι ὡς βαρύτερον ἢ κοπιῶδες; Διὸ καὶ τοῦ μονή­ρους βίου, καὶ θείῳ σκοπῷ γινομένου, οὐδεὶς τῶν πιστῶν καταγελᾶν τετόλμηκεν· εἰ τὸ μὲν κατάρξασθαι τούτου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. Καὶ πάντως, οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλ’ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. Ἀλλ’ αὐτὸν μὲν θαυμάζων ἐπαινεῖ ἕκα­στος, τοὺς δὲ νέους καὶ ἀπαιδεύτους νουθετεῖ ὁ δυνάμενος, ὡς ἀλλαχοῦ ὑποτίθεται καὶ ἐντέλλεται. Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος καὶ τῆς εὐσεβείας ἐργάτης καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν» καὶ τὰ ἑξῆς. Καὶ πάλιν, διδάσκων μετὰ ποίας δοκιμασίας δεῖ τοὺς προσιόντας δέχεσθαι, φησί, καὶ ἀπὸ ἡλικίας ἐπιτρέπειν χρὴ καθομολογεῖν ἑαυτοὺς τῷ Θεῷ. Ὁ γὰρ οὕτω ποιῶν γνήσιος ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ βέβαιος ἐν πληροφορίᾳ τῆς παρὰ τοῦ Κυρίου μισθαποδοσίας φαίνεται. Ἃ δὲ προσφέρετε τοῦ Παύλου ῥητὰ περὶ παραδόσεων, ἐκ τῶν εἰρημένων ἡ λύσις πρό­δηλος· ἐπεὶ οὐ περὶ εὐσεβῶν παρατηρήσεων καὶ παραδόσεων ὁ ἀπόστολος ἐν ἐκείνοις τοῖς χωρίοις διαλέγεται, ἀλλὰ περὶ αἱρετικῶν καὶ ἄλλων. Ὅθεν καὶ ὁ Χρυσο­στομος ἐν μὲν τῷ δ΄ τῆς πρὸς Τιμόθεον[81] εἰρηκέναι φησί, περὶ Μανιχαίων καὶ Ἐγκρατιστῶν καὶ Μαρκιωνιστῶν· ὥσπερ γὰρ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ’ ἀσφαλοῦς τῆς ἀγκύρας ὁρμίζονται, οὕτως οἱ ταύτης ἐκπεσόντες οὐδαμοῦ στῆναι δύνανται· ἀλλὰ πολλοὺς ἄνω καὶ κάτω πλανηθέντες πλάνους, τὸ τελευταῖον εἰς αὐτὰ τῆς ἀπωλείας καταφέρονται τὰ βάραθρα. Ἐν δὲ τῷ β΄ τῆς πρὸς Κολοσσαεῖς[82] ἀναιρεῖν φησιν Ἑλληνικὰς καὶ Ἰουδαϊκὰς παρατηρήσεις, ὥστε περὶ τῶν μὴ ἐχομένων τοῦ Χριστοῦ ταῦτα εἰρῆσθαι· ὡς καὶ ἐν τῷ πέμπτῳ τῆς πρὸς Γαλάτας[83], καὶ ἐν τῷ πρώτῳ τῆς πρὸς Τίτον[84] διαλέγεται, ὡς καὶ Βασίλειος. Εἰ δὲ ἡ κατὰ νόμον δικαιοσύνη, σπουδαζομένη τισὶ τῶν ἐν τῷ βαπτίσματι καθομολογησάντων ἑαυτοὺς τῷ Θεῷ, μηκέτι ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἀναστάντι, μοιχείας κρῖμα ἐπάγει κατὰ τὸν Ἀπόστολον[85], τί ἄν τις εἴποι περὶ παραδόσεων ἀνθρωπίνων;

Περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης φαμὲν κατὰ τὸν Χρυσοῤῥήμονα, ὅτι διὰ πίστεως ἡ γνῶσις, καὶ πίστεως ἄνευ οὐκ ἔστι τὸν Χριστὸν γνῶναι. Ἰδοὺ τὴν ἀνάστασιν καὶ τὴν γέννησιν οὐδεὶς λογισμὸς παρίστησι, μόνη δὲ ἡ πίστις· ταῦτα ποιεῖ τὴν δικαιοσύνην. Ὁρᾷς οὐχ ἁπλῶς δεῖ τὴν πίστιν εἶναι, ἀλλὰ δι’ ἔργων· οὗτος γὰρ μάλιστα πιστεύει, ὅτι ἀνέστη Χριστός, ὁ παραβόλως ἑαυτὸν τοῖς κινδύνους ἐκδιδούς, ὁ κοινωνῶν αὐτοῦ τοῖς παθήμασι, καὶ τὰ ἑξῆς. Διὰ τοῦτο ἔλεγεν ὁ Ἀπο­στολος, «καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην, ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ»[86]. Καὶ πάλιν· «πιστὸς ὁ Θεός»[87], καὶ ἐπαγγελλάμενος σῶσαι, πάντως σώσει, ἀλλ’ ὡς ἐπηγγείλατο· πῶς δὲ ἐπηγγείλατο; ἐὰν ἐθέλωμεν καὶ ἀκούωμεν αὐτοῦ, οὐχ ἁπλῶς, οὐδὲ ὡς ξύλα καὶ λίθους ἀργοῦντας· καλῶς δὲ καὶ τὸ πεποίθαμεν τέθηκε[88], τουτέστι τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύειν δεῖ καὶ τὸ πᾶν ἀναρτᾶν ἐκεῖ. Δεῖ μὲν γὰρ τὸ πᾶν ἐπ’ αὐτὸν ῥίπτειν, ἀλλ’ ἐνεργοῦντας καὶ αὐτούς, καὶ μέχρι τοῦ ἐλθεῖν ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς τὴν ἀρετὴν ἡμῖν παρεῖναι. Μὴ τοίνυν ἁπλῶς ἐχώμεθα τοῦ Χριστοῦ, ἀλλ’ ἀκολουθῶμεν αὐτῷ· ἂν γὰρ διαστῶμεν, ἀπολλύμεθα· οἱ γὰρ μακρύνοντες ἑαυτοὺς τοῦ Χριστοῦ, ἀπόλλυνται. Κολλώμεθα δὲ αὐτῷ διὰ τῶν ἔργων· «ὁ γὰρ τηρῶν, φησί, τὰς ἐντολάς μου, ἐν ἐμοὶ μένει»[89]· καὶ γὰρ διὰ πολλῶν ὑποδειγμάτων ἡμᾶς ἑνοῖ. Σκόπει δέ, αὐτὸς ἡ κεφαλή, ἡμεῖς τὸ σῶμα· αὐτὸς ὁ θεμέλιος, ἡμεῖς οἰκοδομή[90]· αὐτὸς ἄμπελος, ἡμεῖς κλήματα[91]. Ταῦτα πάντα ἕνωσιν ἐμφαίνει, καὶ οὐδὲν μέσον κενὸν ἀφίησιν εἶναι, οὐδὲ τὸ μικρότατον· ὁ γὰρ μικρὸν ἀποστάς, καὶ πολὺ προϊών, ἀποστήσεται· τῆς δὲ ῥίζης τὸ κλῆμα κἂν μικρὸν ἀποκοπῇ, γέγονεν ἄχρηστον. Ὥστε, τὸ μικρότατον οὐκ ἔστι μικρόν, ἀλλὰ σχεδὸν τὸ ὅλον ἐστίν· ὅταν οὖν μικρόν τι πλημμελήσωμεν ἢ καὶ ῥᾳθυμήσωμεν, μὴ παρίδωμεν τὸ μικρόν, ἐπεὶ ταχέως παροφθὲν τοῦτο μέγα γίνεται.

Πρὸς δὲ τὸ περὶ μοναχῶν λέγομεν, κατὰ τὸν μέγαν Βασίλειον, ὡς ὁ φιλαν­θρωπος Θεός, κηδόμενος τῆς ἡμῶν σωτηρίας, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀνθρώπων διαγωγήν, εἰς συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον, ἔλθῃ ἐπὶ συνοίκησιν γυναικός, ἐκεῖνο εἰδώς, ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως. Ἀπαιτηθήσεται γὰρ πᾶς τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τοῦ πλησίον καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν, καὶ πασῶν τίσει δίκας, καθὼς ὁ Κύριος ἐν εὐαγγελίοις δηλοῖ λέγων, «ὁ ἀγαπῶν πατέρα ἢ μη­τέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος»[92]. Μὴ τοίνυν, ὦ οὗτος, ἀναπέσῃς, ὁ πρὸς κοι­νωνίαν γυναικὸς προῃρημένος, ὡς ἐπ’ ἐξουσίας ἔχων τὸν κόσμον περιβαλέσθαι· πλείων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν. Σὺ δέ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιζητῶν, τόνωσον σεαυτὸν πρὸς τὴν ὑπομονὴν τῶν θλίψεων, καὶ ἀνδρείως πρόσελθε τῇ συγ­κλήτῳ τῶν μοναχῶν, καὶ γενοῦ ζηλωτὴς τῶν ὀρθῶς βιούντων, καὶ τούτων τὰς πράξεις ἔγγραφε τῇ σῇ καρδίᾳ. Εὔχου γενέσθαι τῶν ὀλίγων, σπάνιον γὰρ τὸ ἀγαθόν, διὸ καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς τὴν βασιλείαν· ἣν εἰ βούλει ἁρπάσαι, γενοῦ βιαστής. Ὑπόταξόν σου τὸν αὐχένα τῷ ζυγῷ τοῦ Χριστοῦ, σφίγξον τὰ ζεῦγλα περὶ τὸν τράχηλόν σου, θλιβέτω αὐτὸς τὸν σὸν αὐχένα· λέπτυνον αὐτὸν τῷ πόνῳ τῶν ἀρετῶν ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν ὑποταγῇ, ἐν ἡσυχίᾳ, ἐν ψαλμῳδία, ἐν προσ­ευχῇ, ἐν δάκρυσιν, ἐν χειρουργίῳ, ἐν ὑπομονῇ πάσης θλίψεως ἐπερχομένης σοι ἔκ τε δαιμόνων καὶ ἀνθρώπων. Τῆς δὲ τοιαύτης σπουδῆς συνεργός ἐστιν ἡ παρθενία, τοῖς κατὰ λόγον μετιοῦσι τοῦτο τὸ χάρισμα. Οὐ γὰρ μόνῳ τῷ φείσασθαι τῆς παιδοποιΐας κατορθοῦται τὸ χάρισμα τῆς παρθενίας, ἀλλ’ ἅπας ὁ βίος καὶ ἡ ζωὴ καὶ τὸ ἦθος παρθενεύειν ὀφείλει, διὰ παντὸς ἐπιτηδεύματος τοῦ ἀγάμου τὴν ἀφθορίαν ἐπιδεικνυμένου. Οὐκοῦν, εἴπερ ἐπιθυμοῦμεν καθ’ ὁμοιότητα τοῦ Θεοῦ[93] τὸν χαρακτῆρα τῆς ψυχῆς ἡμῶν διὰ τῆς ἀπαθείας καλλωπισθῆναι, ἵνα διὰ τούτου καὶ ἡ τῆς ζωῆς ἡμῖν ἀϊδιότης προσγένηται, προσέχωμεν ἑαυτοῖς, μή ποῦ τι τῆς ἐπαγγελίας ἀνάξιον ποιοῦντες, ὑπὸ τὸ κρῖμα τοῦ Ἀνανίου γενώμεθα[94]. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγέλλεσθαι τῷ Θεῷ τὴν κτῆσιν, ἀλλ’ ἐπειδὴ πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο, καὶ τοιαύτην ἐκίνησε τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας θύραν εὑρεῖν.

Οὐκοῦν πρὸ τῆς ἐπαγγελίας τοῦ σεμνοῦ βίου ἔξεστι τῷ βουλομένῳ, κατὰ τὸ συγκεχωρημένον καὶ ἔννομον, εἰς ἀκολουθίαν βίου ἐλθεῖν καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ συζυγίᾳ τοῦ γάμου· προληφθέντα δὲ διὰ τῆς οἰκείας ὁμολογίας, φυλάσσειν προσήκει ἑαυτὸν τῷ Θεῷ, καθάπερ τινῶν ἀναθημάτων ἱερῶν, ὡς ἂν μὴ τῷ τῆς ἱεροσυλίας ἐνέχοιτο κρίματι, τὸ ἀφιερωμένον διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ σῶμα πάλιν τῇ τοῦ κοινοῦ βίου ὑπηρεσίᾳ καταρυπώσας. Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τὸν πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τοῦ σώματος φυλακῇ τὸ κατόρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ κατὰ πάντα τρόπον παθητικῆς διαθέσεως τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι· πάντα γὰρ τὰ διὰ πάθους γινόμενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν. Λογίζεσθαι δὲ ἐκεῖνα μάλιστα χρή, ὅτι διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν, ὁ τὸν τῶν ἀγγέλων βίον ἑλόμενος· ἴδιον γὰρ τοῦτο τῆς ἀγγελικῆς φύσεώς ἐστι τὸ ἀπηλλάχθαι τῆς γαμικῆς συζυγίας, μηδὲ πρὸς ἄλλο τι κάλλος μετεωρίζεσθαι, ἀλλ’ εἰς τὸ θεῖον πρόσωπον διηνεκῶς ἀτενίζειν. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθήσειν μέλλοντα· τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται· ὡς εἰ μή γε ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου, οἱονεῖ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μεταβαίνοντες, κατὰ τὸν εἰπόντα, «ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρ­χει»[95], ἀμήχανον ἡμᾶς τοῦ σκοποῦ περιγενέσθαι τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι «οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ, οὐ δύναται εἶναί μου μαθητής»[96]. Τοῦτο δὲ ποιήσαντας, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν αὑτῶν καρδίαν, ὡς μήτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταρυπαίνειν, ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης τῶν θείων ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν ὥσπερ σφραγίδα ἀνεξάλειπτον τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτω γὰρ ἡμῖν περιγίνεται ἡ τοῦ Θεοῦ ἀγάπη, ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ’ αὐτῶν πάλιν αὐτὴν συντηρουμένην πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων, «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε»[97], ποτὲ δὲ ὅτι, «ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου»[98], τοὺς τοιούτους δὲ τελείους ἀλλαχοῦ καλεῖ ὁ Κύριος[99].

Ὅθεν οὐ δεῖ θαυμάζειν, εἰ καὶ ὁ βίος τῶν ὀρθῶς βιούντων μοναχῶν καλεῖται τέλειος. Διὰ γὰρ τοῦ τῆς παλιγγενεσίας λουτροῦ, φησὶν ὁ Χρυσόστομος, τὰ πρότερα ἀφῆκε πάντα, μετὰ δὲ τὴν ἄφεσιν ταύτην καὶ τὸ λουτρὸν καὶ τὴν ἐκ τῆς μετανοίας πάλιν βοήθειαν τῷ ἁμαρτάνοντι δέδωκεν. «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ»[100], καὶ πρὸς τὴν ἐναντίαν ἕξιν μεταστήσω· διὸ οὐ τὸ πεσεῖν οὕτω χαλεπόν, ὡς τὸ πεσόντα κεῖσθαι. Διὸ χρὴ τὸν τῶν μοναχῶν βίον ἐπαινεῖν καὶ μὴ ἐξευτελίζειν· ὁ γὰρ τιμῶν τοὺς τοιούτους ἐναρέτους, καὶ τὸν Θεὸν τιμήσει· ὁ δὲ μαθὼν τούτους καταφρονεῖν, ὁδῷ προβαίνων, καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ· ὁ δεχόμενος, φησίν, ὑμᾶς, ἐμὲ δέχεται, καὶ ὁ ἀθετῶν, ἀθετεῖ[101]. Τούτους δὲ καὶ ἡμεῖς μιμώμεθα, καὶ πανταχοῦ τὸν Θεὸν δοξάζωμεν διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας. Καὶ οὐ δύναταί τις εἰπεῖν, ὅτι οὐχ οἷόν τε τὴν σήμερον τοιούτους γενέσθαι· ἀδίδακτος γὰρ ἡ πρὸς Θεὸν ἀγάπη. Καὶ ὁ νόμος τῶν σπερματικῶς ἐνυπαρχουσῶν ἡμῖν δυνά­μεων γεωργός ἐστι καὶ τροφεύς. Ἐπειδὴ δὲ ἀγαπᾶν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτούς, καταμάθωμεν εἰ καὶ δύναμιν πρὸς ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν οὐκ οἶδεν, ὅτι ἥμερον καὶ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος, καὶ οὐχὶ μοναστικὸν οὐδὲ ἄγριον; οὐδὲν γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις καὶ χρῄζειν ἀλλήλων καὶ ἀγαπᾶν τὸ ὁμόφυλον. Ὧν οὖν αὐτὸς ὁ Κύριος ἔδωκεν ἡμῖν προλαβὼν τὰ σπέρματα, τούτων ἀκολούθως καὶ τοὺς καρποὺς ἐπιζητεῖ λέγων, «ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους»[102]. Καὶ πρὸς τὴν τοιαύτην ἐντολὴν διεγεῖραι βουλομένος ἡμῶν τὴν ψυχήν, ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν οὐ σημεῖα καὶ δυνάμεις παραδόξους ἀπῄτησε, καίτοι καὶ τού­των Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν· ἀλλὰ τί φησιν; «ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις»[103]· καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει. Ὥστε τὴν εἰς τὸν πλησίον εὐποιΐαν εἰς ἑαυτὸν μετατίθησιν· «ἐπείνασα γάρ, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν»[104]· εἶτα ἐπάγει· «ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε»[105]. Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἐστὶ τὸ κατορθῶσαι καὶ τὴν δευτέραν, διὰ δὲ τῆς δευτέρας αὖθις ἐπανελθεῖν ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύριον, ἀγαπᾶν ἀκολούθως καὶ τὸν πλησίον· «ὁ γὰρ ἀγαπῶν με, εἶπεν, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐμὴ ἐντολή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς»[106]· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον, τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀποπληρῶν, αὐτοῦ εἰς ἑαυ­τὸν ἀποδεχόμενου τὴν χάριν. Διόπερ ὁ μὲν πιστὸς θεράπων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν ἀγάπην τὴν εἰς τοὺς ἀδελφούς, ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο ἐκ τῆς βίβλου τοῦ Θεοῦ, εἰς ἣν ἐγέγραπτο, εἰ μὴ συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα[107].

Ἣν δὴ περιέχοντες, οὐκ ἐξουθενεῖν δίκαιον τὰ παρὰ τῶν πατέρων προστεταγμένα. Ὅθεν καὶ Βασίλειος· τῶν μὲν ἐπιτασσόντων ἡ διαφορὰ οὐδὲν ὀφείλει παραβλάπτειν τὴν ὑπακοὴν τῶν ὑποτασσομένων· οὔτε γὰρ Μωσῆς παρήκουσε τοῦ Ἰωθόρ, ἀγαθὰ συμβουλεύσαντος[108]· τῶν δὲ ἐπιταγμάτων διαφορᾶς οὐκ ὀλίγης οὔσης, (τὰ μὲν γὰρ ἐναντίως ἔχει πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου, ἢ παραφθείροντα αὐτήν, ἢ μολύνοντα πολλαχῶς ἐπιμιξίᾳ τοῦ κεκωλυμένου, τὰ δὲ συνεμπίπτει τῇ ἐντολῇ, τὰ δέ, κἂν μὴ συνεμπίπτῃ κατὰ τὸ προφανές, ἀλλὰ συμβάλλεται, καὶ οἱονεὶ βοήθειά τίς ἐστι τῆς ἐντολῆς), ἀναγκαῖον μεμνῆσθαι τοῦ Ἀποστόλου, εἰπόντος· «προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπέχεσθε»[109]· καὶ πάλιν· «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ»[110]. Ὥστε, εἰ μέν τι συμπίπτον τῇ ἐντολῇ τοῦ Κυρίου ἢ συμβαλλόμενον ἐπιταχθῶμεν, ὡς τοῦ Θεοῦ θέλημα σπουδαιότερον καὶ ἐπιμελέστερον καταδέχεσθαι χρή, πληροῦντας τὸ εἰρήμενον, «ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ»[111] Χριστοῦ. Ὅταν δέ τι ἐναντίον τῇ τοῦ Κυρίου ἐντολῇ παραφθεῖρον ἢ μολῦνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε, «πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις»[112], μνημονεύοντες τοῦ Κυρίου λέγοντος· «ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν»[113]· καὶ τοῦ Ἀποστόλου, τολμήσαντος ὑπέρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐτῶν καθάψασθαι τῶν Ἀγγέλων, δι’ ὧν φησι· «κἂν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν ἄλλο τι, παρ’ ὃ εὐηγγελισάμην ὑμῖν, ἀνάθεμα ἔστω»[114]. Ἐξ ὧν παιδευόμεθα, ὅτι κἂν πολυγνήσιός τις ἢ καὶ ὑπερβαλλόντως ἔνδοξος, ὁ κωλύων τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον ἢ προτρέπων ποιεῖν τὰ παρ’ αὐτοῦ κωλυόμενα, φευκτὸς καὶ βδελυκτὸς ὀφείλει εἶναι ἑκάστῳ τῶν ἀγαπώντων τὸν Κύριον.

Ὅπερ ἐπὶ τῶν προειρημένων οὐ δύναταί τις προφασίζεσθαι. Τὰ γὰρ συνοδικῶς ἐπιταχθέντα ἅπαντες οἱ πιστοὶ δέχονται, ὡς συνῳδὰ τοῖς τῆς θεοπνεύστου Γραφῆς. Διὸ καὶ οὔτε τὸ πνικτὸν παρ’ ἡμῖν μεταλαμβάνεται μέχρι καὶ σήμερον, ἀλλ’ ἀποστρεφόμεθα, τοῖς ὑπὸ τῶν πατέρων ῥηθεῖσι καὶ ἀποστόλων ἐμμένοντες· γέγραπται γάρ, «ἀπέχεσθε εἰδωλοθύτου, αἵματος καὶ πνικτοῦ»[115]· καὶ ἐν τῷ ς΄ κα­νόνι καὶ ξζ΄ τῆς ἕκτης συνόδου λέγεται, «εἴ τις αἷμα ζῴου ἐσθίει, ἀφοριζέσθω»· καὶ ὁ Βασίλειος περὶ τούτων νομοθετῶν λέγει· «εὑρίσκω τοίνυν ἀναλαβὼν τὰς θείας Γραφὰς ἐν τῇ παλαιᾷ καὶ καινῇ Διαθήκῃ, οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανόντων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει· οὗτινος οὖν προσ­τάγματος, σαφῶς κρινομένην τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ κρῖμα». Καὶ πάλιν· «ἐκ μὲν οὖν τούτων καὶ τῶν τοιούτων φανερὸν εἶναι ἐλογιζόμην, ὅτι καθόλου μὲν ἡ τῶν παθῶν κακία διὰ τὴν περὶ Θεοῦ ἀγνωσίαν ἢ ἀδόκιμον γνῶσιν ἐγγίνεται· ἰδίως δὲ ἡ διαφωνία τῶν πολλῶν πρὸς ἀλλήλους διὰ τὸ ἀναξίους ἡμᾶς αὐτοὺς κατασκευάσαι τῆς τοῦ Θεοῦ ἐπιστασίας ἐπισυμβαίνει. Πρὸς δὲ τὴν ἐπίσκεψιν τοῦ τοιούτου βίου, εἴποτε δεῖ καὶ ἐλθεῖν, ἐβουλευσάμην, οὔτε μετρεῖν εἶχον τὸ μέγεθος τῆς τοιαύτης ἀνοησίας ἢ ἀλογίας ἢ ἀπονοίας, ἢ διὰ τὸ ὑπερβάλλον τῆς κακίας, ἢ οὐκ ἔχω τὶ εἴπω». Εἰ γὰρ καὶ ἐν ἀλόγοις οὕτω κατορθουμένην εὑρίσκομεν τὴν ἐν ἀλλήλοις συμφωνίαν, διὰ τὴν πρὸς τὸ καθηγούμενον εὐπείθειαν, τί ἂν εἴποιμεν ἡμεῖς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαστάσει, τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολάς τοῦ Κυρίου ἐναντιότητι εὑρισκόμενοι· ἢ οὐχὶ ταῦτα πάντα ἡγούμεθα, νῦν μὲν εἰς διδασκαλίαν καὶ ἐντροπὴν ἡμετέραν ὑπὸ τοῦ Θεοῦ προτεθῆσθαι, ἐν δὲ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ εἰς αἰσχύνην καὶ κατάκρισιν τῶν μὴ πεπαιδευμένων προσενεχθήσεσθαι ὑπ’ αὐτοῦ τοῦ εἰπόντος, ὅτι «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου οὐ συνῆκε»[116], καὶ πολλὰ τοιαῦτα. Καὶ τὸ ὑπὸ τοῦ ἀποστόλων εἰρημένον· «εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη», καὶ τὸ «ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων τὰ μέλη»[117], ὑπὸ μιᾶς δηλονότι κινούμενα τῆς ἐνοικούσης ψυχῆς. Τίνος ἕνεκεν οὕτως ᾠκοδομήθη; ἐγὼ μὲν οἶμαι, ἵνα σῴζηται ἡ τοιαύτη ἀκολουθία τε καὶ εὐταξία, πολλῷ πλέον παρὰ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πρὸς ἣν εἴρηται, «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους»[118], κρατούσης δηλαδὴ καὶ συναπτούσης ἕκαστον τῷ ἄλλῳ πρὸς ὁμόνοιαν τῆς μιᾶς καὶ μόνης ἀληθοῦς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός· παρ’ οἷς δὲ οὐχ ὁμόνοια κατορθοῦται, οὐχ ὁ σύνδεσμος τῆς εἰρήνης τηρεῖται, οὐχὶ ἐν πνεύματι, πρᾳότης φυλάσ­σεται, ἀλλὰ καὶ διχοστασία καὶ ἔρις καὶ ζῆλος εὑρίσκεται, πολλῆς μὲν τόλμης ἂν εἴη μέλη Χριστοῦ τοὺς τοιούτους ὀνομάζειν, ἢ ὑπ’ αὐτοῦ ἄρχεσθαι λέγειν. Ἁπλῆς δὲ διανοίας μὴ μετὰ παῤῥησίας εἰπεῖν, ὅτι κρατεῖ ἐκεῖ καὶ βασιλεύει τὸ τῆς σαρκὸς φρόνημα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, λέγοντος μὲν ὁριστικῶς, «ὅτι ᾧ παριστά­νετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε»[119]· διεξιόντος δὲ σαφῶς τοῦ τοιούτου φρονήματος τὰ ἰδιώματα, ὡς ὅταν λέγῃ· «ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε;»[120] διδάσκοντός τε ἅμα ἀποφαντικῶς τό τε χαλεπὸν αὐτῶν τῆς ἐκβάσεως καὶ τὸ ἀκοινώνητον πρὸς θεοσέβειαν· δι’ ὧν φησιν, ὅτι «τὸ φρόνημα τῆς σαρκός, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσε­ται, οὐδὲ γὰρ δύναται»[121]· διό φησιν ὁ Κύριος· «οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν»[122], οὐδὲ πληροῦν τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, ὅτι «τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία»[123]. Οὐδενὸς μὲν δηλονότι τὸ ἴδιον θέλημα ἱστῶντος, πάν­των δὲ ζητούντων κοινῇ ἐν ἑνὶ τῷ ἁγίῳ Πνεύματι τὸ τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χρι­στοῦ θέλημα, εἰπόντος «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τὸν πέμψαντός με πατρός»[124].

Στοιχῶμεν τοίνυν τῷ κανόνι τῶν ἁγίων, ὡς «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ»[125]. «Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ἡμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ἡμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου τηρηθείη»[126]. Πιστὸς δὲ ὁ Θεός, ὁ καλῶν ὑμᾶς καὶ ἡμᾶς, καὶ πάντας θέλων σωθῆναι[127], ὃς καὶ ποιή­σει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, ὅπερ τὸ κεφάλαιόν ἐστι τῆς σωτηρίας πάν­των, καὶ ὧν ἄνευ σωθῆναι ἀδύνατον, τῇ χάριτι τοῦ Χριστοῦ, ἐν Πνεύματι ἁγίῳ, ὡς δεδήλωται καὶ μερικῶς σεσαφήνισται. Μὴ οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδ’ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν, ἀλλὰ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα δόγματα σπουδαίως ἐπειχθῶμεν, πρὸς οὐδὲν ἀφορῶντες ἕτερον ἢ πρὸς τὸν εἰπόντα, «πῦρ ἦλθον βαλεῖν, καὶ τὶ ἤθελον, εἰ ἤδη ἄνηφθη»[128]. Καὶ τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακά­ριος Δαυῒδ ἔλεγε· «δοκίμασόν με, Κύριε, πύρωσόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου»[129]. Τοῦτο τὸ πῦρ, τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον, καθαρὸν ἀποκαθίστησιν, ἵνα, ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικόν, ὁρᾷ διηνεκῶς τὰ τοῦ Θεοῦ θαυμάσια, κατὰ τὸν λέγοντα, «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατα­νοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου»[130]. Τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον, κακίας τε καυστικόν, ἀναστάσεως δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογισμῶν δυνάμεων σύστασις. Τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες ἔργων ἀγαθῶν μηδὲ πρὸς βραχὺ προσκόψωμέν ποτε, ἀλλ’ ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι, λόγον ζωῆς ἐπέχωμεν[131] ἀϊδίως, ἵν’ ἀπολαύοντες τῶν τοῦ Θεοῦ σὺν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ἐν ζωῇ ἀναπαυσώμεθα, τὰς ἐντολὰς καὶ ἀρετὰς καὶ πᾶν σωτηριῶδες καὶ θεῖον ἐκπληρώσαντες ἁγιοπρεπῶς, ὡς ἀναγκαῖον. Οὕτω γὰρ ἀναστρεφόμενοι πάντα τὸν τῆς παροικίας ἡμῶν χρόνον, εἰς τὴν ἀληθινὴν πατρίδα καταντήσομεν, ἧς καὶ ἀξιωθείημεν χάριτι Χριστοῦ, ἀμήν.

Ἅπαντα ταῦτα τὰ παρ’ ἡμῶν ῥηθέντα, ἀγαπητοί, ὡς καὶ ὑμεῖς καλῶς οἴδατε, τῆς θεοπνεύστου Γραφῆς ἔχεται, κατὰ τὴν τῶν σοφῶν καὶ ἁγίων θεολόγων ἡμῶν ἑρμηνείαν καὶ ὑγιῆ διδασκαλίαν καὶ διασάφησιν. Οὐ γὰρ ἡμῖν ἔξεστι, τῇ ἰδίᾳ καταθαῤῥοῦσιν ἐξηγήσει, τὶ τῶν τῆς θεοπνεύστου Γραφῆς ῥητῶν συνιέναι καὶ κατανοεῖν ἢ διερμηνεύειν, εἰ μὴ κατὰ τοὺς παρὰ τῶν ἁγίων συνόδων, ἐν ἁγίῳ Πνεύματι, πρὸς τὸν εὐσεβῆ σκοπὸν δοκιμασθέντας θεολόγους, ἵνα μή, ἀπὸ τῆς ὀρθῆς εὐαγ­γελικῆς διδασκαλίας καὶ ἀληθοῦς σοφίας τε καὶ φρονήσεως ἐκκλινόντων, ἡ διάνοια ἡμῶν δίκην Πρωτέως ἐντεῦθεν κἀκεῖθεν περιφέρηται. Ἀλλὰ ποία ἄν τις εἴποι διόρθωσις ἔσται τούτοις, ποία; Θεοῦ συναιρούμενου, αὕτη· τὸ μηδὲν παρὰ τὰ δια­τεταγμένα τοῖς ἱεροῖς ἀποστόλοις καὶ ταῖς ἁγίαις συνόδοις μεταχειρίζεσθαι ἢ φρονεῖν. Ὁ γὰρ τοῦτον τὸν ὅρον φυλάττων ὀρθῶς, συγχορευτὴς ἡμῖν ἔσται, συγκοινωνὸς καὶ ὁμόπιστος. Ὁ γὰρ τοὺς προειρημένους κανόνας ἀπαναινόμενος καὶ κατὰ τῶν ἀποστόλων ὁμόσε χωρῶν καὶ κατὰ τῶν ἁγίων ἀναίδην φερόμενος ἀποστολῶν, τίνα ἂν σχοίη πρὸς ἡμᾶς κοινωνίαν; τίς δὲ μερὶς μεθ’ ἡμῶν ἔσται τούτῳ; ὅπου ὁ μὲν τῶν διδασκάλων λέγει τοῖς θέλουσιν εὐσεβεῖν, ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, οὗτος λύκος προβατόσχημος ἄντικρυς, φθορὰν προβάτων κατεργαζόμενος· ὁ δέ, εἴ τις τῶν δοκούντων τοῖς θεοφόροις πατράσι σαλεύει τι, οὐκέτι τοῦτο οἰκονομίαν κλητέον, ἀλλὰ παράβασιν καὶ προδοσίαν δόγματος· ὁ δέ, χρὴ τὸν πρὸ τῶν ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χρι­στοῦ δικαστήριον, εἰδοτα ὅσος ὁ κίνδυνος τοῖς τολμῶσιν ἀφελεῖν τι ἢ προσθῆναι τῶν παραδεδομένων ὑπὸ τοῦ Πνεύματος, μὴ παρ’ ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις ὑπὸ τῶν ἁγίων ἐφησυχάζειν. Ὅπου τοίνυν τοσοῦτοι καὶ τοιοῦτοι ἡμέτεροι θεολόγοι δοξάζειν ἄλλως κωλύουσι, μία καὶ μόνη διόρθωσις αὕτη, τὸ ταῖς ἁγίαις συνόδοις συστοιχεῖν καὶ τοῖς τῶν ἀποστόλων ἕπεσθαι κανόσι, καὶ οὕτω διὰ πάντων ἀκολουθεῖν τῷ Χριστῷ.

Καὶ ὑμῶν οὖν, ὦ ἄνδρες Γερμανοὶ σοφώτατοι καὶ τέκνα ἀγαπητά, τῆς ἡμῶν μετριότητος, βουλομένων, ὡς νουνεχῶν, ὁλοψύχως τῇ ἡμετέρᾳ προσελθεῖν ἁγιωτάτῃ Ἐκκλησίᾳ, ἡμεῖς, ὡς πατέρες φιλόστοργοι, προθύμως τὴν ὑμετέραν ἀγάπην καὶ φιλοφροσύνην ἀποδεξόμεθα, ἐὰν θελήσητε τοῖς ἀποστολικοῖς καὶ συνοδικοῖς συμφώνως ἡμῖν ἀκολουθήσειν καὶ τούτοις ὑπείξειν. Τηνικαῦτα γὰρ τῷ ὄντι συγκοινωνοὶ ἡμῖν ἔσεσθε, καὶ ὡς παῤῥησίᾳ ὑποταγέντες τῇ καθ’ ἡμᾶς ἁγίᾳ καὶ καθο­λικῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, παρὰ πάντων τῶν νουνεχῶν ἐπαινεθήσεσθε· καὶ οὕτω ταῖν δυοῖν ἐκκλησίαιν μιᾶς σὺν Θεῷ γενομένης, τοῦ λοιποῦ συζήσομεν καὶ συμβιοτεύσομεν ἐν Χριστῷ θεαρέστως, ἕως οὗ καὶ τῆς ἐπουρανίου τύχοιμεν βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

Ἐγράφη σὺν Θεῷ ἐν Κωνσταντινουπόλει, ἔτει ἀπὸ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αφος΄, Μαΐου ιε΄, ἐν τῇ πατριαρχικῇ σεβασμίᾳ μονῇ τῆς Παμμακαρίστου.

† Ἱερεμίας ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως

νέας Ῥώμης καὶ οἰκουμενικὸς Πατριάρχης.

βιβλιογραφικές αναφορές

  1. Α΄ Πέτρ. 2,18.

  2. Πράξ. 5,29.

  3. Ῥωμ. 13,2.

  4. Ματθ. 10,14, Ἰω. 13,20, Λουκ. 10,16.

  5. Α΄ Θεσ. 4,8.

  6. Ματθ. 19,21.

  7. Ματθ. 19,20/1.

  8. Ἰω. 15,5.

  9. Ψαλμ. 120, 3-4.

  10. Ῥωμ. 9,16.

  11. Ῥωμ. 9,15/9, Ἐξ. 33,19.

  12. MPG, 63, 99-100.

  13. Φιλιπ. 2,13. MPG, 62, 239 ἑξ.

  14. Φιλιπ. 2,12.

  15. Φιλιπ. 2,13.

  16. Φιλιπ. 2,13.

  17. Φιλιπ. 2,14.

  18. Β΄ Τιμ. 2,21.

  19. Β΄ Κορ. 4,7.

  20. MPG, 62,630.

  21. Ἐφ. 2,8.

  22. Ῥωμ. 10,14, Ἐφ. 2,8.

  23. Ἐφ. 2,9.

  24. Τιτ. 3, 4-5.

  25. Ἐφ. 2,10.

  26. MPG, 62,33/4.

  27. MPG, 62,647 ἑξ.

  28. Γεν. 2,16/7.

  29. MPG, 31,881.

  30. Ἐφ. 4,1.

  31. Ἰω. 14,23.

  32. Ματθ. 18,20.

  33. Λουκ. 6,46.

  34. Ψαλμ. 136,1.

  35. Ἰω. 13,8.

  36. Πραξ. 2,21.

  37. Ῥωμ. 10,14.

  38. Ματθ. 7,21.

  39. Ματθ. 6, 1-2.

  40. Α΄ Κορ. 13,3.

  41. Ῥωμ. 2, 4-5.

  42. Α΄ Κορ. 9,16.

  43. Ἰω. 12,48.

  44. Λουκ. 12,47.

  45. Ψαλμ. 49,21.

  46. Ματθ. 24,42.

  47. Ἰω. 8,47.

  48. Ῥωμ. 8,14.

  49. Ἰω. 15,14.

  50. Ματθ. 5,20.

  51. Φιλιπ. 3,8-9.

  52. Ῥωμ. 14,23.

  53. Ἰω. 3,72.

  54. Α΄ Κορ. 4,7.

  55. Ἐφ. 2,8.

  56. Φιλιπ. 1,29.

  57. Λουκ. 18,9 ἑξ.

  58. Β΄ Κορ. 3,4.

  59. Β΄ Κορ. 4,7.

  60. Ἰω. 14,15.

  61. Ἐξοδ. 12,15/9.

  62. Ἡσ. 58,4 ἑξ.

  63. Ματθ. 28,20.

  64. Ῥωμ. 10,14.

  65. Ἱερ. 7,16, 11,14.

  66. Α΄ Κορ. 7,9.

  67. Τιτ. 1,6, Α΄ Τιμ. 3,2.

  68. Λουκ. 9,62.

  69. Β΄ Κορ. 5,14.

  70. Γαλ. 5,3.

  71. Γαλ. 6,14.

  72. Γαλ. 2,20.

  73. Ῥωμ. 6,10/11.

  74. Β΄ Πετρ. 2,22.

  75. Ῥωμ. 13,14.

  76. Α΄ Κορ. 8,8.

  77. Ῥωμ. 14,17.

  78. Α΄ Κορ. 8,8.

  79. Α΄ Θεσ. 4,8.

  80. Α΄ Ἰω. 5,4.

  81. Α΄ Τιμ. 4, 1-5.

  82. Κολ. 2,20 ἑξ.

  83. Γαλ. 5,1 ἑξ.

  84. Τιτ. 1,10 ἑξ.

  85. Ῥωμ. 7 2-4.

  86. Φιλ. 3,9.

  87. Α΄ Κορ. 1,9.

  88. Α΄ Τιμ. 4,10.

  89. Ἰω. 3,24.

  90. Ἐφ. 4,15 ἑξ., 2,20 ἑξ.

  91. Ἰω. 15,5.

  92. Ματθ. 10,37.

  93. Γεν. 1,26.

  94. Πράξ. 5,1 ἑξ.

  95. Φιλ. 3,20.

  96. Λουκ. 14,33.

  97. Ἰω. 14,15.

  98. Ἰω. 15,10.

  99. Ματθ. 5,48, 19,21.

  100. Ἡσ. 1,18.

  101. Λουκ. 10,16.

  102. Ἰω. 13,34.

  103. Ἰω. 13,35.

  104. Ματθ. 25,35.

  105. Ματθ. 25,40.

  106. Ἰω. 14,23, 15,12.

  107. Ἐξ. 32,32.

  108. Ἐξ. 18,24.

  109. Α΄ Θεσ. 5,20 ἑξ.

  110. Β΄ Κορ. 10,5.

  111. Ἐφ. 4,2.

  112. Πραξ. 5,29.

  113. Ἰω. 10,5.

  114. Γαλ. 1,8.

  115. Πραξ. 15,29.

  116. Ἡσ. 1,3.

  117. Α΄ Κορ. 12,25/6.

  118. Α΄ Κορ. 12,27.

  119. Ῥωμ. 6,16.

  120. Α΄ Κορ. 3,3.

  121. Ῥωμ. 8, 6-7.

  122. Ματθ. 6,24

  123. Πράξ. 4,32.

  124. Ἰω. 6,38.

  125. Ἐφ. 2,20/1.

  126. Α΄ Θεσ. 5,23 ἑξ.

  127. Α΄ Τιμ. 2,4.

  128. Λουκ. 12,49.

  129. Ψαλμ. 25,2.

  130. Ψαλμ. 118,18 .

  131. Φιλιπ. 2,15 ἑξ.

ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 443-503.

18
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία