Φώτιος Κωνσταντινουπόλεως, 9ος αι.

Ἑρμηνεῖα εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον

Commentarii in Matthaeum / Толкования на Евангелие от Матфея

Commentarii in Matthaeum (in catenis)

1 Mt 1, 2 Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴν γῆν καὶ ἔν σοι ἐνευλογηθήσονται πᾶσαι αἱ φυλαί . εἰ οὖν ἀληθῆ φθέγγεται ὁ θεὸς καὶ σπέρμα Ἀβραὰμ οἱ Ἰουδαῖοι μόνοι τυγχάνουσιν, οὗτοι δὲ οὔτε τῆς γῆς ἐκράτησαν πώποτε οὔτε κρατοῦσιν, ποῦ ἐστι τὸ τοῦ θεοῦ ἀληθὲς τὸ πρὸς Ἀβραὰμ εἰρημένον; ἀλλ' ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν, φανερόν ἐστιν, ὅτι τὴν τῶν ἐθνῶν ἐκκλησίαν σπέρμα ἐκάλεσεν ὁ θεὸς τοῦ Ἀβραάμ . τοῦτο δὲ γέγονε διὰ τοῦ ἐξ αὐτοῦ μέλλοντος γεννηθῆναι Χριστοῦ, εἰς ὃν πιστεύσαντα τὰ ἔθνη σπέρμα Ἀβραὰμ ἐκλήθησαν, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι. 2 Mt 1, 19 Ὅτε εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε ὁ ἄγγελος ἐπέστη λύων τὴν ἔριν τῶν λογισμῶν· ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆλον. ἐβουλήθη γάρ, φησίν, αὐτὴν ἀπολῦσαι λάθρᾳ· οὐκ ἂν οὔτε λάθρᾳ οὔτε ὅλως ἐκπέμψαι βουληθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός· ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ δίκαιος ὢν μάλιστα παρεδίδου ἄν· ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο· οὐδ' ἐκεῖνο πάλιν ᾔδει θείας ἐνεργείας τὴν κύησιν εἶναι· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρω πίνην τὸ ἔργον ἦν. διὸ τοῖς λογισμοῖς ἐκυμαίνετο καὶ ἠγνόει, ὅπερ ἂν διαπραξάμενος εὐάρεστος δόξῃ τῷ θεῷ. ὅτε ἐν τούτοις ἐκλονεῖτο τοῖς διαλογισμοῖς, τότε λίαν ἁρμοδίως ἧκεν ὁ ἄγγελος στηρίζων αὐτοῦ ἐφ' ᾧπερ ἔδει τὸν νοῦν καί φησιν· μὴ φοβηθῇς καὶ ἑξῆς. Εἰς ἀπορίαν καταστὰς ὁ Ἰωσὴφ περὶ τῆς παρθένου οὐκ ἠπίστατο ἀσφαλῶς τί δεῖ καὶ διαπράξασθαι. ἀποροῦντι δὲ αὐτῷ ὤφθη ὁ ἄγγελος λύων αὐτοῦ τὴν ἀμηχανίαν καὶ ἔτι πρὸς τὴν ἀλήθειαν ὁδηγῶν· εἰ γὰρ ἐγίνωσκε παρανόμου μίξεως εἶναι τὴν κύησιν, οὔτε λάθρᾳ ἂν ἐβουλήθη ἀπολῦσαι οὔτε φανερῶς δίκαιος ὤν, ἀλλὰ πάντα ποιῆσαι, ὅσα ὁ νόμος ἐκέλευεν· διὰ γὰρ ταύτην τὴν αἰτίαν ἠπόρει ὁ Ἰωσὴφ καὶ ὤφθη ὁ ἄγγελος λύσων αὐτοῦ τὴν ἀπορίαν. 3 Mt 1, 20 Πρὸς τοὺς λέγοντας πῶς ἐκ πνεύματος ἁγίου ἡ κύησις οὐ γάρ ἐστιν ὁ Χριστὸς υἱὸς τοῦ πνεύματος, ἀλλὰ τοῦ πατρός ἔστιν εἰπεῖν, ὅτι λέγεται πνεῦμα πᾶσα ἡ θεότης, ὥς φησιν ὁ σωτήρ· πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν . λέγεται δὲ ἰδίως καὶ τὸ πνεῦμα τὸ ἅγιον, τοῦτ' ἔστιν ἡ μία ὑπόστασις· οὐκοῦν καὶ πνεῦμα ἅγιόν ἐστι νοῆσαι καὶ τὴν τοῦ υἱοῦ δύναμιν· καὶ γὰρ καὶ ὁ υἱὸς πνεῦμα καλεῖται καθὸ θεός. οὐ δεῖ δὲ θαυμάσαι· τῷ γὰρ ἐκ μόνου τοῦ ἀνδρὸς ἐξαγαγόντι γυναῖκα δυνατόν ἐστι καὶ ἐκ μόνης γυναικὸς παῖδα ἐξαγαγεῖν. 4 Mt 1, 22 Ἆρα ἀγγέλου φωνῆς ἐστι τὸ τοῦτο δὲ ὅλον γέγονεν ἢ τῆς τοῦ εὐαγγελιστοῦ σοφῆς διανοίας; ἡ μὲν γὰρ γεγενημένη ἑρμηνεία ὡς φωνὴν ἀγγέλου τὸ ῥητὸν ἀναπτύσσει, ἡ δὲ τοῦ λόγου ἀκολουθία τοῦ συγγραφέως εἶναι ἀπαιτεῖ τὴν αἰτιολογίαν. Τὸ ῥητὸν τὸ λέγον τοῦτο δὲ ὅλον γέγονεν τίνος ἂν εἴη, τοῦ ἀγγέλου ἢ τοῦ εὐαγγελιστοῦ; τῷ μὲν δοκεῖν τοῦ ἀγγέλου, ὥς φασί τινες τῶν ἑρμηνευτῶν, τῇ δὲ ἀληθείᾳ τοῦ συγγραφέως. 5 Mt 1, 24 Τὴν γυναῖκα αὐτοῦ, τὴν ὅσον πρὸς ἕτερον ἄνδρα μηδὲ τὸ ὄμμα ἐπι βαλοῦσαν, τὴν τῆς γυναικὸς τάξιν σώαν αὐτῷ καὶ ἀκαινοτόμητον συντηροῦσαν καὶ μηδὲν παραλύσασαν τῆς μνηστείας. Γυναῖκα τοῦ Ἰωσὴφ καλεῖ ἡ γραφὴ τὴν παρθένον ὡς φυλάξασαν πάντα τὰ τῇ σώφρονι γυναικὶ πρέποντα πρὸς τὸν ἑαυτῆς σύζυγον. 6 Mt 2, 13 Εἰς Αἴγυπτον φεύγει ὁ Χριστός, ἵνα καὶ ταύτην ἁγιάσῃ ὥσπερ τὴν Βαβυλῶνα διὰ τῶν μάγων ἡγίασεν ἐλθόντων εἰς προσκύνησιν αὐτοῦ. 7 Mt 2, 15 Φησὶ Βαλαὰμ ἐν τοῖς Ἀριθμοῖς· ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ . 8 Mt 3, 9 Ἐκ τῶν λίθων τούτων, ἐκ παντὸς ἠτιμωμένου καὶ εὐτελοῦς δύναται ὁ θεὸς ἐπιδόξους καὶ μεγάλους ἐγεῖραι τοὺς κάτω κειμένους ἐν εὐτελείᾳ προγονικῇ καὶ περιφανεῖς καὶ ἐπισήμους ἐπιδεῖξαι, ἂν αὐτοὶ μόνον ἀκολουθεῖν αὐτοῦ τοῖς προστάγμασιν ἕλοιντο, ὥσπερ ἐπίσημον καὶ τὸν Ἀβραὰμ καταλιπόντα τὴν πατρῴαν δεισιδαιμονίαν ἀπειργάσατο· οὐ γὰρ πατρὸς δόξῃ, ἀλλ' ἀρετῆς οἰκείας περιφανείᾳ θεῷ πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγγράφονται τῆς πατρικῆς αὐτοῖς μηδὲν παρεμποδιζούσης δυσγενείας τε καὶ δυσσεβείας. ἢ καὶ ἄλλως. ὁ ἐκ γῆς διαπλάσας τὸν πρῶτον ἄνθρωπον καὶ παντὸς ἀνθρώπου τοῦτον ἐγείρας πατέρα δύναται καὶ ἐκ τῶν λίθων τοὺς ἐν γῇ ἀνθρώπους διαπλάσαι καὶ ἐγεῖραι τούτους καὶ ἀνυψῶσαι, ὥστε παραπλησίου τιμῆς καὶ δόξης τῆς τοῦ Ἀβραὰμ γενέσθαι κληρονόμους. Τὸ ἐκ τῶν λίθων τούτων οὐ τοὺς λίθους αὐτοὺς λέγει, ἀλλ' ὅτι ἐξ ἀνθρώπων ἀτελῶν καὶ ἀπίστων καὶ πενήτων δύναται μεγάλους τε καὶ ἐπισήμους ποιῆσαι, ἐάνπερ ἐθέλωσιν, καθάπερ ὁ Ἀβραὰμ πιστεύσας θεῶ ἐξ ἀσήμων γέγονεν ἐπίσημος. 9 Mt 3, 12 Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, τὴν κριτικὴν δύναμιν καὶ ἐξουσίαν σημαίνει, δι' ἧς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος διακρίνεται· τὸ δὲ ἐν τῇ χειρὶ αὐτοῦ τὸ πρόχειρον καὶ ἀταλαίπωρον μηνύει· οὐ γὰρ μελέτῃ καὶ χρόνῳ καὶ διασκέψει, ἀλλὰ πρόχειρος καὶ ἐκ τοῦ παραχρῆμα βουλομένου θεοῦ ἡ διάκρισις. διαχωρίζονται δὲ οἱ δίκαιοι τῶν ἁμαρτωλῶν, ὧν τοὺς μὲν σῖτον ὠνόμασεν μηδὲν ἀλλότριον τοῦ ἐξ ἀρχῆς ὑπὸ θεοῦ καλοῦ σπέρματος καταβληθέντος τῇ φύσει ἐπισύροντας, τοὺς δὲ ἁμαρτωλοὺς ἄχυρον ὅλον τὸ γένος διανοθεύσαντας καὶ εἰς ἀλλόκοτον φύσιν διὰ κακίας ἐντελευτήσαντας. Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἐστι τινὰ ὄργανα διακριτικὰ τῶν κατὰ τὴν τέχνην καλῶν τε καὶ ἐναντίων, οὕτω καὶ ἐν τοῖς γεωργουμένοις ἡ ἅλως ἐστὶ καὶ τὸ πτύον· ἐν γὰρ τῇ ἅλωνι ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται. οἷστισι παρεικάζει τήν τε ἐκκλησίαν καὶ τὴν διακρίνουσαν τοῦ θεοῦ δύναμιν ἀπὸ τῶν ἀγαθῶν τοὺς μὴ τοιούτους. 10 Mt 4, 5 8 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος, ἀντὶ τοῦ· ἐνδίδοται καὶ παραχωρεῖται τῷ διαβόλῳ τὸ ἐπιθύμημα, ἵνα πλέον καταισχυνθῇ· ἐπεθύμει γὰρ καὶ ἤθελεν εἰς τὸ πτερύγιον καὶ εἰς τὸ ὄρος ἀνελθεῖν τὸν Χριστὸν ὡς ἂν παλαίσῃ αὐτῷ τοῖς πειρασμοῖς· γίνεται δὴ τοῦτο καὶ ἄνεισιν ὁ κύριος ἡμῶν ἐπὶ τὸ πτερύγιον καὶ ἐπὶ τὸ ὄρος καὶ πανταχόθεν αὐτὸν αἰσχύνει καταβαλών. Τὸ παραλαμβάνει αὐτὸν ὁ διάβολος οὐχ ὅτι μετ' ἐξουσίας αὐτὸν ἔλαβεν, ἀλλ' ἐνδείκνυται ὡς παραχωρήσαντος τοῦ Χριστοῦ παρέλαβε. καὶ τοῦτο οἰκονομικῶς, ἵνα πληρωθείσης τῆς τοῦ διαβόλου ἐπιθυμίας καταισχυνθῇ τελείως καὶ ἡττηθῇ. 11 Mt 5, 1 Ἐκάθισεν ὁ Χριστός, ἵνα οἱ μὲν ὄχλοι διὰ τὰ ὑπ' αὐτοῦ γινόμενα θαύματα πιστεύσωσιν, οἱ δὲ μαθηταὶ διδασκόμενοι ἔτι ἐλλαμφθήσονται καὶ νοήσωσιν, ὅτι οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεός· οὐ γὰρ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν ὑπῆρξε θεραπευτής. 12 Mt 5, 13 Ἅλας τῆς γῆς φησι τοὺς τὰ θεῖα διδάσκοντας λόγια στύφοντα καὶ ῥωννύοντα τὸν νοῦν τῶν ἀκουόντων. 13 Mt 5, 17 Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον· ἐκεῖνος γὰρ καταλύει τὸν νόμον ὁ μὴ πληρῶν τὸν νόμον. ὁ δὲ πληρῶν τὸν νόμον, μὴ πληρῶν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀκρίβειαν τελειοτέραν ἀνάγων πῶς οὐ μᾶλλον φυλάσσει; ὥσπερ οὖν ὁ τὴν ἐν σκιάσμασι τυπωθεῖσαν τοῦ ἀνθρώπου μορφήν, ὥσπερ οὖν ὁ ταύτην τῇ τῶν χρωμάτων παρενθέσει καὶ ἐπιβολῇ μορφοποιῶν οὐ τοὺς ἐν αὐτῇ προχαραχθέντας τύπους κατέλυσεν, ἀλλ' εἰς ἀπαρτισμὸν καὶ τελειότητα τὸ ἀτελὲς αὐτῶν ἤνεγκεν, οὕτως καὶ ὁ δεσπότης ἡμῶν θεὸς οὐ τὴν ἐν νόμῳ οἱονεὶ προτυπωθεῖσαν καὶ σκιαγραφηθεῖσαν τοῦ εὐαγγελίου πολιτείαν κατέλυσεν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ ταύτην ἐφανέρωσέν τε καὶ ἐτράνωσεν πᾶσαν τὴν ἐν νόμῳ ἀναπληρώσας ἀτέλειαν καὶ προαγαγὼν εἰς ἀνυπέρβλητον τελειότητα. Ὁ πληρῶν νόμον καὶ εἰς ἀκρίβειαν ἄγων αὐτόν, φυλάττων μᾶλλον νόμον ἐστίν, οὐ μὴν καταλύων· ὁ γὰρ τὴν σκιαγραφίαν τῆς εἰκόνος ἀναπληρῶν διὰ τῶν χρωμάτων, τελειωτὴς ἂν λέγοιτο τῆς εἰκόνος, ἤπερ ἀναιρετὴς αὐτῆς· τὴν γὰρ σκιαγραφηθεῖσαν πρότερον ἐν τῷ νόμῳ πολιτείαν ἐλθὼν ὁ Χριστὸς ἐθεράπευσέ τε καὶ τετελείωκεν. 14 Mt 5, 19 Μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων, τῶν τοῖς πολλοῖς δοκούντων εὐτελῶν καὶ εὐκαταφρονήτων εἶναι· οἱ γὰρ αὐτοῦ ἐκείνου κατεπαιρόμενοι τοῦ νομοθέτου καὶ τέκτονος υἱὸν ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσεως τέως οὐχ ὁρίζει τὴν δίκην τῆς μακροθυμίας τὸ πέλαγος ἐνδεικνύμενος, τῆς μέντοι τῶν ἐντολῶν παραβάσεως (αὐτὴν τὴν σωτηρίαν αὐτοῖς ἐπραγματεύετο) ἀπαραίτητον τὴν τιμωρίαν εἰσπράττεται ἐλάχιστον τὸν τοιοῦτον καὶ ἠτιμωμένον καὶ ὑπεύθυνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποφαίνων. σὺ μέν, φησίν, τὰς ἐμὰς ἐντολὰς ὡς ἐλαχίστας καὶ εὐκαταφρονήτους ἠθέτεις, ἐγὼ δέ σε διὰ τὴν ἀθέτησιν αὐτῶν ἐλάχιστον καὶ ἐξουθενημένον δεικνύω· καὶ σὺ μὲν ἔμπροσθεν εὐαρίθμητος τῶν ἀνθρώπων, ἐγὼ δὲ ἐνώπιον καὶ ἀγγέλων καὶ ἀνθρώπων· καὶ σὺ μὲν ἐν τῷ παρόντι βίῳ, ἐγὼ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐλάχιστόν σε εἶναι καταδικάζω. δῆλον δὲ ὅτι τοῦ ἐλαχίστου οὐκ ἂν εἴη ἕτερον ὑποβεβηκὸς καὶ ἔσχατον, ὥστε δῆλον ὡς τὴν ἐσχάτην τὸν τοιοῦτον εἰσπράττεται τιμωρίαν, ὅπερ ἐστὶ τὸ πῦρ τὸ ἐξώτερον. 15 Mt 5, 19 Ἐλαχίστην φησὶν ἐντολὴν τὴν δοκοῦσάν τισι τοιαύτην καὶ μὴ καθ' ἑαυτήν. ταῦτα δὲ λέγει ἀνάγων ἡμᾶς πρὸς τὰ μείζω τῶν ἐν τῷ νόμῳ κειμένων· οὐ γὰρ τὴν αὐτὴν ἐπιτίμησιν ἔχει ἐντολὴ πᾶσα, ἐπεὶ οὐδὲ πᾶσα πρᾶξις ἴση ἐστὶ πάσαις, ἀλλ' εἰσί τινες, αἳ καὶ χωρὶς τιμωρίας ἀφίενται τοῖς ἁμαρτάνουσιν, ἃς καὶ ἐλαχίστας ἴσως ἐκάλεσεν ὁ Χριστός. 16 Mt 5, 22 Τῆς ὀργῆς τῷ μὲν ἐπάγει κόλασιν, τῷ δὲ συγγνώμην, τὸν δὲ καὶ βραβείων ἀξιοῖ· ὅταν μὲν γὰρ ὀργιζώμεθα τῷ πονηρῷ καὶ τοῖς ἐργάταις τῆς πονηρίας ἀναστέλλειν αὐτοὺς τῶν πράξεων σπεύδοντες τῶν κακῶν, μεγάλην ἑαυτοῖς θησαυρίζομεν τὴν ἀμοιβήν· μέγα γὰρ τὸ ἀποστρέφειν ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ . τοῦτο δὲ λίαν δεῖται νηφούσης ψυχῆς, ἵνα μὴ τῷ προσωπείῳ τῆς ἑτέρων διορθώσεως ἔχθραν ἑαυτῶν διὰ τῆς ὀργῆς φανῶμεν θεραπεύοντες, ὡς ὅ γε τοῖς ἐπταικόσιν τῆς ἰδίας ἑαυτῶν ἕνεκα σωτηρίας ὀργὴν ἐπιδεικνὺς καὶ μὴ καταμιγνὺς κακίαν τῇ ὀργῇ μακάριος. ὁ μέντοι γε τῷ παραλυπήσαντι αὐτὸν ὀργιζόμενος οὐκ ἔξω μὲν μέμψεως, εἴγε δεῖ τὸν κοινὸν ἐκδέχεσθαι κριτὴν κἀκείνῳ τὴν περὶ τῶν ἐπηρεαζόντων κρίσιν ἀνατιθέναι, ἀλλὰ μὴ αὐτὸν ὀργῇ καὶ θυμῷ κεχρημένον, τυφλοῖς καὶ φαύλοις παρέδροις, τὴν ἀπὸ τοῦ πλησίον ἐπιζητεῖν δίκην. οὐκοῦν ἄμεμπτον τοῦτο τῆς ὀργῆς τὸ εἶδος, συγγνώμης μέντοι οὐ πόρρω, ὅτι ὠργίσθη αὐτὸς πρότερον κακῶς ὑφ' ἑτέρου πεπονθώς. ὁ δὲ μήτε σωτηρίας τινὸς ἕνεκα μήτε ἀμυνόμενος τὸν προλελυπηκότα εἰς ὀργὴν ματαίως καὶ ἀλόγως ἐκφερόμενος καὶ τῷ πλησίον ἐμπαροινῶν εἰκότως ἐστὶ τιμωρίας ἔνοχος. ὃ καὶ ὁ δεσπότης δηλῶν ἔλεγεν· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει. καὶ ὁ μὲν παλαιὸς νόμος τὸν ἀνελόντα μάτην κολάζει, ἡ δὲ τῆς χάριτος ἐντολὴ καὶ τὸν μάτην ὀργιζόμενον ὑπὸ τιμωρίαν ἄγει ἐμφράττουσα τὴν πηγὴν τοῦ φόνου τὸν θυμόν, ἐξ οὗ εἴωθεν ἡ μιαιφονία προχεῖσθαι. 17 Mt 5, 22 Οὐ πᾶσα ὀργὴ τῆς κρίσεως ἔνοχος, ἀλλ' ἡ μὲν ματαία καὶ εἰκῆ ἐστιν ἔνοχος, ἡ δὲ ἥττων ταύτης καὶ μὴ διὰ χρημάτων εὐπορίαν ἢ φθόνον γεγονυῖα μήτε μὴν δι' ἀρετὴν ἢ ψυχῆς ὠφέλειαν συγγνώμης ἐστὶν ἀξία, ἡ δὲ ἑτέρα καὶ κατὰ τῶν ἀμελούντων τῆς ἀρετῆς γενομένη οὐ μόνον συγγνώμης, ἀλλὰ καὶ ἐπαίνου καὶ τιμῆς ὅτι πλείστης ἐστὶν ἀξία. 18 Mt 5, 22 Συνέδριον ἐνταῦθά φησι τὸ τῶν ἁγίων. καὶ ὁ τὸν ἀδελφὸν αὐτοῦ εἰπὼν ῥακά, οὐκ εἰς ἕνα ἡμάρτηκεν, ἀλλ' εἰς ἅπαν τὸ κοινόν. διὸ καὶ τῷ συνεδρίῳ ἔνοχός ἐστιν ὡς τούτου καταφρονήσας. 19 Mt 5, 39 Πονηρὸν ἐνταῦθα τὸν ἀδίκως τύπτοντά τινα καὶ ἐπηρεάζοντα λέγει. ὁ δὲ ἀντιπίπτων καὶ ἀντιμαχόμενος ἔοικε τὸν πονηρὸν μιμεῖσθαι, τοῦτ' ἔστι τὸν τύψαντα αὐτόν. εἰ τοίνυν κακόν ἐστι τὸ ἀντιλυπῆσαι τὸν λυπήσαντα, ἀγαθὸν ἂν εἴη τὸ μὴ τοῦτο ποιῆσαι, ἀλλὰ παντοίως θεραπεῦσαι τὴν ὀργὴν καὶ παρακαλέσαι· αἰσχυνθήσεται γὰρ καὶ ἀγαθὸς ἀντὶ κακοῦ γενήσεται. Mt 5, 39 Ἀντιστῆναι τῷ πονηρῷ φησιν, ἀντὶ φιλονικῆσαι, ὁμοίως ἐκείνῳ πρᾶξαι καὶ ἀντιλυπῆσαι καὶ ἀντιπλῆξαι. οὐ δεῖ οὖν, φησίν, ὁμοίως ποιεῖν τῷ πονηρῷ. 21 Mt 5, 45 ∆ιὰ τοῦτο ἀδελφοὺς ἡμᾶς κέκληκε δούλους ὄντας αὐτοῦ καὶ συγκληρονόμους ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς βρέχοντός τε ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως ἀνατέλλοντος τὸν ἥλιον. 22 Mt 6, 3 4 Μὴ γνώτω, φησίν, ἡ ἐν ἡμῖν ἀλογία τῆς λογικῆς ψυχῆς τὸ ἔργον, ἵνα μὴ ἐμποδίσῃ αὐτὴν καὶ μείνῃ ἀτελὴς ἡ σῴζουσα τὸ κατ' εἰκόνα. ἀποδώσει σοι δὲ ἐν τῷ φανερῷ, φησίν, ἐν τῇ ἀναστάσει δηλονότι, ὅταν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πάντα τὰ κρυπτὰ φανερωθήσονται. 23 Mt 6, 17 18 Ἐπειδὴ τὸ ἀλείφεσθαι καὶ νίπτεσθαι τοῖς εὐφραινομένοις καὶ χαίρουσι κατά τι παλαιὸν ἐπετηδεύετο ἔθος καὶ σύμβολα ταῦτα χαρᾶς ἐνομίζετο καὶ εὐφροσύνης, ὁ δεσπότης μετὰ χαρᾶς καὶ εὐφροσύνης τὴν νηστείαν κελεύων ἡμᾶς ἐπιτελεῖν, ἄλειψαί σου, φησίν, τὴν κεφαλὴν ἐλαίῳ καὶ νίψαι τὸ πρόσωπον, ἀπὸ τῶν συμβόλων τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης χαίρειν ἡμᾶς καὶ εὐφραίνεσθαι ἐν τῷ νηστεύειν νομοθετῶν· οὕτω γὰρ ἑαυτοὺς διατιθέντες τούς τε ἄλλους λαθεῖν δυνησόμεθα, ὅτι νηστεύομεν, καὶ αὐτοῖς ἀνεπάχθητον τῆς νηστείας ἀγῶνα ἀπεργασόμεθα· ἔνθα γὰρ προθυμία καὶ χαρά, ἐκεῖ κοῦφον καὶ τὸ ἐπίπονον· ἄλειψαι οὖν σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι ἀντὶ τοῦ· φαίδρυνον σεαυτὸν καὶ ἱλαρὸν ἀπὸ τῆς ἐν τῇ καρδίᾳ εὐθυμίας καὶ ἀγαλλιάσεως παρασκεύασον καὶ ἁπλῶς παντὶ τρόπῳ λαθεῖν ἐπιτήδευε, ἵνα μισθαποδότην ἕξῃς τὸν ἔφορον τῶν κρυφίων. Ἄμφω ταῦτα τὸ ἀλείφεσθαι καὶ νίπτεσθαι τοῖς εὐφραινομένοις ὑπῆρχε. διὸ καὶ ὁ Χριστὸς μετὰ χαρᾶς τε καὶ εὐφροσύνης κελεύει μετέρχεσθαι τὴν νηστείαν, ὥστε χαίρειν ἡμᾶς δεῖ καὶ εὐφραίνεσθαι, ὅταν τὰ καλὰ ἐργαζώμεθα. 24 Mt 6, 21 23 Εἰπὼν ὅπου γάρ ἐστιν ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἐπεξηγεῖται τὴν ἐντεῦθεν βλάβην. καρδίαν δὲ ἐνταῦθα τὸ ἡγεμονικὸν λέγει καθὼς καὶ ὁ προφήτης ∆αβὶδ καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός . φησὶν οὖν, ὅτι οἱ θησαυρίζοντες ἐπὶ γῆς, ἐκεῖ καὶ τὸν νοῦν ἔχουσι προσηλωμένον καὶ συνδεδεμένον. τούτου δὲ ἐν αἰχμαλώτου καὶ δεσμίου τάξει διακειμένου τί λοιπὸν ἔσται τῷ σώματι ὅλῳ ἢ καὶ αὐτῇ τῇ ψυχῇ ἀλλ' ἢ συνηνδραποδίσθαι καὶ μᾶλλον δεδέσθαι; τοῦ γὰρ κυβερνήτου βυθιζομένου τί λοιπὸν ἢ ναῦς καὶ οἱ ἐμπλέοντες πείσονται; τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ λέγειν ὁ λύχνος τοῦ σώματος ὁ ὀφθαλμός ἐστιν. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον. οἰκείως δὲ τῷ παραδείγματι κέχρηται· ὡς γὰρ ἐν σώματι ὀφθαλμός, οὕτω νοῦς ἐν ψυχῇ. εἰ οὖν ὁ νοῦς, δι' οὗ ἥ τε ψυχὴ καὶ ὅλον τὸ ζῷον αὐγάζεται, τῷ πάθει τῆς φιλοχρηματίας ἐτυφλώθη, τί ἂν οὐ πάθοι, ἃ δι' ἐκείνου ἐνελάμπετο τὸν φωτισμόν; διὰ τοῦτο χρὴ παντὶ τρόπῳ τὸ νοερὸν τῆς ψυχῆς ἀπὸ φιλοχρηματίας φυλάττειν ἀπαθές, ἵνα μὴ τῷ ἐκεῖθεν πάθει πληρωθέντος αὐτοῦ ἐν σκότει βαθεῖ τὸν βίον ὦμεν δυστυχοῦντες καὶ ταλαιπωρούμενοι ἀθλίως τὸν ἡμῶν. Καρδίαν ἐνταῦθα ὁ σωτὴρ τὸν ἡγεμόνα νοῦν καλεῖ· οὕτω γὰρ καὶ ὁ ∆αβὶδ αὐτὸν ὠνόμασε λέγων· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός . κἀντεῦθεν οἱ φιλοχρήματοι τὸν νοῦν συνδεδεμένον ἔχοντες τοῖς χρήμασιν ἀλλοτριοῦσιν ἑαυτοὺς τοῦ θεοῦ. 25 Mt 6, 25 Τὸ μὴ μεριμνήσητε τῇ ψυχῇ, οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται. διὰ τοῦτο οὐδὲ εἶπε τί φάγεται ἢ τί πίεται ἡ ψυχή, ἀλλὰ τί φάγητε καὶ τί πίητε ὑμεῖς, δηλονότι τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον ζῷον· εἰ γὰρ καὶ ἐκ τῆς ψυχῆς προΐασιν ὥσπερ ἀπό τινος πηγῆς αἱ ὀρεκτικαὶ δυνάμεις καὶ χωρὶς αὐτῆς οὐκ ἔνι τρέφεσθαι τὸ ζῷον, ἀλλ' οὖν οὐκ αὐτὴ τρέφεται, ἀλλ' ἐκεῖνο. διὸ καὶ ὁ κύριος ἡμῶν οὔτε αὐτῇ ἀπέδωκε τὸ τρέφεσθαι οὔτε παντελῶς αὐτὴν ἀπεξένωσεν, ἀλλ' ὡς μὲν τὰς ἀφορμὰς τοῦ ὀρέγεσθαι αὐτῆς παρεχομένης μὴ μεριμνήσητε, φησίν, τῇ ψυχῇ ὑμῶν, ὡς δὲ μὴ ταύτης, ἀλλὰ τοῦ συνθέτου ἐσθίοντός τε καὶ πίνοντος, ἐπήγαγε· τί φάγητε καὶ τί πίητε ὑμεῖς, ἀλλ' οὐχ ἡ ψυχὴ δηλονότι. εἰ δέ τις διὰ τοῦ εἰπεῖν τῇ ψυχῇ ὑμῶν τοῦτο δηλοῦσθαι βούλεται, ὅτι μὴ μόνον ἐπ' αὐτοῖς τοῖς ἔργοις καὶ πόνοις τὴν περὶ τῶν τοιούτων μέριμναν μὴ ἐπιδείκνυσθε, ἀλλὰ μηδ' ἐν τῇ ψυχῇ ταύτην φῦναι καὶ ἐνοχλεῖν ὑμᾶς εἰς ἔργον ἐλθεῖν συγχωρήσατε, οὐδὲ τοῦτο τῆς εὐαγγελικῆς παραινέσεως ἀλλότριον. Οὐκ εἶπε· τί φάγεται ἡ ψυχὴ ἢ τί πίεται· ψυχὴ γὰρ πᾶσα ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ' οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς τοῦ σώματος προνοίας· τοῦτο γάρ ἐστι τὸ τρεφόμενον. 26 Mt 7, 1 Ἐὰν κρίνῃς, κριθήσῃ, φησίν, ὑπὸ σεαυτοῦ· εἰ γὰρ ἁμαρτωλοὺς κρίνεις ἁμαρτωλὸς ὤν, κατὰ σεαυτοῦ τὴν ἰδίαν κρίσιν φέρεις. ἄφες λοιπὸν τὸ ἑτέρους κρίνειν καὶ κρῖνε σεαυτὸν μόνον, ὅπως μὴ ἀφ' ἑτέρων κρινόμενος κληρονομήσῃς γέενναν. 27 Mt 7, 2 Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε ἀντὶ τοῦ· ἐν αὐτῷ τῷ κατακρίνειν ἑτέρους ὑπὸ κρίμα γίνεσθε κριτοῦ ἁρπάσαντες πρόσωπον, οὓς ἐχρῆν τὴν τῶν κρινομένων τάξιν ἐννοοῦντας καὶ τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος τρέμειν καὶ δεδοικέναι καὶ περὶ τούτων φροντίζειν καὶ ἀγωνιᾶν, ὅπως ἀπολογήσωνται, ἀλλὰ μὴ τούτων ὑπερορῶντας ἑτέρων ἐλαττώματα λογοθετεῖν καὶ τούτους κατακρίνειν ἐπὶ τούτοις, ὧν αὐτοὶ χείρονα μακρῷ ἐστιν ὅτε διαπράττονται. ἄν τε οὖν μείζονα ἄν τε ὅμοια ἄν τε ἐλάττονα αὐτοῦ ἡμαρτηκότα κατακρίνῃ τις, ἑαυτὸν κατακρίνει· ὁ μὲν γὰρ ἐλάττονα ἁμαρτήσαντα εὔδηλον, ὅτε μᾶλλον ἑαυτὸν κατέκρινε μείζονα αὐτὸς ἡμαρτηκὼς καὶ προσθεὶς τούτοις τὸ καὶ ἑτέρους κατακρίνειν. ὁ δὲ μείζονα ἁμαρτήσαντα κρίνων καὶ αὐτὸς κατέκρινεν ἑαυτόν, ὅτι δέον ἐξαλεῖψαι τὰ οἰκεῖα καὶ τὸν κοινὸν κριτὴν ἐξιλεώσασθαι συντριμμῷ καρδίας καὶ μεταμελείᾳ, ὁ δὲ φυσηθεὶς κατὰ τοῦ πλησίον κριτοῦ ἀξίωμα ἐνέδυ καὶ κρίνειν ἑτέρους ἐπήρθη εἷς καὶ αὐτὸς τυγχάνων τῶν κρινομένων. ὡσαύτως δὲ καὶ ὁ τὸν τὰ ὅμοια ἡμαρτηκότα κατακρίνων κοινὴν ἐξάγει τὴν ψῆφον καθ' ἑαυτοῦ τε <καὶ> τοῦ κατακρινομένου, μᾶλλον δὲ καθ' ἑαυτοῦ· τῷ μὲν γὰρ διὰ τῆς ἰδίας προπετείας καὶ τὰ ἐνόντα ἐμετρίωσε πλημμελήματα, ἂν φιλοσόφως ἐκεῖνος μάλιστα τὴν παροινίαν ἐνέγκῃ τὴν αὐτοῦ, ἑαυτῷ δὲ προσθήκην εἰργάσατο τῶν κακῶν τοῖς ἔμπροσθεν καὶ τὴν ἀπὸ τοῦ κατακρίνειν ἑτέρους τιμωρίαν προσειληφώς. τί οὖν; οὐ δεῖ, φησίν, κρίνειν ἑτέρους κἂν τὰ ἀτοπώτατα εἴησαν ἀναισχυντοῦντες, κλέπτοντες, λῃστεύοντες; μάλιστα μὲν οὐδὲ τούτους σε κατακρίνειν φησίν· τούτους γὰρ καὶ τοὺς τοιούτους νόμοι καὶ δημόσιαι κρίσεις κολάζουσιν, σὲ δὲ συναλγεῖν καὶ συλλυπεῖσθαι προσήκει τοῖς κατακρίτοις ἐν τῷ ἐκείνων πάθει τὰ σὰ ἀποβλέπειν δοκοῦντα κακά, ἀλλὰ μὴ ἐπεμβαίνειν μηδὲ ἐπιπλήττειν τὸν ἐν τῷ πτώματι κείμενον. τί οὖν; μηδὲ νουθετῶμεν μηδὲ παραινῶμεν ἀνανῆψαί τινα τοῦ σφάλματος; μενοῦνγε, ἂν ἑαυτοὺς προτέρους διορθωσώμεθα μάλιστα· ἄλλο γὰρ παραίνεσις καὶ νουθεσία καὶ συμπάθεια καὶ ἄλλο κρίσις καὶ ἐπιτίμησις καὶ ἐπίπληξις καὶ τὰ μὲν πᾶσίν ἐστι χρήσιμα εὐκαίρως γινόμενα, ἐπιτιμᾶν δὲ καὶ κρίνειν καὶ ἐπιπλήττειν ἀρχιερεῦσι θεοῦ μόνοις ἀνήκει, ἐπειδὰν τὰ λοιπὰ πάντα ἐπιδειξάμενοι οὐδὲν βελτίω τὸν θεραπευόμενον διέθηκαν. κρίνει δὲ καὶ ἐπιτιμᾷ καὶ ὁ τὰς δικαστικὰς ἐμπεπιστευμένος ψήφους, οὓς ἂν αἱ πράξεις εἰς δικαστήριον ἄγωσιν, καὶ πατὴρ παῖδα ἐπὶ βελτιώσει ἠθῶν· καὶ δεσπόται δούλοις ἐπιτιμᾶν καὶ κρίνειν καὶ ἐπιπλήττειν φιλανθρώπως καὶ εὐμενῶς οὐ κωλύονται. γίνονται οὖν διαφοραὶ ἀπό τε τῆς κρίσεως αὐτῆς καὶ τῶν κρινόντων καὶ τῶν κρινομένων προσώπων τοσαῦται· μία μὲν ἂν ὁ κρίνων καὶ ἐπιπλήττων, φιλῶν καὶ στέργων, ἀλλὰ μὴ διασύρων καὶ μισῶν τοῦτο ποιῇ· δευτέρα δὲ ἂν νόμῳ καὶ κοινῷ τῆς πολιτείας καὶ δικαίῳ τοῦτο ποιῇ· τρίτη δὲ ἂν κατὰ μηδὲν μὲν τούτων, μισῶν δὲ καὶ διακωδωνίζων τοῦτο ποιῇ· ἢ καὶ μάτην οὐδὲ τὸν κρινόμενον καλῶς ἐγνωκώς· ἢ ἐν ταῖς κατ' ἐκείνου ἐπιτιμήσεσιν ἀκριβής τις εἶναι δόξει πραγματευόμενος καὶ τὰ οἰκεῖα αἴσχη τῇ περὶ ἑτέρους ἀποτομίᾳ καὶ διαβολῇ ἀποκρύπτειν πειρώμενος ὡς ὁ ἐπὶ τούτοις ἑτέρους τραχέως ἐπιτιμῶν οὐκ ἂν αὐτὸς νομισθείη τοῖς ὁμοίοις ἑαλωκώς. ἕκτη δὲ διαφορὰ ἂν αὐτοὶ τῶν κρινομένων ὄντες κρίνειν ἄλλους ἐπιχειρῶσιν· οὔτε γὰρ φιλίαν οὔτε στοργὴν οἱ τοιοῦτοι ἔχουσιν εἰς ἀπολογίαν. 28 Mt 7, 5 Τὸ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ τὰ ἑξῆς ἐπήγαγε πᾶσαν πρόφασιν ἐκκόψαι τὴν εἰς τὸ κατακρίνειν πρό χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ' ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς τὸ κρίνειν ἐλήλυθα, μάλιστα μὲν οὖν, φησίν, οὐδὲ τοῦτο σόν ἐστι τοῦ ποιμαίνεσθαι δεομένου τυχεῖν· τί γὰρ ἐνὸν τὰ οἰκεῖα ἀκινδύνως σκοπεῖν σὺ δὲ ταῦτα λιπὼν τῶν ἀλλοτρίων γίνῃ κριτής; εἰ δὲ καὶ συγχωρεῖ σοι τῆς διορθώσεως χάριν καὶ προνοίας, ἀλλ' οὐκ ἀπεχθείας καὶ προπετείας ταῦτα ποιεῖν, χρὴ πρότερον ἑαυτὸν ἀπαλλάξαι τῶν μειζόνων κακῶν, εἶτ' ἀδέκαστον καὶ καθαρὸν τὸ οἰκεῖον τῆς ψυχῆς ὄμμα κτησάμενον οὕτως αὐτὸ πρᾶον καὶ εἰρηνικὸν ἐπιβάλλειν τοῖς τοῦ πλησίον· κάρφος γὰρ ἂν οὕτως ὁραθείη καὶ τὰ πρὶν δοκοῦντα μέγιστα κακά. κἀντεῦθεν ἢ ὅλως καὶ ταῦτα ἐκβάλλεις ὡς μηδὲ ταῦτα ἐπὶ τῷ τοῦ ἀδελφοῦ σου ὀφθαλμῷ ἔτι νομίζειν καθορᾶν, ἢ ἐκεῖνον συναισθόμενόν σου τῆς φίλης προνοίας καὶ τῆς ἐπὶ τῷ συμφέροντι ἐπισκοπῆς θᾶττόν τε καὶ ἀλύπως παρασκευάσεις ἀποβαλεῖν. οὐ χρὴ τοίνυν τοὺς τὰ μεγάλα πταίοντας, ἅπερ εἰσὶ δοκός, τὰ ἀλλότρια ὀξέως ὁρᾶν μικρὰ ἁμαρτήματα καὶ διορθοῦσθαι, ἅπερ εἰσὶ κάρφος, καὶ ἁπλῶς ὁ ἁμαρτών τι μὴ ἐπανορθούσθω ἕτερον, πρὶν ἂν ἀπόθηται τὸ κακόν· καὶ γὰρ καὶ ὑποκριτὴς πρὸς τῷ ἁμαρτωλός ἐστιν ὁ τοιοῦτος. 29 Mt 7, 12 Οὗτος γάρ ἐστιν ὁ νόμος. οὐ καινή, φησίν, οὐδὲ πρόσφατος ἡ ἐντολὴ αὕτη, τὸ ἐκεῖνα θέλειν παρὰ τῶν πλησίον καὶ ἀπαιτεῖν εὑρίσκειν ὅσα καὶ ἡμεῖς αὐτοῖς πρόθυμοί ἐσμεν κατατιθέναι, ἀλλὰ καὶ ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις τοῦτο διατέτακται ὡς κοινὸν ὑπάρχον καὶ φύσει γνώριμον τοῦτο τὸ δικαίωμα. πῶς γὰρ οὐ πᾶσι γνώριμον ὡς ἅπερ αὐτὸς ἕκαστος ἡγεῖται καλὰ καὶ τῷ πλησίον ἐστὶ καλά, ἅπερ δὲ αὐτῷ λογίζεσθαι δυσχερῆ καὶ τῷ πλησίον ἐστὶ δυσ χερῆ. καὶ δεῖ τὸν βουλόμενον παρὰ τοῦ πλησίον ἀπολαύειν τῶν χρηστῶν μηδ' αὐτὸν ἀποστερεῖν τῶν ὁμοίων ἐκεῖνον. ὡς ὅ γέ τι τοιοῦτον πράττειν ἀναισχυντῶν οὐ τῆς τῶν εὐαγγελικῶν ἐντολῶν παραβάσεως ὑφέξει τὴν δίκην, ἀλλὰ κἀν τοῖς νόμοις κἀν τοῖς προφήταις καὶ ἐν αὐτῇ <τῇ> αὐτοδιδάκτῳ καὶ φυσικῇ τῶν ἀνθρώπων ὑπολήψει καταδεδίκασται. Ὁ νόμος οὗτος, φησίν, οὐκ ἔστι πρόσφατος οὐδὲ ἀποδείξεών τινων καὶ ἐπιχειρημάτων δεόμενος, ὅτι καλός, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας ἐστὶν ὡσανεὶ παράγγελμα, τοῦτ' ἔστιν ὅσα ἐσμὲν πρόθυμοι καὶ πάσχειν ὑφ' ἑτέρων καὶ ἀπαιτεῖν παρ' αὐτῶν, ταῦτα ἐσόμεθα προθυμότεροι πρὸς τοὺς πλησίον ἐργάζεσθαι· τοῦτο γάρ, φησίν, τὸ δικαίωμα κοινόν ἐστιν ἐπὶ πᾶσιν· ὅσα γάρ σοι αὐτῷ δυσχερῆ τυγχάνει, ταῦτα νόμιζε καὶ τοῖς ἑτέροις τοιαῦτα εἶναι· καὶ ὅσα καλὰ καὶ ὠφέ λιμα, ταῦτα καὶ τοῖς ἄλλοις εἶναι τοιαῦτα. 30 Mt 7, 13 14 Οὔτε στενὴ οὔτε τεθλιμμένη ἐστὶν ἡ νῦν γενομένη πύλη, ἀλλὰ φύσει μὲν πλατεῖα καὶ εὐρύχωρος, νόμῳ δὲ ἡμετέρῳ καὶ προαιρέσει καὶ στενή ἐστι καὶ τεθλιμμένη, ὥς φησιν ὁ κύριος. 31 Mt 7, 13 14 Στενή ἐστιν ἡ πύλη οὐ φύσει οὐδὲ καθ' ἑαυτήν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς εἰς τὴν ἀπώλειαν ἀγούσης ὁδοῦ· διὸ καὶ ὁ κύριος εἰσέλθετε διὰ τῆς στενῆς πύλης ἐπήγαγεν· ὅτι πλατεῖά ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν ὡσανεὶ λέγων, ὅτι στενὴν αὐτὴν ἐκάλεσα πρὸς ἀντιδιαστολὴν τῆς εἰς ἀπώλειαν ἀναγούσης ὁδοῦ· αὕτη γὰρ πλατεῖα καὶ εὐρύχωρός ἐστιν, ὅτι πολλαί εἰσιν αἱ τῆς ἀπωλείας ὁδοί, μία δὲ ἡ τῆς σωτηρίας. οὐ μόνον δὲ πρὸς ἀντιδιαστολὴν ταύτης ἐκείνη ἐστὶ στενή, φησίν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν διαπορευομένων αὐτὰς προαιρέσεως ἡ μὲν στενή, ἡ δὲ πλατεῖα νομίζεται· τὴν μὲν γὰρ τῆς ἀπωλείας πολλοὶ βαδίζουσιν καὶ πολλοὶ γάρ, φησίν, οἱ ἐρχόμενοι δι' αὐτῆς· τὴν δὲ τῆς βασιλείας πύλην ὀλίγοι διέρχονται· ὀλίγοι γάρ εἰσιν, φησίν, οἱ τοῖς ἔργοις αὐτὴν ἐξευρίσκοντες· ὡς οἵ γε τοῖς ἔργοις εὑρόντες οὐ στενῆς οὐδὲ τεθλιμμένης, ἀλλ' ἀπορρήτων ἀγαθῶν καὶ θυμηδίας ἁπάσης τὴν ἀπόλαυσιν προξενούσης πειραθήσονται. τὸ δὲ στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς οὐκ ἀποφάσκοντός ἐστι καὶ τὴν τῆς πύλης φύσιν διορίζοντος, ἀλλ' οἷον ἀγανακτοῦντος καὶ ὀνειδίζοντος τὴν ὀλιγότητα τῶν διὰ τῆς πύλης εἰσιόντων, δι' ἧς ὀλιγότητος καὶ τὸ στενὴν αὐτὴν συνέβη νομίζεσθαι. κατὰ τοῦτον οὖν τὸν τρόπον ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον στενήν, οὐδὲ τὸ ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν ἡμῖν ἐναντιωθήσεται· ἐκεῖ μὲν γὰρ διὰ τούτων ἡ τοῦ πράγματος δηλοῦται φύσις, ἐνταῦθα δὲ ἡ ὀλιγωρία ὀνειδίζεται τῶν ὀφειλόντων αὐτὸ μετιέναι. 32 Mt 7, 22 23 Οἱ δαίμονας φυγαδεύοντες καὶ νόσους ἀποδιώκοντες καὶ τὰ παραπλήσια σημεῖα ποιοῦντες παρὰ θεοῦ τὴν τοιαύτην εἰλήφασι δωρεάν. κἀντεῦθεν ἐχρῆν αὐτοὺς καὶ ἀρετὰς κεκτῆσθαι τοῖς χαρίσμασι καταλλήλους. ἐπεὶ δὲ χαρίσματα εἰληφότες οὐκ ἐφύλαττον ἑαυτούς, ἀλλ' ἐποίουν τὰ φαῦλα, ἐρρήθη πρὸς αὐτούς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς . τοὺς γὰρ γινώσκοντας αὐτὸν καὶ ἀγαπῶντας ἀνταγαπᾷ ὁ θεὸς καὶ γινώσκει. 33 Mt 7, 23 Τότε, πότε; ὅτε ἐκεῖνοι τὰ δοκοῦντα προάξουσι δίκαια, τὸ προφητεῦσαι, τὸ δαιμόνια πολλὰ ἐκβαλεῖν, τὸ δυνάμεις πολλὰς ἐπιτελέσαι· ἐκ γὰρ τῶν αὐτοῖς δικαιωμάτων μᾶλλον ἕλκουσιν ἑαυτοῖς τὴν καταδίκην· οἱ γὰρ οὓς ἐχρῆν τοσούτων ἀπολαύσαντας χαρισμάτων βίον κατάλληλον σπουδάζειν κεκτῆσθαι, ἵνα καὶ τὸν δεδωκότα διὰ τῶν ἔργων δοξάσωσιν καὶ αὐτοὺς ἀξίους τῆς δωρεᾶς ἐπιδείξωσιν, οἱ δὲ τἀναντία δεδρακότες καὶ βλασφημεῖσθαι μὲν τὸ ὄνομα τοῦ θεοῦ αἴτιοι γεγονότες (ἵνα τί γὰρ τὸ ὄνομα τοῦ θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν ), ἀναξίους δὲ τῶν εὐεργεσιῶν ἑαυτοὺς ἀποφήναντες, οὗτοι δέον αὐτοὺς ἐγκαλύπτεσθαι καὶ σκυθρωπάζειν, ὅτι τὴν δεσποτικὴν ἐνύβρισαν δωρεάν, οἱ δὲ καὶ ἐπ' αὐτῇ μέγα φρονοῦσι καὶ ἀξιοῦσιν προάγειν αὐτὰ εἰς δικαίωμα, πῶς οὐ μυρίων κακῶν ἐνόχους <ἑαυτοὺς> δεικνύουσιν; διὸ καὶ ὁ δεσπότης ἀποτόμως φησὶν πρὸς αὐτούς· οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐ γὰρ νῦν, φησίν, ὑμᾶς ἀποστρέφομαι καὶ βδελύσσομαι, ἀλλ' οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔστεργον ὑμᾶς, καθ' ὃν τοῦ χαρίσματος ἀπολαύοντες διὰ τῆς τοῦ βίου μοχθηρίας ἀχαριστίᾳ με ἠμείβεσθε. ἀλλ' οὖν εἰς τὸν παρόντα καιρὸν τὴν τιμωρίαν ἀνεβαλόμην τὴν ἐπιστροφὴν ὑμῶν ἐκδεχόμενος. ἐπεὶ δὲ οὐ μετεμελήθητε παρ' ὅλον τὸν τῆς ζωῆς ὑμῶν χρόνον, νῦν ἀποχωρεῖτε ἐξ ἐμοῦ. 34 Mt 7, 24 26 Σημειωτέον ὅτι τὸ μὲν γενέσθαι φρόνιμον οὐκ ἔστιν ἄνευ τῆς τοῦ θεοῦ συνεργίας καὶ ἐπιπνοίας. διό φησιν· ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ ἀντὶ τοῦ συναντιλήψομαι καὶ συνεργήσω εἰς τὸ τὰ παρ' αὐτοῦ οἰκοδομηθέντα μὴ διαπεσεῖν μηδὲ διαφθαρῆναι. ἐπὶ δὲ τοῦ μωροῦ οὐκέτι ὁμοιώσω, ἀλλ' ὁμοιωθήσεται, οἷον αὐτὸς ἑαυτῷ αἴτιος ἔσται τῆς ἀφροσύνης καὶ τιμωρίας, ὅτι δὲ τὸν ἀρετὴν διώκοντα τῆς παρὰ τοῦ θεοῦ δεδομένης αὐτῷ τυχεῖν βασιλείας <ἀγανακτῶν>, αὐτὸς διὰ κακίαν μετιὼν ἐντὸς ἑαυτὸν ποιεῖ τῆς κολάσεως. οὕτως οὖν ἡ μὲν τῶν ἀρετῶν κτῆσις ἡμετέρᾳ τε σπουδῇ καὶ τῇ τοῦ θεοῦ κατορθοῦται χάριτι, ἡ δὲ τῆς κακίας πρᾶξις γνώμης μοχθηρίᾳ καὶ προαιρέσεως παρατροπῇ ἐπιγίνεται. 35 Mt 8, 1 3 Ὁ μὲν οὖν Ματθαῖος τὴν ἀπὸ τοῦ ὄρους κάθοδον τοῦ Χριστοῦ λέγων προσάγει τὸν λεπρόν, ὁ δὲ Λουκᾶς τοῦτον ἐν μιᾷ τῶν πόλεων λέγει προσελθεῖν αὐτῷ, ὅπερ οὐ μάχης, ἀλλ' ἀληθείας· ὁ μὲν γὰρ λέγει, ὅτι καταβάντι ἀπὸ τοῦ ὄρους ἠκολούθουν ὄχλοι πολλοὶ τὴν εἰς τὴν πόλιν αὐτοῦ πορείαν σημαίνων, ἣν μόνην ὁ Λουκᾶς ἀνέγραψε. πολλὴ δὲ ἡ σύνεσις τοῦ λεπροῦ· οὐδὲ γὰρ εἶπεν, ἐὰν εὔξῃ, ἀλλ' ἐὰν θέλῃς. διὰ τοῦτο οὐδὲ εἶπεν ἁπλῶς καθαρίσθητι, ἀλλὰ θέλω, καθαρίσθητι. τοῦτ' ἔστιν ἐπὶ τῷ σῷ ῥήματι τὴν κάθαρσίν σοι χαρίζομαι· τῆς γὰρ ψυχῆς θερμὴν καὶ καθαρὰν τὴν πίστιν ἐδήλωσεν ἡ σὴ φωνή, ἣ τὴν παρ' ἐμοῦ σοι τῆς ἰάσεως πηγὴν ἀνεστόμωσε. θέλω, καθαρίσθητι, ἔχεις πρόχειρον τὴν θεραπείαν, ὅτι βεβαίαν ἔχων προσελήλυθας τὴν γνώμην. 36 Mt 9, 5 6 Εὐκολώτερον, ἔφη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἁμαρτημάτων ἄφεσιν πρᾶξαι ἢ σῶμα παραλελυμένου συσφίγξαι, οὐχ ἁπλῶς τοῦτο λέγων· δῆλον γὰρ ὡς μᾶλλόν ἐστιν εὐχερὴς ἡ τοῦ σώματος θεραπεία ἢ ἡ τῆς ψυχῆς ἰατρεία. οὐχ ἁπλῶς οὖν τοῦτό φησιν, ἀλλὰ πρὸς τὴν τῶν Ἰουδαίων ἐργασίαν· καὶ γὰρ κατὰ τὸν νόμον οἱ τούτων ἀρχιερεῖς δῶρα καὶ θυσίας αὐτοῖς προσαγομένας παρὰ τῶν ἡμαρτηκότων δεχόμενοι ἀφίεσθαι αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέλοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ εὐκοπώτερον ἦν αὐτοῖς λέγειν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν καὶ ἐπιλύσασθαι, ὡς ἑκάτερον μὲν τῆς αὐτῆς ἐστιν ἰσχύος· ἄμφω γὰρ τῆς θείας ἐστὶ καὶ ὑπὲρ ἀνθρώπους δυνάμεως· πλὴν ἐπειδὴ τὸ μὲν παρὰ πόδας ἔχει τὸν ἔλεγχον ἤτοι ἡ θεραπεία τοῦ σώματος, τὸ δὲ ἄδηλον ἔχει τῆς ἐπαγγελίας τὴν ἀπόδειξιν, εἰκότως εὐκοπώτερον ἐρρήθη ἡ τῆς ψυχῆς ἢ ἡ τοῦ σώματος ἴασις. ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι νῦν τὸ Ἰουδαίων φῦλον οὐκ ἐνεκάλεσε τῷ Χριστῷ ὡς ἀφιέντι ἁμαρτίας, ἀλλ' εἰπόντι ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἔνθεν καὶ δεῖ ὑποστίζειν εἰς τὸ εὐκοπώτερον, ἀλλ' οὐχὶ εἰς τὸ εἰπεῖν, ἵν' ᾖ τὸ παρὰ τοῦ δεσπότου εἰρημένον ἐν ἐρωτήσει τοιοῦτον, ποῖον δέ ἐστιν εὐκοπώτερον, τὸ εἰπεῖν· ἀφέωνταί σου αἱ ἁμαρτίαι. 37 Mt 9, 13 Τὸ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἶπεν, ἵνα δείξῃ, ὅτι οὐκ ἦλθον καλέσαι ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς, ἀλλὰ τοὺς ὁμολογοῦντας ἁμαρτωλοὺς εἶναι καὶ πειθομένους τοῖς ἐμοῖς προστάγμασιν. 38 Mt 9, 14 17 Τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἀκόλουθόν ἐστιν ἐννοεῖν οὐ περὶ τῶν μαθητῶν εἰρημένον, ἀλλὰ περὶ αὐτῶν ἐκείνων τῶν τὴν ἐρώτησιν προσαγηοχότων, ὡσανεὶ ἔλεγεν· οὐχ ὑγιῶς τῇ ἐρωτήσει ἐχρήσασθε· εἰ γὰρ καὶ μηδὲν ὑψηλότερον φαντασθῆναι ἐδυνήθητε, ἀλλ' οὖν ἐχρῆν ὑμᾶς τῆς τοῦ διδασκάλου ὑμῶν μεμνῆσθαι φωνῆς νυμφίον με κηρυττούσης καὶ μὴ ἀπαιτεῖν νηστείας τοὺς ἅμα τῷ νυμφίῳ διαιτωμένους. εἰ δὲ τὴν διάνοιαν κατηρτισμένην εἴχετε τῇ χάριτι, εἶπον ἂν ὑμῖν τὴν ἀκριβεστάτην αἰτίαν τοῦ μὴ δεῖσθαι τούτους νηστείας, ὅτι παρ' οἷς ὁ θεὸς ὡς ἄνθρωπος συνεχῶς ὑπάρχει συνὼν καὶ συναναστρεφόμενος καὶ ῥυθμίζων τὰ ἤθη καὶ ἁγιάζων τὰς διανοίας, οὗτοι νηστείας οὐ δέονται. ἄλλως τε δὲ οὐδὲ πρὸς τοὺς ὑπὲρ ἐμοῦ ἀγῶνας καὶ τὰ ἆθλα οὐδέπω καλεῖ ὁ καιρὸς ἐναποδύεσθαι· ἐὰν δὲ ἀρθῇ ἀπ' αὐτῶν καὶ οὐκ ἔστι σὺν αὐτοῖς σωματικῶς ὁ δεσπότης, ἀλλὰ καὶ τῶν ἄθλων ὁ καιρὸς ἐπιστῇ, τότε καὶ νηστείαις καὶ ταῖς ἄλλαις ταλαιπωρίαις ὑπὲρ τοῦ κηρύγματος ἑαυτοὺς ἐπιδώσουσιν· καὶ ταῦτα ἂν εἶπον ὑμῖν, εἰ τελειοτέρων ἀκούειν ἐδύνασθε, ἀλλ' οὐ λέγω ταῦτα, ὅτι ἔτι ταῖς σκιαῖς καὶ ταῖς παλαιαῖς νομοθεσίαις ὑποκάθησθε καὶ οὔπω δύνασθε συνιέναι τῆς χάριτος τὴν καινότητα καὶ τῆς ἐμῆς παρουσίας τὸ μυστήριον. διὸ οὐδὲ ἐπιβάλλομεν τέως ὑμῖν τοὺς νέους καὶ καινοὺς ἀνοικονομήτους καὶ ἀγνάφους καὶ ἀκατεργάστους λόγους· οὐ γὰρ ὠφελήσομεν, ἀλλὰ μᾶλλον ῥαγήσεται ὑμῖν καὶ τὰ προσόντα πιστὰ καὶ βλαβήσεσθε. ἀσκῶν δὲ καὶ οἴνου μέμνηται, ἐπειδήπερ ὥσπερ ὁ οἶνος τῷ ἀσκῷ, οὕτω καὶ τὰ τῆς χάριτος ἐν τῇ τοῦ νόμου παλαιότητι περιείχετο καὶ κατεκρύπτετο πότιμα μὲν γεγονότα τοῖς πιστεύσασι, διαρρήξαντα δὲ τοὺς ἐν τῇ νομικῇ παλαιότητι διαμείναντας. ἔλεγον γάρ φησιν, οἱ Ἰουδαῖοι ἕως πότε αἴρεις τὴν ψυχὴν ἡμῶν καὶ ἄλλα τοιαῦτα. οὕτως μὲν εἴ τις ἐκλάβοι περὶ τῶν ἐρωτησάντων ταῦτα εἰρῆσθαι· οὐ γάρ μοι δοκεῖ τῶν μαθητῶν ἀσθένειαν πρὸς νηστείαν καταγινώσκειν τὸν δεσπότην καὶ γαστριμαργίᾳ συνειδέναι ἐκείνων, οἵ γε διὰ πολλὴν ἀμέλειαν καὶ τῆς ἀναγκαίας τροφῆς στάχυας τίλλοντες καὶ τότε παρὰ τὴν ὁδὸν τὴν πολλὴν ἔνδειαν παρεμυθοῦντο τῆς φύσεως· εἰ γὰρ καὶ ἀτελεῖς ἐτύγχανον ἔτι οὔπω τοῦ πανα γίου πνεύματος αὐτοῖς ἐν πυρίναις γλώσσαις διανεμηθέντος οὐδὲ διὰ τῆς δεσποτικῆς ἐμπνεύσεως αὐτοῖς ἐναυγασθέντος, ἀλλ' οὖν τῶν μαθητῶν Ἰωάννου καὶ πολλῷ μᾶλλον τῶν Φαρισαίων δῆλον ὅτι τελειότεροι ἐχρημάτιζον. οὕτως μὲν εἰ περὶ τῶν ἐρωτησάντων τις ἐκλάβοι τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου καὶ τὰ ἑξῆς, εἰ δὲ περὶ τῶν μαθητῶν, οὐκ ἂν φαίην ὡς μὴ δυναμένων νηστεύειν αὐτῶν εἰρῆσθαι ταῦτα, ἀλλ' ὡς μὴ προσῆκον τοὺς μαθητὰς τῆς νέας χάριτος ὄντας μαθητὰς τὰς νηστείας τῶν μαθητῶν Ἰωάννου καὶ τῶν Φαρισαίων ἐπιτελεῖν· δῆλον γὰρ ὡς οὗτοι νηστεύοντες οὐ κατὰ τὸ θέσπισμα τῆς χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισταμένους καὶ κήρυκας. νηστεύουσι δὲ νηστείαν οἰκείαν καὶ πρόσφορον. διό φησιν· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται τὸ εὐάρμοστον καὶ κατάλληλον ἀπολαμβάνοντες. οἶνον δὲ νέον εἰς ἀσκοὺς βάλλειν παλαιοὺς ἢ παλαιὸν εἰς νέους οὐκ ἔστιν τὸ οἰκεῖον καὶ ὁμόστοιχον, ἀλλὰ τὸ ἐναντίον καὶ ἀλλότριον ἀποδιδόναι. 39 Mt 9, 17 Ἀσκοὺς παλαιοὺς τοὺς ἐν τῷ παλαιῷ νόμῳ κειμένους λέγει, οἶνον δὲ νέον τὴν τοῦ Χριστοῦ χάριν τὴν δοθεῖσαν ἡμῖν ὕστερον ἢ τὴν νέαν διαθήκην. 40 Mt 10, 32 33 Εἶτα εἰπὼν ὅτι ὁμολογήσω κἀγὼ ἐν αὐτῷ δείκνυσιν, ὅτι οὐ τῆς χάριτός ἐστι γυμνῆς τὸ ἀναγορευθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ καὶ τῆς γνώμης καὶ τῆς σπουδῆς καὶ τοῦ τὴν χάριν ὑποδεχομένου· ἐν αὐτῷ γάρ φησιν ὁμολογήσω· ἐν τῇ πράξει αὐτοῦ, ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς καλοῖς, ἐν τῇ παρρησίᾳ αὐτοῦ, ἣν ὑπὲρ ἐμοῦ πρὸς τοὺς διώκοντας ἐπεδείξατο καὶ ἐπαρρησιάσατο· καὶ γὰρ ὥσπερ χωρὶς τῆς χάριτος οὐδὲν δύναται κατορθῶσαι μόνη ἡ προαίρεσις, οὕτως ἂν μὴ καὶ αὐτοὶ προαιρώμεθα οὐδ' ἡ χάρις συναντιλαμβάνεται. 41 Mt 10, 33 ∆ιὰ τί δὲ οὐκ ἀρκεῖται ὁ θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; καὶ ὅτι οὐδὲ ἡ κατὰ διάνοιαν πίστις ἔτι διαμένει τελεία καὶ βεβαία διὰ τῆς γλώσσης ἐνυβριζομένη, καὶ ὅτι τοὺς ἀκούοντας μᾶλλον βλάπτει ἢ εἰ κατὰ διάνοιαν ἐξηρνήσατο· τῆς μὲν γὰρ ἦν ἐν ἀδήλῳ τὸ πτῶμα· ὁ δὲ διὰ γλώσσης ἐξαρνησάμενος εἰς μέσον ἅπασιν τὸ παράπτωμα προθεὶς κοινὸν τὸ σκάνδαλον κατειργάσατο καὶ τότε εἰς αὐτὸ ἥκων ἀσθένειαν τῆς πίστεως καὶ ψεῦδος κατεψηφίσατο. 42 Mt 10, 38 Ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ· ὅστις οὐκ ἔστιν οὕτως ἕτοιμος εἰς τὸν ὑπὲρ ἐμοῦ θάνατον, ὥστε δοκεῖν αὐτὸν ἀεὶ μεθ' ἑαυτοῦ φέρειν καὶ οὕτως ἕπεσθαί μοι, οὐκ ἔστιν μου ἄξιος, ἀλλὰ δεῖ βαστάζειν καὶ περιφέρειν μεθ' ἑαυτοῦ ἀεὶ ὑπὲρ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸν θάνατον, ὡς οἰκεῖον κτῆμα καὶ κατόρθωμα· καὶ γάρ φησιν τὸν σταυρὸν αὐτοῦ, διὰ μὲν τοῦ σταυροῦ τὸν θάνατον καὶ τοῦτον οὐχ ἁπλῶς, ἀλλὰ τὸν βίαιον καὶ ἐπονείδιστον· διὰ δὲ τοῦ αὐτοῦ, δηλονότι οἰκεῖον λογιζομένους καὶ ἀγαπητῶς πρὸς αὐτὸν διακειμένους δεῖ βαστάζειν καὶ περιάγειν αὐτὸν οἷον ὡς ἔφην ἑτοίμους εἶναι πρὸς αὐτόν, ὅταν ἐπάγηται παρὰ τῶν διωκόντων ὑμᾶς· οἱ γὰρ οὕτως διατεθέντες πρὸς τὸν θάνατον οὐδὲν λοιπὸν τῶν ἐν βίῳ δυσχερῶν ἕξουσι περικόπτον αὐτῶν τὴν περὶ τὸν δεσπότην πίστιν καὶ διάθεσιν εἰλικρινῆ. εἰ δὲ τὸ ἐπίταγμα δοκεῖ βαρύ, ἀλλὰ σκοπεῖν χρὴ καὶ τὸ ἔπαθλον ὁποῖον τὸ γενέσθαι ἄξιον Χριστοῦ. τίς ἂν γένοιτο Χριστοῦ ἄξιος; οὗτος γὰρ ὡς ἀληθῶς ὁ τρισμακάριστος ὁποῖοι οἱ μαθηταὶ αὐτοῦ καὶ οἱ μάρτυρες. 43 Mt 10, 38 Ὅστις οὐ βαστάζει τὸν σταυρόν μου, φησίν, οὐκ ἔστιν μου ἄξιος· τοῦτ' ἔστιν ὅστις τὸν ὑπὲρ ἐμοῦ θάνατον οὐκ ἀεὶ ἔχει ἐν τῇ ψυχῇ καὶ διηνεκῶς τοῦτον μελετᾷ, οὐκ ἔστιν μου ἄξιος. 44 Mt 11, 7 10 Ἐπειδή τινας ἦν εἰκὸς τῶν ἐκ τοῦ πλήθους σκανδαλισθῆναι ἐπὶ τῇ ἐρωτήσει, ἣν προσήνεγκαν οἱ τοῦ Ἰωάννου μαθηταί, οὐκ ἄλλοθεν αὐτῶν τὸ σκάνδαλον, ἀλλ' αὐτοῖς ἐκείνοις χρώμενος μάρτυσιν διαλύει. ὑμεῖς, φησίν, ἐπίστασθε, ἃ ἐμαρτύρει ὁ Ἰωάννης περὶ ἐμοῦ, καὶ ὑμεῖς τὸν ἄνδρα οἷός ἐστι θαυμαστὸς ἔργῳ ἐδείξατε ἐξελθόντες πρὸς αὐτὸν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου βαπτισθῆναι ὑπ' αὐτοῦ. ἐπεὶ οὖν ἅ τε μαρτυρεῖ οἴδατε καὶ τὸ ἀξιόπιστον αὐτοῦ ἔργῳ ὑμεῖς ἐμαρτυρήσατε, μὴ νομίσητε νυνὶ μεταβεβλῆσθαι αὐτὸν καὶ ἄλλα ἀντ' ἐκείνων περὶ ἐμοῦ αὐτὸν ὑπονοεῖν ἢ λέγειν· ὡς γὰρ ἐπίπαν οἱ ἐξ ἀρετῆς ἐπὶ κακίαν καὶ ἐξ ἀληθείας εἰς ψεῦδος μεταβαλλόμενοι ἢ κουφότητι διανοίας ἢ δόξης καὶ χρημάτων ἐπιθυμίᾳ μεταβάλλονται, ἀλλὰ τὸν Ἰωάννην ὑμεῖς οὐδὲν τοιοῦτο ὑπενοήσατε· οὐ γὰρ ἂν εἰς τὴν ἔρημον ἐξήλθετε, ἵνα κοῦφον ἄνθρωπον καὶ εὐμετάβολον καὶ ὥσπερ κάλαμον παντὶ ἀνέμῳ περιφερόμενον, [οὐκ ἂν ἐξήλθετε,] ἵνα ἴδητε, ἀλλ' οὐδὲ κενόδοξον ἢ φιλοχρήματον· οἱ γὰρ τοιοῦτοι οὐ τὰς ἐρήμους, ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν. ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προφήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθητε, μὴ νομίσητε νῦν ἀπὸ τῆς ἐρωτήσεως μεταβεβλῆσθαι αὐτοῦ τὴν γνώμην, ἀλλ' ἑτέρων ἕνεκα ὠφελείας καὶ πληροφορίας ταύτην ποιήσασθαι· οὐ γάρ ἐστι προφήτης μόνον, ἀλλὰ καὶ προφήτου περισσότερος. Πολλοὶ ἐσκανδαλίζοντο διὰ τὴν τῶν μαθητῶν τοῦ Ἰωάννου ἐρώτησιν, ἣν προσήνεγκαν τῷ Χριστῷ. οὐκ ἄλλοθεν οὖν λύει τὴν ἀμφιβολίαν εἰ μὴ ἐξ αὐτῶν τῶν ἐρωτησάντων μάρτυσιν αὐτοῖς χρώμενος. τοῦτο δ' ἦν ἐκ τοῦ θεάσασθαι αὐτοὺς τὰ θαύματα καὶ ὑποστρέφειν πρὸς Ἰωάννην καὶ ἀπαγγεῖλαι αὐτῷ ἃ ἐθεάσαντο. ∆ιὰ τοῦτο πρὸς τοὺς μαθητὰς Ἰωάννου φησὶν ὁ σωτήρ· βλέπετε τὰ θαύματα καὶ ἀπαγγείλατε, ἵνα λύσῃ τὸ σκάνδαλον ὃ ἐσκανδαλίσθησαν οἱ Ἰουδαῖοι διὰ τὴν τοῦ Ἰωάννου ἐρώτησιν αὐτοῖς ἐκείνοις τοῖς τοῦ Ἰωάννου μαθηταῖς χρώμενος μάρτυσι λέγων πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ἀκριβῶς τὴν τοῦ Ἰωάννου περὶ ἐμοῦ μαρτυρίαν τὸν ἄνδρα ὁποῖός ἐστι γινώσκοντες καὶ ὑπ' αὐτοῦ βαπτισθέντες ἐν τῷ Ἰορδάνῃ. 45 Mt 11, 12 Βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· ὡσανεὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ δίδοται καὶ ἐγχειρίζεται, οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς βιασταῖς, τοῖς ἐκ καρδίας προσιοῦσιν, ἐκείνοις ἁρπάζεται καὶ κτῆμα γενέσθαι συγχωρεῖται ἡ βασιλεία τῶν οὐρανῶν. βιαστὴν δὲ αὐτὴν καὶ βιασταῖς ἁρπαζομένην εἰκότως λέγει, ὅτι καὶ τῆς δεσποτικῆς εὐεργεσίας ἐστὶ δῶρον, ἀλλ' οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ῥᾳστώναις ἑαυτοὺς ἐκδεδωκόσιν ἀξία ἐστὶν παρατεθῆναι, ἀλλ' ἐκείνους ἀπολαῦσαι δεῖ τοῦ δώρου, οἳ καὶ αὐτοὶ πολλὴν σπουδὴν καὶ πόνον καὶ ἀγῶνα κατεβάλλοντο τῆς τηλικαύτης δωρεᾶς ἀξιωθῆναι. πλὴν εἰ καὶ μυρίους τις πόνους καὶ ἄφατον βίαν ἐπιδείξαιτο, ἀλλ' οὐδὲν ἧττον μένει τὸ δῶρον τὴν οἰκείαν φύλαττον ἀξίαν καὶ τῷ μεγέθει τῆς εὐεργεσίας κούφως φέρειν ἅπαντας τοὺς δεχομένους αὐτὸ παρασκευάζον καὶ δυναμούμενον. πρὸ δὲ τῆς διδασκαλίας καὶ ἐπαγγελίας τοῦ Χριστοῦ ἤτοι πρὸ τῆς Ἰωάννου ἐπὶ τὸ βάπτισμα παρουσίας καὶ ἀναδείξεως αὐτοῦ ἐν τῷ Ἰσραὴλ οὔπω ἦν ἡ τῆς βασιλείας ἐπαγγελία πᾶσι σαφὴς καὶ λαμπρά, ἀλλ' αἱ ἐπαγγελίαι σωματικώτερα ἦσαν ἀγαθά, γῆς καὶ γένους πληθυσμὸς καὶ κράτος ἐχθρῶν καὶ τὰ τοιαῦτα. 46 Mt 11, 12 13 Ἀφ' οὗ δὲ Ἰωάννης τῷ βαπτίσματι ἐπέστη καὶ τὸν τῆς μετα νοίας ἐκήρυξε λόγον καὶ τὸν κοινὸν ἐβαπτίσατο δεσπότην καὶ τὸ πνεῦμα ἐμαρτύρησε τὸν τοῦ πατρὸς γνήσιον καὶ ὁμοφυῆ παῖδα καὶ αὐτὸς ὁ δεσπότης ἤρξατο κηρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν , ἀπὸ τότε ἤρξατο ἐν ἐπιθυμίᾳ γίνεσθαι τοῖς ἀνθρώποις ἡ βασιλεία τῶν οὐρανῶν, ἀπὸ τότε ἤρξατο ζητεῖσθαι καὶ βιάζεσθαι καὶ ἁρπάζεσθαι ὑπὸ τῶν βιαστῶν. εἰ γὰρ καὶ δῶρόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν (τί γὰρ ἄν τις καὶ ἀντιδοίη ταύτης;), ἀλλ' οὖν οὐ προῖκα δίδοται οὐδὲ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς κρούουσιν, τοῖς αἰτοῦσιν, τοῖς ἐπιμένουσιν, τοῖς βιαζομένοις, τούτοις δίδοται, τούτοις ἁρπάζεται. ὥσπερ δὲ ὁ μετὰ πολλῆς καὶ ἀφάτου τῆς προθυμίας ἐπιζητῶν τι, ἐπειδὰν συγχωρηθῇ λαβεῖν τὸ ποθούμενον, ἁρπάζει αὐτό, οὕτως καὶ τοῖς ὑπὸ σφοδρᾶς καὶ ἀμέτρου τῆς ἐπιθυμίας οἷον ἁρπάσαι ζητοῦσιν τὴν τῶν οὐρανῶν βασιλείαν δίδοται αὐτὴ καὶ ἁρπάζεται. πρὶν ἢ δὲ Ἰωάννην ἄρξαι τοῦ βαπτίσματος καὶ τὸν δεσπότην ἄρξαι τοῦ κηρύγματος, οὐκ ἦν ἡ τῶν οὐρανῶν βασιλεία τοῖς ἀνθρώποις οὕτως ἐπίδηλος οὐδὲ οὕτως αὐτῆς ἐρασταὶ καὶ βιασταὶ ἐχρημάτιζον ἅτε μηδὲ περιφανῶς οὕτω καὶ συνεχῶς κηρυττομένης· οἱ γὰρ προφῆται καὶ ὁ νόμος, οἱ ἕως Ἰωάννου ἤτοι τῆς ἀρχῆς τοῦ δεσποτικοῦ κηρύγματος προφητεύσαντες καὶ τὸν ὑπ' αὐτοὺς λαὸν παιδαγωγήσαντες οὐ βασιλείαν μᾶλλον ἐπήγγελλον οὐρανῶν, ἀλλὰ γῆν ῥέουσαν μέλι καὶ γάλας καὶ γῆς ἀγαθὰ καὶ εὐτεκνίαν καὶ πολεμίων κράτος τοῖς κατορθοῦσιν ὥσπερ μάχαιράν τε κατεσθίουσαν τοῖς ἀπειθοῦσιν καὶ αἰχμαλωσίαν καὶ ὑπερόριον παροικίαν καὶ τὰ ὅμοια. Βιαστὴν εἶπε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ βιαστὰς ἁρπά ζειν αὐτὴν καὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου ἡ τοιαύτη γέγονεν ἁρπαγὴ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καταφρονήσασι πλούτου καὶ περιφανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς τοῦ Ἰωάννου παρουσίας οὔπω ἦν ἡ βασιλεία τῶν οὐρανῶν ἐπαγγελλομένη φανερῶς, ἀλλ' ἐπαγγελίαι ἦσαν σαρκικαί, τοῦτ' ἔστι γένους πληθυσμὸς καὶ κατ' ἐχθρῶν κράτος καὶ τὰ παραπλήσια. ἀφ' οὗ δὲ ὁ Ἰωάννης ἐπέστη τῷ βαπτίσματι καὶ τὸν ἡμέτερον δεσπότην ἐβάπτισε καὶ τὸ πνεῦμα ἐμαρτύρησε τὸν μονογενῆ τοῦ πατρὸς υἱὸν καὶ αὐτὸς ὁ Χριστὸς κηρύσσειν ἤρξατο τὴν βασιλείαν τῶν οὐρανῶν , ἀπὸ τότε γέγονεν τοῖς ἀνθρώποις ἐπιθυμητὴ καὶ βιαστὴ ἡ βασιλεία τῶν οὐρανῶν. 47 Mt 11, 19 Ἔδει τὰς πόλεις ὀνειδίζειν, ὅτε ἐδικαιώθη ἡ σοφία πάντα ἐκτελέσασα τὰ τῆς σωτηρίας αὐτῶν αἴτια. ἐπεὶ δὲ πάντα ποιήσας οὐκ ἔπεισεν, ἑτέραν τρέπεται ὁδὸν καὶ ταλανίζει αὐτούς, μή πως κἂν διὰ τοῦ ταλανισμοῦ ἑλκύσῃ πρὸς σωτηρίαν αὐτούς. 48 Mt 12, 3 4 Ὁ ∆αβὶδ δίκαιος ἦν ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε, καὶ οἱ ἱερεῖς δὲ δικαιότατοι οἱ δεδωκότες αὐτῷ τοὺς ἄρτους καίπερ οὐκ ἦν δίκαιον ἐσθίειν ἀπ' ἐκείνων τῶν ἄρτων τινά, εἰ μὴ τοὺς ἱερεῖς μόνους. οὗτος δὲ λαβὼν οὐ μόνον ἔφαγεν, ἀλλὰ καὶ τοῖς μετ' αὐτοῦ ἔδωκε. τοῦτο δὲ πολλῷ μεῖζον ἦν ἢ ὅπερ ἐνεκάλουν τοῖς ἀποστόλοις οἱ Ἰουδαῖοι. 49 Mt 12, 28 Ἐπειδὴ τῆς τοῦ θεοῦ βασιλείας ἤτοι τῆς δευτέρας παρουσίας καταλαβούσης ἥ τε ἀμοιβὴ τῶν ἀγαθῶν καὶ ἡ τιμωρία καὶ ἡ κόλασις τῶν φαύλως πολιτευσαμένων ἐπιτελεῖται, εἰς ἐκεῖνον τὸν καιρὸν τὴν ἀντιμισθίαν τῶν ἑκάστῳ πεπραγμένων ταμιευομένου τοῦ θεοῦ δεικνὺς τὸ ἄτοπον αὐτῶν καὶ σφοδρὸν τῆς ἁμαρτίας φησίν· ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ ἀντὶ τοῦ· ὅσον ἐπὶ τῇ ὑπερβολῇ τῆς ἀπονοίας ὑμῶν καὶ μανίας προεκκαλεῖσθε προφθάσαι καὶ βιάζεσθε τὸν τῆς τιμωρίας καὶ κολάσεως καιρόν, ὃς κατὰ τὴν δευτέραν ἀφώρισται παρουσίαν. διὸ καὶ ἀποτόμως ἀποφαινόμενός φησιν· ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ ἤτοι ὁ τῆς κρίσεως καὶ ἀνταποδόσεως καιρός· πῶς γὰρ οὐκ ἂν αὐτοὶ <τοῦ> ἐφ' ἑαυτοὺς τὴν τιμωρίαν καὶ πρὸ καιροῦ ἐκκαλεῖσθαι εἶεν αἴτιοι, οἵ γε τοῦ δεσπότου θαυματουργοῦντος καὶ τὰς νόσους ἰωμένου καὶ τοὺς δαιμονῶντας καθαίροντος καὶ τοὺς δαίμονας ἀπελαύνοντος ἐτόλμησαν εἰπεῖν, ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια · πόσης γὰρ οὐ γέμει τοῦτο θεομαχίας, πόσης ἀπονοίας, πόσης δυσσεβείας καὶ παροινίας· ὕβριζον τὸ πνεῦμα, ᾧ ἐξέβαλλεν τὰ δαιμόνια, καὶ ἡλίκην ὕβριν· εὐεργέτην τῶν ἀνθρώπων τὸν φθορέα καὶ λυμεῶνα τὸν Βεελζεβοὺλ εἰσῆγον. αὐτὸν καθ' ἑαυτοῦ μάχεσθαι τὸν σατανᾶν ἐφαντασιοῦντο, οὕτως ἦσαν τῷ φθόνῳ καὶ τῇ βασκανίᾳ μεμηνότες καὶ βεβακχευμένοι καὶ μηδὲν ὧν λέγουσιν πλὴν τοῦ βλασφημεῖν ἐπιστάμενοι. Ἀποτόμως λέγει, ὅτι ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ, τοῦτ' ἔστιν ὅσον οὔπω λήψεσθε τὴν τῶν ἡμαρτημένων ὑμῖν ἀνταπόδοσιν. 50 Mt 12, 29 Σκεύη αὐτοῦ τοῦτ' ἔστιν τοῦ διαβόλου τοὺς δαίμονας λέγει. διαρπάζονται δὲ οὗτοι, ἐπειδὰν ἀπελαύνωνται καὶ διώκωνται τῶν ἀνθρώπων, οὓς κακοῦν καὶ κολάζειν διὰ παντὸς πεποίηνται σπούδασμα. τοῦ γοῦν σπουδάσματος αὐτῶν εἰς κενὸν διαλυουμένου δηλονότι καὶ τὰ τῆς ἐξουσίας καὶ τυραννίδος τοῦ διαβόλου ἀσθενῆ καὶ σαθρὰ ἀπελέγχεται. ἃ οὐκ ἂν ἐγεγόνει, εἰ μὴ διὰ τῆς οἰκείας ἐπιδημίας ὁ δεσπότης Χριστὸς ἐπ' ἐλέῳ καὶ σωτηρίᾳ τῶν ἀνθρώπων δήσας αὐτὸν καὶ καθελὼν τῆς ἰσχύος καὶ τοὺς αὐτοῦ συνεργοὺς καὶ συναποστάτας εἰς διαρπαγὴν καὶ ἐξουθένημα κατειργάσατο. Σκεύη ἐνταῦθα τοὺς δαίμονας λέγει, οὓς ὁ σωτὴρ ἀπελαύνων καὶ διώκων ἐκ τῶν κατεχομένων ὑπ' αὐτῶν ἁρπάζει. τοῦτο δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ ὁ σωτὴρ πρὸς ἡμᾶς παραγέγονεν ἐπὶ σωτηρίᾳ ἡμῶν τὴν ἰσχὺν αὐτῶν καθελών. 51 Mt 12, 43 45 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ἐπισυνάψας τοῖς προειρημένοις ἐπὶ κατακρίσει τῆς διαπιστούσης γενεᾶς. τὸ ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα καὶ ἑξῆς τοῦτο δηλοῖ· μὴ νομίσητε, φησίν, ὅτι εἰς μάτην ὑμῖν ἠπείληται ταῦτα. διὰ τῆς μὲν εὐεργετικῆς μου δυνάμεως ἀπηλαύσατε νοσημάτων καὶ δαιμόνων ἀπαλλαγέντες, τῆς δὲ κολαστικῆς καὶ τιμωρητικῆς οὔπω πεῖραν εἰλήφατε, μᾶλλον δὲ δι' ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι' ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέχεσθαι· ὥσπερ γάρ, ἐπειδὰν ὁ δαίμονος ἀπαλλαγεὶς ἀναπέσῃ καὶ καταμαλακισθῇ καὶ ῥᾳθύμως βιοτεύῃ μὴ μνημονεύων τοῦ πάθους καὶ ἀσφαλιζόμενος ἑαυτὸν καὶ εὐχαριστῶν δι' ἔργων τῷ εὐεργέτῃ, ὥσπερ οὖν ἐκεῖνος δι' ὧν ἔπραξεν παρρησίαν μᾶλλον τοῖς ἀκαθάρτοις πνεύμασιν ἐδωρήσατο καὶ αἰχμάλωτον ἑαυτὸν ὅλον τοῖς ἐχθροῖς ἐνεχείρισεν, οὕτως καὶ ὑμεῖς μυρίων ἀπολαύσαντες ἀγαθῶν καὶ ἀφάτων ἀπαλλαγέντες κακῶν καὶ νῦν καὶ πάλαι, ἐὰν μὴ μεταγνῶτε καὶ διορθώσησθε καὶ ὑπὲρ τῶν εὐεργεσιῶν εὐχαριστοῦντες μὴ διαλιμπάνητε, πολλαπλάσια ἑαυτοῖς καὶ πολλῷ φρικωδέστερα τὰ κακὰ ἐπισπάσεσθε· οὕτως γάρ φησιν ἔσται τῇ γενεᾷ ταύτῃ, ὥσπερ τῷ ἀνθρώπῳ ἐκείνῳ τῷ ἀπαλλαγέντι μὲν τοῦ ἀκαθάρτου πνεύματος, οἰκείᾳ δὲ βίου ἀμελείᾳ καὶ ἀχαριστίᾳ γνώμης εἰς ἑαυτὸν πάλιν πικρότερον καὶ μετὰ πλειόνων ἐπισπασαμένῳ καὶ ἐφελκύσαντι. 52 Mt 12, 46 50 Ὁ τὴν σωτηρίαν τῆς ψυχῆς τῶν ἄλλων ἁπάντων προτιθέναι διδάσκων καὶ μήτε πατέρα μήτε μητέρα μήτε ἀδελφὸν ἐπίπροσθε ταύτης εἶναι κελεύων, μήτε δὲ αὐτὸν συμπάντα τὸν κόσμον, νῦν διὰ τῶν ἔργων αὐτῶν εἰς ἡμετέραν διδασκαλίαν τοῦτο αὐτὸ ἐνδείκνυται καὶ ποιεῖ· ἐπεὶ γὰρ διδάσκοντος αὐτοῦ τοὺς ὄχλους καὶ τὴν ψυχικὴν αὐτῶν ὠφέλειαν πραγματευομένου ἐπέστη ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ μετακαλουμένη πρὸς ἑαυτήν, καὶ οὐκ ἐπεστράφη οὐδὲ ὑπήκουσεν οὐδὲ καταλιπὼν τὴν διδασκαλίαν προυτίμησεν τὴν μητέρα τῆς τῶν πολλῶν σωτηρίας, διδάσκων ἐντεῦθεν ὡς ἐπειδάν τινι σωτηρίᾳ ψυχικῇ πραγματεύηται, ἐπιμελῶς ταύτην προσήκει καὶ ἀπερισπάστως ἐπιτελεῖν μὴ καταμεριζόμενον πρὸς ἑτέρας φροντίδας μηδ' ἂν μήτηρ ἤ τις ἄλλος τοῦ ἐγγυτάτω γένους ᾖ ὁ πρὸς ἑαυτὸν ἐκεῖθεν μεθέλκων καὶ μετακαλούμενος. ∆ιδάξας ἡμᾶς ὁ σωτὴρ διὰ λόγου προτιθέναι τὴν εὐσέβειαν, ἥτις ἐστὶν ἀρχὴ πασῶν ἀρετῶν, καὶ μήτε πατέρα μήτε μητέρα προτιμᾶν αὐτῆς νῦν διὰ τῶν ἔργων ἐπιβεβαιοῖ, ἅπερ ἐφθέγξατο· ἐπεὶ γὰρ ὅτε τοὺς ὄχλους ἐπιμελῶς ἐδίδασκε, τότε ἐπέστησαν ἥ τε μήτηρ καὶ οἱ ἀδελφοί, οὐχ ὑπήκουσεν, οὐ καταφρονῶν τῆς μητρός, ἀλλ' ἵνα μὴ ἀμελεῖν δόξῃ τῶν διδασκομένων καὶ περικόψῃ τὴν διδασκαλίαν· καὶ οὐ προτετίμηκε τὴν μητέρα τῆς τῶν πολλῶν ὠφελείας. 55 Mt 13, 3 7 Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς ὡς οἱ παρὰ τὴν ὁδόν· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὡς οἱ παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκανθῶν καὶ ζιζανίων ὕστερον τούτοις ἐναπεπνίγησαν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν καθεύδοντες ἐδέξαντο τὴν ἐπισποράν, οἱ δὲ καὶ κατὰ τὸν καιρὸν τοῦ καλοῦ σπέρματος καὶ τὰ τῶν παραφυάδων ἐν ἑαυτοῖς μοσχεύοντες εἶχον· ἄλλοι δὲ ἐπιμελῶς τε ἤκουσαν καὶ βεβαίως ὅσον εἰς γνῶσιν ἐδέξαντο καὶ οὔτε πρότερον οὔτε ὕστερον ἐπισπορὰν ζιζανίων παρεδέξαντο, βίον δὲ τοῦ κηρύγματος ἀνάξιον ἐπεδείξαντο, οὓς καὶ σαπροὺς ὀνομάζει ὡς ἐνα ποσήποντας τῶν ἡδονῶν τῷ βορβόρῳ. οὗτοι μὲν πάντες ἀποκηρύττονται τῆς βασιλείας καὶ πρὸς τούτοις οἱ μηδ' ἀκοῦσαι ἀνασχόμενοι, ἀλλὰ καὶ καταγελῶντες τῆς διδασκαλίας, οἱ δὲ καὶ κατεξανιστάμενοι, ὁποῖοι οἱ πεπωρωμένοι τῶν Ἰουδαίων ἐτύγχανον, καὶ τοῦτο οἱ γραμματεῖς καὶ τὴν ἱερωσύνην ὑποδυόμενοι. ζʹ οὖν αἱ τῆς ἀπωλείας ὁδοί· διὸ καὶ πλατεῖά ἐστιν καὶ εὐρύχωρος . Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς· οὗτοί εἰσιν οἱ παρὰ τὴν ὁδὸν κείμενοι· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὅσοι παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκανθῶν καὶ ζιζανίων, οἵτινες καὶ ἀπεπνίγησαν ταῖς βιωτικαῖς φροντίσιν. 56 Mt 13, 4 9 Τίς ἐστιν ὁ σπείρων; αὐτὸς ὁ Χριστός· πόθεν ἐξῆλθεν; τῆς κρυφίας αὐτοῦ καὶ ἀθεάτου καταλήψεως· πῶς ἐξελθὼν ἐκεῖθεν; τῇ περιβολῇ καὶ οἰκειώσει τῆς σαρκός, ἐν ᾗ ἔγνωσται καὶ κατείληπται ὅσον ἀνθρώπῳ γνῶναι καὶ καταλαβεῖν δυνατόν· ἵνα τί γένηται; ἵνα τὸν τῆς διδασκαλίας λόγον κατασπείρῃ τῇ οἰκουμένῃ καὶ σώσῃ τὸ οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πατρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τάξεις τῶν τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τὰς ἐντολὰς μὴ συντηρούντων, ὡς καὶ διὰ τῆς παραβολῆς τοὺς καθ' ἑκάστην τάξιν ὑποφαινομένους παρεδήλωσεν· τούτων γὰρ οἱ μὲν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ παντελεῖ καὶ οἰκείᾳ μοχθηρίᾳ προαιρέσεως οὐδὲν ὧν ἐδέξαντο συνετήρησαν, ἀλλὰ πάντων ἐζημιώθησαν· οἱ δὲ παρακατέσχον μὲν μηδενὸς ἐνοχλοῦντος, ἐνοχλησάντων δὲ πειρασμῶν καὶ αὐτοὶ τὸ τέως κατασχεθὲν ἀπεώσαντο μείναντες τῆς διδασκαλίας ὥσπερ οἱ πρότερον ἔρημοι· τρίτοι, οἵτινες τὸν μὲν σπόρον οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐν βάθει ὑποδέχονται, διὰ δὲ τὸ καὶ πρὸς ἕτερα μὴ προσήκοντα τὴν σπουδὴν μερίσαι καὶ ἀκάνθας ἀναφῦναι τῷ καλῷ σπέρματι παρεσκεύασαν· ἄκανθαν γὰρ τὸ τῆς ἁμαρτίας κέντρον ἔθος τῇ γραφῇ ὀνομάζειν. διὰ ταύτας οὖν τὰς ἀκάνθας οἳ ὑπεδέξαντο σπέρμα καλὸν ζημιοῦνται, ὧν εἰ μὴ ταχεῖα δι' ἐπιμελείας ἡ ἐκκοπὴ γίνηται, ἀνάγκη ταύταις ὅλον ἐναποπνιγῆναι καὶ ἀφανισθῆναι τὸ σπέρμα. 57 Mt 13, 11 12 Ὑμῖν δέδοται· τίσιν; τοῖς παρασκευάσασιν ἑαυτοὺς διὰ τῆς ὑπακοῆς καὶ προσοχῆς ἀξίους τοῦ δωρήματος· ἐκείνοις δὲ οὐ δέδοται. τίσιν; τοῖς μὴ προαιρουμένοις λαβεῖν, ἀλλ' ἀναξίους τῆς δωρεᾶς διὰ τῆς ἐθελοκάκου αὐτῶν γνώμης καὶ πωρώσεως ἑαυτοὺς ἀποφήνασιν· ὅστις γὰρ ἔχει προαίρεσιν καὶ σπουδήν, τούτῳ καὶ παρὰ τοῦ θεοῦ δοθήσεται οὐ κατὰ τὸ μέτρον τῆς τῶν σπουδασάντων ἐπιμελείας καὶ προαιρέσεως, ἀλλὰ φιλοτιμότερόν τε καὶ περισσότερον· δοθήσεται γὰρ αὐτῷ φησιν καὶ περισσευθήσεται. ὅστις δὲ οὐκ ἔχει σπουδὴν καὶ ἐπιμέλειαν μηδὲ τῇ τοῦ θεοῦ χάριτι συνεισφέρει τὰ παρ' ἑαυτοῦ, οὗτος καὶ ἅπερ ὁ θεὸς ἀφάτῳ φιλανθρωπίας πλούτῳ παρέχειν ἐβούλετο καὶ κατέχειν αὐτόν, καὶ ταῦτα ἀφαιρεθήσεται οὐκ ἄλλου τινὸς ἀφαιροῦντος, ἀλλ' αὐτοῦ ἐκείνου διὰ τῆς οἰκείας ἀμελείας καὶ μοχθηρίας ἀποστεροῦντος τῆς δωρεᾶς ἑαυτόν. 58 Mt 13, 16 Μακαρίζει τοὺς μαθητὰς ὁ σωτήρ, ἐπειδὴ ἐξ ἰδίας προαιρέσεως ἐπεδείξαντο τὴν εἰς αὐτὸν πίστιν, δι' ἧς καὶ ἐδόθη αὐτοῖς ἡ γνῶσις ὡς ἀξιωθεῖσι θείας ἀκροάσεως. 59 Mt 13, 16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν ὀρθῶς καὶ ἀνεπιλήπτως, οὐ φθόνῳ καὶ ἀναισχυντίᾳ τὴν τῶν πραγμάτων ἀλήθειαν ἐπικρύπτοντες καὶ τυφλώττοντες, καὶ τὰ ὦτα, ὅτι εὐκρινῶς καὶ χωρὶς βασκανίας καὶ ἀντιπαθείας τὸν τῆς διδασκαλίας λόγον ἀκούουσιν. 60 Mt 13, 16 17 Ἤτοι μακαρίους αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα ἔσεσθαί φησιν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως. καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ καὶ ὤτων ἀκηκοότων τῶν πνευματικῶν λόγων ταῦτα ἂν λέγοιτο ἀντὶ τοῦ συνιέντος τοῖς ἔνδοθεν ὠσὶν τῆς καρδίας· ὁ γὰρ ἀπερίτμητος τῇ καρδίᾳ ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. διὸ καὶ αὐτὴν τὴν ἀκοήν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσιν τὴν καινὴν διαθήκην. ὅτι δὲ οὐδὲ ταύτην λέγει τὴν ὄψιν οὐδὲ τὴν ἀκοήν, ἀλλὰ τὴν ἀπὸ διανοίας δῆλον. καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, ἀλλ' ὅμως οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν προαίρεσιν καὶ τὴν γνώμην εὖ διακειμένην εἶχον· οὐδὲ γὰρ ἐμακαρίσθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. εἶτα καὶ ἑτέρωθεν αὐτὸ βεβαιοῖ λέγων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον. οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια γνῶσιν ἔλαβον, ὧν ἐπεθύμουν. ἐκεῖνοι μὲν οὖν τῇ πίστει ἐθεάσαντο μόνον, ὑμεῖς δὲ τῇ ὄψει· ἅπερ γάρ φησιν οἱ προφῆται ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον μὴ συγχωρούντων τῶν καιρῶν, τούτων νῦν ὑμεῖς ἠξιώθητε. λέγει δὲ μετὰ τῶν ἄλλων τὴν παρουσίαν αὐτοῦ καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν. οὐ πάντες δὲ οἱ προφῆται οὐδὲ πάντες οἱ δίκαιοι οἱ ἐπιθυμήσαντες ἰδεῖν ἢ ἀκοῦσαι οὐκ εἶδον ἢ οὐκ ἤκουσαν, ἀλλὰ πολλοί· τινὲς γὰρ ἐπιθυμήσαντες εἶδον καὶ ἤκουσαν ὡς Ἀβραὰμ καὶ Μωυσῆς καὶ οἱ διασημότεροι. ὁ δὲ προσιέμενος ταῦτα ἥττονας δώσει εἶναι τοὺς ἐπιθυμήσαντας τῶν μὴ ἐπιθυμησάντων. ἐπεθύμουν δὲ ἰδεῖν, ἃ οἱ ἀπόστολοι ἔβλεπον, θεὸν ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνὴν θεοῦ ἑνωθέντος σαρκὶ καθ' ὑπόστασιν. 61 Mt 13, 24 52 Βασιλεία τῶν οὐρανῶν καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη τοῦ δεσπότου Χριστοῦ παρουσία καθὼς λέγει· εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία . καὶ πάλιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ· τούτων γὰρ ἑκάτερον τὴν πρώτην ὑπαινίττεται παρουσίαν. λέγεται βασιλεία ἡ ἀνάστασις καθώς φησιν· ἕως ἂν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ . λέγεται βασιλεία καὶ αὐτὸ τὸ κήρυγμα ὡς τῆς βασιλείας πρόξενον καθώς φησιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως καὶ ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ· δι' ἑκατέρας γὰρ παραβολῆς τὸ κήρυγμα ὑπαινίττεται· ὥσπερ γὰρ ὁ τοῦ σινάπεως κόκκος βραχύτατος ὢν ἐν τῷ σπείρεσθαι εἰς δένδρον μέγα ἐξαπλοῦται καὶ ἐκτείνεται, οὕτως καὶ ὁ τοῦ κηρύγματος λόγος βραχύτατος ὢν καὶ ἐν τῇ Ἰουδαίᾳ μόνῃ κατ' ἀρχὰς σπειρόμενός τε καὶ διαφαινόμενος ὕστερον ἐκεῖθεν εἰς πᾶσαν ἐξηπλώθη καὶ διέδραμεν τὴν οἰκουμένην. καὶ ὥσπερ ἡ ζύμη μικρὰ οὖσα ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω καὶ ἡ τοῦ κηρύγματος χάρις τῷ ἀνθρωπίνῳ φυράματι ἐμβληθεῖσα ὅλον μετέστησεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀρτοποιήσασα καὶ συσφίγξασα καὶ ἑνοποιήσασα τὴν διεσπαρμένην ἐν τῇ πλάνῃ καὶ διεσκεδασμένην καὶ διαλελυμένην φύσιν ἡμῶν. οὕτως καὶ τὸ κήρυγμα αὐτὸ λέγεται βασιλεία τῶν οὐρανῶν. λέγεται δὲ βασιλεία τῶν οὐρανῶν καὶ αὕτη ἡ ἀπόλαυσις καὶ ἡ κτῆσις τῶν αἰωνίων ἀγαθῶν καθώς φησιν· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ· κέκρυπται γὰρ αὕτη καὶ ἠσφάλισται ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσι καὶ πόνοις καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι καὶ κόποις καὶ ἐν αὐτοῖς κεκρυμμένη εὑρίσκεται· οὐ γάρ ἐστιν αὐτῆς εὕρεσις ἀταλαίπωρος. καὶ ἐν αὐτοῖς πάλιν κρύπτεται καὶ φυλάττεται· οὐ γάρ ἐστιν εὑρόντα ἀναπεσεῖν καὶ διαμελῆσαι, ἀλλὰ δεῖ πονεῖν καὶ ὑπεραγρυπνεῖν τοῦ εὑρήματος ἕως ἂν αὐτοῦ ἐν τελείᾳ κτήσει καὶ ἀπολαύσει περιφανῶς καὶ διὰ πείρας αὐτῆς, ἀλλὰ μὴ κεκρυμμένως καὶ τῇ ἐπιγνώσει μόνῃ καὶ ταῖς ἀγαθαῖς ἐλπίσιν γενώμεθα. τούτῳ τῷ σημαινομένῳ τῆς βασιλείας καὶ ἡ τοῦ μαργαρίτου παραβολὴ ὑποβάλλεται· ἐμπορίᾳ γὰρ ἔοικεν ὁ βίος ἡμῶν καὶ πάντες τὰ ἐκεῖθεν ζητοῦμεν καὶ πραγματευόμεθα, ἀλλ' οἱ μὲν τοῖς ἔργοις καὶ ἀληθῶς, οἱ δὲ διὰ τῆς γλώττης καὶ ἐπὶ σχήματος. ὁ οὖν ἀληθῶς καὶ ἀπὸ καρδίας ζητῶν οὕτως εὗρεν, τοῦτ' ἔστιν ἐν ἐπιγνώσει καὶ καταλήψει τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου γέγονεν· τοῦτο γὰρ ἐν ἑκατέρᾳ τῶν παραβολῶν σημαίνει τὸ εὑρών, τοῦτ' ἔστιν ἐπιγνούς, κατανοήσας ἀκριβῶς καὶ λίαν ἐπιθυμητικῶς ἔχων περὶ αὐτὸ εὔελπις ὢν τοῦ τυχεῖν· οὐ γὰρ τὸ εὑρὼν ἐνταῦθα σημαίνει τὸ κτησάμενος ἢ κατασχών· οὐ γὰρ ἂν ἐπῆγεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ πάλιν· ἀπελθὼν πάντα ὅσα εἶχεν πέπρακεν καὶ ἑξῆς, ἀλλὰ τὸ εὑρὼν ὥσπερ ἔφαμεν τὸ ἐπιγνοὺς καὶ ἐν ἐπιθυμίᾳ σφόδρα γεγονὼς καὶ εὔελπις ὢν τοῦ τυχεῖν σημαίνει. διὰ τοῦτο καὶ χαίρει καὶ ἀπὸ τῆς χαρᾶς πάντα τὰ ἄλλα πιπράσκει, τοῦτ' ἔστιν ἀποτίθεται καὶ ἀποβάλλεται ἕνεκεν τῆς κτήσεως τῆς βασιλείας τῶν οὐρανῶν. λέγεται βασιλεία καὶ ἡ δευτέρα παρουσία τοῦ Χριστοῦ καὶ τοῦτο πολὺ τὸ σημαινόμενον ἐν τῇ θείᾳ γραφῇ· καθ' ὃ σημαινόμενον καὶ ἐνταῦθά φησιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ τὰ ἑξῆς. σκόπει οὖν καὶ τὴν τάξιν τῶν παραβολῶν. ἡ μὲν πρώτη ἀπὸ τῆς παρουσίας τὸ πρῶτον λαμβάνεται καὶ ἡ δευτέρα ὁμοίως, ἀλλ' ἡ μὲν βίων εἰσάγει διαφορὰς φαύλων καὶ χρηστῶν, ἡ δὲ δογμάτων μᾶλλον ὀρθῶν καὶ αἱρετικῶν. ἡ δὲ τρίτη καὶ τετάρτη τοῦ κηρύγματος τὴν δύναμιν καὶ ἰσχὺν καὶ τὸν τρόπον τῆς αὐξήσεως. ἡ δὲ τετάρτη καὶ πέμπτη τῶν κατορθούντων τὸν τρόπον καὶ τὴν σπουδὴν καὶ τὴν ἐπίτευξιν. ἡ δὲ ἐπὶ πᾶσι καὶ ἕκτη τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐν ᾗ τῶν κατορθωσάντων καὶ τῶν διαμαρτόντων ἡ ἀμοιβὴ γίνεται καὶ ἀντίδοσις. ἔστιν σημαινόμενον καὶ ἕτερον βασιλείας ἡ τῆς θείας γραφῆς παλαιᾶς τε καὶ νέας ἀκριβὴς ἐπίγνωσις καὶ κατάληψις καθώς φησιν· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἑξῆς· καὶ γὰρ διὰ τῆς γνώσεως αὐτῶν κτώμεθα τὴν βασιλείαν τῶν οὐρανῶν. 62 Mt 13, 31 32 Ὁ κόκκος τοῦ σινάπεως τὴν τῆς φράσεως καὶ διδασκαλίας εὐτέλειαν ᾐνίξατο, ἐξ οὗ τὸ μέγιστόν τε καὶ θερμότερον τῆς πίστεως πάσης τῆς οἰκουμένης ἐκράτησεν. 63 Mt 14, 1 2 Εἰκὸς μὲν τὸν Ἡρώδην πολλάκις ἀκοῦσαι τὰ περὶ Χριστοῦ, διὰ δὲ τὸν ἔμφυτον τοῖς τυράννοις τῦφον καὶ τὴν ἀλαζόνος γνώμην ὑπερορᾶν καὶ καταφρονεῖν τῶν λεγομένων. ὅτε δὲ λοιπὸν πᾶσα ἡ γῆ ἐκείνη τῶν θαυμάτων ἐπεπλήρωτο καὶ πλήθη ἄπειρα πρὸς τὴν διδασκαλίαν ἐπεστρέφοντο καὶ πάντα καὶ φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε καὶ αὐτὸς ἐν ἐκείνῳ τῷ καιρῷ ἀκούσας εἰς δέος καὶ θάμβος κατέστη, ὡς ἄρα μήποτε ὁ Ἰωάννης ἀνέστη, ὃν αὐτὸς εἴη παρανόμως ἀνελών. ἐν λογισμοῖς γὰρ ὑπάρχων τοῦ διαπεπραγμένου αὐτῷ μύσους (τὸ γὰρ μέγεθος τῆς ἀρετῆς τοῦ ἀνδρός, τὸ ἀνυπέρβλητον ἄγος τοῦ τολμήματος εἰς λήθην ἐλθεῖν τὸν τολμήσαντα οὐ συνεχώρει τοῦ μιάσματος)· ἐν τούτοις οὖν τὸν λογισμὸν μαστιζόμενος καὶ τῶν παραδόξων ἔργων τὴν ἀκοὴν ἐκπληττόμενος μόνον οὐ παρεῖναι τὸν ἀνῃρημένον καὶ δίκας εἰσπράττεσθαι τοῦ τολμήματος ἐφαντασιοῦτο. διὸ καὶ τοῖς παισὶ τὴν ὑπόνοιαν ἀνακοινοῦται οὐ θαρρῶν τοῖς ἄλλοις ἀποκαλύψαι τὴν ἀγωνίαν. Ὁ μὲν Ἡρώδης πολλάκις ἀκούσας τὰ περὶ Χριστοῦ διὰ τὴν ἔμφυτον αὐτοῦ κακίαν τὴν ὑπάρχουσαν ἀεὶ τοῖς τυράννοις καὶ τὸν τῦφον, ὑπερεώρα καὶ κατεφρόνει τῆς φήμης. ὅτε δὲ λοιπὸν πάντες ἀκηκόασιν καὶ πρὸς τὴν διδασκαλίαν ἔδραμον καὶ πάντα φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε ἀκούσας ἐφοβήθη λίαν λέγων· μήποτε Ἰωάννης ἀνέστη, ὃν ἐγὼ ἀπεκεφάλισα· ψοφοδεὴς γὰρ ἡ μοχθηρία καὶ τοσοῦτον, ὡς καὶ τοὺς νεκροὺς δεδοικέναι. 64 Mt 14, 9 10 Λυπεῖται ὁ Ἡρώδης μεριζόμενος εἰς δύο, τῇ μὲν τοῦ ἀνδρὸς ἀρετῇ ἀναστελλόμενος τῆς μιαιφονίας, τῇ δὲ τῆς ὑποσχέσεως ἐπαγγελίᾳ οἰστρηλατούμενος πρὸς τὸν φόνον καὶ τῷ μὲν οἰκείῳ κεντούμενος συνειδότι, δεῖξαι δὲ τοῖς συνανακειμένοις φιλοτιμούμενος, ὡς εὔορκός τε εἴη καὶ οὐδενὸς φείδεται πρὸς ἀρέσκειαν αὐτῶν καὶ θεραπείαν πράττων· εἰκὸς γὰρ τοὺς κόρης ἀσελγοῦς ἀσελγέσι σχήμασι καὶ κινήμασιν ἐκμεθυσθέντας μηδὲ τὸν μισθὸν ἀναβληθῆναι ἐπιτρέπειν τῆς ἐπὶ ταῖς τῆς φύσεως ἀκολα σίαις καὶ ὕβρεσιν αὐτοὺς δεξιωσαμένης. καὶ ὅρα ὡς τρυφὴ καὶ ἀνθρωποπαρέσκεια φόνον ἀπέτεκεν τὸν ὅρκον ποιησαμένη παραπέτασμα. εἰ δὲ τὴν σὴν ἐπεζήτησεν, ἄθλιε, κεφαλήν, τί ἂν διέπραξας; ἆρα τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἀφοσιούμενος ἐξέτεμες ἄν; εἰ δὲ τῆς Ἡρωδιάδος αὐτῆς ὡς εἴθ' ὤφελεν; ἀλλὰ τί ταῦτα λέγω; εἰ μισθὸν ᾔτησεν τῆς παρανόμου μίξεως τὴν φυγήν, ἆρα τὴν ἐπαγγελίαν ἐφύλαξας; καίτοι πόσα ὑπῆρχεν ἐν τούτῳ ἀγαθά· ἀλλ' οὐκ ἂν οὐδ' ἀπαλλάξαι καλῶς ἐπέτρεψας τὸ κοράσιον, ὅς γε πάλαι νουθετοῦντα τὸν Ἰωάννην τὴν διάζευξιν ἀπέκτεινας ἄν, εἰ μὴ τοῦ πλήθους ἐπέσχεν ὁ φόβος· δι' ὃ καὶ ἡ λύπη σου πλάσμα καὶ σχῆμα καὶ ὑπόκρισις· εἰ γὰρ ἦν τελεία καὶ ἀληθής, οὐδὲν ἦν τὸ κωλύον ἀλογῆσαι τῶν πεπλασμένων προφάσεων καὶ καθαρὸν ὀφθῆναι τῆς μιαιφονίας. Ἐλυπεῖτο ὁ Ἡρώδης μεριζόμενος τὴν ψυχήν· καὶ ποτὲ μὲν τοῦ ἀνδρὸς ἀρετὴν αἰδούμενος ἀνεχαιτίζετο τῆς μιαιφονίας, ποτὲ δὲ τὴν ὑπόσχεσιν πληρῶσαι βουλόμενος διηγείρετο πρὸς τὸν φόνον δεῖξαι βουλόμενος ὡς εὔορκός ἐστι καὶ οὐδενὸς φειδόμενος τῶν πρὸς ἀρέσκειαν τῶν ἀνακειμένων. 65 Mt 15, 1 6 Καὶ τί κοινωνεῖ τῷ τῶν Φαρισαίων ἐγκλήματι τῷ αἰτιωμένῳ τὸ ἄνιπτον τῶν χειρῶν ἡ τιμᾶσθαι δεῖν παρακελεύουσα τοὺς γονεῖς ἐντολή; φιλαργυρίαν νοσοῦντες οἱ πρεσβύτεροι καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἔχαιρον τῷ περιέργῳ τῶν παραδόσεων καὶ ὁρῶντες λυμαινομένην αὐτοῖς τὴν τιμᾶν τοὺς γονεῖς κελεύουσαν ἐντολὴν καὶ τὸν ἐσπουδασμένον αὐτοῖς πόρον ἐγκόπτουσαν τί μηχανῶνται; ἐπιτειχίζουσιν αὐτῇ τὴν πασῶν μείζονα ἐντολῶν τὴν ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὰ ἑξῆς· οἱ γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δεδιότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς βουλομένῳ νόμῳ. ἐπέ τρεψαν οὖν οἱ πρεσβύτεροι τοῖς παισὶ τοιαῦτα κηρύττειν καὶ προδιαμαρτύρεσθαι τῷ πατρὶ ἢ τῇ μητρὶ καὶ λέγειν πᾶν, ὃ ἐὰν ὠφεληθῇς, τοῦτ' ἔστιν κερδαίνῃς, ἐξ ἐμοῦ καὶ πρὸς σῆς ὠφελείας εἶναι λογίσαιο, τοῦτο δῶρόν ἐστιν ἀφιερωθὲν ἤδη θεῷ παρ' ἐμοῦ. καὶ λοιπὸν οἱ γονεῖς εὑρίσκοντο κρείττονι μαχόμενοι νόμῳ τῷ βουλομένῳ πάντων προτιμᾶσθαι θεὸν καὶ ἀναγκαίως παρεχώρουν μηδὲ ἐφάψασθαι τολμῶντες τῶν προεπηγγελμένων καὶ ἀνατεθέντων ὡς ἱερῶν. καὶ ταύτῃ τῇ μηχανῇ τοὺς γονεῖς ἀποστεροῦντες τῆς ὀφειλομένης τιμῆς τῶν ἀνοσίων λημμάτων τοῖς πρεσβυτέροις ἐκοινώνουν οἱ παῖδες. ὁ δὲ Μᾶρκος σαφέστερον τὸ δῶρον κορβᾶν εἶπεν, ὅπερ τῇ τῶν Ἑβραίων γλώττῃ σημαίνει τὴν προσφορὰν καὶ τὸ δῶρον τὸ ἀφιερωθὲν τῷ θεῷ· ἦσαν γάρ τινες, οἳ καθιεροῦν ἑαυτοὺς ἐσπούδαζον τῷ θεῷ. σπάνει δὲ χρημάτων ἀνακοπτόμενοι τὴν εἰς τοὺς γονεῖς αἰδῶ παραπόδισμα ἔχειν προετείνοντο· μόλις γὰρ σφίσι τε αὐτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι δύνασθαι. οἱ δὲ πρεσβύτεροι ἀνέπειθον παρ' οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ' αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον, ὅτι ὅπερ ἂν ἐξ ἐμοῦ λάβοις τὸ θεῖον ἴσθι σοι παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ· οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν λιμοῦ ἔχοντες. διὰ τί τοίνυν ἠκυρώσατε τὴν ἐντολήν; οὔτε γὰρ τῶν τῷ θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρωπίνων καταρρᾳθυμητέον. 66 Mt 15, 2 6 Οὐ δεῖ θαυμάζειν, εἰ τοῦ νόμου κωλύσαντός τινα ὡς πρὸς τὸν ἔξω ἄνθρωπον μᾶλλον ἀποβλέποντος ὁ κύριος ἡμῶν πρὸς τὸν ἔσω ἄνθρωπον ποιούμενος τὴν διδασκαλίαν οὐκ ἐκώλυσεν αὐτά. 67 Mt 15, 39 Ἵνα μὴ καθ' ἑκάστην ποιῶν σημεῖα δόξῃ φιλόδοξος τοῦτο γὰρ διήγειρε τοὺς ὄχλους ἀκολουθεῖν αὐτῷ δεικνὺς τὸ ταπεινὸν ἑαυτοῦ διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν ἀναχωρεῖ εἰς τὸ πλοῖον. 68 Mt 16, 13 17 Καὶ ἐπειδὴ οὐκ αὐτὸς ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλ' ἐκείνων τῆς γνώμης τὴν ψῆφον ἀνέμενεν· εἰ γὰρ εἶπεν αὐτοῖς· τίνα με λέγουσιν τὸν υἱὸν τοῦ θεοῦ, ὕποπτος ἂν ἦν αὐτῶν ἡ ἀπόκρισις λεγόντων σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὡς ἄρα ἀκολουθοῦντες τῇ φωνῇ τοῦ διδασκάλου τοῦτο εἶπον. ἐκείνου <δὲ> μηδὲν τοιοῦτον εἰπόντος καὶ ἐκείνων ἀποκρινομένων σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἐδείχθη καθαρῶς τοῦ οἰκείου εἶναι φρονήματος τὴν θαυμασίαν ἐκείνην ἀπόκρισιν. ἄλλως τε δὲ ἐπειδὴ προῄδει ὁ πάντα εἰδὼς τὸν Πέτρον καὶ τοὺς μαθητὰς μέλλοντας αὐτὸν υἱὸν ὁμολογεῖν τοῦ θεοῦ τοῦ ζῶντος, αὐτὸς τὸ τῆς οἰκονομίας προλαμβάνει καὶ ἀνθρώπινον ἑαυτὸν ὁμολογεῖ, ἵνα διά τε τῆς οἰκείας φωνῆς διά τε τῆς τῶν μαθητῶν ἀποκρίσεως τῶν δύο φύσεων παραστήσῃ τὴν ἀλήθειαν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, καὶ ἐμφράξῃ τῶν αἱρετιζόντων τὰ στόματα τῶν τε ψιλὸν ἄνθρωπον αὐτὸν βλασφημεῖν μελλόντων καὶ τῶν ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι μυθολογούντων. βεβαιοτάτην δὲ καὶ τὴν τῶν μαθητῶν ἀπόκρισιν ποιεῖται τοῦ πατρὸς αὐτὴν ἐπιμαρτυρόμενος εἶναι ἀποκάλυψιν, ὥστε, ὅτι μὲν θεοῦ υἱὸς οἵ τε ἀπόστολοι ἔφασαν καὶ ὁ πατὴρ ἀπεκάλυψεν καὶ ὁ υἱὸς ἐπιμαρτυρήσας συνωμολόγησεν· ὅτι δὲ ἄνθρωπος, αὐτὴ ἡ ἀλήθεια ὁ υἱὸς ὁμολογήσας ἐξήρκεσεν· τὸ μὲν γὰρ ἄγνωστον τοῖς πολλοῖς καὶ πλείονος ἔδει παραστάσεως, τὸ δὲ πᾶσιν ἑορᾶτο καὶ μόνη ἐξήρκει ἡ τοῦ φοροῦντος ὁμολογία καὶ συγκατάθεσις. τὸ δὲ σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀντὶ τοῦ· οὐδὲν σαρκικὸν καὶ γήινον ἤδη περὶ ἐμὲ φανταζομένῳ, ἀλλ' ἀνωτέρω τῆς τῶν πολλῶν καὶ χαμαὶ συρομένων δόξης γεγονότι ἀπεκάλυψέν σοι καὶ τὴν ὑψηλοτάτην καὶ οὐράνιον γνῶσιν ὁ πατήρ, τὸ ἐπιγνῶναί σε, ὅτι φύσει καὶ ἀληθῶς εἰμι υἱὸς τοῦ ζῶντος θεοῦ. Οὐκ ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ τὴν τῶν μαθητῶν ἀνέμενε γνώμην καὶ μαρτυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν· τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 69 Mt 16, 25 17, 1 Εἰπὼν ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτὴν προθυμοτέρους καὶ εὐέλπιδας ποιῶν τοὺς ἀκροατὰς ἐπάγει· μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ· εἰ γὰρ καὶ νῦν τὴν ἑκούσιον κένωσιν καὶ τὸ ταπεινὸν τῆς σαρκὸς ὁρῶντες οὐδὲν μέγα δύνασθε διανοηθῆναι περὶ ἐμοῦ, ἀλλ' οὖν αὐτὸς ἐγώ εἰμι ὁ τὰ ἐπηγγελμένα πληρώσων· μέλλει γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, τοῦτ' ἔστιν τὸ ἀξίωμα δεικνὺς τῆς θεότητος, οὐ μὴν ἀποτιθέμενος τὸ ἀνθρώπινον· διὰ τοῦτο γάρ φησιν ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ γὰρ μετὰ τοῦ προσλήμματος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ἤτοι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. καὶ τότε ἔσται τὰ εἰρημένα πέρας λαμβάνοντα· ἀποδώσει γὰρ ἑκάστῳ οὐ κατά τινα προσπάθειαν ἢ ἀντιπάθειαν οὐδὲ καθ' ὕφεσιν ἢ φιλοτιμίας ἐπίδειξιν τῆς ἴσης γνώμης καὶ δικαίας ἀποκλινόμενος, ἀλλ' ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἅτινα οἷάπερ ἐστίν, τοιαύτην καὶ τὴν ἀμοιβὴν ἐφελκύσει· ἀγαθὰ μέν, ἀγαθήν· φαύλην δέ, φαῦλα. εἶτα πιστούμενος τὰ εἰρημένα οὐ μακράν, φησίν, ἔσται ὑμῖν ἡ πληροφορία· καὶ γάρ τινες τῶν μεθ' ὑμῶν νυνὶ παρόντων οὔπω θανόντες ὄψονταί με παραγυμνοῦντα καὶ ἐμφανίζοντα τῆς μελλούσης βασιλείας μου τὴν δόξαν καὶ τὸ ἀξίωμα. ὃ καὶ μεθ' ἡμέρας ἓξ προοιμιαζόμενος καὶ πιστούμενος ἐκείνην ἐπετέλεσεν μεταμορφωθεὶς ἐνώπιον Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου. Ὃς δ' ἂν ἀπολέσῃ, φησίν, τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν. εὐέλπιδας ἡμᾶς ποιῶν καὶ καρτερικοὺς ἐπάγει· μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ· εἰ γὰρ νῦν οὐδὲν μέγα δύνασθε διανοηθῆναι περὶ ἐμοῦ διὰ τὴν τῆς σαρκὸς ταπείνωσιν, ἀλλ' οὖν αὐτὸς ἐγώ εἰμι ὁ μέλλων ἐλθεῖν μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ πατρός μου. 70 Mt 17, 6 Ἐπειδὴ τῆς θεότητος οἱ ἀπόστολοι παραγυμνούμενον ἐθεάσαντο τὸ ἀξίωμα καὶ τῆς πατρικῆς ἐκείνης φωνῆς ἐνωτίσθησαν τὴν ἀκρίβειαν καὶ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν εἶδον ἄνδρας τῆς ἀνθρωπίνης ἀρετῆς τὴν πρώτην τάξιν ἐπέχοντας δουλοπρεπῶς παρεστηκότας, ἀνῆλθον εἰς τελειοτέραν καὶ θειοτέραν ἔννοιαν τὴν περὶ τοῦ δεσπότου, ὡς ἄρα ἀληθῶς οὗτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ , οὗτός ἐστιν ὁ μέλλων ἔρχεσθαι, οὗτος ὁ θεὸς τῶν πατέρων , ὁ κριτὴς ζώντων καὶ νεκρῶν . Ἐπειδὴ τὸ τῆς θεότητος ἀξίωμα παραγυμνούμενον ἐθεάσαντο οἱ ἀπόστολοι καὶ τῆς τοῦ πατρὸς φωνῆς ἤκουσαν, εἶδον δὲ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν δουλοπρεπῶς παρεστηκότας, εἰς τελειοτέραν ἀνήχθησαν ἔννοιαν περὶ τοῦ σωτῆρος καὶ ὡς ἄρα ἀληθῶς οὗτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ καὶ ὁ μέλλων ἔρχεσθαι, οὗτος ὁ θεὸς τῶν πατέρων ἡμῶν , ὁ κριτὴς ζώντων καὶ νεκρῶν . 71 Mt 17, 9 12 Εἶτα καλῶς ἐν τῇ καρδίᾳ ταῦτα πηξάμενοι μόνον οὐ λέγουσιν· ἰδοὺ ὁρῶμεν καὶ πεπείσμεθα, ὅτι σὺ εἶ καὶ οὐκ ἄλλος ὁ ἐρχόμενος θεὸς ἡμῶν καὶ λυτρωτὴς καὶ κριτὴς καὶ ἡ προσδοκωμένη παρουσία σου ἐνέστηκεν. πῶς οὖν λέγουσιν οἱ γραμματεῖς, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ἔλεγον δὲ τοῦτο οἱ Ἰουδαῖοι καὶ περιέφερον ἀνατρέπειν πειρώμενοι τὴν ἐνεστῶσαν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ πρὸ ταύτης ὀφείλοντος ἐλθεῖν τοῦ Ἠλίου. οἱ δὲ ἀπόστολοι προήνεγκαν τοῦτο οὐχ ὡς αὐτοὶ διστάζοντες· τοὐναντίον γὰρ λίαν ἦσαν πεπεισμένοι καὶ πολλὴν εἰληφότες τὴν πληροφορίαν καὶ ἔνθερμοι τὴν γνώμην τοῖς ἠκουσμένοις καὶ ἑωραμένοις. διὸ καὶ καταβαίνοντες εὐθὺς ἀπὸ τοῦ ὄρους ἐποιήσαντο τὴν ἐρώτησιν οὐδεμίαν ἀναβολὴν ταύτης ποιησάμενοι· προσάγουσιν δὲ τῶν γραμματέων τὸν λόγον, ἵνα μὴ μόνον αὐτοὶ ὦσι πεπεισμένοι ἅτε γεγονότες θεαταὶ τῶν φρικτῶν καὶ ἀπορρήτων, ἀλλ' ἵνα καὶ τοῖς ἄλλοις ἐπειδὰν βούλωνται ταῦτα κηρύσσειν καὶ ἀποκαλύπτειν καὶ διδάσκειν μὴ ἔχωσιν μηδὲ τὸν παρὰ τῶν γραμματέων λόγον προφερόμενον ἀντιπίπτοντα. διὸ καὶ ὁ κύριος τὸ πρόθυμον αὐτῶν τῆς περὶ τὰ θεαθέντα διηγήσεως εἰδὼς τέως ἐπέχει εἰς τὸν μετὰ τὴν ἀνάστασιν καιρὸν ἀνατιθεὶς τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν. οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲν ἡ λύσις τοὺς γραμματεῖς βελτιώσει· οὐ γὰρ ἀγνοίᾳ τοῦ ἀληθοῦς, κακουργίᾳ δὲ καὶ ἀπονοίᾳ γνώμης τοῦτο προέφερον· οὓς γὰρ τηλικούτων θαυμάτων ἐνάργεια οὐκ ἐδυσώπησεν, ἀλλ' εἰς μείζονα φθόνον ἐξέκαυσεν, οὐδὲ τοσαύτης διδασκαλίας χάρις ἐπέστρεψεν. τί ἂν εἰργάσατο ἑνὸς οὐδ' ἀπορίαν ἔχοντος λόγου, ἀλλ' ὑπ' αὐτῶν κακουργουμένου διασάφησις; ἐπάγει γοῦν διὰ τοῦτο τὴν λύσιν οὐκ αὐτοῖς Ἰουδαίοις, ἀλλὰ τοῖς ἀποστόλοις ἁρμόζουσαν, ὅτι ἐλεύσεται μέν, ὃν λέγουσιν Ἠλίαν καὶ ἀποκαταστήσει πάντα, ἀλλ' ἤδη καὶ ὁ τοῦ Ἠλία ὁμοιότροπος ἦλθεν καὶ μυρία κακὰ ἐποίησαν αὐτόν. μὴ οὖν σεμνυνέσθωσαν ἐπὶ τῷ λέγειν Ἠλίαν δεῖ ἐλθεῖν· οἱ γὰρ τὸν ὁμοιότροπον οὕτω διαθέντες κἀκεῖνον, εἰ νῦν παρεγένετο, οὐκ ἂν μὴ ὁμοίως κακοποιῆσαι ἐφείσαντο, οἵ γε οὐ μόνον τὸν ὁμοιότροπον τοῦ Ἠλία, ἀλλὰ καὶ αὐτὸν τὸν ἑκατέρου δεσπότην σταυρῷ καὶ θανάτῳ παραδοῦναι συνειδῶσιν. φησὶ δὲ καὶ οὐκ ἐπέγνωσαν αὐτόν. οὐκ ἠθέλησαν γνῶναι αὐτόν, ἀλλὰ καὶ μηδεμίαν λέγειν ἔχοντες αἰτίαν κατ' αὐτοῦ πάντα, ὅσα ἐπέτρεπεν ἡ πονηρὰ αὐτῶν γνώμη, εἰς αὐτὸν διεπράξαντο. ἐνέβαλλον ὡς κακοῦργον εἰς δεσμωτήριον, μισθὸν ὀρχήσεως τὴν ἐκείνου ζωὴν ἐποιήσαντο, τὴν κεφαλὴν ἐξέτεμον, ἐνύβρισαν καὶ μετὰ θάνατον ἐπὶ πίνακος ὡς ἐνόμιζον θριαμβεύοντες. ἀλλὰ πῶς ἔφη ἐποίησαν; ταῦτα γὰρ Ἡρώδης μόνος ἐποίησεν. οὐ μὲν οὖν μόνος Ἡρώδης, ἀλλὰ καὶ οἱ συνανακείμενοι αὐτῷ, δι' οὓς μᾶλλον καὶ τὴν σφαγὴν ἐξειργάσατο· εἰ γὰρ ἐκεῖνοι μὴ συνέτρεχον, οὐκ ἂν ἡ μιαιφονία ἐξείργαστο τοῦ Ἡρώδου ἤδη πρὸς τὴν τοῦ ἀνδρὸς <σφαγὴν> ὑποστελλομένου· εἰ γὰρ πρώην εἰς τὴν τοῦ θείου σφαγὴν ὡρμημένος ὅμως τῷ δέει τοῦ πλήθους ἐπεσχέθη, ὅτε καὶ αὐτὸς εἰς αἴσθησίν τινα τῆς θαυμασιότητος ἐληλάκει τοῦ ἀνδρὸς καὶ λύπην ἐπὶ τῇ προπετείᾳ τῆς ὑποσχέσεως ἐπεδείκνυ, πῶς οὐκ ἂν εὐκόλως ἐπεσχέθη τῶν συνανακειμένων διαγανακτούντων· οἱ δὲ τοσούτου ἐδέησαν τοῦ ἐπισχεῖν, ὥστε μονονουχὶ καὶ αὐτόχειρες γεγόνασιν, εἴπερ τὸ ἀρεστὸν αὐτῶν ποιῶν ὁ Ἡρώδης τὴν μιαιφονίαν ἀπειργάσατο. 72 Mt 17, 11 13 Ἠλίας ὁ Ἰωάννης οὐ τῷ ὀνόματι, ἀλλὰ τῷ παραπλησίῳ τῆς πράξεως· καὶ γὰρ ἑκάτερος τῆς δεσποτικῆς παρουσίας πρόδρομος, εἰ καὶ ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ὅτι καὶ κατὰ τὰ ἄλλα πολλὴν τὴν ὁμοιότητα εἶχον· ἑκάτερος γὰρ αὐτῶν τοὺς θορύβους καὶ τὰς πόλεις καὶ τὰ δικαστήρια καὶ πάντα τὸν ἐκεῖθεν ἐξέφυγεν ὄχλον. ᾤκει τὸν Κάρμηλον Ἠλίας, ἐν τῇ ἐρήμῳ διέτριβεν ὁ Ἰωάννης· ἄσκευον βίον ἐδίωκεν ὁ Ἰωάννης, ἀφρόντιστον εἶχεν ὁ Ἠλίας μηδὲ τῆς ἐφημέρου τροφῆς μεριμνῶν, παρθενείας ἑκάτερος φύλαξ καὶ πολλὴ <οὖν> ἡ ὁμοιότης. διὸ οὐ μόνον νῦν ὁ Ἰωάννης εἰς τὴν τοῦ Ἠλία ὁμοιότητα παραλαμβάνεται, ἀλλὰ καὶ ἀλλαχοῦ ἐμφαντικώτερον ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι · καὶ γὰρ τοῦτο δηλοῖ, ὅτι τῷ μέλλοντι ἔρχεσθαι Ἠλίᾳ ὁ αὐτός ἐστιν κατά τε τὴν ὁμοιότητα καὶ ταυτότητα τῆς διακονίας ὁ Ἰωάννης· πρόδρομός τε γὰρ ὡς ἔφην ἑκάτερος τῆς δεσποτικῆς παρουσίας καὶ κατὰ τὴν ὁμοιότητα καὶ οἰκείωσιν τῆς θαυμασίου πολιτείας. ὅταν οὖν λέγῃ Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει, τὸν Ἠλίαν λέγει τὸν ὄντα τῷ τε πράγματι καὶ τῷ ὀνόματι· ὅταν δὲ λέγῃ Ἠλίας ἤδη ἦλθεν τὸν Ἰωάννην μὲν τῷ ὀνόματι λέγει, Ἠλίαν δὲ τῷ πράγματι τὴν πρὸς ἀλλήλους δεικνὺς ὁμοιότητα. ὡσαύτως δὲ καὶ ὅταν λέγῃ αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι τὸν τῷ πράγματι Ἠλίαν γεγενημένον φησίν, ὃς διὰ τὴν σφοδρὰν ὁμοιότητα, ἣν πρὸς τὸν μέλλοντα ἔρχεσθαι κέκτηται, Ἠλίας καλεῖται· τὸ γὰρ ὁ μέλλων ἔρχεσθαι τοῦτο δηλοῖ, οἷον ὁ διὰ τὴν τοῦ μέλλοντος ἔρχεσθαι ὁμοιότητα καὶ οἰκειότητα καὶ τὴν κλῆσιν αὐτοῦ ὑποδὺς αὐτός ἐστιν. Οὐ τῷ ὀνόματί ἐστιν Ἠλίας ὁ Ἰωάννης, ἀλλὰ τῇ ὁμοιότητι τῶν πράξεων· καὶ γὰρ ἀμφότεροι πρόδρομοι ἐτύγχανον τῆς τοῦ Χριστοῦ παρουσίας, ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ἀμφότεροι τοὺς πολιτικοὺς θορύβους ἐξέφυγον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ ὁμοιότης. καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς λέγων, ὅτι ἦλθεν Ἠλίας, ἀλλ' οὐκ ἔγνωσαν αὐτόν, τοῦτ' ἔστιν ὁ Ἰωάννης ὁ κατὰ πάντα ὅμοιος αὐτῷ. 73 Mt 17, 19 21 Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τὸν δαιμονιζόμενον τρία ᾐτιάσατο· τὴν ἀπιστίαν τῶν παρεστώτων καὶ διαστροφὴν τῆς γνώμης, τὴν περὶ τὰ σημεῖα τῶν μαθητῶν ὀλιγοπιστίαν, τὴν τοῦ δεομένου τῆς ἰάσεως γαστριμαργίαν καὶ ἀδηφαγίαν καὶ τὸ ἐρρᾳθυμημένον εἰς προσευχήν· ἐνίοτε γὰρ καὶ ἡ τῶν προσιόντων μόνη διάθεσις σφοδρὰ καὶ σύντονος οὖσα ἐκβιάζεται τὴν ἴασιν, ἄλλοτε δὲ τοῦ ἰατροῦ ἡ ἄφατος ἰσχὺς καὶ ἡ δύναμις, ἐνιαχοῦ δὲ καὶ τῶν ὁρώντων καὶ παρεστώτων ἡ ἐπιστροφὴ καὶ ἡ σωτηρία. εἰπὼν οὖν ὁ δεσπότης τοῦτο δὲ τὸ γένος οὐκ ἐξέρχεται δύο τινὰ παρεδήλωσεν καὶ τοὺς μαθητὰς παρεμυθήσατο· μὴ νομίσητε, φησίν, ὅτι τὸ πᾶν τῆς ὑμῶν ὀλιγοπιστίας γέγονεν, ἀλλὰ μέγα γέγονεν ἐμπόδιον εἰς τὴν σφῶν αὐτῶν σωτηρίαν τὸ γαστρίμαργον καὶ πρὸς εὐχὴν ἀφιλόπονον τῶν δεομένων τῆς ἰάσεως. πάλιν δὲ καὶ θεραπείας παρέδωκεν θείαν καὶ σοφὴν ὄντως μέθοδον τὴν νηστείαν καὶ προσευχὴν τῶν πασχόντων, δι' ὧν οὐ μόνον δαιμόνων ἐπηρείας, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἀπαλλαγῆναι δυνάμεθα. Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τρία εἰσὶν αἴτια, ἀπιστία τῶν παρεστώτων καὶ ἡ περὶ τὰ θαύματα ὀλιγοπιστία τῶν μαθητῶν καὶ ἡ τοῦ δαιμονιζομένου γαστριμαργία καὶ ἀδηφαγία. 74 Mt 18, 8 9 Εἰπὼν περὶ τῶν σκανδάλων καὶ ταλανίσας τὸν κόσμον διὰ τὴν ἐπισπορὰν καὶ τὸν πληθυσμὸν αὐτῶν ταλανίζει καὶ τὸν ἄνθρωπον τὸν ἐργάτην καὶ εἰσαγωγέα αὐτῶν. δείκνυσι διὰ τοῦ ταλανισμοῦ, ὅτι οὐ μόνον οὐ προσῆκεν τῶν σκανδάλων εἶναι ἡμᾶς αὐτουργούς, ἀλλ' οὐδὲ τοὺς ταῦτα πράττοντας ἀποδέχεσθαι, ἀλλὰ ταλανίζειν καὶ ἐκτρέπεσθαι αὐτούς· ἡ γὰρ μετ' αὐτῶν φιλία καὶ συναναστροφὴ εἰς μίμησιν κατὰ μικρὸν ἐκκαλεῖται καὶ πρᾶξιν τὴν αὐτήν. εἶτα ἵνα μή τις εἴπῃ, τί δέ; ἂν φίλος ᾖ ὁ τοιοῦτος, ἂν τῶν συγγενῶν ὁ ἐπέραστος, ἂν τῶν συνοικούντων ὁ τιμιώτατος, πῶς καὶ τοῦτον χρὴ ἀποστρέφεσθαι, ἐπάγει αὐτὸς τὴν τοιαύτην ἀμφισβήτησιν προφθάσας καὶ τὸν λογισμὸν ἐκτεμῶν, ὅτι κἂν φίλος ᾖ ὥστε ἐν τάξει αὐτὸν ἔχειν σε ὀφθαλμοῦ καὶ δι' αὐτοῦ πολλὰ δοκεῖν τῶν χρησίμων σοι καθορᾶν, κἂν συγγενής, ὥστε τόπον αὐτὸν ἔχειν χειρὸς καὶ συνεργὸν εὑρίσκειν ἐν πολλοῖς, κἂν ἄλλος τίς ἐστιν, δι' οὗ σοι πᾶσα ἡ κατὰ τὸν βίον ἐξομαλίζεται τρίβος, ὅστις ἂν οὖν ᾖ τοῦτόν σοι διακείμενος τὸν τρόπον, ὅμως δὲ σκανδάλων ἐστὶν ἐργάτης καὶ δημιουργός, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, ἀποκολλήθητι αὐτοῦ, φύγε τῆς αὐτοῦ συναναστροφῆς τὴν βλάβην καὶ τὸν μεταλαμβανόμενον ἰόν. ἂν δὲ τοὺς οὕτως ἡμῖν κατὰ τὸν βίον χρησίμους βλάβην προξενοῦντας ψυχικὴν ἐκτρέπεσθαι χρή, πῶς οὐ πολλῷ πλέον τοὺς μετὰ τῆς ψυχικῆς βλάβης μηδὲ συμφέρον τι κατὰ τὸν βίον συνεισάγοντας ἡμῖν. Πλεῖστα περὶ τῶν σκανδάλων εἰπὼν ὁ σωτὴρ καὶ θρηνήσας τὸν κόσμον, θρηνεῖ καὶ τὸν ἄνθρωπον ὡς ἐργάτην τῶν κακῶν δεικνύς, ὅτι οὐ μόνον χρὴ τὰ σκάνδαλα ἐκφεύγειν καὶ ἀποτρέπεσθαι, ἀλλὰ καὶ τοὺς τοιαῦτα πράσσοντας μὴ ἀποδέχεσθαι· τὴν γὰρ μετὰ τούτων ἀναστροφὴν εἰς μίμησιν αὐτῶν ἐκκαλεῖσθαι τοὺς ἀνθρώπους ἀναγκαῖον. Κἂν φιλικῶς εἴη τις πρός σε διακείμενος, εἴη δὲ ἐργάτης τε καὶ δημιουργὸς τῶν κακῶν, ἀποκολλήθητι αὐτοῦ τὴν βλάβην ἐκκλίνων τῆς ψυχῆς καὶ τὸν ἐκ τῆς συνουσίας αὐτοῦ ἰόν. 75 Mt 18, 15 18 Ὑπὸ μεγάλην κατάκρισιν ἀγαγὼν τοὺς σκανδαλίζοντας καὶ ἁμαρτάνοντας εἰς τοὺς πλησίον νῦν τρέπει τὸν λόγον καὶ εἰς τοὺς ἠδικῆσθαι νομιζομένους καί φησιν· καὶ σὺ δὲ αὐτὸς ὁ ἠδικῆσθαι καὶ ἠτιμῶσθαι νομίζων μὴ ἀναπέσῃς μηδὲ τὴν εἰς σὲ τοῦ πλησίον ἁμαρτίαν ζημίαν ποιήσῃς· δύνασαι ταύτην καὶ εἰς μέγα κέρδος καταστῆσαι. πῶς καὶ τίνα τρόπον; ἂν ἀπελθὼν εἰς τὸν ἁμαρτήσαντα ἐπιδείξῃς αὐτῷ τὸ ἁμάρτημα, παραστήσεις αὐτῷ τὸν διὰ τοῦ πράγματος ἔλεγχον· πολλοὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπισκοτιζόμενοι τῇ ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττομένων συνιδεῖν ἠδυνήθησαν, ὕστερον δὲ τῆς συγχύσεως ἐκείνης ἀπαλλαγέντες καὶ καθ' ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸν τῆς ἀτοπίας γεγόνασιν, οἳ καὶ μικρᾶς προφάσεως ἐπιλαβόμενοι τὸ πᾶν τοῦ πταίσματος διωρθώσαντο. σὺ δὲ κἂν σκληρότερός τις ᾖ διορθώσεως μηδὲ πρὸς ἐκεῖνον ἀμελήσῃς, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς ἄπελθε δεικνὺς αὐτῷ τὸ ἁμάρτημα καὶ ἐκκαλούμενος αὐτὸν εἰς ἐπιστροφὴν καὶ διόρθωσιν· μέγα γὰρ τὸ ἐντεῦθέν σοι κέρδος, εἰ σωτὴρ ὀφθήσῃ τοῦ ἀδελφοῦ· κερδαίνει μὲν γὰρ κἀκεῖνος τὴν ἀπαλλαγὴν τῆς ἁμαρτίας, οὐ τοιοῦτον δὲ κέρδος οἷον τὸ σὸν τὸ σωτῆρα γενέσθαι τοῦ ἀδελφοῦ. διὸ καὶ τοῦ μείζονος κέρδους μνημονεύει ἐκέρδησας λέγων τὸν ἀδελφόν σου· ἂν δὲ μὴ θέλῃ μεταμεληθῆναι, τί; καὶ οὕτως μὲν αὐτὸς τῆς σπουδῆς καὶ προαιρέσεως τὸ κέρδος ἀναφαίρετον ἔχεις, λαμβάνεις δὲ καὶ ἑτέρας ἐξουσίας ἄφατον ἰσχύν. τίνα ταύτην; κύριος καθίστασαι τῆς τοῦ ἡμαρτηκότος τιμωρίας καὶ τὰς σὰς περὶ αὐτοῦ ψήφους ἔχεις τὸν κοινὸν ἐπικυροῦντα δεσπότην· ὃ ἂν γὰρ δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. εἶδες εἰς ὅσον ἡμᾶς ἡ ἀρετὴ καὶ ἡ ἀνεξικακία ἀναβιβάζει ἀξίωμα. ἰσοστασίους τοῦ Πέτρου ἐργάζεται, εἰς τῶν μαθητῶν καταλέγει τὸν χορόν. εἶτα οὐ μόνον τῆς τιμωρίας τὴν ἐξουσίαν ἐγχειρίζει σοι, φησίν, ἀλλὰ καὶ τῆς ἀφέσεως, σοί τε τῷ ἠτιμωμένῳ οὐ μόνον τῆς ἀτιμίας πολλαπλασίονα τὴν παραμυθίαν συλλέγων, ἀλλὰ καὶ ἀσύγκριτον τὴν ἐξουσίαν κατὰ τοῦ προπηλακίσαντος παρέχων κἀκεῖνον πανταχόθεν συνελαύνων ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικουρίας δεῖσθαι, εἴγε σου μὲν λύοντος λέλυται καὶ ἐν οὐρανοῖς, δεσμοῦντος δέ, δέδεται. καὶ οὐκ εἶπεν λυθήσεται καὶ δεθήσεται, ἀλλ' ἐπὰν λύσῃς, λέλυται καὶ ἐξαυτῆς εὑρὼν τὴν λύσιν λελυμένος εὑρεθήσεται καὶ ἐν οὐρανοῖς καὶ ἐὰν δήσῃς, δέδεται καὶ δεδεμένος ἀπ' ἐκείνου τοῦ χρόνου ἔσται καὶ ἐν οὐρανοῖς, δεικνὺς τὸ σφοδρὸν καὶ ἀπαράβατον τοῦ δεσμοῦ καὶ τῆς λύσεως. ἀκούσωμεν, ἀγαπητοί, νήφουσιν λογισμοῖς καὶ ἐννοήσωμεν ὅσον ἡμῖν τὸν καρπὸν ἡ μακροθυμία καὶ ἡ πραότης καὶ ἡ τῶν δεσποτικῶν ἐντολῶν φυλακὴ προξενεῖ. Τοὺς σκανδαλίζοντας τὸν πλησίον ἀποτρεπόμενος ὁ σωτὴρ νῦν παραμυθεῖται τοὺς σκανδαλιζομένους καὶ λέγει πρὸς αὐτούς· μὴ καταπέσητε ἐννοοῦντες ἣν ὑπέστητε ἀδικίαν, ἐπεὶ δυνατόν ἐστιν εἰς μέγα κέρδος μεταστῆσαι. πῶς δὲ τοῦτο γενήσεται; εἰ τὸν ἀδικήσαντά σε κατ' ἰδίαν ἐλέγξεις δεικνύων αὐτῷ τὸ ἁμάρτημα· μετανοοῦντος γὰρ ἐκείνου ἐφ' οἷς ἔπραξεν εἰς σὲ μέγα σοι κέρδος γενήσεται, σοῦ τε διαλλαγέντος πρὸς αὐτὸν κἀκείνῳ συγχωρηθέντος τοῦ ἁμαρτήματος. ὁρᾷς εἰς ὅσον ἡμᾶς ἡ ἀνεξικακία καὶ ἡ πρὸς τοὺς ἁμαρτάνοντας συγχώρησις ἀναβιβάζει ἀξίωμα· ἰσοστασίους γὰρ Πέτρῳ πεποίηκε καὶ τοῖς λοιποῖς ἀποστόλοις συνηρίθμησεν· εἶτα οὐ μόνον τῆς τιμωρίας τὴν ἐξουσίαν ἐγχειρίζεταί σοι, ἀλλὰ καὶ τῆς ἀφέσεως καὶ πολλαπλασίονα τὴν τιμὴν χαρίζεται. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πανταχόθεν τὸν ἀδικήσαντα συνελαύνει ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικουρίας δεῖσθαι, εἴπερ σοῦ μὲν λύοντος λύεται καὶ ἐν τοῖς οὐρανοῖς, δεσμοῦντος δὲ δεσμεῖται ἐν τοῖς οὐρανοῖς. 76 Mt 19, 16 24 Ἀγαθὰ ἐνόμιζεν ὁ νεανίσκος καὶ τὸν πλοῦτον καὶ τὰ χρήματα, μᾶλλον δὲ ταῦτα πρὸ τῶν ἄλλων· ἔθος γὰρ τοῖς ἀνθρώποις ἐκεῖνα ἡγεῖσθαι ἀγαθά, πρὸς ἃ ἂν ὦσιν αὐτοὶ ἐρωτικῶς καὶ περιπαθῶς διακείμενοι. διὸ καὶ ὁ πλούσιος ἐκεῖνος ἔλεγεν· ἔχεις πολλὰ ἀγαθά· φάγε καὶ πίε μετρῶν τὴν εὐδαιμονίαν βρώμασι καὶ πόμασι καὶ γαστριμαργίᾳ καὶ ταῦτα νομίζων ἀγαθά. οὕτως οὖν καὶ ὁ νεανίσκος οὗτος ὁ πλούσιος ἀγαθὰ ἡγούμενος τὰ ὑπάρχοντα καὶ τὸν πλοῦτον αὐτοῦ ἀγαθὸν καὶ τὸν δεσπότην ὀνομάζει ἄνθρωπον μὲν αὐτὸν ὡς ἕνα τῶν διδασκάλων λογιζόμενος, τιμῶν δὲ αὐτόν, ὡς ἐνόμιζεν, τῇ προσηγορίᾳ τῇ τοῦ ἀγαθοῦ. ὁ δὲ τῶν ὅλων δεσπότης καὶ πάντα εἰδὼς θέλων αὐτὸν τῆς τοῦ πλούτου προσπαθείας ἀποσπάσαι καὶ διδάξαι, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος, ὃν ἐκεῖνος ἔστεργεν, ἀγαθός (καὶ γὰρ τῇ αὐτοῦ φύσει οὔτε τῶν ἀγαθῶν ἐστιν οὔτε τῶν κακῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀποφάσει ἀνύποπτόν τε καὶ εὐπαράδεκτον τὴν τοῦ πλούτου ποιούμενος ἐκβολήν· οὐδεὶς γάρ φησιν ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός . προεπιτιμῶν δὲ καὶ τὴν ἐπ' αὐτοῦ κλῆσιν τοῦ ἀγαθοῦ ἀναρμόστως προσενεχθεῖσαν καὶ πολὺ τῆς ἀκολουθίας παρασφάλλουσαν· τί με , φησίν, καλεῖς ἀγαθὸν ἀντὶ τοῦ τί με ἄνθρωπον ἡγούμενος ψιλὸν ἀγαθὸν καλεῖς; εἰ ψιλὸν ἄνθρωπον ἡγῇ, μηδὲ ἀγαθὸν κάλει· εἰ δὲ καλεῖς ἀγαθόν , ἐπιγίνωσκε καὶ θεόν· οὐδεὶς γὰρ ἀγαθὸς πλὴν θεοῦ, οὐ διδάσκαλος, οὐκ ἄρχων, οὐκ ἐξουσιαστής, οὐχ ὁ νίκαις κρατῶν τῶν ἄλλων, οὐχ ὁ κάλλει διαφέρων, οὐχ ὁ πλούτῳ κομῶν, οὐδ' αὐτὸς ὁ πλοῦτος, πρὸς ὃν σὺ κέχηνας· οὐδὲν ὅλως τῶν παρόντων καὶ ῥεόντων ἐστὶν ἀγαθόν. οὕτως οὖν ὁ φιλάνθρωπος δεσπότης ἐκ πρώτης ἀποφάσεως τήν τε νομιζομένην εὐφημίαν ἀσύμβατον οὖσαν τῇ ἄλλῃ αὐτοῦ ὑπολήψει διακρουσάμενος καὶ μηδὲν ἀγαθὸν ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον πλὴν θεοῦ προτρεψάμενος ἐπὶ τὴν κατὰ μέρος ἔρχεται τῶν ἐντολῶν ἀπαρίθμησιν καὶ διδασκαλίαν, ἐκείνας τέως προάγων εἰς μέσον, πρὸς ἃς μηδ' ἐκεῖνον δυσφόρως ἐγίνωσκεν ἔχειν, ἵνα τῇ περὶ τούτων ἀποδοχῇ καὶ συγκαταθέσει καὶ τὴν τῆς φιλοχρηματίας καὶ τοῦ πλούτου ἐκτομὴν καὶ ἀποστροφὴν ἀκολούθως καταδέξασθαι παρασκευάσῃ. ὁ δὲ πρὸς τὰς προενεχθείσας ἐντολὰς ἕτοιμος καὶ προπαρεσκευασμένος φανεὶς τοσοῦτον ἐδέησεν ἀποσπασθῆναι τῆς φιλαργυρίας καὶ τοῦ πλούτου, ὥστε καὶ προτεινομένων αὐτῷ καὶ ὑποτεινομένων ἐπάθλων καὶ στεφάνων, φημὶ δὴ τὸ τέλειον γενέσθαι καὶ οὐρανίων θησαυρῶν εὐπορῆσαι, οὐ μόνον οὐδὲν ἐνέδωκε τῆς προσπαθείας τῆς πρὸς τὸν πλοῦτον καὶ τὰ χρήματα, ἀλλὰ καὶ τὸν διδάσκαλον λιπὼν ἀνεχώρησεν. οὕτως ἐστὶ χαλεπὸν καὶ δυσκαταγώνιστον ἡ τῶν χρημάτων ἐπιθυμία, οὕτως ἐστὶν ἀνίατον σχεδὸν τὸ νόσημα τῆς φιλαργυρίας. φύγωμεν τὸ πάθος πρὶν κατακυριεύσει ἡμῶν, ἀποσεισώμεθα τὴν τυραννίδα ταύτην πρὶν ἢ κατακυριεύσει κατὰ κράτος καὶ δεσπόσει ἡμῶν· ἂν γὰρ κατακυριευθῶμεν καὶ καταδουλωθῶμεν ὑπ' αὐτῆς, εὐκοπώτερον εἰσελεύσεται κάμηλος διὰ τρυπήματος ῥαφίδος ἢ ἡμεῖς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 77 Mt 19, 24 Οἱ μὲν κάμηλον, οἱ δὲ κάρμηλόν φασιν· ἀμφότεροι δὲ οὐ τὸ ζῷον, ἀλλὰ τὸ σχοινίον λέγουσι τὸ τὰς ἀγκύρας δεσμεῦον. 78 Mt 19, 27 Οὐ λέγει ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν τὸν πλοῦτον καὶ ἠκολουθήσαμέν σοι (οὐ γὰρ εἶχεν πένης καὶ ἁλιεὺς ὑπάρχων πλοῦτον), ἀλλ' ἰδοὺ ἀφήκαμεν πάντα, ὥστε πένης ὢν καὶ σὺ μηδὲν δυσχεράνῃς ὡς ἐπὶ τῇ ἀποβολῇ τῶν ὑπαρχόντων ἐλαττούμενος τοῦ πλουσίου· ὥσπερ γὰρ ἐκεῖνος ἀποφορτιζόμενος τὸν πλοῦτον τέλειός τε γίνεται καὶ θησαυροὺς οὐρανίους ἀντιλαμβάνει, οὕτως καὶ σὺ ἂν ἀφῇς πάντα τὰ σά, κἂν εὐτελῆ καὶ ταπεινὰ καὶ δίκτυα μόνα καὶ ὀλίγα ἰχθύδια ὑπάρχῃ. ἂν οὖν ταῦτα ἀφῇς καὶ ἀκολουθήσῃς τῷ Χριστῷ, τῆς αὐτοῦ δόξης συγκληρονόμος καὶ συμμέτοχος καθάπερ καὶ οἱ ἀπόστολοι ἀναδειχθήσῃ· οὐχ ἁπλῶς δὲ ἂν ἀφῇς, ἀλλ' ἐπὶ τῷ ἀκολουθῆσαι Χριστῷ, ἐπεὶ οὐδ' ὁ πλούσιος ἐπὶ τῇ ἁπλῶς ἀποθέσει τοῦ πλούτου ἐκείνων ἠξιοῦτο τῶν ἐπάθλων, ἀλλὰ προσλαμβάνων καὶ τὸ ἀκολουθῆσαι Χριστῷ· καὶ δεῦρο γάρ φησιν καὶ ἀκολούθει μοι . τί οὖν ἐστιν ἀκολουθῆσαι αὐτῷ; τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς ἄλλας τηρῆσαι, ἕτοιμον εἶναι πρὸς τὸν ὑπὲρ αὐτοῦ, εἰ δέοι, θάνατον καὶ τοῦτον μετὰ χαρᾶς καὶ προθυμίας προσίεσθαι. ἕτοιμος δέ ἐστιν εἰς τὸν ὑπὲρ αὐτοῦ θάνατον καὶ ὁ ὑπὲρ τῆς συντηρήσεως τῶν αὐτοῦ ἐντολῶν πάντα πράττων καὶ θανάτου καταφρονῶν καὶ μήτε δυναστείαν ὑποπτήσσων μήτε βασιλείαν θεραπεύειν ὑπαγόμενος μήτε κολακείαις χαυνούμενος μήτε φιλίᾳ κλεπτόμενος, ἀλλὰ πάντα παρορῶν καὶ <ὑπὲρ> τῆς συντηρήσεως τῶν δεσποτικῶν ἐντολῶν τὰ λοιπὰ παρωθούμενος. 79 Mt 19, 28 Ἐπειδὴ ἔθος τοὺς ἐλέγχοντας ἀντεξετάζεσθαι καὶ τρόπον <τινὰ> τῆς αὐτῆς τάξεως εἶναι τοῖς ἐλεγχομένοις, δεικνὺς ὁ Χριστός, ὅτι οὐ κατὰ τοῦτον τὸν τρόπον τῶν διελεγχόντων οἱ ἀπόστολοι ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ' αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τούτων παραδηλώσῃ, τοῖς μὲν θρόνους καὶ καθέδρας καὶ κρίσιν συνέζευξεν, τοὺς δὲ εἰς τὴν τῶν παρεστηκότων καὶ κρινομένων χώραν ὤθησεν· διὰ γὰρ ἑκατέρου τούτων τῶν μὲν ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ λαμπρότης, τῶν δὲ σημαίνεται τἀναντία. 80 Mt 20, 1 16 Ἐπειδὴ ἡ παραβολή, εἰ καὶ τὴν μισθαποδοσίαν τὴν ἐκεῖθεν δηλοῖ, ὅμως πρὸς σωφρονισμὸν καὶ σωτηρίαν τῶν ἐν τῷ παρόντι βίῳ εἴρηται, διὰ τοῦτο ἀνθρωπινώτερον αὐτὴν ἐξυφαίνει καὶ ἐπεξεργάζεται ἀμπελῶνα καὶ ἐργάτας καὶ κλῆσιν καὶ ἀπολογίαν καὶ συμφωνίαν, εἶτα δὲ καὶ ἐπίτροπον καὶ τοῦ ἐπιτρόπου μισθαποδοσίαν, εἶτα καὶ διαγογγυσμὸν καὶ τοῦ οἰκοδεσπότου πρὸς αὐτοὺς δικαιολογίαν καὶ ἐπιτίμησιν· τούτων μὲν γὰρ ἐκεῖθεν οὐδέν ἐστιν οὐδὲ παρ' ἐπιτρόπου μισθαποδοσία· αὐτὸς γὰρ ἑκάστῳ ὁ δεσπότης ἀποδίδωσιν· οὐδὲ διαγογγυσμός· οὐδὲ γὰρ ὅλως ἐκεῖ φθόνου λείψανον· οὐ μὴν οὐδὲ τὰ ἐφ' ἑξῆς, δικαιολογία πρὸς αὐτοὺς δεσποτικὴ ἢ ἐπιτίμησις· συνεχρήσατο δὲ τούτοις ἀπὸ τῶν συμβαινόντων πολλάκις τοῖς ἐνταῦθα μισθουμένοις, ἐν οἷς καὶ φθόνος καὶ γογγυσμὸς καὶ τὰ ὅμοια, ἀπὸ τῶν ἡμῖν ἐγνωσμένων εὐμαθεστέραν καὶ σαφεστέραν ποιῶν τὴν ἔννοιαν τῆς παραβολῆς. 81 Mt ,20 23 Ἡ μὲν μήτηρ καὶ οἱ υἱοὶ προσῆλθον τῷ Ἰησοῦ τὴν ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ζητοῦντες προεδρίαν νομίζοντες ἤδη τὴν βασιλείαν αὐτοῦ παρεῖναι διὰ τὸ καὶ εἰς τὰ Ἰεροσόλυμα αὐτὸν ἐπείγεσθαι. ὁ δὲ Ἰησοῦς τὴν πλάνην αὐτῶν διορθούμενος καὶ τῶν πρωτείων μὴ ἐρᾶν ἐκπαιδεύων εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε ὑπονοοῦντες πρὸς καιρὸν εἶναι καὶ ἐγγίζειν ἤδη τὴν ἐμὴν βασιλείαν καὶ ὅτι ἐπὶ τούτῳ ἀναβαίνομεν εἰς τὰ Ἱεροσόλυμα· τοσοῦτον γὰρ ἀπέχει τὸ ταῦτα ἤδη παρεῖναι, ὅτι καὶ ἐπὶ σταυρὸν καὶ θάνατον νῦν παραγίνομαι· τοῦτο γὰρ δηλοῖ τὸ ποτήριόν μου καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι. ταῦτα οὖν ἐνέστηκε νῦν, πρὸς ταῦτα ἐπείγομαι. ἐὰν οὖν πρὸς ὃ νυνὶ παραγίνομαι τούτου συμμετέχειν καὶ συναπολαύειν ἔρως ὑμῖν καὶ φιλοτιμία, οὐχὶ θρόνους καὶ καθέδρας καὶ προεδρίαν, ἀλλὰ σταυρὸν καὶ θάνατον ἐχρῆν ἐξαιτεῖσθαι· ταῦτα γάρ ἐστιν, ἃ μέλλω νῦν ἀναδέχεσθαι. διὸ οὐκ οἴδατε τί αἰτεῖσθε· ἡ γὰρ κατὰ λόγον αἴτησις νῦν σταυρὸς καὶ θάνατός ἐστιν. δύνασθε γάρ, φησίν, τὸ ποτήριον πιεῖν, ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; εἶτα τῶν δὲ καὶ πρὸς ταῦτα ἐλπίδι τοῦ τυχεῖν τῆς αἰτήσεως εἰπόντων ἑτοίμους εἶναι (καὶ γάρ· δυνάμεθα, φασίν, καὶ οὐδὲ τούτων ἀποπηδῶμεν, ἂν μόνον ἡμῖν περιγένηται, ὃ ᾐτησάμεθα· σφόδρα γὰρ κατείχοντο τῇ φιλοπρωτείᾳ) καὶ πάλιν πρὸς αὐτούς φησιν ὁ δεσπότης· τὸ μὲν ποτήριον καὶ ἑξῆς, τοῦτ' ἔστιν ἂν μὲν ἐγὼ πάσχειν μέλλω, καὶ ὑμεῖς ἐν οἰκείῳ καιρῷ παθεῖν κατορθώσετε. καθέδραι δὲ καὶ προεδρίαι καὶ θρόνοι οὔκ εἰσιν ἐν τῇ ἐμῇ βασιλείᾳ. εἰ δὲ καὶ ἦν, οὐκ ἂν τοῖς φιλοπρωτοῦσιν καὶ ἐξαιτουμένοις ἐδίδοτο, ἀλλὰ τοῖς παρασκευάσασιν ἀξίους ἑαυτούς· εἰ γὰρ καὶ μὴ ταῦτά ἐστιν ἐκεῖ τισι διδόμενα, ἀλλ' ἔστιν ἕτερα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν , ἀλλ' ὅμως οὐδὲ ταῦτα δίδοται τοῖς ἁπλῶς αἰτοῦσιν, ἀλλὰ τοῖς μετὰ αἰτήσεως καὶ τῶν ἀρετῶν ἐπιφερομένοις τὰ κατορθώματα. 82 Mt 20, 23 Εἰπὼν δὲ ἀλλ' οἷς ἡτοίμασται καὶ οὐ προσθεὶς ἑτέροις κοινὴν ἔθηκεν τὴν ἀπόλαυσιν καὶ οὐδ' αὐτοὺς ἐκείνους ἐξέβαλεν ταύτης. οἷς ἡτοίμασται, καὶ ὑμῖν, φησίν, ἔσται, ἂν ἀξίους τῆς δωρεᾶς ἑαυτοὺς ἀπεργάσησθε· εἰ γὰρ καὶ μὴ θρόνοι καὶ καθέδραι τὰ ἔπαθλα, ἀλλ' ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη τοῖς καλῶς ἀγωνισαμένοις ἀπόκειται. 83 Mt 21, 44 Ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν· καὶ γὰρ καὶ ἐπὶ τὸν θάνατον πεσὼν τῇ σαρκὶ καὶ τάφῳ καλυφθεὶς ἐλίκμησεν αὐτοῦ τὴν ἰσχὺν καὶ τοῦ ᾅδου τὴν τυραννίδα κατέλυσεν καὶ τὰ βασίλεια αὐτοῦ πάντων τῶν κατεχομένων ἐκένωσεν συναναστήσας αὐτῷ τοὺς ἐξ αἰῶνος ἅπαντας κατεχομένους νεκρούς. 84 Mt 23, 2 5 Τὸ δεσμεύουσιν φορτία βαρέα καὶ δυσβάστακτα οὐχ ἁπλῶς φησιν ὁ δεσπότης, ὅτι βαρέα τυγχάνει καὶ δυσβάστακτα, ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, πῶς οὐχὶ βαρέα καὶ δυσβάστακτα νομίζεσθαι πεποιήκασιν; ἀλλ' οὗτοι βαρέα καὶ δυσβάστακτα δι' ὧν οὐ πράττουσιν ἐπιδείξαντες ὅμως ἐπιτιθέασιν αὐτὰ τοῖς ἄλλοις πράττειν ἀπαραιτήτως βιαζόμενοι. διὸ πράττειν μὲν ὁ δεσπότης τὰ παρ' αὐτῶν προσταττόμενα τοῖς ὄχλοις ἐπιτρέπει καὶ ταῦτα δὲ οὐχ ἁπλῶς, ἀλλ' ὅσα τῆς Μωσαϊκῆς καθέδρας ἄξια· διὰ τοῦτο γὰρ καὶ ταύτην προέταξεν εἰπών· ἐπὶ τῆς καθέδρας Μωυσέως καὶ ἑξῆς· οὐ γὰρ ὅσα αὐτοῖς ἐπινενόηται ταῦτα ποιεῖν κελεύει (ταῦτα γὰρ προδιήλεγξεν παραδόσεις ἀνθρώπων εἰπὼν ἐπὶ παραλύσει τῶν ἐντολῶν τοῦ θεοῦ) οὐδὲ τὰ μικροπρεπῆ ταῦτα καὶ παιδαγωγικὰ καὶ ἀνάξια πολιτείας τελείας καὶ ὑψηλῆς, οἷα τὰ περὶ βρωμάτων καὶ σαββάτων παρατηρήσεως καὶ τὰ ὅμοια· καὶ γὰρ καὶ ταῦτα προεξέβαλεν· τούτων γὰρ ἐργάται ἀκριβεῖς ὑπῆρχον οἱ ἱερεῖς. ποῖα οὖν προστασσόντων τῶν γραμματέων ὁ δεσπότης κελεύει τὸν ὄχλον ποιεῖν; ἐκείνα, ὡς ἔφαμεν, ὅσα τῆς Μωσαϊκῆς καθέδρας ἄξια, τοῦτ' ἔστιν ὅσα δύναται ψυχὴν σαλευομένην καὶ ὀκλάζουσαν ὑποστηρίζειν καὶ ἐνδυναμοῦν. ταῦτα δέ ἐστιν ἡ πρὸς θεὸν ἀγάπη εἰλικρινής, ἡ πρὸς τὸν πλησίον καὶ ἁπλῶς ὅσα συνᾴδει τῇ νομοθεσίᾳ τῆς χάριτος· ἅπερ οὐ μόνον οὐκ ἐξέβαλλεν ὁ δεσπότης, ἀλλὰ καὶ βεβαίως φυλάττεσθαι παρέδωκεν, ἅτινα οὐδὲ τῷ δακτύλῳ φησὶν θέλειν τοὺς ἱερέας κινεῖν, ἐξ ὧν αὐτὰ καὶ βαρέα καὶ δυσβάστακτα καὶ τοῖς ἄλλοις νομίζεσθαι πεποιήκασιν. ταῦτα πάντα, φησίν, ἂν λέγωσιν ὑμῖν οἱ ἱερεῖς ποιεῖν, ποιεῖτε μὴ ἔχοντες προφάσεως ἀναβολήν, ὅτι ἐκεῖνοι οὐ ποιοῦσιν· καὶ γὰρ οὐδὲ κατὰ τὰ ἔργα αὐτῶν καὶ ὑμᾶς ποιεῖν ἐπιτάσσω· τοὐναντίον δὲ καὶ ἀποτρέπω. κατὰ τὰ ἔργα αὐτῶν, φησίν, μὴ ποιεῖτε. πῶς οὖν ἃ λέγουσιν ποιεῖν κελεύεις; ἀκολούθως λίαν, ὅτι αὐτοὶ ἃ λέγουσιν οὐ ποιοῦσιν, ἐν τούτῳ μόνῳ δοκοῦντες εὐδοκιμεῖν, ἐν τῷ τὰς ἐντολὰς τοῦ θεοῦ ἄλλοις ἀναγγέλλειν. εἰ δὲ καὶ ἔπραττον, ἃ ἔλεγον, καὶ ἃ πράττουσιν προσέταττεν ἂν μιμεῖσθαι. διὰ τοῦτο δὲ ταλανίζει αὐτοὺς ὁ δεσπότης, ὅτι ᾔδεσαν αὐτοὶ τὰς ἐντολάς, ὅτι οὐκ ἔπραττον εἰδότες, ὅτι βαρὺ αὐτοῖς καὶ δυσβάστακτον, δι' ὧν οὐκ ἔπραττον, ἐποίουν φορτίον, ὅτι καὶ ἃ ἔπραττον εὐτέλειαν ἔχοντα καὶ ταπεινότητα ἰουδαϊκὴν καὶ αὐτὰ οὐχ ὡς ἐντολὴν ἐποίουν, ἀλλ' ὥστε τοῖς ὁρῶσιν ἀρέσαι. Οὐχ ἁπλῶς φησιν ὁ κύριος, βαρέα τυγχάνει καὶ δυσβάστα κτα, ἀλλὰ κατὰ τὴν τῶν ἱερέων κρίσιν βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, ταῦτα τοῖς ἑτέροις ποιεῖν ἐπιτάττουσιν. 85 Mt 23, 8 10 85 Μὴ διδασκάλους ἑαυτοὺς καινῶν δογμάτων χειροτονήσητε· πάντων γὰρ τῶν καλῶν καὶ θείων μαθημάτων ἐγὼ ὑμῖν ὁ Χριστός εἰμι καθηγητὴς καὶ διδάσκαλος, ὑμεῖς δὲ ἀδελφοὶ καὶ τὰ αὐτὰ παρειλήφατε δόγματα καὶ ἀδελφοὶ διὰ τοῦτο χρηματίζετε πατέρα κοινὸν τὸν ἐν οὐρανοῖς πατέρα κτησάμενοι. ὥσπερ οὖν ὁ πατέρα ἄλλον παρὰ τὸν ἐν οὐρανοῖς ἐπιζητῶν καὶ καλῶν ἐκπίπτει τῆς θαυμασίας ἐκείνης συγγενείας τῶν ἀδελφῶν ἀφαιρούμενος δηλονότι καὶ τὴν τῶν δογμάτων ἀδελφότητα, οὕτως καὶ ὁ τὸν κοινὸν καθηγητὴν παρωσάμενος καὶ ἐκφύλων μαθημάτων καθηγητὴν ἑαυτὸν προστησάμενος ἐξοστρακίζει ἑαυτὸν τῆς τῶν δογμάτων ἀδελφότητος καὶ τῆς συγγενείας τῶν ἀδελφῶν, ὧν ὁ ἐν οὐρανοῖς πατὴρ κοινὸς ὑπάρχει πατήρ. δείκνυσιν δὲ διὰ τούτων, ὅτι, εἰ καὶ αὐτός ἐστιν ὁ διδάσκαλος, ἀλλ' οὖν τὰ διδάγματα αὐτοῦ εἰς υἱοθεσίαν ἄγει τοὺς ἀνθρώπους τοῦ θεοῦ καὶ πατρός. καὶ εἰ ἐκεῖνος υἱοποιεῖται τοὺς ἀνθρώπους, ἀλλ' οὖν οὐκ ἄνευ τῆς διδασκαλίας καὶ προσενέξεως τοῦ υἱοῦ, πανταχοῦ τὸ σύμφωνον καὶ ὁμόγνωμον καὶ ἰσότιμον αὐτοῦ τε καὶ τοῦ πατρὸς ἀναδεικνύς. 86 Mt 23, 11 12 Ἐπειδὴ τοὺς εἰς καινότητα δογμάτων ἐκφερομένους ἔστιν ὡς ἐπίπαν ἰδεῖν κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τοῦτον τὸν ὄλεθρον συμποδιζομένους, ἐκκόπτει λοιπὸν καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς κενοδοξίας ἀμφιστόμῳ καὶ ἠκονημένῃ μαχαίρᾳ· καὶ γὰρ εἰ δόξης καὶ πρωτείων ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ' ἔστιν ταπεινοφροσύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης. εἰ ἐρῶμεν δόξης τυχεῖν καὶ πρωτείων, μισήσωμεν δόξαν καὶ πρωτεῖα· εἰ δὲ οὐδὲ οὕτως πείθεσθε καταφρονεῖν δόξης καὶ πρωτείων, γινώσκετε ὅτι εἰς τοὐναντίον τὰ τῆς σπουδῆς ὑμῖν περιτραπήσεται· ταπεινωθήσεσθε γάρ· καὶ γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. οἱ δὲ τὰς ἐντολάς μου φυλάξαντες καὶ ταπεινωθέντες ὑψωθήσονται· πᾶς γὰρ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἡ γοῦν ταπεί νωσις σύμβολον τῆς τῶν δογμάτων φυλακῆς, ἡ φυλακὴ δὲ σύνδεσμος τῆς συγγενείας τῶν ἀδελφῶν, ἡ δὲ τὸν οὐράνιον πατέρα δείκνυσιν· ἀγαπήσωμεν ἐκ καρδίας τὴν ταπεινοφροσύνην. 87 Mt 23, 15 Τὸ υἱὸν γεέννης ἀντὶ τοῦ· οὕτως ἔχειν οἰκείως δι' ὧν ἁμαρτάνει πρὸς τὴν γέενναν παρασκευάζετε ὡς υἱὸς πρὸς τὴν τεκοῦσαν μητέρα. τὸ δὲ διπλότερον ὑμῶν τὴν ἄκραν αὐτῶν περὶ τοῦ προσηλύτου ῥᾳθυμίαν καὶ ἀμέλειαν δηλοῖ, ὅτι κἂν ἴδητε αὐτὸν διπλότερον ὑμῶν ἐξαμαρτάνοντα καὶ διὰ τοῦτο διπλότερον ὑμῶν υἱὸν γεέννης γινόμενον οὐκ ἐπιστρέφεσθε καὶ διορθοῦσθε, ἵνα διὰ τῆς ὑμῶν ἐπιστροφῆς καὶ διορθώσεως κἀκείνοις μικρᾶς τινος μεταβολῆς ἀφορμὴν καὶ ἐπιμελείας δωρήσησθε. καίτοι εἰ μή τι ἄλλο τὴν ὑμετέραν σπουδὴν καὶ τὸν ἀγῶνα, ἃ καταβάλλειν ὑμῖν ἔθος εἰς τὸ ποιῆσαι προσήλυτον, ἔδει αἰσχυνθῆναι καὶ δυσωπηθῆναι καὶ μὴ σπένδειν μὲν ὑπερβαλλόντως καὶ ἀγωνιᾶν καὶ πάντα πράττειν πρὸ τοῦ ποιῆσαι, ἀμελεῖν δὲ καὶ ὑπερορᾶν, ἀλλὰ καὶ εἰς κακίαν ἐπιτρίβειν μετὰ τὸ ποιῆσαι. Υἱὸν γεέννης γίνεσθαι τινά φησιν διὰ τὸ ἔχειν οἰκείως πρὸς τοὺς Φαρισαίους κακῶς διακειμένους· ὡς γὰρ ὁ υἱὸς πρὸς τὴν μητέρα ἔχει, οὕτως ὁ μανθάνων πρὸς τὸν διδάσκαλον. τὸ δὲ διπλότερον ὑμῶν τὴν ἄκραν αὐτῶν περὶ προσηλύτους ῥᾳθυμίαν καὶ ἀμέλειαν ἐνδείκνυται. 88 Mt 23, 29 32 Οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ ἑξῆς ἀντὶ τοῦ· πληθύνετε καὶ ἐποικοδομεῖτε δι' ὧν καὶ αὐτοὶ προφήτας καὶ δικαίους πρόθυμοί ἐστε ἀποκτενεῖν, καίτοι λέγοντες ὅτι εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν καὶ ἑξῆς. ὥστε μαρτυρεῖτε ἑαυτοῖς ἐξ ὧν τε πληθύνειν καὶ ἐποικοδομεῖν τάφους προφητῶν καὶ δικαίων ἐπιθυμεῖτε, ἐξ ὧν τε λέγετε, ὅτι εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων καὶ ἑξῆς. δι' ἀμφοῖν οὖν μαρτυρεῖτε, ὅτι υἱοὶ τῶν προφητοκτόνων ἐστέ. διὸ καὶ δικαίως αὐτοὺς ὁ δεσπότης ταλανίζει, ὅτι ἃ ἐκάκιζον πράττειν ἐπεθύμουν. διὸ καὶ ἐπάγει· καὶ ὑμεῖς πληρώσατε καὶ ἑξῆς ἀντὶ τοῦ· ὅπερ τῇ μελέτῃ καὶ τοῖς πονηροῖς λογισμοῖς καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διεπράξατε, πληρώσατε κατὰ τὸ μέτρον τῶν πατέρων ὑμῶν, τοῦτ' ἔστιν εἰς ἔργον αὐτὸ καὶ πρᾶξιν ὁρωμένην ἐξάγοντες· καὶ γὰρ μέτρον ἦν τοῖς πατράσιν αὐτῶν τῆς κατὰ τῶν προφητῶν ἀγανακτήσεως καὶ ὕβρεως ὁ βίαιος καὶ δι' ἀτιμίας θάνατος, ὃν οὗτοι κατὰ τοῦ κοινοῦ τῶν ὅλων δεσπότου ἐκμανέντες ἐξεπλήρωσαν. τὸ δὲ καὶ ὑμεῖς πληρώσατε οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ ἀποτρέποντος μᾶλλον καὶ κωλύοντος· καὶ γὰρ οὐ μόνον ἐξ ἀποφάσεως πολλάκις κωλύειν εἰώθαμεν, οἷον μὴ ποιήσῃς τόδε, ἀλλ' ἐνίοτε καὶ ἐκ καταφάσεως καὶ τότε μάλιστα ἡνίκα ἐστὶν πρόδηλος ἡ ἀτοπία τῆς πράξεως· ἐπὶ γὰρ τῶν τοιούτων καὶ διὰ τῶν ἐναντίων τὴν ἀποτροπὴν ἐκτελεῖν εἰώθαμεν, οἷον ποίησον τόδε, ἄνελε σαυτόν, ἄνελε τὸν σαυτοῦ πατέρα, ἀπότρεχε εἰς τὸν τῆς θαλάσσης βυθόν· ταῦτα γάρ τισιν ἐπιτιμῶντες λέγομεν ἄντικρυς ἀποτρέποντες κατὰ τὴν πρόδηλον μέν, σιωπωμένην δὲ δι' αὐτὸ τοῦτο τὴν διάνοιαν, οἷον εἰ οὐκ αἰσχύνῃ, εἰ οὐ πέφρικας, ἄνελε τὸν πατέρα, εἰ μέμηνας, εἰ ἐξέστηκας, ἄνελε σαυτόν· ῥῖψον σεαυτὸν κατὰ κρημνοῦ, εἰ τολμᾷς. διὸ καὶ ὁ δεσπότης καὶ προεπιτιμήσας διὰ τὸ υἱοὺς αὐτοὺς τῶν προφητοκτόνων εἰπεῖν καὶ πικρότερον ἐπικαθαψάμενος μέσον τέθεικεν τὸ πληρώσατε· ὅπερ ἀποτρέποντος καὶ κωλύοντος ἦν οὐχ ὅτι αὐτὸς ἐδεδίει τὸν θάνατον, ἀλλ' ὅτι τῆς ἐκείνων ἐφρόντιζε σωτηρίας. Οἰκοδομεῖτε τοὺς τάφους, φησίν, πληθύνοντες ἅμα καὶ δει κνύντες τὴν τόλμαν τῶν προγόνων καὶ πρόθυμοι ὄντες παραπλησίως ἐκείνοις προφήτας τε καὶ δικαίους ἀποκτενεῖν. διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι. καὶ ὑμεῖς πληρώσατε, φησίν, τὸ μέτρον τῶν πατέρων ὑμῶν, τοῦτ' ἔστιν ὅπερ τῇ διανοίᾳ ὑμῶν τῇ πονηρᾷ καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διαπράξασθαι βούλεσθε, πληρώσατε αὐτὸ κατὰ τὸ μέτρον τῶν πατέρων ὑμῶν, ἤγουν εἰς ἔργον φανερὸν καὶ πρᾶξιν ὁρωμένην ἐξαγάγετε· μέτρον γὰρ ἦν τοῖς πατράσιν αὐτῶν κατὰ τῶν προφητῶν ὁ δι' ὕβρεως καὶ ἀτιμίας θάνατος. τοῦτο δὲ οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ προτρέποντος μᾶλλον· καὶ γὰρ πολλάκις εἰώθαμεν κωλύειν τινὰς οὐκ ἀπαγορεύοντες τὸ ἔργον, ἀλλὰ μᾶλλον διεγείροντες πρὸς αὐτό. 89 Mt 24, 28 Ὥσπερ τὰ τῶν πτηνῶν σαρκοβόρα ἐπὶ τὰ πεπτωκότα σώματα τρέχει, οὕτως καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐρχομένου πάντες οἱ ἀετοὶ συναχθήσονται ἐπ' αὐτὸν ἤτοι οἱ εἰς τὰ ὑψηλὰ πετόμενοι καὶ ἀνωτάτω τῶν ἐπιγείων πραγμάτων. 90 Mt 26, 6 13 ∆είκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ Χριστῷ ἔκ τε τοῦ πανευλαβῶς προσελθεῖν καὶ ἐκ τοῦ μύρον προσενεγκεῖν καὶ ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν προσελθεῖν καὶ ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως τυχεῖν καὶ οὐχ ὡς ἄνθρωπον ψιλόν, ἀλλ' ὡς κρείττονα πολλῷ τῆς ἀνθρωπίνης φύσεως ἡγησαμένη. Ἐκ πολλῶν δείκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ Χριστῷ· καὶ πρῶτον μὲν ἐκ τοῦ εὐλαβῶς εἰσελθεῖν πρὸς αὐτόν, εἶτα καὶ ἐκ τοῦ προσενεγκεῖν τὸ μύρον καὶ ἔτι ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν αἰτῆσαι· τὸ δὲ ἀκροτελεύτιον ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως τυχεῖν. 91 Mt 26, 6 13 Καὶ ταύτης τὴν διάθεσιν ὁ καρδιογνώστης θεὸς ἡμῶν εἰδὼς καὶ ἀνέχεται τῷ προσαχθέντι μύρῳ τὴν κεφαλὴν ἐπιχεθῆναι καὶ ἀποδέχεται ἐκ τηλικαύτης διαθέσεως προελθοῦσαν τῆς γυναικὸς τὴν πρᾶξιν· καλὸν γάρ, φησίν, ἔργον ἐποίησεν· ἀπὸ γὰρ καλῆς καὶ θαυμασίας αὐτὸ γνώμης διεπράξατο ἔχουσα παραδείγματα τήν τε στήλην , ἣν ἤλειφεν ὁ Ἰακὼβ τῷ θεῷ καὶ τὰ προσφερόμενα ἐν ταῖς θυσίαις ἔλαια τῷ θεῷ. ἀλλ' ὁ μὲν δεσπότης ὡς πάντα εἰδὼς οὕτω καὶ τῆς γυναικὸς ἀπεδέξατο τὴν πρᾶξιν. οἱ δὲ μαθηταὶ τὸ φαινόμενον μόνον ὡς ἄνθρωποι ὁρῶντες τὴν τοῦ μύρου κένωσιν ἐπετίμων τὸ γινόμενον, οὐχ ἁπλῶς δέ, ἀλλ' εἰς τὴν τῶν πενήτων αὐτὸ εὐποιΐαν φάσκοντες ἐχρῆν διαπραθῆναι καὶ δοθῆναι· τοῦτο γὰρ ἦσαν μεμαθηκότες ὑπὸ τοῦ διδασκάλου περισπούδαστον ὑπάρχειν θεῷ τὴν περὶ τοὺς δεομένους ἐλεημοσύνην· ἔλεος γάρ, φησίν, θέλω καὶ οὐ θυσίαν καὶ τοῖς ἐλεήσασιν εἰς κληρονομίαν ἑτοιμάσθαι τὴν οὐράνιον βασιλείαν ἔναγχος ἦσαν ἀκηκοότες καὶ μυρία ἄλλα. οὐ πάντες δὲ οἱ μαθηταὶ ὁμοίως ἀγανακτοῦντες λέγουσιν· εἰς τί ἡ ἀπώλεια τοῦ μύρου καὶ ἑξῆς, ἀλλ' οἱ μὲν ἄλλοι φροντίδι καὶ προκρίσει ἐλεημοσύνης, ὁ δὲ Ἰούδας παραπέτασμα μὲν τὴν ἐλεημοσύνην ποιεῖται, ἔρωτι δὲ φιλαργυρίας τὴν ἀγανάκτησιν ἐπεδείκνυτο· τοῦτο γὰρ καὶ ὁ Ἰωάννης ἐδήλωσεν παραπλησίᾳ πράξει, ἣν ἡ τοῦ Λαζάρου ἀδελφὴ Μαρία ἐποίησεν ἑστιωμένου τοῦ δεσπότου ἐν τῇ οἰκίᾳ Μάρθας καὶ αὐτῆς τοῦ Λαζάρου οὔσης ἀδελφῆς· καὶ γὰρ καὶ τότε ἡ Μαρία μύρον ἐκένωσεν ἐπὶ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ οἱ μὲν ἄλλοι μαθηταὶ οὐδὲν φαίνονται εἰπόντες ἅτε δὴ μὴ πρόχειροι ὄντες μηδὲ προπετεῖς τοῖς τοιούτοις ἐπιτιμᾶν. ὁ δὲ ἀναίσχυντος Ἰούδας καὶ ἐπ' ἐκείνης τῆς πράξεως τὴν αὐτὴν ῥήξας ὁρᾶται φωνήν· διὰ τί γὰρ τοῦτο τὸ μύρον οὐκ ἐπράθη καὶ ἐδόθη πτωχοῖς . διὸ ἐπήγαγεν ὁ εὐαγγελιστής· οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχεν· πῶς γὰρ ἂν ἔμελεν αὐτῷ περὶ τῶν πτωχῶν τῷ καταφρονητῇ τῶν διδασκαλικῶν ἐντολῶν, ἐξ ὧν καὶ ἡ περὶ τῶν πτωχῶν ἐγκατεβάλλετο φροντίς. ἀγανακτοῦσιν μὲν οὖν ὡς ἔφην κοινῶς οἱ μαθηταί, οὐχὶ πάντες δὲ ὡσαύτως οὐδ' ἀπὸ τῆς αὐτῆς καὶ ὁμοίας διανοίας, ἀλλὰ οἱ μὲν ἄλλοι ἐλεημοσύνης τε πολὺν λόγον ἔχοντες καὶ μηδὲ ἐναντία λέγειν δοκοῦντες τῆς τοῦ δεσπότου γνώμης, εἰ γυναῖκα ἐπιτιμῶσιν κατεγνωσμένην τοιαῦτα τολμῶσαν. διὸ οὐδὲ φαίνονται ἐνοχλήσαντες πρὶν τῇ παραπλήσιον αὐτῇ ποιησάσῃ Μαρίᾳ τῇ τοῦ Λαζάρου ἀδελφῇ ἐπ' εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρουμένῃ. ὁ δὲ Ἰούδας φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαργυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν ἀφορῶν δύο ἐπάγει αἰτίας, ὅτι μὴ δεῖ ἐπιτιμᾶν τῇ γυναικί· μίαν μὲν ὅτι καλὸν ἔργον ἐποίησεν, ὃ τοῖς εὐγνώμοσιν τῶν μαθητῶν ἐξήρκει μόνη ἡ τοῦ διδασκάλου μαρτυρία. ἑτέραν δέ, ὅτι εἰς τὸν ἐνταφιασμόν μου τοῦτο πεποίηκεν, ὅπερ ἄντικρυς εἰς τὸν Ἰούδαν ἀπείρηται οἷον· σὺ ταύτην ἐπιτιμᾷς τὴν γυναῖκα καὶ ἐλεημοσύνης προσποιεῖ φροντίζειν; ὁ εἰς τὸν θάνατον τρέχων τὸν ἐμόν, ὁ κατὰ τοῦ εὐεργέτου φονῶν ἀναξίαν ταύτην κρίνεις μύρον μοι ἐπιχέειν, ὁ τὴν σφαγὴν καὶ τὸν τάφον καὶ τὰ ἐντάφια φανταζόμενος καὶ διαμελετῶν· ἐλεᾷς πτωχὸν ὁ τὸν μὴ ἔχοντα τὴν κεφαλὴν ποῦ κλίνῃ πιπράσκων· οἰκτείρεις ἄλλον ὁ τὸν διδάσκαλον προδιδούς· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῆς τοῦ Λαζάρου ἀδελφῆς ἔλεγεν πρὸς αὐτόν, ὅτε μόνος αὐθαδείᾳ γνώμης καὶ καταφρονήσει τοῦ διδασκάλου καὶ πάθει φιλαργυρίας ἔφασκεν· διὰ τί μὴ ἐπράθη τοῦτο τὸ μύρον καὶ ἐδόθη πτωχοῖς ; καὶ γὰρ καὶ τότε φησίν· ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό , διὰ πάντων αὐτὸν ἀνακόπτων τῆς ἐγχειρήσεως καὶ πονηρᾶς προαιρέσεως καὶ πρὸ ὀφθαλμῶν ἄγων ἃ ἐμελέτα τε καὶ ἔμελλεν πράττειν. ἀλλ' οὐδὲν ὀνίνησιν ψυχὴν φιλαργυρίᾳ καὶ ἀπογνώσει σὺν ἀπονοίᾳ καταποθεῖσαν· καὶ τοὺς πτωχοὺς δὲ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε τῆς αὐτῆς ἐννοίας ἐξῆπται. τί, φησίν, τοὺς πτωχοὺς προφασίζῃ, εἰ ἐμὲ ὀλίγον συνδιαιτηθέντα χρόνον καὶ ταχὺ ἀφεστάναι μέλλοντα οὕτως βαρὺν καὶ φορτικὸν ἡγήσω, ὥστε καὶ εἰς θάνατον προδιδόναι καίτοι μυρίων ἀπολαύσας ἀγαθῶν; εἰς οὓς καὶ τὰ σὰ δεῖ σε κενοῦν καὶ μεθ' ὧν ὅλον συναναστρέφεσθαι τὸν βίον ἀνάγκη, τούτους σὺ ἀβαρῶς οἴσεις καὶ ἐλεεῖν προθυμηθήσῃ; ∆εῖ δὲ εἰδέναι, ὅτι τρεῖς φαίνονται γυναῖκες παρὰ τοῖς εὐαγγελισταῖς ἀλείψασαι τὸν κύριον μύρῳ καὶ αἱ τρεῖς ἀπὸ πολλῆς πίστεως καὶ διαπύρου πόθου, πρώτη ἡ παρὰ τῷ Λουκᾷ, δευτέρα ἡ παρὰ τῷ Ἰωάννῃ καὶ τρίτη ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ· οὗτοι γὰρ οἱ δύο τῆς αὐτῆς μνημονεύουσιν. ἀλλ' ἡ μὲν παρὰ τῷ Ἰωάννῃ ἐπ' εὐλαβείᾳ ἐγνωρίζετο, αἱ δὲ ἄλλαι δύο τῶν κατεγνωσμένων ἐτύγχανον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τῆς οἰκείας ἀδελφῆς Μάρθας ἐπέχεεν τὸ μύρον· τῶν δὲ ἡ μὲν ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἡ δὲ ἐν οἰκίᾳ τοῦ Φαρισαίου. καὶ ἡ μὲν εὐχαριστήριον ἄγουσα τῆς ἐγέρσεως τοῦ ἀδελφοῦ Λαζάρου ἐπιχέει τὸ μύρον, τούτων δὲ ἑκατέρα ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν. καὶ ἐξ ἄλλων δὲ ἔστιν ἰδεῖν τὴν διαφορὰν τῶν τριῶν· ἡ μὲν γὰρ πρὸ ἓξ ἡμερῶν τοῦ νομικοῦ πάσχα πρόσεισιν τῷ Ἰησοῦ· ἡ δὲ πρὸ δύο ἡμερῶν, ἡ δὲ ἔμπροσθεν πολλῷ χρόνῳ [ὡς] ἡ παρὰ τῷ Λουκᾷ. καὶ ἡ μὲν πρὸ ἓξ τοὺς πόδας ἀλείφει μὴ κλαίουσα· εὐφροσύνης γὰρ καὶ εὐεργεσίας τετελεσμένης τὸ γινόμενον χαριστήριον ἦν. ἡ δὲ πρὸ δύο ἡμερῶν οὐ κλαίει μὲν οὐδ' αὐτὴ τῇ ζεούσῃ πίστει καὶ τῷ πολλῷ πόθῳ ὅλη ἀναφλεχθεῖσα, ὑπὸ πολλῆς δὲ τῆς προθυμίας καὶ δὴ καὶ τῆς πρὸς τὸν δεσπότην εὐλαβείας οὐδὲ ἀλείφειν καὶ ἐφάπτεσθαι τοῦ δεσποτικοῦ καὶ ἀχράντου σώματος ἐπιχειρεῖ, ἀλλ' ὅλον ἀθρόον συντρίψασα τὸ ἀλάβαστρον ἐπιχέει τῇ δεσποτικῇ κεφαλῇ. ἡ μέντοι παρὰ τῷ Λουκᾷ τοὺς πόδας ἀλείφει μύρῳ , δάκρυσιν δὲ μιγνῦσα τὸ μύρον. καὶ αὐτὴ μὲν ταῖς θριξὶν ἐξέμασσεν τοὺς πόδας τοὺς δεσποτικοὺς ὡς καὶ ἡ τοῦ Λαζάρου ἀδελφή, ἡ δὲ τὸ ἀλάβαστρον συντρίψασα καὶ ἐπιχέασα τῇ κεφαλῇ οὐδὲ προσψαῦσαι ὡς ἔφαμεν ἐτόλμησεν. καὶ ἐπὶ μὲν τῇ τοῦ Λαζάρου ἀδελφῇ ὁ Ἰούδας μόνος ἠγανάκτει καὶ διεγόγγυζεν, ἐπὶ δὲ τῇ συντριψάσῃ τὸ ἀλάβαστρον καὶ οἱ λοιποὶ μαθηταί. ἐπὶ δὲ τῇ παρὰ τῷ Λουκᾷ οὐδεὶς μὲν τῶν μαθητῶν, ὁ δὲ ὑποδεξάμενος εἰς τὴν οἰκίαν Φαρισαῖος, ὃν ἔδει μᾶλλον χαίρειν καὶ πλέον καταρτίζεσθαι τῇ πίστει, ὅτι ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν ἑώρα, αὐτὸς μόνος ἐσκανδαλίζετο. καὶ ταύτῃ μὲν εἴρηται· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου καὶ ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην , τῇ δὲ συντριψαμένῃ τὸ ἀλάβαστρον εἴρηται, ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὃ ἐποίησεν αὕτη κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ κηρύσσεται καὶ μακαρίζεται τούτων ὁμοίως ἑκάστη, ἀλλ' ἑκατέρᾳ τούτων τὸ μᾶλλον ἁρμόζον εἰς παραμυθίαν ῥηθῆναι τοῦτο εἰπών· καὶ γὰρ ἐκείνῃ μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παράχρησίν τινα καὶ κακὸν ἐργασαμένῃ· περὶ ταύτης δὲ διεγόγγυζεν ὁ Φαρισαῖος ὡς ἁμαρτωλοῦ. διὸ ταύτῃ μὲν μισθὸς ἐρρήθη ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἐκείνῃ δὲ μισθὸς ἀνεκηρύχθη τὸ εἰς πάντας ἐξενεχθῆναι τὴν πρᾶξιν καὶ παρὰ πάντων μακαρισθῆναι. τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδὲν τοιοῦτον ὑπεσχέθη, ἐπειδὴ οὐδὲ ἐκείνη ὑπὲρ προσδοκωμένης εὐεργεσίας τινὸς προσῆγεν τὸ μύρον, ἀλλ' ὑπὲρ ὧν ἐπὶ τῇ ἐγέρσει τοῦ ἀδελφοῦ εὐηργέτητο. Ἔστιν δὲ καὶ ἄλλη ἐν ταῖς μακαρίαις ταύταις γυναιξὶν διαφορά, ὅτι ἡ μὲν τῷ μύρῳ τὰ δάκρυα μίξασα καὶ κατεφίλει τοὺς πόδας τοὺς δεσποτικούς, τῶν δὲ λοιπῶν δύο οὐδεμία· αἱ μὲν οἶμαι μὴ τολμῶσαι, ἀλλ' ὑπὸ εὐλαβείας χαλινωθεῖσαι, ἡ δὲ ἐκνικηθεῖσα τῷ πόθῳ καὶ ταῖς τῶν δακρύων αἷς ἔβρεχεν τοὺς πόδας κατὰ μικρὸν παραθαρρήσασα ῥοαῖς. Ἄλλως τε δέ. καὶ εἰ ἔμελλόν τι τοιοῦτο ποιεῖν, προσεπεσχέθησαν· προλαβὼν γὰρ ὁ Φαρισαῖος καὶ διεγόγγυσεν καὶ μετὰ δικαίου ἐπετιμήθη τοῦ ἐλέγχου. ἐπὶ δὲ τῆς τοῦ Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσιν ἀπό τε τῆς εὐλαβείας ἐπεχόμενοι τῆς γυναικὸς καὶ ἀπὸ τοῦ ἐνεστηκότος θαύματος καὶ ὅτι καὶ αὐτὴ οὐ τὴν κεφαλήν, ἀλλὰ τοὺς πόδας ἤλειφεν . ὁ μέντοι γε Ἰούδας ἀγανακτεῖ ἤδη κάτοχος τῇ φιλαργυρίᾳ γενόμενος καὶ τοῖς τῆς προδοσίας λογισμοῖς πολιορκούμενος. ἐπὶ μέντοι τῆς τρίτης ἅπαντες ἀγανακτοῦσιν, οὐκ ἀπὸ τῆς αὐτῆς δὲ γνώμης καὶ διαθέσεως, ἀλλ' ὁ μὲν Ἰούδας, ὡς καὶ ἀνωτέρω ἔφαμεν, ὑπὸ φιλαργυρίας καὶ ἀπονοίας καὶ τῆς πρὸς τὸν διδάσκαλον ὑπεροψίας, οἱ δὲ ἄλλοι ὑπὸ ἐλεημοσύνης καὶ φιλοπτωχίας καὶ τῆς περὶ τὸν διδάσκαλον τιμῆς καὶ εὐλαβείας· οὐ γὰρ ἀπεικὸς ἐνόμιζον ποιεῖν μὴ ἀνεχόμενοι γυναῖκα ἁμαρτωλὸν τῆς ἀχράντου κεφαλῆς ἐκείνης, εἰ καὶ μύρον ἦν τὸ κενούμενον, τοῦτο καταχέειν. εἰκὸς δὲ αὐτοὺς καὶ τοῦτο διαλογίσασθαι, ὅτι εἰ ὁ διδάσκαλος πάντων μὲν ὀλιγωρεῖ, πρὸς δὲ τὸν θάνατον ἐπείγεται (καὶ γὰρ συνεχῶς αὐτοῖς ἤδη τοῦτο ἐπέλεγεν), εἰ οὗτος οὖν εἰς τὸ ἀποθανεῖν ἑτοιμάζεται, τίς ἡ ὠφέλεια τοῦ μύρου, ὅτι κενοῦται; διὸ καὶ ὁ δεσπότης πρὸς τὴν αὐτὴν ἀποφαινόμενος διάνοιάν φησιν· εἰς τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησεν , μονονουχὶ λέγων, ὅτι ἐξ ὧν ὑμεῖς λογίζεσθε, ὅτι οὐκ ἔδει ἐπιχεθῆναί μοι τὸ μύρον ὀλιγωροῦντι πάντων καὶ πρὸς θάνατον ἐπειγομένῳ, ἐκ τούτου μᾶλλον ἐγὼ τὴν γυναῖκα ἐπαίνοις στεφανῶ· εἰς γὰρ τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησεν . καὶ πρὸς μὲν τοὺς ἄλλους μαθητὰς οὕτως ἁρμόσαι ἂν εἰρῆσθαι ὁ λόγος ὁ δεσποτικός, πρὸς δὲ τὸν Ἰούδαν ὡς προείρηται· πρὸς γάρ τοι τὴν τῶν λογισμῶν διαφορὰν τῶν τὴν ἀγανάκτησιν ἐνδειξαμένων εἰκὸς ἦν καὶ τὸν δεσπότην ταῖς ἑκατέρων γνώμαις ἁρμόζοντα τὸν λόγον εἰρηκέναι καὶ τοὺς ἀκούσαντας πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν ἐξειληφέναι. 92 Mt 26, 34 Τὸ τρὶς ἀπαρνήσῃ με ἢ τῷ πρὶν ἀλέκτορα φωνῆσαι δύναται συναφθῆναι καὶ τὴν δοκοῦσαν τῶν εὐαγγελιστῶν διαφωνίαν αὐτόθεν λῦσαι ἢ πρὸς τὸ τρὶς ἀπαρνήσῃ με ὡς οἱ πλείους ἐξέλαβον συνεξακουσθῆναι καὶ ἐπίλυσιν δέξασθαι καθὼς καὶ οὕτως ὁ μακάριος Ἰωάννης ἐπελύσατο. Φωνεῖ ὁ ἀλέκτωρ καθ' ἕκαστον φωνήσεως καιρὸν οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ τρίτον καὶ ἐπέκεινα καὶ ταῦτα οὐ κατὰ συνέχειαν, ἀλλὰ καὶ μετά τινος διαστήματος, ὥστε τὴν ὅλην ἐκφώνησιν ἐκ διαφόρων τε φωνήσεων συνεστάναι καὶ τὸν ὅλον τῆς ἐκφωνήσεως καιρὸν ἐκ τῶν κατὰ μέρος συμπληροῦσθαι διαστημάτων. ἔχει οὖν ἡ πρώτη ἀλεκτοροφωνία διαφόρους φωνήσεις καὶ ἀνάλογα διαστήματα, ἡ δευτέρα ὁμοίως καὶ ἡ τρίτη ὡσαύτως. καλεῖται δὲ καὶ ἡ ὅλη ἀλεκτοροφωνία φώνησις καὶ ἕκαστον τῶν ἐν αὐτῇ περιεχομένων φωνήσεων. ὅταν οὖν λέγῃ ὁ Ματθαῖος καὶ ἄλλοι εὐαγγελισταί, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν ὅλην ἀλεκτοροφωνίαν τὴν πρώτην δηλοῖ καί φησιν, ὅτι πρὶν αὐτὴ ἀπαρτισθῇ ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος φησίν· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτοροφωνίᾳ περιεχομένας φωνήσεις δηλοῖ καί φησιν, ὅτι πρὶν ἢ τὰς δύο τὰς κατὰ μέρος φωνήσεις προελθεῖν, τρίτον ἀπαρνήσῃ με· ὅπερ καὶ αὐτὸ δηλοῖ, ὅτι πρὶν τὴν ὅλην ἀλεκτοροφωνίαν τὴν πρώτην παρελθεῖν, τρίτον ἀπαρνήσῃ με· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία καὶ τρεῖς καὶ τέσσαρας πολλάκις ἔχει φωνήσεις. λίαν οὖν συμφωνοῦσιν κατὰ τοῦτο ἀλλήλοις οἱ εὐαγγελισταί· ὅτε γὰρ Μᾶρκος καὶ οἱ ἄλλοι εὐαγγελισταὶ τὸ αὐτὸ ὑποδηλοῦσιν, ὅτι οὔπω τῆς πρώτης ἀλεκτοροφωνίας ὅλης ἀπαρτισθείσης καὶ ἐκφωνηθείσης ὁ Πέτρος τρίτον ἠρνήσατο, ἀλλ' οἱ μὲν ἄλλοι ὁλοσχερέστερον καὶ κεφαλαιωδέστερον αὐτό φασιν· οὐ γὰρ ἐπισημαίνονται ἐν ποίᾳ ἐκφωνήσει τῆς πρώτης ἀλεκτοροφωνίας ἢ ἡ πρώτη ἢ ἡ δευτέρα ἢ ἡ τρίτη ἄρνησις τοῦ Πέτρου ἐγένετο, μόνον δέ φασιν, ὅτι τρίτον ἀρνησαμένου εὐθέως φώνησις γέγονεν ἀλέκτορος, ἆρα δὲ ἡ πρώτη τῆς πρώτης ἀλεκτοροφωνίας ἦν αὕτη ἡ φώνησις ἢ ἡ δευτέρα, οὐδὲν ἐπιδηλοῦσιν. ὁ μέντοι γε Μᾶρκος πάντα μετὰ ἀκριβείας λέγει· φησὶν γὰρ μετὰ τὴν πρώτην ἄρνησιν· καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν . ἰδοὺ ἔχεις τὴν πρώτην ἄρνησιν, ὅτι ἐγγὺς τῆς πρώτης φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας ἐγένετο· εἶτα ἡ δευτέρα καὶ ἡ τρίτη ἄρνησις· συνεχῶς γὰρ ἀλλήλαις ἐγένοντο· φησὶν γάρ, ὅτι καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ καὶ ἑξῆς. αὐταὶ οὖν αἱ δύο ἀρνήσεις μεταξὺ γεγόνασιν τῆς πρώτης καὶ δευτέρας φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας· φησὶν γάρ· ἤρξατο ὀμνύναι, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν . ταύτης οὖν τῆς φωνήσεως καὶ οἱ ἄλλοι εὐαγγελισταὶ μνημονεύσαντες οὐκ ἐπεσημήναντο ὥσπερ οὗτος, ὅτι ἡ ἐκ δευτέρου ἦν, τοῦτ' ἔστιν ἡ δευτέρα φώνησις τῆς πρώτης ἀλεκτοροφωνίας ἦν. διὸ καὶ διαφωνίας ἐδόκει φαντασία τοῖς ῥητοῖς ὑπάρχειν. διὰ τί δὲ μὴ κατὰ τὴν πρώτην φώνησιν τῆς πρώτης ἀλεκτοροφωνίας ἤδη τὸ πρῶτον ἀρνησάμενος ὁ Πέτρος ἀνεμνήσθη τὸ ῥῆμα; ὅτι οὔπω ἦν τὸ τρίτον ἀρνησάμενος καὶ οὔπω τελείως κατανυγεὶς ἦν τὴν διάνοιαν καὶ τὴν πολλὴν χαλάσας τῆς αὐθαδείας προπέτειαν, ἀλλ' ἔτι ὑπόθερμος ἦν καὶ φιλόνεικος ὡς οὐ τελείως ἀρνήσεται. διὸ καὶ ἀφίησιν αὐτὸν ὁ δεσπότης οὐ μόνον ἀρνήσασθαι, ἀλλὰ καὶ τρὶς ἀρνήσασθαι καὶ οὐ μόνον τρίς, ἀλλὰ καὶ μετὰ ὅρκου ἀρνήσασθαι. ὅταν οὖν μέγα τὸ πτῶμα γένηται, καὶ τὸ σημεῖον τοῦ πτώματος ἠκολούθησεν ἡ τοῦ ἀλέκτορος φωνὴ καὶ ὁ δεσπότης ἐξερχόμενος ἐνέβλεψεν αὐτῷ· τότε ἀνεμνήσθη τὸ ῥῆμα , τότε ἀπέστη τοῦ θαρρεῖν, τότε ἐπέγνω τὸ πτῶμα, τότε ἰάτρευσεν τὸ τραῦμα. καὶ ὅρα, πόσα συνέδραμον, ἵνα εἰς συναίσθησιν αὐτὸν ἀγάγωσιν τοῦ πτώματος· αὐτὸ τὸ μέγεθος τοῦ ἁμαρτήματος, τὸ σημεῖον τοῦ ἁμαρτήματος, αὐτὸς ἐμβλέψας ὁ δεσπότης. καὶ τίνα τότε; τὸν Πέτρον, τὴν πέτραν, τὸν θερμόν, τὸν κλειδοῦχον, τὸν πρὸς θάνατον ἕτοιμον, τὸν κορυφαῖον, τὸν πλέον τῶν ἄλλων φιλοῦντα τὸν κύριον. φύγωμεν οὖν, ἀγαπητοί, ἐννοοῦντες ταῦτα τὸ πεποιθέναι ἑαυτοῖς καὶ νομίζειν δύνασθαί τι ἀγαθὸν ἐξανύσειν ἐξ ἰδίας μόνης προθυμίας. κακὸν τὸ πάθος, χαλεποὺς ἐγείρει τοὺς μώλωπας. συγχωρεῖ τε τῷ Πέτρῳ πεσεῖν ὁ Χριστός, ἀποστῆναί τε αὐτόν, ὡς ἔφημεν, τοῦ μὴ πεποιθέναι ἑαυτῷ, ἀλλὰ πᾶν κατόρθωμα τῆς ἄνωθεν χάριτος ἡγεῖσθαι παιδεύων καὶ ὅτι μεγάλα ἦν ἐμπεπιστευμένος· πέτρα γὰρ τῆς ἐκκλησίας καὶ τὰς κλεῖς αὐτὸς ἐδέξατο καὶ μυρία ἄλλα. ἵνα οὖν μὴ ὑπεραρθῇ, ταῦτα ᾠκονόμητο· λέγει γὰρ καὶ ὁ Παῦλος· ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ καὶ τὰ ἑξῆς. εἰ δὲ τὰ σωματικὰ πάθη κωλύουσιν ὑπεραίρεσθαι, τὸ τῆς ψυχῆς αὐτῆς καθαψάμενον μᾶλλον. ἄλλως τε. ἐπειδὴ τὸν κόσμον ἦν ἐμπεπιστευμένος διδάσκειν καὶ ὁδηγεῖν, ἵνα μὴ θερμὸς ὢν πικρότερον καὶ ἀσυγγνώστως ἐπεξέρχηται τοὺς ἀσθενείᾳ σαρκὸς τῶν ὑψηλοτέρων ὀλισθαίνοντας, παραχωρεῖται πεσεῖν, ἵνα τῷ οἰκείῳ πάθει συγγνωμονικώτερος καὶ αὐτὸς τοῖς ἁμαρτάνουσιν ἂν μετανοῶσιν γίνηται. καὶ εἰς ἡμετέραν δὲ νουθεσίαν καὶ ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώμεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώμεθα, ἵνα ἂν ὑπὸ τοῦ πο νηροῦ σκελισθῶμεν ἔν τινι, μὴ ἀπογνῶμεν, ἀλλ' ἐπὶ τὴν μετάνοιαν καὶ τὰ δάκρυα καὶ τὸν τῆς καρδίας συντριμμὸν καὶ τὴν θείαν ἐπικουρίαν εὐθέως τρέχωμεν μηδ' ἐπὶ βραχὺ ἀναβαλλόμενοι. Ὅταν ὁ Ματθαῖος λέγῃ· πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν πρώτην ἀλεκτοροφωνίαν αἰνίττεται τὴν ὅλην δηλονότι. διὸ καί φησιν πρὶν αὕτη ἀπαρτισθῇ, τοῦτ' ἔστιν ἡ ὅλη ἀλεκτοροφωνία, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος λέγῃ· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με , τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτοροφωνίᾳ περιεχομένας φωνήσεις δηλοῖ καί φησιν, ὅτι πρὶν τὰς δύο τὰς κατὰ μέρος φωνήσεις παρελθεῖν, τρίτον ἀπαρνήσῃ με· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία τρεῖς καὶ τέσσαρας καὶ πλείους ἔχει φωνήσεις, ὥστε συμφωνοῦσιν μᾶλλον ἀλλήλοις οἱ εὐαγγελισταί. 93 Mt 26,45 46 Τὸ καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε οὐκ ἐπιτρέποντος ἦν, ἀλλ' ὀνειδίζοντος, οἷον ἔτι νῦν καθεύδετε καὶ ἀναπαύεσθε καὶ οὔπω ἀνίστασθε οὐδὲ τοῦ παραδιδόντος ἐφεστηκότος αἰσθάνεσθε καὶ οὐ συναποθνῄσκειν ὑπέσχεσθε ὑπὲρ ἐμοῦ; 94 Mt 27,51 Ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ τὰ ἀθέατα πᾶσιν πλὴν τοῖς ἱερεῦσιν καὶ ἄψαυστα θεατὰ πᾶσιν ἤδη καὶ ψαυστὰ μηνῦον γινόμενα· τῆς γὰρ καινῆς διαθήκης εἰς τὰ τῆς οἰκουμένης πέρατα διαλαμπούσης καὶ τῆς νομικῆς λατρείας παυομένης καὶ τὰ ἅγια τῶν ἁγίων λεγόμενα, ἅτινα ἀθέατα καὶ ἄψαυστα ἐτύγχανεν, πᾶσιν θεατὰ καὶ ψαυστὰ γεγόνασιν, οὐ τοῖς Ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀλλοφύλοις καὶ πολεμιωτάτοις, ὅτε καὶ αὐτὸς ὁ ναὸς εἰς προνομὴν καὶ σκῦλα παρεδόθη τοῖς ἐκπολιορκήσασιν τὴν Ἰερουσαλήμ. Ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ καὶ ὤφθησαν τὰ ἀθέατα. τοῦτο σημαῖνον τὸ τὴν καινὴν διαθήκην εἰς πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τὴν νομικὴν λατρείαν ἀργῆσαι καὶ τὰ ἅγια τῶν ἁγίων πᾶσι θεατὰ καὶ βάσιμα γεγονέναι. 95 Mt 28, 18 19 Τὸ ἐδόθη μοι πᾶσα ἐξουσία τοῦτο δηλοῖ· ἔπαυσεν τὰ τῆς ἀνθρωπίνης πτωχείας· οὐκέτι κόποι καὶ πόνοι καὶ ἐπιβουλαὶ καὶ ὑποστολαὶ καὶ προδοσία καὶ ῥαπτίσματα· εἰ γὰρ καὶ τὴν ἀνθρωπίνην φύσιν οὐκ ἀπεθέμην, ἀλλὰ τὰ ἀνθρώπινα πάθη πάντα ἀπεθέμην καὶ λοιπὸν ἀπαρακαλύπτως ἐκφαίνω τὴν τῆς θεότητος ἐξουσίαν καὶ τὸ ἀξίωμα, δι' ἧς καὶ οὐρανοῦ καὶ γῆς δεσπότης καὶ δημιουργὸς ἔτι μᾶλλον ἐπιγνωσθήσομαι κηρυττόντων ὑμῶν καὶ μαθητευόντων πᾶσι τοῖς ἔθνεσιν τὴν ἀλήθειαν. ἢ καὶ οὕτως· ἄν τις ἐκλάβοι τὴν διάνοιαν, ὅτι τοῦ μὲν οὐρανοῦ τὴν ἐξουσίαν καὶ πρὶν εἶχον, εἶχον δὲ καὶ τῆς γῆς· ποιητὴς γὰρ καὶ δεσπότης ἁπάντων ὑπῆρχον. νῦν δὲ καὶ ἄλλη μοι προσετέθη καὶ ἐδόθη διὰ τῆς οἰκονομίας ἐξουσία. ποία αὕτη; τὸ κῦρος καὶ κράτος, ὃ διὰ τῆς τῶν πιστευόντων καὶ σῳζομένων προσλαμβάνω σωτηρίας· ἐπειδὴ γὰρ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ δεσπότου ὑπὸ τυραννίδα καὶ δουλείαν ἐτέλει τοῦ διαβόλου τὸ ἀνθρώπινον καὶ τὴν δεσποτικὴν ἐξουσίαν ἀπεσείετο τὰς μὲν αὐτοῦ παρωθούμενον ἐντολάς, ταῖς τοῦ τυράννου δὲ ὑποκύπτον προσταγαῖς, καὶ θυσίαις μὲν καὶ εἰδώλοις ἐγέραιρε τὸν λῃστήν, τὸν δὲ ἴδιον οὐκ ἐπεγίνωσκε δεσπότην καὶ ποιητήν, ταύτης οὖν τῆς τυραννίδος τὸν τύραννον διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν ἔργων καὶ τοῦ πάθους καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καθελὼν καὶ ὅλην εἰς ἑαυτὸν τοῦ πλάσματος μεταστήσας τὴν προσκύνησιν καὶ λατρείαν καὶ ὑπακοὴν λίαν οἰκείως ἔφη καὶ παναληθῶς· ἐδόθη πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· εἶχεν μὲν γὰρ καὶ πρὶν τὴν ἐξουσίαν τοῦ πλάσματος ὡς πλάστης καὶ δημιουργός, προσείληφεν δὲ πόνοις οἰκείοις καὶ θανάτῳ καὶ σταυρῷ καὶ ἣν εἶχεν πρότερον ὁ τύραννος κατ' αὐτοῦ. διὸ καὶ πᾶσα, φησίν, ἐξουσία, τοῦτ' ἔστιν πρὸς ἣν πρότερον εἶχον καὶ τὴν λείπουσαν προσελαβόμην καὶ νῦν ἔχω πᾶσαν, ἥν τε ὡς πλάστης εἶχον καὶ ἣν ὡς σωτὴρ καὶ λυτρωτὴς καὶ λατρευόμενος ὑπ' αὐτῶν προσελαβόμην πᾶν τὸ πλάσμα εἰς τὴν ἐμὴν προσκύνησιν καὶ λατρείαν μεταγαγών. τὸ δὲ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπειδὴ τῶν λατρευόντων αὐτῷ καὶ σῳζομένων ἐπὶ γῆς μέν ἐστιν ἡ πολιτεία, ἐν οὐρανῷ δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, πορευθέντες ἄνευ φόβου καὶ δειλίας καὶ δισταγμοῦ μαθητεύσατε πάντα τὰ ἔθνη καὶ ἑξῆς· τῆς γὰρ ἐμῆς ἐξουσίας ἡ δύναμις προοδοποιήσει καὶ προετοιμάσει λείαν καὶ εὔκολον ὑμῖν τὴν τῆς διδασκαλίας ἐργαζομένη παραδοχήν. ἔστιν δὲ τῶν ἄλλων τῶν εἰρημένων φυλαττομένων καὶ τοῦτο εἰπεῖν, ὅτι ἐπειδὴ ἀναστὰς πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κατεχομένους ῥυσόμενος συνανέστησεν καὶ τὴν κατ' αὐτῶν ἐξουσίαν, ἣν πρότερον ἐκεῖνοις εἶχεν, αὐτὸς ἀνεδέξατο, εἰκότως φησίν· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἐπὶ γῆς μέν, ὅτι τούς τε τάφους ἐκένωσα τῶν σωμάτων καὶ περὶ τοὺς μυχοὺς τῆς γῆς τὰ τοῦ ᾅδου ταμεῖα δοκεῖ· ἐν οὐρανῷ δέ, ὅτι τῶν ἀνισταμένων ὁ κλῆρος ἐν τοῖς οὐρανοῖς. τὸ δὲ πορευθέντες μαθητεύσατε, ὅτι οὕτως ἐξατονήσαντος καὶ καταργηθέντος τοῦ ᾅδου, ὃς τὰς τῶν ἀνθρώπων διὰ τῆς σφῶν ἀπωλείας ὑπεδέχετο ψυχάς, καὶ τῆς ἐξουσίας πάσης εἰς ἐμὲ περιελθούσης ῥᾳδία καὶ ἀταλαίπωρος ἔσται ἡ ἐπιστροφὴ καὶ σωτηρία τῶν ἐθνῶν· καὶ γὰρ οὐδ' ἄλλην τινὰ ὁ δεσπότης φαίνεται ἐξουσίαν ἐν οὐρανῷ προσειληφὼς ἢ ἐπὶ γῆς παρ' ἃς ἔφθημεν εἰπόντες· οὐδὲ γὰρ οὐδ' ἔστιν ἄλλη διαγνωσθεῖσα· ἥ τε γὰρ ἐν τῇ ποιήσει καὶ διακοσμήσει τοῦ οὐρανοῦ ἐξ ἀρχῆς αὐτῷ προσοῦσα ἡ αὐτὴ διαμένει. καὶ ἡ ἐπὶ τῆς γῆς δὲ δημιουργία καὶ προαγωγὴ ἀπαράλλακτός ἐστιν καὶ ἀλλοίωσιν οὐ δεχομένη, ὡσαύτως δὲ καὶ πάντων τῶν ἐμπεριεχομένων ἐν αὐταῖς ὁ αὐτὸς ἀκαινοτόμητος τῆς προαγωγῆς καὶ δεσποτείας ὅρος καθορᾶται. καλῶς ἄρα καὶ οἰκείως ἂν ἐκληφθείη τὸ ἐδόθη μοι πᾶσα ἐξουσία καὶ ἑξῆς ἐκλαμβανόμενον κατὰ τὰς προειρημένας καὶ ἀποδεδομένας ἐννοίας.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία