Sermo catecheticus in pascha Κατηχητικὸς εἰς τὸ ἅγιον πάσχα.

[PG59.721]

Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης πανηγύρεως· εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον· εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα· εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορτάσῃ· εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται· εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω μηδὲν ἐνδοιάζων· εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα.

Φιλότιμος γὰρ ὢν ὁ ∆εσπότης δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, [PG59.722] ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε, πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολὺς, μηδεὶς ἐξέλθοι πεινῶν. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.

Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· [PG59.723] συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος· ἔσβεσεν αὐτὸν ὑπ' αὐτοῦ κατεχόμενος· ἐκόλασε τὸν ᾅδην κατελθὼν εἰς τὸν ᾅδην· ἐπίκρανεν αὐτὸν γευσάμενον τῆς σαρκὸς αὐτοῦ.

Καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· Ὁ ᾅδης, φησὶν, ἐπικράνθη. Συναντήσας σοι κάτω ἐπικράνθη· καὶ γὰρ καθῃρέθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν· ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ· ἔλαβεν ὅπερ ἔβλεπε, [PG59.724] καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἀνέστη Χριστὸς, καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς, καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς, καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστὸς, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Αʹ / In sanctum pascha sermo 1 / Проповедь на Святую Пасху, 1

In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense)

1 Πάσχα μὲν γήϊνον ἑορτάζουσιν Ἰουδαῖοι τὸ οὐράνιον ἀρνησάμενοι, πάσχα δὲ οὐράνιον ἑορτάζοντες ἡμεῖς τὸ γήϊνον ὑπερβεβήκαμεν· καὶ τὸ μὲν παρ' ἐκείνοις ἐπιτελεσθὲν σωτηρίας πρωτοτόκων τῶν ἐν Ἰουδαίοις σύμβολον ἦν, ὅτε τοῖς Αἰγυπτίοις πρωτοτόκοις οὐ συναπώλετο τὰ Ἰουδαίων αἵματι τοῦ θύματος τοῦ πάσχα συμβολικῶς τηρηθέντα, τὸ δὲ παρ' ἡμῖν ἐπιτελούμενον πάσχα τῆς ἁπάντων ἀνθρώπων σωτηρίας ἐστὶν αἴτιον, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπλάστου, ὃς ἐν ἅπασίν ἐστι σωζόμενος καὶ 2 ζωογονούμενος.

Τὰ δὲ μέρη τῶν τελείων καὶ τὰ πρόσκαιρα τῶν αἰωνίων εἰκόνες καὶ τύποι προεμελετᾶτο πρὸς τὴν νῦν ἀνατείλασαν ἀλήθειαν σκιογραφούμενα· ἀληθείας δὲ παρούσης ὁ τύπος ἄκαιρος, ὥσπερ βασιλέως ἐπιδημήσαντος <οὐδεὶς> αὐτὸν ἐάσας τὸν ζῶντα βασιλέα τὴν εἰκόνα 3 προσκυνεῖν ἀξιοῖ. Ἦ δήλη δὴ αὐτόθεν ἡ τοῦ τύπου παρὰ τὴν ἀλήθειαν ἐλάττωσις, ὅπου γε ὁ μὲν τύπος ὀλιγοχρόνιον ζωὴν ἑορτάζει τὴν τῶν Ἰουδαίων πρωτοτόκων, ἡ δὲ ἀλήθεια τὴν διηνεκῆ ζωὴν τὴν ἁπάντων ἀνθρώπων· οὐ γὰρ μέγα τὸ θάνατον πρὸς βραχὺ διαφυγεῖν τῷ μικρὸν ὕστερον ἀποθανου μένῳ, μέγα δὲ τὸ καθόλου θάνατον ἀποφυγεῖν, ὅπερ ἡμῖν 4 περιγίνεται, οἷς "τὸ πάσχα ἐτύθη Χριστός". Καὶ αὐτό γε τὸ τῆς ἑορτῆς ὄνομα πλείστην ἔχει τὴν ὑπεροχὴν ἐπὶ τῆς ἀληθείας ἑρμηνευόμενον· ὑπέρβασις μὲν γάρ ἐστι καθ' ἑρμηνείαν τὸ πάσχα, ὅτε ὑπερέβη τοὺς Ἑβραίων οἴκους ὁ τὰ πρωτότοκα παίων ὀλοθρευτής, ὑπέρβασις δὲ τοῦ ὀλοθρευτοῦ παρ' ἡμῖν ἀληθής, ὅταν καθάπαξ ἡμᾶς ὑπερβαίνῃ πρὸς τὴν αἰώνιον ζωὴν ἀνισταμένους ὑπὸ Χριστοῦ.

5 Οὕτω μὲν δὴ τὴν ὅλην ὑπόθεσιν τοῦ πάσχα θεωρεῖσθαι χρὴ πνευματικῶς καὶ πιστεύεσθαι κατὰ τὰς ἀποστολικὰς ἐξηγήσεις· ποθεῖ δὲ ὁ πιστὸς καὶ τὴν ὅλην ὑποτύπωσιν κατανοῆσαι πῶς ἔχει πρὸς τὴν ἀλήθειαν καὶ ὡσπερεὶ θεωρῆσαι τὰ καθ' ἑαυτὸν πνευματικὰ διὰ τῶν τότε σωματικῶν, ἵν' αὐτῷ καὶ τὰ τοῦ νόμου πάντα οἰκείως ἔχῃ νοούμενα κατὰ Χριστὸν καὶ διὰ τοῦ πνευματικοῦ τὸ σωματικὸν ἐμφανέστερον γένηται καὶ καθάπερ ζωγραφούμενον ἐν τοῖς ὁρατοῖς ἐκφανῇ τὸ ἀόρατον.

6 Ὅτε τοίνυν ἔμελλε τὴν δεκάτην ἐπάγειν πληγὴν Αἰγυπτίοις ὁ θεός–αὕτη δὲ ἦν ὁ τῶν πρωτοτόκων θάνατος–, ἔλεγεν πρὸς τὸν Μωϋσῆν· "Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ", καὶ διέταττεν ἐφ' ἑξῆς τὴν τοῦ πάσχα θυσίαν καὶ τὴν τοῦ αἵματος χρῖσιν ἐπὶ τῶν θυρῶν· καὶ τῇ μὲν τούτου χρίσει σωτηρίαν τῶν πρωτοτόκων ἐπηγγέλλετο· τί δὲ τοῦτό ἐστιν εὐθὺς ἐπὶ τῆς ἀληθείας θεωρούμενον τὸ ἀρχὴν ἐνιαυτοῦ τὸν καιρὸν ἐκεῖνον ὁρίζεσθαι, ἐν ᾧ τὸ πάσχα καὶ ἡ σωτηρία τῶν πρωτοτόκων; ὅτι καὶ ἡμῖν ἀρχὴ ζωῆς αἰωνίας ἡ τοῦ ἀληθινοῦ πάσχα θυσία– αἰῶνος γὰρ ὁ ἐνιαυτὸς σύμβολον, διότι κύκλῳ περιιὼν αὐτὸς εἰς ἑαυτὸν ἀεὶ στρέφεται καὶ εἰς τέλος οὐδὲν ἀποπαύεται–καὶ "πατὴρ τοῦ μέλλοντος αἰῶνός" ἐστι προσαχθεὶς ὑπὲρ ἡμῶν θυσία Χριστὸς καὶ τὸν πρότερον ἅπαντα βίον ἡμῶν ἄκαιρον ποιῶν ἀρχὴν ἑτέρου διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας δίδωσι καθ' ὁμοιότητα τοῦ 7 ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως.

Ὥστε πᾶς ὁ γινώσκων τὸ τεθυμένον ὑπὲρ αὐτοῦ πάσχα ἀρχὴν ἑαυτῷ ζωῆς ὑποτιθέσθω ταύτην, ἀφ' οὗ τέθυται Χριστὸς ὑπὲρ αὐτοῦ· τέθυται δὲ ὑπὲρ αὐτοῦ τότε, ἡνίκα ἂν ἐπιγνῷ τὴν χάριν καὶ συνῇ τὴν διὰ τῆς θυσίας ἐκείνης ζωήν· καὶ τοῦτο γινώσκων τῆς νεαρᾶς ὀρεγέσθω ζωῆς λαμβάνειν τὴν ἀρχὴν καὶ μηκέτι ἀνατρεχέτω πρὸς τὴν παλαιάν, ἧς ἐπὶ τέλος ἔφθασεν· "Οἵτινες" γὰρ "ἀπεθάνομέν" φησι "τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;"

8 Τὸ μὲν δὴ τῆς ἀρχῆς τοῦ ἐνιαυτοῦ σύμβολον τοιοῦτον· "δεκάτῃ" δὲ "τοῦ μηνὸς" κελεύει λαμβάνειν ἕκαστον πρόβατον κατ' οἰκίαν καὶ τοσούτους εἶναι ἐπὶ τῆς οἰκίας τοὺς ἐσθίοντας ὡς ἐξαρκεῖν εἰς τὴν βρῶσιν καὶ μηδὲν περισσεῦσαι, θύεσθαι δὲ "τῇ τεσσαρεσκαιδεκάτῃ" τὸ πρόβατον "πρὸς ἑσπέραν". Οὐκοῦν πέντε μὲν ἡμέρας σύνεστι τὸ θῦμα τοῖς μέλλουσι σώζεσθαι δι' αὐτοῦ· περαιου μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ 9 γίνεται. Τὰ δὲ πέντε διαστήματα ταῦτα τὸν ἅπαντα δείκνυσι χρόνον τοῦ κόσμου διαιρούμενον εἰς πέντε, εἴς τε τὸν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τὸν ἀπὸ Νῶε μέχρι Ἀβραὰμ καὶ τὸν ἐξ Ἀβραὰμ ἐπὶ Μωϋσῆν καὶ τὸν ἀπὸ Μωϋσέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ πέμπτον <τὸν> αὐτῆς τῆς παρουσίας· ἐν ᾧ χρόνῳ παντὶ προὔκειτο μὲν ἀνθρώπῳ ἡ διὰ τοῦ μακαρίου θύματος σωτηρία, οὔπω δὲ ἐτελεῖτο, ἐν δὲ τῷ πέμπτῳ διαστήματι τοῦ χρόνου τὸ πάσχα τὸ ἀληθὲς ἐθύετο καὶ ὁ δι' αὐτοῦ σωζόμενος πρωτόγονος ἄνθρωπος εἰς τὸ διηνεκὲς ἐξῄει φῶς· καὶ τό γε μὴ ἐπ' αὐτῆς τῆς ἑσπέρας ἀλλὰ "πρὸς ἑσπέραν" τὸ πάσχα θύεσθαι ἐδήλου τὸ μὴ ἐν αὐτῷ τῷ τέλει τοῦ πάροντος αἰῶνος ἀλλὰ πρὸς 10 αὐτὸ [τὸ] πάσχειν Χριστόν.

∆ιῃρημένον δὲ οὕτω τὸν χρόνον ἔδειξεν ἡ παραβολὴ <Χριστοῦ> τεμόντος εἰς πέντε τὴν ἡμέραν καὶ τοὺς κεκλημένους εἰς τὸν ἀμπελῶνα, τοῦτ' ἔστιν εἰς τὴν τῆς δικαιοσύνης ἐργασίαν, φάσκοντος καλεῖσθαι τοὺς μὲν ὑπὸ τὴν πρώτην ὥραν, τοὺς δὲ ὑπὸ τρίτην, τοὺς δὲ ὑπὸ ἕκτην, τοὺς δὲ ἐννάτην, τοὺς δὲ ἑνδεκάτην· καὶ γὰρ ἦσαν διάφοροι κλήσεις αὗται καὶ διάφορα δικαιώματα, ἕτερον μὲν τὸ ἐπὶ Ἀδάμ, ἕτερον δὲ τὸ ἐπὶ Νῶε, ἄλλο τὸ ἐπὶ Ἀβραάμ, ἄλλο τὸ ἐπὶ Μωϋσέως, τελευταῖον δὲ καὶ τελεώτατον τὸ ἐπὶ τῆς Χριστοῦ παρουσίας, ὅτε καὶ τῶν ἔργων ὁ μισθὸς ἀποδίδοται πρώτοις τοῖς τελευταίοις κατὰ τὴν σωτήριον παραβολήν, ἐπεὶ πρῶτοι τὴν ἀναγέννησιν ἡμεῖς ἐν βαπτίσματι κομιζόμεθα, οἷς "ἐτύθη Χριστός", ἐφ' ᾧ ἀνέστη καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰς ἀνακαίνισιν ἡμῶν ἐνεφύσησεν.

11 Αὕτη μὲν οὖν ἡ τεσσαρεσκαιδεκάτη μυστικῶς νοουμένη, καὶ τοιοῦτον τὸ τοῦ θύματος σύμβολον καὶ ἡ τὴν θυσίαν διαδεχομένη φωτεινὴ νὺξ καὶ ἡμέρα· τὸ δὲ ὅλον ἐφ' ἑκάστης οἰκίας ἐσθίεσθαι τὸ ἱερεῖον καὶ μὴ ἐκφέρεσθαι τῶν κρεῶν "ἔξω" δηλοῖ μίαν οἰκίαν μόνην ἔχουσαν τὴν ἐν Χριστῷ σωτηρίαν, αὕτη δὲ ἦν ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησία, ἡ πάλαι μὲν ἀλλοτρία θεοῦ, νῦν δὲ μόνη πρὸς θεὸν οἰκείως ἔχουσα διὰ τὸ δέξασθαι τοὺς ἀποσταλέντας παρὰ τοῦ κυρίου Ἰησοῦ, ὥσπερ ἡ τῆς Ῥαὰβ ἡ τῆς πάλαι πόρνης οἰκία τοὺς κατασκόπους ὑποδεξαμένη τοὺς παρὰ Ἰησοῦ μόνη καὶ 12 ἐσώζετο, τῆς Ἱεριχῶ πορθουμένης· ὥστε εἰ καὶ πλείους αἱ τῶν Ἑβραίων οἰκίαι μιᾶς ἔχουσι δύναμιν, ὥσπερ αἱ κατὰ πόλεις καὶ χώρας ἐκκλησίαι πολλαὶ τὸν ἀριθμὸν οὖσαι μία ἐστὶν ἐκκλησία· εἷς γὰρ ἐν αὐταῖς ὁ Χριστὸς ἁπανταχοῦ ὁ τέλειος καὶ ἀμέριστος–διόπερ "τέλειον" ἦν ἐφ' ἑκάστης οἰκίας τὸ ἱερεῖον καὶ οὐκ εἰς διαφόρους ἐμερίζετο· – φησὶ γοῦν ἡμᾶς καὶ ὁ Παῦλος ἕνα εἶναι πάντας ἐν Χριστῷ, διότι καὶ ὁ κύριος εἷς καὶ ἡ πίστις μία.

13 Τὴν οὖν ἕνωσιν τοῦ ἱερείου τὴν ἀδιαίρετον ἀναγκαίως ὁ νόμος εἰς Χριστὸν προετύπου, ἐν ταύτῃ καὶ τὴν τῆς ἐκκλησίας ἕνωσιν προδιατυπῶν· ἐν Χριστῷ μὲν δὴ τὴν σωτηρίαν ἔχομεν καὶ ἐν τῇ θυσίᾳ τοῦ Χριστοῦ, καὶ πάντα τὰ πρὸ τῆς παρουσίας εἰς τὴν παρουσίαν προευτρεπισθέντα γινώσκομεν καὶ τοῦτο μόνον εἰς σωτηρίαν ἁπάσῃ τῇ ἀνθρωπότητι προκείμενον ἐξ ἀρχῆς καθαπερεὶ πρὸ ὀφθαλμῶν τὸν Χριστὸν ὑπὲρ πάντων τυθῆναι, μιᾷ δὲ τῇ ἐκκλησίᾳ προσήκουσαν τὴν σωτηρίαν ταύτην ἐπιστάμεθα καὶ μηδένα τῆς καθολικῆς ἔξωθεν ἐκκλησίας καὶ πίστεως μετέχειν Χριστοῦ δυνάμενον 14 μηδὲ σώζεσθαι· καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ' ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ μετουσίαν ἀλλὰ κενῶς ἐπιφημιζούσας ἑαυταῖς τὸ σωτήριον ὄνομα πρὸς ἀπάτην καὶ βλάβην τῶν ὀνόματι καὶ σχήματι 15 μᾶλλον ἢ ἀληθείᾳ προσέχειν δυναμένων. Μήτε οὖν τὰ παλαιά τις ἀπορρηγνύτω Χριστοῦ μηδὲ ἄνευ Χριστοῦ σώζεσθαί τινα τῶν προτέρων ὑπονοείτω, μήτε τοὺς νῦν παραδιδάσκοντας καὶ τὴν ἀλήθειαν παραχαράττοντας καὶ μάταια παρασκευάζοντας ἐκκλησιῶν σχήματά τε τῆς ἀληθείας ἐκτὸς καὶ ἀλλότρια Χριστοῦ, τοὺς τοιούτους μήτε χριστιανοὺς ὀνομαζέτω τις μήτε κοινωνίαν αἱρείσθω πρὸς αὐτούς· οὐ γὰρ ἔξεστιν, ἐπείπερ οὐκ ἐκκομίζεται τῆς ἱερᾶς οἰκίας τὸ θῦμα οὐδὲ εἰς κοινωνίαν τοῖς "ἔξω" προφέρεται.

16 Εἰς δὲ τὴν τοῦ Κυρίου δόξαν προτετυπωμένον ὁρῶμεν τὸ "τέλειον" εἶναι καὶ "ἄρσεν" καὶ "ἐνιαύσιον" τὸ πρόβατον. "Τέλειον" μὲν γὰρ ὅτι μόνος Χριστὸς ἀνενδεὴς ἐν τῇ πάσῃ ἀρετῇ καὶ κατὰ πάντα τρόπον ἄμωμος καὶ ἐξ ἀρχῆς καὶ εἰς τέλος οὐδεμιᾶς ἐνδέων δικαιοσύνης, ὡς αὐτός φησιν· "Οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην"· διὸ καὶ πάντα τὰ θύματα προσήγετο τέλεια καὶ ἄμωμα, ὅτι καὶ πάντα εἰς τύπον ἐθύετο τοῦ Χριστοῦ, καὶ τοὺς ἱερεῖς ἀρτίους εἶναι καὶ τελείους τοῖς σώμασιν ἐκέλευεν ὁ θεός, ὅτι τοῦ ἀληθοῦς ἱερέως ἦσαν ἅπαντες τύπος.

17 "Ἄρσεν" δὲ τὸ πρόβατον, ὅτι καὶ ἡγεμονικόν, φύσει τὴν ἡγεμονίαν ἔχον, ὥσπερ ὁ ἄρρην ἔχει σωματικὴν ἡγεμονίαν πρὸς τὸ θῆλυ· φύσει γὰρ καὶ ἀληθείᾳ Χριστὸς ἡγεμὼν καὶ βασιλεύς, ἅτε ὢν ἐπουράνιος ἄνθρωπος, καὶ συνταχθεὶς μὲν ἡμῖν ὡς ἀδελφὸς κατὰ τὴν φύσιν τὴν σαρκικήν, ἐφεστὼς δὲ ὡς δεσπότης κατὰ τὴν θεότητα τὴν 18 πνευματικήν. ∆ιὸ καὶ νυμφίος αὐτὸς δὴ καὶ μόνος ὡς νύμφης τῆς πάσης ἀνθρωπότητος, καὶ οὔτε Ἰωάννης νυμφίος ὁ προφητῶν μέγιστος, ὅς γέ φησι περὶ Χριστοῦ καὶ ἑαυτοῦ, περὶ Χριστοῦ μέν· "Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν", περὶ ἑαυτοῦ δέ· "Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται", οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος; "Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ".

19 Ἡγεμὼν οὖν ἀληθῶς καὶ δεσπότης καὶ βασιλεὺς ὁ κύριος, οὐ μόνον ὅτι θεὸς ἦν ἐν ἀνθρώποις, ἀλλὰ καὶ κατὰ τὴν προϋπάρχουσαν θεότητα, ὅτι φύσει βασιλεὺς ἁπάσης τῆς κτίσεως, οὐ χάριτι τὸ βασιλεύειν λαβών, ἀλλ' ἔχων ἐν ἀληθείᾳ καὶ γεννήσει τῇ ἐκ πατρός· ἔτι δὲ καὶ "ἐνιαύσιον" τὸ πρόβατον, ὅπερ ἐδήλου τὸν κύριον νέον ἐπὶ γῆς ὄντα καὶ παλαιότητος οὐδὲν τῆς ἐν ἀνθρώποις ἔχοντα.

20 Εἴ τις οὖν ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον καὶ τῆς ἡμετέρας φύσεως τίθησι τὸν Χριστόν, τούτῳ τὸ πρόβατον οὐκ ἔστι "τέλειον" οὐδὲ "ἄμωμον", οὐδεὶς γὰρ ἄνθρωπος ἄμωμος, τούτῳ τὸ πρόβατον οὐκ ἔστιν "ἄρσεν", οὐδεὶς γὰρ ἀνθρώπων ἡγεμονίαν ἔχει φυσικὴν καὶ ὁλόκληρον πρὸς τοὺς ὁμοφυεῖς ἀνθρώπους· καὶ ὃς ἐν κτίσει τὸν κύριον ἀριθμεῖ καί φησι κεχαρισμένην ἔχειν, οὐκ ἀληθῆ, τὴν θεότητα, οὐδ' οὗτος "ἄρσεν" ἔχει τὸ θυόμενον ὑπὲρ αὐτοῦ πρόβατον, οὐ γὰρ ἔγνω τὸν φύσει βασιλέα ἀλλ' εἰς ἕτερον τὸν μὴ φύσει μηδὲ ἀληθείᾳ περιτρέπει· ἀλλὰ καὶ εἴ τίς <τι> ἐκ τῆς ἀνθρωπίνης παλαιότητος εἰς Χριστὸν ἀνάγει ἢ δεκτικὸν ἁμαρτίας λέγειν τολμᾷ ἢ νόμου δουλείᾳ προσήκοντα ἢ θανάτῳ κατ' ἀνάγκην ὑποκείμενον, οὗτος "ἐνιαύσιον" οὐκ ἔχει τὸ πρόβατον οὐδὲ τῆς καινότητος ᾔσθετο τῆς ἐν Χριστῷ.

21 Ὑπολείπεται τοῦ προβάτου τὸ σύμβολον καὶ τοῦ ἐρίφου κατανοῆσαι. Ἔστι τοίνυν τὸ μὲν πρόβατον κατὰ τὸν Ἡσαίαν ἠπιότητος τῆς Χριστοῦ σύμβολον· "Ὡς πρόβατον" γὰρ "ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", ἔριφος δὲ κατὰ τὸν νόμον ὑπὲρ ἁμαρτίας θῦμα. "Χίμαρον" γάρ φησι "ἐξ αἰγῶν 22 περὶ ἁμαρτίας". Προσαχθεὶς οὖν ἤπιος ὡς πρόβατον, ὑπὲρ ἁμαρτίας ὡς χίμαρος ὢν τέθυται, διὰ τῆς ἠπιότητος δοὺς ἑαυτὸν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν, ἧς εὐξόμεθα τυχεῖν διὰ πίστεως καὶ ἀγάπης τοῦ παθόντος ὑπὲρ ἡμῶν κυρίου Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Βʹ / In sanctum pascha sermo 2 / Проповедь на Святую Пасху, 2

In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense)

1 Τὸ τῶν νομικῶν τύπων εὔλογον ἐπὶ τῆς ἀληθείας φαίνεται, οἷον τὸ ἄμωμον εἶναι τὸ πρόβατον, ᾧ περὶ τὴν τοῦ πάσχα θυσίαν ὁ νόμος ἐχρήσατο, τὸ ἄρρεν εἶναι, τὸ ἐνιαύσιον εἶναι, τὸ δεκάτῃ τοῦ μηνὸς ληφθὲν τεσσαρεσκαιδε κάτῃ θύεσθαι πρὸς ἑσπέραν, τὸ ἀρχὴν λελογίσθαι μηνῶν, ἡνίκα τὸ πάσχα ἐτελεῖτο· πάντα γὰρ ταῦτα ἐν Χριστῷ καὶ τῷ τοῦ Χριστοῦ πάθει συνίσταται καὶ ἀληθῆ καὶ ἀναγκαῖα, καὶ καθ' ἑαυτὰ λόγον ἔχειν οὐδένα δύναται.

2 Οὐδ' ἂν εὕροιεν οἱ Χριστὸν ἀγνοοῦντες ἀπολογισμὸν ποιήσασθαι περὶ τούτων καὶ διδάξαι διὰ τί ταῦτα προσέταξεν ὁ Θεός, οὐδ' αὐτό γε ὅλως τίνα αἰτίαν ἔχει τὸ θυσίαν ἐπὶ τῇ σωτηρίᾳ τῶν πρωτοτόκων ὁρίσαι καὶ χρῖσιν τοῦ αἵματος ἐπὶ ταῖς εἰσόδοις ποιήσασθαι· τί γὰρ ἰσχυρὸν εἰς τὴν τῶν πρωτοτόκων σωτηρίαν ἡ τῶν θυμάτων σφαγή, τί δὲ ἀναγκαῖον ἡ τοῦ αἵματος χρῖσις εἰς σημεῖον ἐπὶ τῶν οἰκιῶν; Θεός γέ τοι καὶ ἄνευ σημείων τὰς Ἑβραίων ἐγίνωσκεν οἰκίας, ὥστε θαυμαστὸν τὸ λέγειν "Ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς"· ἀνάγων δὲ καὶ ταῦτα εἰς τὴν ἀλήθειαν τὸ εὔλογον αὐτῶν ἐπιγνώσκει, καθάπερ 3 ἐπὶ τῶν ἄλλων τῶν προειρημένων ἐδείξαμεν. Τοῦ γὰρ ἀμώμου θύματος ὑπὲρ ἡμῶν πάσχοντος, ὁ ἐκ τοῦ πρωτο πλάστου λύεται θάνατος καὶ σώζεται ὁ πρωτόγονος ἄνθρωπος, ἐν ἡμῖν πᾶσιν ὤν, τῇ ἀναστάσει τοῦ κυρίου ζωογονούμενος (δικαίως γὰρ λυτικὸν ἁμαρτίας καὶ θανάτου ζωή) καὶ τὸ αἷμα τὸ ἄμωμον σημεῖον τοῖς μετόχοις αὐτοῦ σωτήριον γίνεται καὶ πρὸς τοῦτο θεὸς ἀφορῶν σώζει τοὺς κεχρισμένους αὐτῷ διὰ πίστεως, οὐκ ἄλλως δυναμένους ἀποφυγεῖν τὸν δικαίως τιμωρὸν ἄγγελον, εἰ μὴ διὰ τοῦ φιλανθρώπως 4 ἐκχυθέντος ὑπὲρ ἡμῶν αἵματος.

Ὁρᾷς ὅσην ἔχει τὴν δύναμιν ὁ τύπος ἐπὶ τῆς ἀληθείας θεωρηθείς, ὥστε εἴ τις Ἰουδαῖος λέγειν ἐπιχειροίη· Τί δήποτε ὁ υἱὸς ἔπασχεν, ἵνα σωθῇ ὁ κόσμος, ὡς οὐκ ἂν καὶ ἄνευ τούτου σωθείς; λεγέσθω πρὸς αὐτόν· Τί δήποτε τὸ πάσχα ἐθύετο πρὸς σωτηρίαν Ἰουδαίων πρωτοτόκων, ὡς οὐκ ἂν καὶ ἄνευ τούτου σωθέντων; κἀκεῖνος μὲν οὐχ ἕξει τί ἀποκρίνηται, οὐ γὰρ θυσίας προσδεῖται θεὸς οὐδὲ σημείου πρὸς ἐπίγνωσιν οἰκιῶν· ἡμῖν δὲ συνηγορεῖ τὸ πρᾶγμα καὶ τῇ ἁγίᾳ πίστει μαρτυρεῖ, τῆς ἡμετέρας ἀδικίας ἐν τῇ δικαιοσύνῃ τοῦ Χριστοῦ λυομένης, ἄλλως δὲ οὐκ ἂν λυθείσης (σκότος γὰρ ὑπὸ φωτὸς ἀφανίζεται), καταργουμένου δὲ καὶ τοῦ ἡμετέρου θανάτου διὰ τῆς Χριστοῦ ζωῆς ὥσπερ σκότους ὑπὸ φωτός.

5 Ἱερὸν μὲν οὖν κἀκεῖνο τὸ θῦμα, διότι τύπος ἦν τοῦ ἀληθοῦς· τοῦτο δὲ ἱερὸν ὄντως, ὡς ἀληθές, ἀγνοίᾳ μὲν τῇ τῶν ἀσεβούντων ἐκδιδόμενον θανάτῳ καὶ ἀναιρέσει, βουλῇ δὲ τοῦ θεοῦ πρὸς θυσίαν ἱερὰν λαμβανόμενον καὶ τῇ ἑαυτοῦ βουλήσει προσφορὰ τῷ πατρὶ προσαγόμενον. "Παρέ δωκε" γάρ φησι "ὁ πατὴρ τὸν υἱὸν ὑπὲρ ἡμῶν", καὶ "Προσήνεγκεν ἑαυτὸν" τῷ πατρὶ Χριστὸς ὑπὲρ τῆς ἐκκλησίας "προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐω 6 δίας". Καὶ τοῖς μὲν ἀναίρεσιν Χριστοῦ προσδοκήσασιν ὀλέθριος ἡ βουλή, τοῖς δὲ σωτηρίαν διὰ τοῦ θανάτου τοῦ κυρίου ζητοῦσι σωτήριος ἡ πίστις· τούτους ἡ τιμωρία καὶ ὁ θάνατος ὑπερβαίνει, δίοτι μὴ πρὸς ἀπώλειαν θανάτῳ κατέχονται κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· "Ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ 7 θεωρήσῃ εἰς τὸν αἰῶνα".

∆ιὰ γὰρ τοῦ αἵματος τοῦ χυθέντος ὑπὲρ ἡμῶν πνεῦμα τὸ ἅγιον λαμβάνομεν, ἐπείπερ εἰς ἓν ἦλθε τό τε αἷμα καὶ τὸ πνεῦμα, ἵνα διὰ τοῦ ὁμογενοῦς ἡμῖν αἵματος τὸ μὴ ὁμογενὲς ἡμῖν πνεῦμα τὸ ἅγιον λαβεῖν δυνηθῶμεν καὶ διὰ τούτου τὴν εἴσοδον ἀποκλείσωμεν τῷ θανάτῳ τὴν εἰς ἡμᾶς.

8 ∆ιπλῆ δέ τίς ἐστιν ἡ εἴσοδος τῷ θανάτῳ, καὶ διὰ τοῦτο διπλῆ γίνεται τοῦ αἵματος ἡ σφραγὶς, "ἐπὶ τῶν δύο" φησὶ "σταθμῶν καὶ ἐπὶ τῆς φλιᾶς". Εἰσέρχεται μὲν γὰρ "δι' ἁμαρτίας ὁ θάνατος", ὡς ὁ ἀπόστολός φησιν, ἁμαρτία δὲ ἡ μὲν κατὰ τὸ πάθος τὸ ἐν ἡμῖν–διττὸν δὲ τοῦτο, ἢ μαλακτικὸν τῆς ψυχῆς εἰς ἀπαλότητα, ἢ σκληροποιὸν εἰς τραχύτητα–, ἡ δὲ κατὰ τὸν λογισμόν, ὅτε μὴ ὑγιῆ μηδὲ ὀρθὰ λογίζοιτο· καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, 9 καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται. Τίνα τὰ πρὸς ἀπαλότητα προσάγοντα πάθη; γαστριμαργία καὶ οἰνοφλυγία καὶ συνουσιῶν ἐπιθυμία· τίνα τὰ σκληρὰ τῆς ψυχῆς; ὀργαὶ καὶ αὐθάδειαι· ὧν ὁ Παῦλος τὴν ἀναίρεσιν ποιούμενος ἔλεγε· "Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ' ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν".

10 Ὅμοιον τοίνυν ἡ χρῖσις τῇ ἐνδύσει, ὅτε τῷ Χριστοῦ πάθει μορφούμενοι τὴν ἁγιότητα περιβαλλόμεθα τὴν Χριστοῦ μήτε εἰς ἡδονὰς ἐκλυόμενοι μήτε εἰς θυμοὺς ἐκτραχυνόμενοι· καλὸν δὲ καὶ τοῖς λογισμοῖς εἰπεῖν χρῖσμα καὶ ἐπένδυμα σοφία ἡ μὴ σαρκικὴ ἀλλ' ἡ κατὰ Χριστόν, ὥστε νεκροῦσθαι μὲν ἡμᾶς περὶ τὸν σαρκικὸν νοῦν οἷον ἀποθανόντας, κοσμεῖσθαι δὲ τῷ πνευματικῷ· οὕτω γὰρ οὔτε διὰ τῶν ἀλόγων παθῶν οὔτε διὰ τῶν ἀφρόνων λογισμῶν ἐπίησιν ἡμῖν ἡ ἁμαρτία οὔτε καταδυναστεύει ἡμῖν ὁ θάνατος.

11 Τοιοῦτον μὲν δὴ τὸ τῆς χρίσεως μυστήριον· μετὰ δὲ τὴν χρῖσίν ἐστιν ἡ βρῶσις, εἰσοικίζουσα τὸ σῶμα τὸ θεῖον εἰς ἡμᾶς καὶ ἀναμιγνῦσα πρὸς ἕνωσιν· "Φάγονταί" 12 φησι "τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρί". Νὺξ ὁ παρὼν οὗτος αἰών· "Ἡ νὺξ προέκοψε" Παῦλός φησι· διὰ πυρὸς ἡ τοῦ ἁγίου μετάληψις σώματος, τουτέστι δι' ἐμπύρου καὶ ζεούσης σπουδῆς. "Τῷ πνεύματί" φησι "ζέοντες", καὶ "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν" λέγει "καὶ τί θέλω εἰ ἤδη ἀνήφθη";

13 Ὥσπερ δὲ τὸ πῦρ ἐμφανιστικὸν τῆς ζεούσης σπουδῆς εἰς τὴν ἀπόλαυσιν τῶν κρεῶν παραλαμβανομένων, οὕτως ἄζυμα τῆς ἁπλότητος καὶ αἱ πικρίδες τῶν ἐπακολουθουσῶν θλίψεων· "Ἄζυμα" γάρ φησι "ἐπὶ πικρίδων ἔδον 14 ται". Ἁπλοῦς ὁ τρόπος καὶ ἀκακοποιής, τὸ παλαιὸν ἐκεῖνο καὶ πανοῦργον ἀποτιθέμενος, ὡσπερεὶ ζύμην, τὸ δὲ νέον καὶ ἀπάνουργον ἀνειληφώς, ἵν' ἄζυμος ᾖ· "Τὸ πάσχα γὰρ ἡμῶν" φησιν "ἐτύθη Χριστός, ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας"· πικρὸν δὲ αἱ θλίψεις, "ἀλλὰ καὶ ἐν ταῖς θλίψεσί" φησι "καυχώμεθα, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. ∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν", ὥστε προσιέμεθα τὴν θλίψιν ἐν ἡδύσματος τρόπῳ διὰ τὴν ἐλπίδα τὴν ἐξ αὐτῆς καὶ τὴν βασιλείαν.

15 Ἀπαγορεύει δὲ τὸ πρόσταγμα μὴ ἐσθίειν ἀπὸ τῶν κρεῶν ὠμόν· τοῦτο δὲ τοῖς μὲν σωματικῶς ἀκούουσιν οὐδένα λόγον ἂν ἔχοι, δι' ὧν ἀπηγόρευσε θεὸς τὸ μὴ ἄν ποτε γενόμενον, οὐδεὶς γὰρ ὠμὸν ἂν φάγοι· παρά γε ἡμῖν καὶ μέγιστον παρέχεται λόγον τὸ μὴ ἀργῶς προσιέναι τῇ τοῦ θείου σώματος μεταλήψει· ἀμετάληπτον γὰρ καθίσταται τοῖς ἀργῶς αὐτὸ μεταχειριζομένοις καὶ μὴ δι' ἔργων ἀγαθῶν τῆς πρὸς αὐτὸ συγκράσεως ἀντιποιουμένοις· "Ἡ πίστις" φησὶ "χωρὶς ἔργων νεκρά ἐστι", καὶ διὰ τοῦτο τοῖς ἀργῶς διακειμένοις ἐπιφέρονται θλίψεις "πρὸς τὸ συμφέρον", ὡς ὁ Παῦλός φησι, ἵνα μεταλαμ βάνωσι τῆς ἁγιότητος αὐτοῦ.

16 Ἀργίαν δὲ ἐμποιεῖ περὶ τὰ πνευματικὰ ἔργα τὸ φιλήδονον τῆς σαρκός· διόπερ ἑτέρῳ συμβόλῳ τοῦτο δηλῶν ὁ νομοθέτης ἀπαγορεύει καὶ "ἑψημένον ὕδατι" φαγεῖν· πρὸς ἡδονὴν γὰρ τῆς βρώσεως τὸ ἑψόμενον παρασκευάζεται, μεθ' ἡδονῆς δὲ τὴν θείαν τροφὴν οὐκ ἔστιν ὑποδέξασθαι· οὐ γὰρ ἀναμίγνυται τρόπῳ σαρκικῷ δύναμις πνευματική.

17 Μὴ τοίνυν ἕψε τὸ κρέας τὸ ἅγιον, φησίν, ἀναμιγνύων ἡδύσμασιν αὐτό, ἀλλ' "ὀπτὰ πυρὶ" μόνον ἐσθιέσθω, ὅπερ ἡ σπουδὴ σύντονος ἀφιλήδονος. Τὸ φιλήδονον οὐ φιλό θεον, ὡς ὁ Παῦλός φησι, καὶ "ὧν ὁ θεὸς ἡ κοιλία", τούτοις οὐκ ἔστι θεὸς ὁ θεός· οὐδὲ οἱ τὴν εὐχαριστίαν εἰς πολυτελεῖς εὐωχίας μετατιθέντες ἀπόδεκτοι παρὰ τῷ ἀποστόλῳ, βρώσεως πολλῆς καὶ ποικίλης καὶ πόσεως ὑπόθεσιν ποιούμενοι τὴν ἁγιαστικὴν κοινωνίαν, πρὸς οὓς ὁ Παῦλός φησι· "Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καται σχύνετε τοῦς μὴ ἔχοντας· Τί εἴπω ὑμῖν; Ἐπαι νέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ"· φησὶ δὲ ἐκ ταύτης τῆς ἀνεπιτηδεύτου χρήσεως περὶ τὸ ἅγιον βρῶμα συμβαίνειν αὐτοῖς τοὺς πειρασμούς, ὅτι μὴ ἁγίως τῷ ἁγίῳ προσιᾶσι· "∆ιὰ τοῦτο" γὰρ "ἐν ὑμῖν" φησι "πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.

Εἰ 18 δὲ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα." Ἀσε βείας γὰρ ὑπεύθυνοι τῆς εἰς τὸν κύριον οἱ μὴ παρέχοντες ἐπιτήδειον τὸ σῶμα πρὸς τὴν ἀνάκρασιν τοῦ σώματος αὐτοῦ, ὅπερ ἡμῖν ἔδωκεν ἵνα πρὸς αὐτὸ κιρνάμενοι πρὸς τὸ πνεῦμα τὸ ἅγιον ἀνακιρνώμεθα, ἐπεὶ καὶ διὰ τοῦτο ὅλως εἰς σῶμα ἔδωκεν ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος καὶ "σὰρξ ἐγένετο" κατὰ τὴν εὐαγγελικὴν φωνήν, ἵν' ἐπειδὴ μετάσχειν ὡς λόγου μὴ οἷόν τε ἡμῖν, ὡς σαρκὸς μετάσχωμεν αὐτοῦ, τῇ πνευματικῇ σαρκὶ τὴν ἡμετέραν οἰκειώσαντες καὶ τῷ πνεύματι τὸ πνεῦμα κατὰ δύναμιν, ὡς ἂν ὁμοιώματα Χριστοῦ κατασταίημεν, ναοὶ τοῦ πνεύματος γενόμενοι, καθά φησιν ὁ ἀπόστολος· "Ναοὶ τοῦ θεοῦ ἐστε", καὶ πάλιν· "Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ;" καὶ διὰ τῆς ἀναμίξεως τῆς πρὸς τὸ πνεῦμα τοῦ Χριστοῦ σώματα γίνεται καὶ περιέπειν "ἐν ἁγιασμῷ", ταῦτα δὴ περιέποντας ὡς μέλη Χριστοῦ· "Οὐκ οἴδατε" γάρ φησιν "ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο."

19 Τὴν μὲν οὖν σκευασίαν τῆς ἁγίας τροφῆς οὕτω καὶ ἐν τοιούτοις συμβόλοις διέταξεν ἡ νομοθεσία, "πρὸς τὸ" ἡμῖν "συμφέρον" διατάξασα τὴν τότε προτύπωσιν· "κεφαλὴν" δέ φησι "σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις", κεφαλὴν μὲν αἰνιττόμενος τὴν ἀρχὴν τῆς εἰς τοὺς ἀνθρώπους ἐπιφανείας, αὕτη δὲ ἦν ἡ προτέρα παρουσία, πόδες δὲ τὸ τέλος, αὕτη δὲ ἦν ἡ δευτέρα παρουσία, ἧς ἄνευ τὴν προτέραν οὐκ ἔστι πιστεύεσθαι, ἐπεὶ μὴ πάντα τὰ προφητευθέντα ἐπλήρωσεν αὕτη· διόπερ οὐδὲ πιστεύουσιν Ἰουδαῖοι <διὰ> τὸ μὴ πεπληρῶσθαι τὰ τῆς ἐνδόξου παρουσίας, οὐκ εἶναι Χριστὸν οἰόμενοι τὸν οὕτω 20 παραγενόμενον. ∆ιὰ τοῦτο συμπλέξας εἶπε "κεφαλὴν σὺν τοῖς ποσί", τουτέστι τὴν προτέραν παρουσίαν μετὰ τῆς δευτέρας, ἵνα καὶ σὺν ἀδοξίᾳ "πρόβατον ἐπὶ σφαγὴν" ἀχθέντα δέξῃ τὸν Κύριον καὶ "βασιλέα μετὰ δόξης" φαινόμενον ἴδῃς, ἅπερ ἀμφότερα προεῖπεν Ἡσαίας ὁ προφήτης, καὶ μὴ τὴν λύτρωσιν τῆς Ἰερουσαλὴμ ἀπαιτήσῃς, ἀλλ' ὕστερον προσδοκήσῃς τὸ "Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβεῖς ἀπὸ Ἰακώβ", σώζοντος αὐτοῦ τὸ ὑπόλοιπον τοῦ λαοῦ τὸ μέλλον ἐπ' αὐτὸν ἐπιστρέφειν, ἐπὶ δὲ τῆς προτέρας παρουσίας τοὐναντίον ἴδῃς πληρούμενον τὸ "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου" καὶ τὸ "Παρέδωκε τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου".

21 "Κεφαλὴν" οὖν "σὺν τοῖς ποσὶ" λέγων προδιαμαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες· ἀλλὰ καὶ "σὺν τοῖς ἐντοσθιδίοις" φησί. Τί τοῦτό ἐστιν; Μὴ σκανδαλισθῆτε περὶ τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀπόκρυφον θεωρήσατε· μὴ ἄνθρωπον ἐπίσης ὑμῖν νομίσητε, διότι ἐστὶ "καὶ ἄνθρωπος" κατὰ σῶμα, ἀλλὰ γνῶτε πνευματικῶς 22 αὐτὸν καὶ γνώσεσθε ἐν αὐτῷ τὸν πατέρα. Ἕως γὰρ ἂν τὸ ἐντὸς μὴ ὁρᾷς μηδὲ μετέχῃς ἐντοσθιδίου, οὔπω Χριστὸν ἑώρακας, ἄνθρωπον οἰόμενος αὐτόν, οὐ θεόν· λέγει δὲ αὐτός· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα".

23 Σκεπτέον δὲ καὶ τί τὸ "Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ", καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων "ἀνάμνησιν" ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι "ἕως ἂν ἔλθῃ"· αὕτη γὰρ ἕως τοσούτου τελεῖται καὶ σώζει τοὺς τελοῦντας, ἕως ἡ παροῦσα νὺξ παρέλθῃ καὶ πρωῒ γένηται καὶ ζῶν ἡμῖν ἐξ οὐρανοῦ Χριστὸς ἐπιλάμψῃ, διὰ τῆς ζωῆς ἑαυτοῦ σώζων ἡμᾶς ὁ νῦν διὰ τοῦ θανάτου σώζων· "Εἰ γὰρ ἐχθροὶ ὄντες" φησὶ "κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες 24 σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ". Εἰ δὴ νῦν μὲν ἐν τῷ θανάτῳ Χριστοῦ σωζόμεθα, τότε δὲ ἐν ζωῇ, οἰκεῖον τὸ σύμβολον τὸ μὴ καταλιμπάνεσθαι τῶν κρεῶν τοῦ θύματος "ἕως τὸ πρωΐ"· καὶ γὰρ ἡμεῖς τότε ζῶντες ἐσόμεθα καὶ ἡ παροῦσα νέκρωσις ἡμῶν πάρεισι, νῦν μὲν οὐκ ἄλλως σωζομένων εἰ μὴ νεκρωθείημεν, τότε δὲ ζωτικὴν ἐχόντων σωτηρίαν· "Μὴ τὰ ἐπίγειά" φησι "φρονεῖτε, ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ". 25 ∆ιὸ καὶ εἴ τι τῶν κρεῶν τοῦ ἱερείου περισσεῦον πυρὶ κατακαίεται, ἵν' εἰδείημεν ὅτι κατὰ τὸν νῦν αἰῶνα Χριστὸς τέθνηκε "τῇ ἁμαρτίᾳ ἐφάπαξ", "οὐκέτι" δὲ "θάνατος αὐτοῦ κυριεύει", ἀλλὰ ἀφῄρηται τῇ δυνάμει τοῦ πνεύματος ὡσπερεὶ πυρός, τὰ τοῦ θανάτου σημεῖα τῆς ζωῆς ἐπικρατησάσης.

26 Τὸ δὲ δὴ "Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ" φησι μὲν ὁ μακάριος Ἰωάννης καὶ σωματικῶς πεφυλάχθαι, μὴ κατεαγέντων αὐτοῦ τῶν σκελῶν, ἔχει δὲ καὶ τὴν πνευματικὴν δήλωσιν, ὅτι τὸ στερρὸν τὸ ἐν αὐτῷ διέμενεν ἀήττητον, καὶ διὰ τοῦτο φθορὰ τοῦ σώματος οὐχ ἥψατο, στερροτάτην καὶ ἀσύντριπτον σχόντος τὴν ὑποβάθραν, διὰ τὸ θείως καὶ μὴ σαρκικῶς συστῆναι τὸ σῶμα καὶ θεῖαν ἐσχηκὸς τὴν γέννησιν μὴ ὑποκεῖσθαι τῇ τῶν ἀνθρώπων φθορᾷ. "Ἡ σὰρξ αὐτοῦ" φησι "οὐκ εἶδε διαφθοράν".

27 Ταῦτα περὶ τῆς σωτηρίου χρίσεως καὶ τῆς ἱερᾶς βρώσεως ἐξητακότες παυσώμεθα τοῦ λόγου, καὶ νῦν εἰς ἑτέραν ἐξέτασιν τὰ μετὰ τοῦτο καταλιπόντες, αἰτούμενοι παρὰ τοῦ κυρίου τὴν αἴτησιν, ἣν ∆αυὶδ ᾐτήσατο· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου", ἵν' ἡμῖν μὴ εὐκαταφρόνητος ἡ τῶν νομίμων ἀνάγνωσις ᾖ καθάπερ Ἰουδαίοις ἕως τῶν τύπων ἱσταμένοις, ἀλλὰ θείως τὰ θεῖα νοοῦντες σύμβολα πρὸς τὴν θειοτάτην ἀλήθειαν φανῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Γʹ / In sanctum pascha sermo 3 / Проповедь на Святую Пасху, 3

In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense)

1 Τὴν μὲν ἁγιότητα τὴν Χριστοῦ τὸ θῦμα τοῦ πάσχα μετὰ τοῦ ἀμώμου ὑπεδείκνυε, τὴν δὲ ἐν τῷ πάθει Χριστοῦ σωτηρίαν ἀνθρώπων ἡ τῶν πρωτοτόκων σωτηρία διὰ τῆς θυσίας τοῦ πάσχα δοθεῖσα, τὸν δὲ ἁγιασμὸν ἡ βρῶσις, καὶ ταῦτα ἡμῖν ἤδη προείρηται· νῦν ἐκ τῶν ὑπολοίπων τῆς νομοθεσίας ἐπισκεπτέον ὅπως μὲν δεῖ παρασκευάζεσθαι τὸν ἁγιασθησόμενον, ὅπως δὲ προσιέναι πρὸς τὴν τῆς ἁγιότητος κοινωνίαν, οἷον δὲ τὸν βίον διάγειν μετὰ τὸ γενέσθαι τοῦ ἁγίου μέτοχόν τε καὶ κοινωνόν.

2 Τὴν μὲν οὖν παρασκευήν, ἣν παρασκευάσασθαι δεῖ τὸν μέλλοντα μετέξειν Χριστοῦ, διὰ περιτομῆς ἐπέδειξεν ἡμῖν ὁ νομοθέτης τυπικῶς λέγων. "Οὗτος ὁ νόμος τοῦ πάσχα. Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς 3 αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ". Περιτομὴ δὲ τότε μὲν ἦν μερικὴ καὶ τὴν ὠφέλειαν αὐτόθεν οὐκ ἐπιδει κνύουσα, οὐδὲν γὰρ καλλίων ἐκ τῆς περιτομῆς ἄνθρωπος ἀπεδείκνυτο παρὰ τὸν ἀκρόβυστον, ἀλλὰ καὶ ὄνειδος παρὰ θεοῦ τοῖς Ἰσραηλίταις ἦν ὅτι "Πάντα τὰ ἔθνη" φησὶν "ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν"· ἡ δὲ ἀληθὴς περιτομὴ καθ' ὅλης ἐστὶ σαρκός, φίλον τε καὶ οἰκεῖον ἀποδείκνυσι θεῷ τὸν περιτετμημένον τῇ καρδίᾳ καὶ περιῃ ρημένον τὸ κάλυμμα τὸ σαρκικόν, ὅπερ ἐκ διαδοχῆς πατέρων ἔχοντας ἡμᾶς καὶ περιαιρεθῆναι χρῄζοντας ἡμᾶς αὐτὸ προϋπέδειξεν ὁ νόμος τὰ γεννητικὰ περιτέμνων μόρια, τῆς γεννήσεως τὰ σύμβολα ποιῶν διὰ τούτου καὶ τοῦ καλύμματος 4 τοῦ κατὰ γέννησιν ἡμῖν ἀκολουθοῦντος.

Οὐδεὶς οὖν μὴ περιτεμνόμενος τὸν σαρκικὸν τρόπον ἐπὶ τὴν οἰκείαν ἀφίξεται κοινωνίαν Χριστοῦ, ἀλλ' "ἡμεῖς ἐσμεν ἡ περιτομή", φησίν, οἱ Χριστοῦ μέτοχοι, "οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ μὴ πεποιθότες ἐν σαρκί"· γυμνὴ γὰρ ἡ καρδία παντὸς σαρκικοῦ λατρεύειν ἀληθινῶς θεῷ δύναται καὶ τῷ Χριστῷ συγκιρνᾶσθαι πνεύματι.

5 Ταύτης τῆς περιτομῆς κατάρχει μὲν τὸ τοῦ κυρίου πάθος ὑπὲρ ἡμῶν ἀποθεμένου τὴν σάρκα καὶ τὴν περιτομὴν αὐτὴν δι' ἡμᾶς ἀναδεξαμένου, ἐκτυποῦται δὲ τὸ μυστήριον εἰς ἡμᾶς ἐν βαπτίσματι καὶ τελεῖται τῷ βίῳ τῷ κατὰ Χριστόν· "Περιετμήθητε" γάρ φησι "περιτομῇ ἀχειρο ποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ 6 ἐν τῷ βαπτίσματι". Ἕως οὖν οὐκ ἀποτίθεσαι τὸ σαρκικὸν ἦθος, ἀλλογενὴς εἶ καὶ ξένος, ἀμέτοχά σοι καὶ ἀκοινώνητα πρὸς τὸν ἅγιον τὸν ἐξ οὐρανοῦ παρόντα Χριστόν· οὐράνιον γὰρ γενέσθαι δεῖ τὸν τῷ οὐρανίῳ προσελευσόμενον, οὐράνιος δὲ οὐδεὶς ἂν γένοιτο μὴ τὰ γήϊνα περιελών.

7 Οὕτω μὲν δὴ προαποθέμενος τὸν παλαιὸν ἄνθρωπον ἐν τῇ χάριτι τοῦ βαπτισμοῦ καὶ τῇ προθυμίᾳ τῶν πνευματικῶν πράξεων προσελεύσει καὶ μεθέξεις Χριστοῦ· δεύτερον δὲ ἰδεῖν ἔστιν ὁποῖοί τινες ὑπὸ τοῦ νόμου στέλλονται πάντες οἱ τοῦ πάσχα μεταλαμβάνοντες, ἵνα καὶ ὁποίους ἡμᾶς εἶναι δεῖ Χριστοῦ μεταλαμβάνοντας ἐπιγνῶμεν· "Οὕτω" φησὶ "φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ 8 βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν". Ὁδοιπορικὸν τὸ σχῆμα εὐσταλῆ καὶ εὔζωνον ὑποδείκνυσι καὶ ἕτοιμον τρέχειν εἰς ἐπαγγελίας θεοῦ, ὥσπερ ὁ Ἰσραὴλ τότε πρὸς τὴν ἐπαγγελίαν τῆς γῆς τῆς ἀγαθῆς ὁδίτης ἐστέλλετο· σκόπει δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ' ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ' Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ; "Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως".

9 Ὀσφὺς οὖν περιεζωσμένη τῇ "ἀληθείᾳ" κατὰ τὸν ἀπόστολον· οὕτω γὰρ ἔσῃ πρὸς τὸν δρόμον τὸν ἀγαθὸν εὔζωνος, ἐὰν πάντα τὰ παρόντα ματαιότητα καὶ ψεῦδος ὑπολαβὼν κατὰ τὸν ∆αυὶδ τὴν μέλλουσαν ἀλήθειαν ἐπιζητοίης κἀκείνης ἔχοις τὸν πόθον.

10 Πόδες δὲ ὑποδεδεμένοι τῇ "ἑτοιμασίᾳ" φησὶ "τοῦ εὐαγγελίου τῆς εἰρήνης", πρὸς πάντα δρόμον ἀγαθὸν εὐτρεπεῖς, δι' οὗ τὴν εἰρήνην τὴν πρὸς θεὸν βεβαιοῦμεν ἑαυ τοῖς, καθά φησιν ὁ ἀπόστολος· "Εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ", καὶ "∆ι' ὑπομονῆς τρέχομέν" φησι "τὸν προκείμενον ἡμῖν ἆθλον", καὶ "Οὕτω τρέχω ἵνα καταλάβω".

11 "Βακτηρίαι" δὲ ἐκείνοις "ἐν χερσὶ", <πίστις καὶ> ἐλπὶς ἡ εἰς θεόν, στήριγμα ψυχῆς, οὐκ ἐῶσαι ταῖς θλίψεσιν ἔσεσθαι, καθάπερ ὁ Παῦλος εἴρηκεν, ἀλλὰ στηρίζουσαι βεβαίως εἰς τὸ μὴ σαλεύεσθαι.

12 "Ἔδεσθε" δὲ αὐτὸ "μετὰ σπουδῆς· πάσχα ἐστὶ κυρίου", οὐ ῥᾴθυμος οὐδὲ πρὸς ἡδονὴν τροφή, οὐκ ἀνειμένον οὐδὲ κατακεκλιμένον ἀλλ' ἐγηγερμένον ἐχόντων τὸ φρόνημα καὶ συντεταμένον, διότι τῆς ὀλοθρευτικῆς τιμωρίας ὑπέρβασιν ἡμῖν παρέχει, τοῦ κυρίου ταύτην δωρουμένου· διό φησι· "Πάσχα ἐστὶ κυρίου", ὅπερ ἕτερος ἑρμηνεύων ἄντικρυς εἴρηκεν· "Ὑπέρβασίς ἐστι τῷ κυρίῳ".

13 Μετὰ δὲ τὴν τοιαύτην μετάληψιν τοῦ θείου βρώματος τὸ τρίτον ἴδωμεν, ὁποῖον εἶναι δεῖ καὶ τὸν βίον τοῦ μετεσχηκότος ἁγίας τροφῆς· ὑποδείκνυσι δὲ τοῦτον τὰ 14 ἄζυμα καὶ αἱ τῶν ἀζύμων ἡμέραι. Ἰουδαῖοι μὲν οὖν περὶ τῶν ἀζύμων σπουδαζέτωσαν καὶ τὰς ἑπτὰ νομιζέτωσαν ἡμέρας παρέχειν αὐτοῖς τι θαυμάσιον, ὅτι ζυμωτὸν οὐκ ἐσθίουσιν οὐδὲ ἔχουσι παρ' ἑαυτοῖς, οὐδεμίαν ἔχοντες ὠφέλειαν ἀπὸ τοῦ πράγματος ἐπιδεῖξαι, τύπον γὰρ ἐπιτελοῦσιν, οὐκ ἀλήθειαν· σὺ δὲ σκόπει τὸ ἄζυμον, καθὰ τῷ ἀποστόλῳ προείρηται καὶ ἡμεῖς ἐπεσημηνάμεθα, τὴν εἰλικρινῆ καὶ καθαρὰν ἀπὸ πάσης κακουργίας ψυχήν, τὸν καινὸν τρόπον καὶ μηδὲν τῆς παλαιᾶς κακίας ἐπαγόμενον, εἰς ὃ καὶ καλῶς εἰρημένον φαίνεται τὸ "Ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ"· κακίας γὰρ παλαιᾶς ἐπανάληψις ὄλεθρος τῷ πρὸς τὴν καινότητα μετηγμένῳ· "Εἰ κατὰ σάρκα ζῆτέ" φησι "μέλλετε ἀποθνῄσκειν".

15 Τί δὲ τὸ τῶν ἑπτὰ σύμβολον ἡμερῶν· "∆ιό" φησιν "ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα"; Ἑπτὰ συμβέβηκεν ἡμέρας εἶναι τὸν ἅπαντα χρόνον· μετὰ γὰρ τὴν ἑβδόμην, ἥτις ἐστὶ τὸ σάββατον, ἐπάνοδος τῆς πρώτης γίνεται, καὶ οὕτως ὁ κύκλος τοῦ χρόνου διὰ τῶν ἑπτὰ πρόεισιν ἡμερῶν 16 εἰς ἑαυτὸν ἀνακυκλούμενος. Πάντα δὴ τὸν χρόνον "ἐν ἁπλότητι καὶ εἰλικρινίᾳ" ἔδει σε ζῆν, καὶ τοῦτο σωτήριον ἀληθῶς· "Εἰ" γὰρ "πνεύματί" φησι "τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε".

17 Ἁπλοῦς δὲ ὁ τρόπος τοῦ μὴ ζητοῦντος τὰ σαρκικά, ἀκακοήθης, ἀπάνουργος, μηδὲν κακόν, μηδὲν πικρὸν ἐννοῶν· διὰ τί δὲ τὴν πρώτην ἡμέραν καὶ ἑβδόμην ἐξαιρέτως ἁγίας καλεῖ λέγων. "Ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν"; Ὅτι πρώτη μὲν ἡμέρα δηλοῖ τὴν ἀρχήν, καθ' ἣν ἁγιαζόμεθα τὸ πνεῦμα τὸ ἅγιον ὑποδεχόμενοι, ἑβδόμη δὲ τὸ τέλος σημαίνει, ἡνίκα δὴ ἀπὸ σώματος ἀναλύσαντες γινόμεθα σὺν τῷ Χριστῷ καὶ ἐπιδημοῦμεν τῷ κυρίῳ, καταλιπόντες τὴν ἐκδημίαν τὴν ἐπὶ γῆς, ὅλοι δὲ πρὸς τὴν ἁγιότητα μεταστάντες· "Ἐνδημοῦντες" γάρ φησι "τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου".

18 Τὰς δὲ ἁγίας ταύτας ἡμέρας ἀνειμένας ἔργων ὁ νόμος εἶναι βούλεται· "Πᾶν" γὰρ "ἔργον" φησὶν "οὐ ποιήσετε ἐν αὐταῖς", ὅπερ δηλοῖ μὴ συγκάμπτεσθαι τὴν ψυχὴν περὶ τὰς πραγματείας τὰς ἐπιγείους μηδὲ δουλείαν ὑπομένειν ἀνάρμοστον τῇ θεοῦ δουλείᾳ, ἀλλ' ἐκεῖνα καὶ μόνα ποιεῖσθαι διὰ σπουδῆς καὶ περὶ ἐκεῖνα συντείνεσθαι τὴν ψυχήν, ὅσα αὐτῇ πρὸς ὠφέλειάν ἐστι, καὶ τούτου πάλιν σύμβολον τὸ "Πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν"· διόπερ ὁ κύριος ἐπὶ τὴν ἑρμηνείαν ἄγων τῆς ἀνέσεως τῆς νομικῆς, ὅτι τῶν εἰς ματαιότητα συντεινόντων ἔργων ἐδίδου τὴν ἀργίαν, οὐ τῶν εἰς ψυχῆς ὠφέλειαν ἡκόντων, προὔτεινε τοῖς Φαρισαίοις· "Ἔξεστιν ἐν σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;"

19 Εἰ δὲ καλῶς καὶ κατὰ Χριστὸν ἐθέλεις τηρεῖν τὸ σάββατον καὶ τὴν ἄνεσιν τὴν ἑορταστικήν, κοσμικῶν σπουδασμάτων καὶ διαπράξεων ἀφίστασο, φρόντιζε δὲ καὶ πράττε τὰ τοῦ θεοῦ καὶ τὰ εἰς ψυχῆς ὠφέλειαν, καὶ οὕτω σαββατίσεις σάββατον ἅγιον ἀληθῶς καὶ ἑορτάσεις ἁγίαν ἑορτήν, εἰκόνα τῆς παρὰ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Αʹ / In sanctum pascha 1 / На Святую Пасху 1

In sanctum pascha Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ ἅγιον πάσχα

Νικᾷ καὶ μόνη ἡ ὄψις τῆς ἑορτῆς πᾶσαν ἐγκωμίων πλοκὴν καὶ πᾶς ἔπαινος τῇ ἀξίᾳ ἀπολιμπάνεται· ὅσον γὰρ ἂν ὁ λόγος ἀναλάβοι ἀγῶνα καὶ ὅλον ἑαυτὸν κινήσει πρὸς τὰ ἐγκώμια, οὐδὲν εἰπεῖν πρὸς ἀξίαν δυνήσεται. Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα. Κρεῖσσον γὰρ ἐστὶ σιωπῶντα τιμᾶν ἢ ὑβρίζειν φθεγγόμενον· ἡ μὲν γὰρ σιωπὴ ἐπιγινώσκουσα τὴν οἰκείαν ἀμαθίαν ἀξιοῦται συγγνώμης, ἡ δὲ προπετὴς πραγματεία οὐδὲν ἄξιον τοῦ προκειμένου ἐρευγομένη καὶ ἀσύγγνωστός ἐστι καὶ ἑαυτὴν ἐστηλίτευσεν.

Ὅμως ἐπειδὴ ὁ θεὸς διὰ πλῆθος οἰκτιρμῶν καὶ τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν οὐ κατ' ἀξίαν ἐπιζητεῖ ἀλλὰ τὴν ἑκάστου πρόθεσιν ἀποδέχεται, λέγωμεν ὅσα δυνάμεθα. Ἡ γὰρ ἑορτὴ τῆς θεϊκῆς ἐστι φιλανθρωπίας τεκμήριον καὶ βοᾷ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὴν νοητὴν ἀγαθότητα· δι' ἧς ὁ μονογενὴς τὸν κόσμον ἀπολλύμενον ἔσωσε καὶ τὸν ἐξορισθέντα ἀνεκαλέσατο ἄνθρωπον, δι' ἧς τὸν δουλωθέντα Ἀδὰμ ἠλευθέρωσεν, δι' ἧς τὴν κακῶς ἐκταθεῖσαν κατὰ τοῦ ξύλου δεξιὰν τῆς Εὔας ἰάσατο, δι' ἧς τὰς τοῦ ᾅδου πύλας ἀνέῳξε συντρίψας μοχλοὺς παραβάσεως καὶ δαιμόνων ἀμετάβλητον πατήσας ὠμότητα καὶ τοὺς πυλωροὺς καταπλήξας. Ὡς γὰρ ἐθεάσαντο εἰς τὴν τοῦ ᾅδου φρουρὰν παραγενόμενον τὸν βασιλέα ἔπτηξαν ἰσχυρῶς· αὐτὸς ὁ ᾅδης τῷ τρόμῳ ἐκλονεῖτο καὶ τοὺς κατοιχομένους κατήπειγε καὶ μετὰ σπουδῆς ἐβιάζετο.

Πᾶσαι αἱ μυριάδες τῶν ἐγκατακλείστων ἐκεκίνηντο καινότερον θέαμα θεάσασθαι ἐπειγόμεναι καὶ προσπίπτουσαι συμφώνως ἱκέτευον προβαλλόμεναι τὴν διαβολικὴν ὠμότητα καὶ ἀγριότητα αὐτοῦ καὶ ὁμοφώνως πρεσβεύουσαι προσέπιπτον. Ὅθεν πᾶσαν τὴν αἰχμαλωσίαν ὁ βασιλεὺς ἀπέσωσε καὶ τὰ οἰκεῖα δεσποτικῶς ἐλευθεροῖ δημιουργήματα. Αὐτὸς ὁ θάνατος κατῃσχύνετο κατέχειν τὸν ἐν νεκροῖς ἐλεύθερον μὴ δυνάμενος· κατέπιε γὰρ τοὺς πολλοὺς καὶ τὸν σωτῆρα πέψαι μὴ δυνάμενος διεφθάρη. Κατέπιεν ὡς ἄνθρωπον, ἐξέμεσε δὲ οὐχ ὡς ἄνθρωπον, πάντας γὰρ τῷ ἑνὶ συνεξέμεσεν. Ἐθεάσατο γὰρ σῶμα ἐνδεδυμένον καὶ ἐνεπήδη σεν, ἔλαβε δὲ τὴν πεῖραν τῆς δυνάμεως καὶ φρίξας ἀπεπήδησεν. Ἐν τάφῳ διὰ Ἰουδαίων κατέκλεισε καὶ νενικηκέναι τοῦτον ἐνόμισε καὶ ὑψοῦτο καὶ ἐκηρύσσετο· ὡς δὲ εἶδε τὸν τάφον ἀνεῳγμένον καὶ τοῦ ἀποθανόντος, ὡς ἐνόμισε, σώματος τὴν ἀνάστασιν θεϊκὴν γενομένην καὶ τοῦ νεκρωθέντος τὴν ἀνίκητον δύναμιν, τὴν ἰσχὺν παρελύετο καὶ τὸ οἰκεῖον τέλος ὁ δείλαιος δεδοικὼς ἐβόα· Οἴμοι, ὡς ἔοικεν, ἦλθεν ὁ ἐμὲ καταλύων καὶ τὴν ἐμὴν βασιλείαν πορθῶν.

Πολλοὶ ἤλθοσαν πρός με καὶ οὐδένα θεασάμενος ἐδειλίασα, πολλοὺς ἐθανάτωσα καὶ οὐδεὶς ἀντέσχε μοι. Νῦν ὁ δυνατὸς οὐχ ὑφίσταμαι, ὁ ὑψηλὸς τεταπείνωμαι, ὁ κραταιὸς παραλέλυμαι, ὁ καυχώμενος ἐδαφίζομαι, ἀοράτως συνέχομαι, οὐ φέρω τοῦ παρόντος τὴν δύναμιν· ὁ ὁρώμενος φοβερὸς εὐκαταφρόνητος πέλω, ὁ νοούμενος δυνατὸς παρὰ πᾶσι καταγέλαστος ὑπάρχω. Οἴμοι, τί ποιήσω; Πῶς ἠπατήθην. Ἐτέχθη ὡς ἄνθρωπος, ἐπ' ἀγκαλῶν περιηνέχθη ὡς ἄνθρωπος, μαζοῖς ὑπεβλήθη ὡς ἄνθρωπος, ἐπείνασεν ὡς ἄνθρωπος, ἐδίψησεν ὡς ἄνθρωπος, ἐμαστίχθη ὡς ἄνθρωπος, ἐνεπτύσθη ὡς ἄνθρωπος, ἐσταυρώθη ὡς ἄνθρωπος, ἐνεπαίχθη ὡς ἄνθρωπος, ὄξος ἐποτίσθη ὡς ἄνθρωπος, ἀπέθανεν ὡς ἄνθρωπος, ἐτάφη ὡς ἄνθρωπος, ἀνέστη ὡς θεὸς οὐχ ὡς ἄνθρωπος. Πῶς εὑρέθη θεὸς αὐτέγερτος; Ἔπαθε πολλὰ παρὰ πολλῶν καὶ οὐδένα τούτων ἠμύνατο, ἠτιμάσθη παρὰ τῶν δούλων καὶ οὐδένα τούτων ἐλυμήνατο. Ἰουδαῖοι ἐβόων καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός, καὶ πάλιν· ∆αιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε, καὶ πάλιν· Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις· καί· οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀπέδωκεν. Ταῦτά μου τὴν ἀφροσύνην ἠπάτησεν, ταῦτά με τὸν ἄθλιον ἐχλεύασεν, διὰ τούτων ἠγκιστρεύθην, διὰ τούτων ἐδελεάσθην. Πάντα ὑπομεῖναι διὰ τοῦ σώματος κατεδέξατο· εἴ ποτε τῆς θεότητος ὑπέδειξε μέγεθος, ὀξέσι ποσὶν ἱπτάμενος ἀοράτως ὑπέστρεφον. Συνεσκίαζε πολλάκις παθήμασι καὶ οὐκ ἔφερον αὐτοῦ τὴν ἀχώρητον δύναμιν· ὅθεν πολλάκις θεασάμενος τῆς θεότητος τὰ τεκμήρια ἐβόων καὶ ἔλεγον διὰ τῶν ἑπομένων μοι πονηρῶν δαιμόνων· ∆έομαί σου μή με βασανίσῃς, καὶ πάλιν· Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.

Ἀλλ' ὡς ἤκουον βοῶντος· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, καί· νῦν ἡ ψυχή μου τετάρακται, ὡς ἐθεασάμην ἀγωνιῶντα καὶ πρὸς τὸν ἑαυτοῦ πατέρα βοῶντα· Πάτερ, εἰ δυνατόν ἐστι παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπεπήδησα πάλιν κοινὸν λογισάμενος εἶναι ἄνθρωπον. Ὡς δὲ ἔοικεν, δι' ἐμὲ οὕτως ἐφθέγγετο, ἵνα με δελεάσῃ καὶ ἀπατήσας ἐμὲ τὸν ὑπ' ἐμοῦ ἀπατηθέντα λυτρώσηται ἄνθρωπον. Οὐκ ἔγνων δὲ ὁ δείλαιος· ἔδει με αὐτοῦ ἀκούσαντα· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἐξ αὐτῶν τῶν πραγμάτων ἐρευνᾶν τὴν ἀλήθειαν. Ὁ γὰρ μὴ φοβεῖσθαι ἀνθρώπῳ συμβουλεύων τὸν θάνατον, πῶς αὐτὸς φόβῳ τοῦ θανάτου συνείχετο; Ἀλλὰ θανατώσας ἐθανατώθην, σταυρώσας ἐστηλιτεύθην, ἥλους χαλκεύσας περιεπάρην, ἀκάνθας πλέξας ἐτραυματίσθην, χολὴν προσκομίσας πικρῶς ἐθανατώθην, χλανίδα ἐνδύσας συνεποδίσθην. Ἐπεὶ οὖν τῆς τοιαύτης εὐφροσύνης ἡ ἡμέρα πεπλήρωται, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· αὐτὸς γὰρ ἐποίησε τὴν ἡμέραν καὶ διὰ τῆς ἀναστάσεως τῆς ἰδίας ἐφαίδρυνεν αὐτήν. Ὁ γὰρ δημιουργὸς τῆς ἡμέρας καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν κατεδέξατο διὰ τῆς σαρκὸς καὶ μησὶ καὶ ὥραις καὶ ἐνιαυτοῖς δουλεῦσαι, ὃν ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς ἐκήρυσσε λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ἰωάννη, πῶς ὕψωσάς σου τὸν νοῦν, πῶς ἐκορύφωσάς σου τὸν λογισμόν, πῶς ὑπερέβης τὴν φύσιν, πῶς ἐπάτησας τὸν οὐρανόν, πῶς παρῆλθες τάξεις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ αὐτὰς τὰς ἄνω δυνάμεις καὶ χοροστασίας, πῶς αὐτῷ τῷ θρόνῳ τῷ ἁγίῳ ἤγγισας, πῶς δὲ κἀκεῖνον παρέδραμες καὶ ἐθεάσω τὸν ἐν ἀρχῇ ὄντα ὄντως υἱὸν θεοῦ λόγον; Τίς σε, Ἰωάννη, ταύτην τὴν φωνὴν ἐδίδαξεν;

Πῶς λέγειν τὰ ἄρρητα κατετόλμησας; Πῶς τὸν υἱὸν λόγον ὠνόμασας; Οὐδεὶς ἄλλος ταῦτα ἐφθέγξατο. Καὶ πάντως Ἰωάννης ἐρεῖ ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ λαλῶν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν ἐμοί. Αὐτὸ παρεσκεύασε μὴ λέγειν ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη, ἐπειδὴ φιλοπράγμονες ὑπάρχουσιν οἱ κακῶς φρονοῦντες καὶ περιεργάζονται τοὺς λόγους καὶ τρακτεύουσι τὰ ῥήματα. Καὶ ἤμελλον ἀκούσαντες ὅτι ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη τὸν τρόπον τῆς γεννήσεως συντάττειν καὶ πῶς καὶ πότε καὶ παθητὴν ὑπολαμβάνειν τὴν γέννησιν. ∆ιὰ τοῦτο καὶ τὴν ἀμφιβολίαν αὐτῶν τῆς ψυχῆς ἐξορίζει καὶ τὴν παθητικὴν διασκεδάζει ὑπόνοιαν λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος. Ὥσπερ δὲ ἐκ τοῦ νοῦ ἀπαθῶς ὁ λόγος προέρχεται καὶ οὔτε τὸν γεννήσαντα μειοῖ καὶ αὐτὸς προέρχεται τέλειος, οὕτως καὶ ὁ υἱὸς τοῦ θεοῦ τέλειος ἐξ ὅλου γεγέννηται μήτε τὸν πατέρα μειώσας καὶ αὐτὸς ἔχων τὴν τελειότητα τοῦ πατρός· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Βʹ / In sanctum pascha 2 / На Святую Пасху 2

In sanctum pascha Τοῦ αὐτοῦ λόγος εἰς τὸ ἅγιον Πάσχα. Εὐλόγησον· πάτερ.

Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος, ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν. Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανά του κεχαλίνωται στόμα, οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσ καιρον γελῶσι τὸν θάνατον, μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν. Ἀποτεμὼν γὰρ ἡμᾶς τῆς ὀδυνηρᾶς ταύτης καὶ προσκαίρου ζωῆς εἰς ἀταλαιπώρητον διαγωγὴν καὶ μακαρίαν παραπέμπει κατάστασιν, ἔνθα "ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός" εἰς ἀπόλαυσιν ἀνεκλάλητον καὶ τρυφὴν ἀκατάληπτον, "ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη". Ἄκων οὖν εὐεργέτης τῶν ἀνθρώπων ὁ θάνατος καὶ ἐχθρὸς ἐπιτήδειος, ἀλλ' εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος· ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέ τερα, καταλύσει τὰ ἴδια.

Λύσις γὰρ θανάτου τὸ τοὺς τελευτῶντας εἰς ἀτελεύτητον ἀθανασίαν χωρεῖν. Καὶ τίς αὐτὸ(ν) εἰς τὴν ἀντίστρο φον ταύτην περιήνεγκεν τέχνην ἵνα λοιπὸν εὐεργετῇ καὶ βλάπτων χαρίζηται; Ὁ τὴν τῆς ἀναστάσεως ἐπαγγελίαν ἐκφωνήσας τῷ κόσμῳ· "λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." "Λύ σατε τὸν ναὸν τοῦτον", οὐχ ὃν αἱ ὑμέτεραι χεῖρες ἀνέστησαν, ἀλλ' ὃν ἐγὼ κτίσας ἐμαυτῷ περιέθηκα· αὐτὸς γὰρ πεσὼν ἀναστήσεται, ὁ δὲ ὑμέτερος ἱστάμενος πεσεῖται· "Ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον." "Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν". Οὐκ εἶπεν· ἐγερεῖ αὐτὸν ὁ Πατὴρ, ἵνα μὴ Ἄρειος ἐπιπηδήσῃ τῷ λόγῳ ἀλλ'· Ἐγὼ ἐγερῶ αὐτόν· ἐγὼ δι' ἐμαυτοῦ αὐ θεντῶ οὐ κελευόμενος. ∆ιὰ τί δὲ μὴ παραχρῆμα, ἀλλὰ μετὰ τρεῖς ἡμέρας; Ἐρωτᾷς διὰ τί μὴ παραχρῆμα ἀνίσταται, ἀλλὰ μετὰ τρεῖς ἡμέρας· Ἵνα μὴ τοῦ προφήτου Ἰωνᾶ τὸν τύπον παραλύσῃ. "Ὥσπεργὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας". Ἥλιος γὰρ διασκεδάζει γνόφον, διώ κει δὲ νύκτα φωτοφόρος ἡμέρα· τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκο χίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα. Πάντα χαρᾶς καὶ φαιδρό τητος γέμει. Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω. Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμ φορά. Πενθεῖ δὲ ἄρα ὁ διάβολος· ∆ιὰ τί; Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν, ὅτι καὶ τὸ καθ' ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμό νων τρόπαιον νικηφόρον. Σταυρὸς δένδρον ἀειθαλὲς καθ' ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον.

Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέ πειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλί ψεως λόγχῃ, ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν. Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν. "Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά". Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥήγνυσιν. Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν. Τὴν Εὔαν ἐσκέ λισεν, παρὰ Μαρίας σκελίζεται. Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβά σεως, θρηνήσει τῷ σταυρῷ κολαζόμενος. Ἐν τῷ παραδείσῳ κεκρά τηκεν, ἐν τῷ Ἅιδῃ κεκράτηται. Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυράννησεν, ἀλλ' ἐν τῷ Ἅιδῃ κρατῶν ἀπεστέρηται. Ὃν οὐκ εἶχεν πρότερον ἔλαβεν, ἀλλ' ὕστερον, ὃν κατεῖχεν ἀπώλεσεν. Χαίρων ἔδρα μεν καὶ θρηνῶν ἀνεχώρει. "Τὰ ἀρχαῖα παρῆλθεν, γέγονεν τὰ πάντα καινά." Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος. Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία. Οὗ γὰρ ἐκείνη τὰς ἐν τολὰς οὐκ ἐφύλαξεν, τοῦτον αὕτη γαστρὶ περιέλαβεν· καὶ ὃν οὐρα νὸς οὐκ ἐχώρησεν, οὐκ ἐστενοχώρησεν ἡ γαστὴρ τῆς παρθένου. Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα. Φιλαν θρώπῳ τοίνυν προσφεύγωμεν ∆εσπότῃ ὑπὲρ τοῦ πεπονθότος δι' ἡμᾶς. Μὴ φύγωμεν τὰ πάθη· "Συμπάσχομεν γὰρ ἵνα καὶ συνδοξασθῶμεν." Ἡ ἀνάστασις ἀνέστη καὶ χαρᾶς ἡ κτίσις πεπλήρωται. Ὁ γὰρ κῆρυξ τῆς ἀναστάσεως πρῶτος ἐν ἑαυτῷ τὴν ἀνάστασιν ἔδειξεν.

Εἰ γὰρ λόγῳ μὲν ἐκήρυξεν, ἔργῳ δὲ μὴ ὑπέδειξεν, οὐκ ἂν ἐπίστευσαν οἱ λόγον μὲν ἀκούοντες, ἔργον δὲ μὴ θεωροῦντες. Τί οὖν ὁ τῆς ἀναστά σεως ὑπενόησεν κῆρυξ; Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου, ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κή ρυγμα δέξωνται. Πρῶτος οὖν ὁ ∆εσπότης "ἐκ νεκρῶν· Ἀπαρχὴ τῶν κεκοιμημένων" ὁ Χριστός. Καὶ μηδεὶς ἐκεῖνο λεγέτω· Καὶ μὴν εὑρίσκομεν ἄλλους πρὸ αὐτοῦ ἀναστάντας· Ἠλίας ὁ θεσβίτης τὸν υἱὸν τῆς Σαραφθείας πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀνέστησεν. Ἐλισ σαῖος ὁμοίως τὸν υἱὸν τῆς Σουμανίτιδος. Πῶς οὖν· "Ἀπαρχὴ τῶν κε κοιμημένων Χριστός; Τὸ πλέον λέγω· Αὐτὸς ὁ ∆εσπότης Χριστὸς πρὸ ἑαυτοῦ τετραήμερον νεκρὸν τὸν Λάζαρον ἤγειρεν. Πῶς "ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός; Ὃ λέγομεν ἐπὶ τοῦ Λαζάρου, λέγομεν ἐπὶ πάν των τῶν πρὸ αὐτοῦ ἀναστάντων. Ἀνέστη μὲν ὁ Λάζαρος πρὸ τοῦ ∆εσπό του Χριστοῦ· ἀλλ' ἀνέστη Λάζαρος, ἵνα πάλιν ἀποθάνῃ. Πρὸς ὀλίγον ἀναλαμβάνει τοῦ ζῆν, ἵνα ὑπερετήσῃ τῷ θαύματι καὶ πάλιν ὑπὸ τὴν θα νατικὴν ἀπόφασιν γένηται. Εἰ δὲ "ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός," οὐκέτι πρὸς δεύτερον ἐχώρησε θάνατον, ἀλλὰ χωρίσας ἑαυτὸν καθάπαξ τοῦ σώματος, ὅπερ ἦν ἐξ ἀρχῆς, ἀθάνατος ἔμεινεν.

Μαρτύρησον ὦ Παῦλε τῷ λεγομένῳ· "Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέ θανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ." Τὴν οὖν τελείαν ἀνάστασιν Χριστὸς ἐπεδείξατο πρῶτος. ∆ιὰ τοῦτο· "ἀπαρχὴ τῶν κεκοιμημέ νων" Χριστός, ἵνα ἅπερ ἐπηγγείλατο τοῖς λόγοις, ταῦτα πληρώσῃ τοῖς ἔργοις. Ἂν μὴ γὰρ προϋπάρξῃ θάνατος, οὐκ ἔστιν ἀνάστασις· ἂν μὴ προλάβῃ τὸ πάθος, οὐκ ἔστιν ἰατρεία. Χριστὸς δὲ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, τὰς ψυχικὰς ἡμῶν ἐθεράπευσεν νόσους, τοὺς ψυχοφθόρους δαίμονας ἀπήλασεν. Ἐκεῖνο λεγέτω· Εἰ Θεός, πῶς ἐσταυρώθη; πῶς ἀσώματος φύσις σωματικὴν ὑπέμεινεν ὀδύνην; πῶς ἡ παντοδύναμος ἐξουσία πεῖραν ἐδέξατο θανάτου; Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Οὐχ ἡ θεότης ἐσταυρώθη, ἀλλὰ τὸ περιβόλαιον τῆς θεότητος. Σταυρουμένου δὲ τοῦ σώματος, ἡ θεότης ἠτιμάζετο. Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει· ὁ τὴν βασιλικὴν κατακόψας πορφύραν, τὸν βασιλέα πρὸς ὀργὴν ἐρεθίζει. Καὶ τότε μὲν αὐτὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι· νῦν δὲ οἱ τῶν Χριστιανῶν αὐτὸν ἀνασταυροῦσι πρωτόθρονοι. Ὁ γὰρ ἀναχρίσας τὸν Χριστὸν ἀνεσταύρωσεν. "Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα." Ἐπὶ γὰρ τῷ βαπτίσματι τὸ χρῖσμα. Πῶς οὖν ὁ χρισθεὶς μέχρι νῦν ὡς ἄχριστος ἀνεχρίσθη; Τὸ γὰρ περιττὸν χρῖσμα τὸν Χριστιανὸν ἐποίησεν ἄχριστον καὶ σαυτοῦ γέγονας ὡς Ἰούδας προδότης, διὰ χρυσὸν τὸν Χριστὸν ἀρνησάμενος.

∆ιὸ καὶ ἡ τοῦ Ἰούδα περιμένει σε σχοῖνος. ∆εῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου. Ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέγοντες λόγον καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα, ἵνα κρειττόνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτύχωμεν τῶν καὶ νοῦν καὶ (τὸν) λόγον ὑπερβαινόντων ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Γʹ / In sanctum pascha 3 / На Святую Пасху 3

In sanctum pascha ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ ΛΟΓΟΣ.

[PG52.765]

αʹ. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ παρὰ τοῦ μακαρίου ∆αυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἰδοὺ γὰρ ἡμῖν παρα γέγονεν ἡ ποθεινὴ καὶ σωτήριος ἑορτὴ, ἡ ἀναστάσιμος ἡμέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ τῆς εἰ ρήνης ὑπόθεσις, ἡ τῆς καταλλαγῆς ἀφορμὴ, ἡ τῶν πολέμων ἀναίρεσις, ἡ τοῦ θανάτου κατάλυσις, ἡ τοῦ [PG52.766] διαβόλου ἧττα. Σήμερον ἄνθρωποι τοῖς ἀγγέλοις ἀν εμίγησαν, καὶ οἱ σῶμα περικείμενοι μετὰ τῶν ἀσωμάτων δυνάμεων λοιπὸν τὰς ὑμνῳδίας ἀναφέρουσι. Σήμερον καταλύεται τοῦ διαβόλου ἡ τυραννίς· σήμε ρον τὰ δεσμὰ τοῦ θανάτου ἐλύθη, τοῦ ᾅδου τὸ νῖκος ἠφάνισται· σήμερον εὔκαιρον πάλιν εἰπεῖν τὴν προ φητικὴν ἐκείνην φωνήν· Ποῦ σου, θάνατε, τὸ κέν τρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Σήμερον τὰς χαλκᾶς [PG52.767] πύλας συνέθλασεν ὁ ∆εσπότης ἡμῶν Χριστὸς, καὶ αὐτὸ τοῦ θανάτου τὸ πρόσωπον ἠφάνισε.

Τί δὲ λέγω τὸ πρόσωπον; Αὐτοῦ τὴν προσηγορίαν μετέβαλεν· οὐκ ἔτι γὰρ θάνατος λέγεται, ἀλλὰ κοίμησις καὶ ὕπνος· πρὸ μὲν γὰρ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς τοῦ σταυροῦ οἰκονομίας, καὶ αὐτὸ τοῦ θανάτου τὸ ὄνο μα φοβερὸν ἐτύγχανε. Καὶ γὰρ ὁ πρῶτος ἄνθρωπος γενόμενος ἀντὶ μεγάλου ἐπιτιμίου τοῦτο κατεδικά ζετο ἀκούων· Ἧ δ' ἂν ἡμέρᾳ φαγῇ, θανάτῳ ἀπο θανῇ. Καὶ ὁ μακάριος δὲ Ἰὼβ τούτῳ τῷ ὀνόματι αὐ τὸν προσηγόρευσε, λέγων· Θάνατος ἀνδρὶ ἀνάπαυ σις. Καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγε· Θάνατος ἁμαρ τωλῶν πονηρός. Οὐ μόνον δὲ θάνατος ἐκαλεῖτο ἡ διάλυσις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ ᾅδης. Ἄκουε γὰρ τοῦ μὲν πατριάρχου Ἰακὼβ λέγοντος· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδου· τοῦ δὲ προφήτου πάλιν· Ἔχανεν ὁ ᾅδης τὸ στόμα αὐτοῦ· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος· Ῥύ σεταί με ἐξ ᾅδου κατωτάτου· καὶ πολλαχοῦ εὑρή σεις ἐπὶ τῆς Παλαιᾶς θάνατον καὶ ᾅδην καλουμένην τὴν ἐντεῦθεν μετάστασιν. Ἐπειδὴ δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν θυσία προσηνέχθη, καὶ τὰ τῆς ἀναστάσεως προεχώρησε, περιῆρε δὲ τὰς προσηγορίας αὐτὰς ὁ φιλάνθρωπος ∆εσπότης, καὶ καινὴν καὶ ξένην πολι τείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον· ἀντὶ γὰρ θανάτου λοιπὸν κοίμησις καὶ ὕπνος λέγεται ἡ ἐντεῦθεν μετάστασις. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κε κοίμηται, ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὸν καθεύδοντα διυπνίσαι καὶ διεγεῖραι, οὕτω καὶ τῷ κοινῷ πάντων ἡμῶν ∆ε σπότῃ τὸ ἀναστῆσαι. Καὶ ἐπειδὴ καινὸν ἦν καὶ ξένον τὸ παρ' αὐτοῦ εἰρημένον, οὐδὲ οἱ μαθηταὶ συνῆκαν τὸ λεχθὲν, μέχρις ὅτου συγκαταβαίνων αὐτῶν τῇ ἀσθε νείᾳ, φανερώτερον αὐτὸ εἴρηκε.

Καὶ ὁ τῆς οἰκουμέ νης δὲ διδάσκαλος ὁ μακάριος Παῦλος, γράφων Θεσ σαλονικεῦσί φησιν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πάλιν ἀλλαχοῦ· Ἄρα οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπώλοντο. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθά σωμεν τοὺς κοιμηθέντας. Καὶ ἑτέρωθι πάλιν· Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ.

βʹ. Εἶδες πανταχοῦ λοιπὸν κοίμησιν καὶ ὕπνον τὸν θά νατον καλούμενον; καὶ τὸν πρὸ τούτου φοβερὸν ἔχοντα τὸ πρόσωπον, νῦν εὐκαταφρόνητον μετὰ τὴν ἀνάστα σιν γινόμενον; Εἶδες λαμπρὸν τῆς ἀναστάσεως τὸ τρόπαιον; ∆ιὰ ταύτην ἡμῖν τὰ μυρία ἀγαθὰ εἰσενή νεκται· διὰ ταύτην ἡ τῶν δαιμόνων ἀπάτη κατελύθη· διὰ ταύτην καταγελῶμεν θανάτου· διὰ ταύτην ὑπερορῶμεν τῆς παρούσης ζωῆς· διὰ ταύτην πρὸς τὴν τῶν μελλόντων ἐπιθυμίαν ἐπειγόμεθα· διὰ ταύτην, σῶμα περικείμενοι, οὑδὲν ἔλαττον τῶν ἀσω μάτων ἔχομεν, ἐὰν βουλώμεθα. Σήμερον ἡμῶν τὰ λαμπρὰ νικητήρια γέγονε· σήμερον ἡμῶν ὁ ∆εσπό της τὸ κατὰ τοῦ θανάτου τρόπαιον στήσας, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καταλύσας, τὴν διὰ τῆς ἀνα στάσεως ὁδὸν εἰς σωτηρίαν ἐχαρίσατο. Πάντες τοίνυν χαίρωμεν, σκιρτῶμεν, ἀγαλλώμεθα. Εἰ γὰρ καὶ ὁ ∆εσπότης ἡμῶν ἐνίκησε καὶ τὸ τρόπαιον ἔστησεν, ἀλλὰ κοινὴ καὶ ἡμῶν ἡ εὐφροσύνη καὶ ἡ χαρά.

∆ιὰ γὰρ τὴν ἡμετέραν σωτηρίαν πάντα εἰργάσατο· καὶ δι' ὧν ἡμᾶς κατεπάλαισεν ὁ διάβολος, διὰ τούτων [PG52.768] αὐτοῦ περιεγένετο ὁ Χριστός. Αὐτὰ τὰ ὅπλα ἔλαβε, καὶ τούτοις αὐτὸν κατηγωνίσατο· καὶ πῶς, ἄκουε. Παρθένος καὶ ξύλον καὶ θάνατος τῆς ἡμετέρας ἥττης γέγονε τὰ σύμβολα. Καὶ γὰρ παρθένος ἦν ἡ Εὔα· οὐδέπω γὰρ ἄνδρα ἐγίνωσκεν, ὅτε τὴν ἀγάπην ὑπ έμεινε· ξύλον ἦν τὸ δένδρον· θάνατος τὸ ἐπιτίμιον τὸ κατὰ τοῦ Ἀδάμ. Εἶδες πῶς παρθένος καὶ ξύλον καὶ θάνατος γέγονεν ἡμῖν τῆς ἥττης τὰ σύμβολα; Ὅρα τοίνυν πῶς καὶ τῆς νίκης αὐτὰ πάλιν γέγονε παραί τια. Ἀντὶ τῆς Εὔας ἡ Μαρία· ἀντὶ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ ξύλον τοῦ σταυροῦ· ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ, ὁ ∆εσποτικὸς θάνατος. Εἶδες δι' ὧν ἐνίκησε, διὰ τούτων αὐτὸν ἡτ τώμενον; Περὶ τὸ δένδρον κατηγωνίσατο τὸν Ἀδὰμ ὁ διάβολος· περὶ τὸν σταυρὸν κατεπάλαισε τὸν διάβο λον ὁ Χριστός. Κἀκεῖνο μὲν τὸ ξύλον εἰς ᾅδην ἔπεμπε, τοῦτο δὲ τὸ ξύλον, τὸ τοῦ σταυροῦ, καὶ τοὺς ἀπελ θόντας ἐκ τοῦ ᾅδου πάλιν ἀνεκαλεῖτο· κἀκεῖνο μὲν καθάπερ αἰχμάλωτον καὶ γυμνὸν ἔκρυπτε τὸν ἡττη θέντα, τοῦτο δὲ τὸν νικητὴν γυμνὸν προσηλωμένον ἐφ' ὑψηλοῦ πᾶσιν ἐδείκνυ. Καὶ θάνατος ὁ μὲν καὶ τοὺς μετ' αὐτὸν κατέκρινεν· ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ ἀνέστησεν ἀληθῶς. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέ σεις αὐτοῦ; Ἀπὸ θανάτου γεγόναμεν ἀθάνατοι, ἀπὸ πτώσεως ἀνέστημεν, ἀπὸ ἡττήματος κατέστημεν νι κηταί.

γʹ. Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα τῆς ἀναστάσεως μεγίστη ἀπόδειξις. Σήμερον ἅγγελοι σκιρτῶσι, καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις ἀγάλλον ται, συνηδόμεναι ἐπὶ τῇ σωτηρίᾳ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων.

Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, πολλῷ μᾶλλον ἐπὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης. Σήμερον τὴν ἀνθρω πείαν φύσιν, τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερώ σας, πρὸς τὴν προτέραν εὐγένειαν ἐπανήγαγεν. Ὅταν γὰρ ἴδω τὴν ἀπαρχὴν τὴν ἐμὴν οὕτω τοῦ θανάτου περιγεγενημένην, οὐκ ἔτι δέδοικα, οὐκ ἔτι φρίττω τὸν πόλεμον· οὐδὲ πρὸς τὴν ἀσθένειαν ὁρῶ τὴν ἐμαυ τοῦ, ἀλλ' ἐννοῶ τοῦ μέλλοντός μοι συμμαχεῖν τὴν ἄφατον δύναμιν. Ὁ γὰρ τῆς τοῦ θανάτου τυραννίδος περιγενόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν ἰσχὺν ἀφελόμε νος, τί λοιπὸν οὐκ ἐργάσεται περὶ τὸ ὁμογενὲς, καὶ οὗ τὴν μορφὴν ἀναλαβεῖν διὰ πολλὴν φιλανθρωπίαν κατηξίωσε, καὶ διὰ ταύτης τὴν πρὸς τὸν διάβολον πάλην ποιήσασθαι; Σήμερον χαρὰ πανταχοῦ τῆς οἰκουμένης καὶ εὐφροσύνη πνευματική. Σήμερον καὶ τῶν ἀγγέλων ὁ δῆμος καὶ πασῶν τῶν ἄνω δυνάμεων ὁ χορὸς διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀγάλλονται.

Ἐννόησον τοίνυν, ἀγαπητὲ, χαρᾶς μέγεθος, ὅτι καὶ αἱ ἄνω δυνάμεις ἡμῖν συνεορτάζουσι· συγχαίρουσι γὰρ τοῖς ἡμετέροις ἀγαθοῖς. Καὶ γὰρ εἰ καὶ ἡμετέρα ἡ χάρις ἡ παρὰ τοῦ ∆εσπότου, ἀλλὰ καὶ ἐκείνων ἡ ἡδονή. ∆ιὰ τοῦτο οὐκ ἐπαισχύνονται ἡμῖν συνεορτά σαι. Καὶ τί λέγω, ὅτι οἱ σύνδουλοι ἡμῖν οὐκ ἐπαισχύ νονται συνεορτάσαι; Αὐτὸς ὁ ∆εσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται ἡμῖν συνεορτάσαι. Τί δὲ εἶπον, οὐκ ἐπαισχύνεται; Καὶ ἐπιθυμεῖ συνεορτάσαι ἡμῖν. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησε φαγεῖν, καὶ συνεορτάσαι δηλονότι. Ὅταν οὖν ἴδῃς μὴ μόνον ἀγγέλους καὶ πάν των τῶν οὐρανίων δυνάμεων τὸν δῆμον, ἀλλὰ καὶ αὐτὸν τὸν ∆εσπότην τῶν ἀγγέλων ἡμῖν συνεορτάζοντα, [PG52.769] τί σοι λείπεται λοιπὸν εἰς εὐφροσύνης λόγον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς σήμερον διὰ τὴν πενίαν· ἑορτὴ γάρ ἐστι πνευματική. Μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲ γὰρ ἀπὸ τῶν χρημάτων εἰσενεγκεῖν εἰς τὴν ἑορτὴν ταύτην δύναται. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν, τῶν βιωτικῶν λέγω, ἔνθα πολλὴ ἡ φαντασία καὶ τῆς ἔξωθεν περιβολῆς, καὶ τῆς ἐν τῇ τραπέζῃ πολυτε λείας, εἰκότως ἐκεῖ ὁ μὲν πένης ἐν ἀθυμίᾳ καὶ κατ ηφείᾳ ἔσται, ὁ δὲ πλούσιος ἐν ἡδονῇ καὶ φαιδρότητι. Τί δήποτε; Ὅτι ὁ μὲν λαμπρὰν ἐσθῆτα περιβάλλεται, καὶ πλουσιωτέραν παρατίθεται τὴν τράπεζαν· ὁ δὲ πένης ὑπὸ τῆς πενίας κωλύεται τὴν αὐτὴν φιλοτι μίαν ἐπιδείξασθαι. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκποδὼν, μία δὲ τράπεζα καὶ πλουσίῳ καὶ πένητι, καὶ δούλῳ καὶ ἐλευθέρῳ.

Κἂν πλούσιος ᾖς, οὐδὲν πλεονάζεις τοῦ πένητος· κἂν πέ νης ᾖς, οὐδὲν ἔλαττον ἕξεις τοῦ πλουσίου, οὐδὲ διὰ τὴν πενίαν ἐλαττοῦταί σου τὰ τῆς εὐωχίας τῆς πνευ ματικῆς· θεία γάρ ἐστιν ἡ χάρις, καὶ οὐκ εἶδε προσ ώπων διαφοράν. Καὶ τί λέγω, πλουσίῳ καὶ πένητι ἡ αὐτὴ τράπεζα πρόκειται; Καὶ αὐτῷ τῷ τὸ διάδημα περικειμένῳ, καὶ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξου σίαν τῆς οἰκουμένης ἀνῃρημένῳ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθημένῳ, μία τράπεζα πρό κειται. Τοιαῦτα γὰρ τὰ δῶρα τὰ πνευματικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαι ρέσει καὶ τῇ γνώμῃ. Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ τιμῆς καὶ ὁ βασιλεὺς καὶ ὁ πτωχὸς πρὸς τὴν ἀπόλαυ σιν καὶ κοινωνίαν τῶν θείων τούτων μυστηρίων ὁρ μῶσι. Καὶ τί λέγω, μετὰ τῆς αὐτῆς τιμῆς; Πολλάκις ὁ πένης μετὰ πλείονος τῆς παῤῥησίας. Τί δήποτε; Ὅτι ὁ μὲν βασιλεὺς κυκλούμενος πραγμάτων φρον τίσι, καὶ ὑπὸ πολλῶν περιστάσεων περιστοιχιζόμε νος, ὥσπερ ἐν πελάγει τυγχάνων, οὕτω πανταχόθεν ὑπὸ τῶν ἐπαλλήλων κυμάτων περιῤῥαντίζεται, καὶ πολλὰ προστρίβεται τὰ ἁμαρτήματα· ὁ δὲ πέ νης, πάντων τούτων ἀπηλλαγμένος, καὶ ὑπὲρ τῆς ἀναγκαίας μόνης φροντίζων τροφῆς, καὶ τὸν ἀπρά γμονα καὶ ἡσύχιον βίον μετιὼν, ὥσπερ ἐν λιμένι καὶ γαλήνῃ καθήμενος, μετὰ πολλῆς τῆς εὐλαβείας τῇ τραπέζῃ πρόσεισι.

δʹ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν ἀθυμίαι διάφοροι τίκτονται τοῖς περὶ τὰς βιωτικὰς ἑορτὰς ἠσχολημένοις. Πάλιν γὰρ ἐκεῖ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνην, καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια τὰ φαιδρὰ, καὶ τῆς ἐσθῆτος τὴν φαντασίαν. Ὅπερ γοῦν ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν ἱματίων ὑπομένουσιν. Ὅταν οὖν ἴδῃ τὸν πλούσιον ὁ πένης πολυτελεστέραν περιβεβλημένον στολὴν, ἐπλήγη τῇ ὀδύνῃ, ἐταλάνισεν ἑαυτὸν, μυρία ἐπηράσατο. Ἐνταῦθα δὲ καὶ αὐτὴ ἡ ἀθυμία ἀνῄρη ται· ἓν γὰρ ἅπασίν ἐστιν ἱμάτιον τὸ ἔνδυμα τὸ σω τήριον· καὶ βοᾷ Παῦλος λέγων· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μὴ τοίνυν καταισχύνωμεν τὴν τοιαύτην ἑορτὴν, παρακαλῶ, ἀλλὰ ἄξιον φρόνημα τῶν δεδωρημένων ἡμῖν παρὰ τῆς τοῦ Χριστοῦ χάριτος ἀναλάβωμεν. Μὴ μέθῃ καὶ ἀδηφαγίᾳ ἑαυτοὺς ἐκδώσωμεν, ἀλλ' ἐννοήσαντες τοῦ ἡμετέρου ∆εσπότου τὴν φιλοτιμίαν, καὶ ὅτι καὶ πλουσίους καὶ πένητας ὁμοίως ἐτίμησε καὶ δούλους καὶ ἐλευθέρους, καὶ εἰς πάντας κοινὴν τὴν δωρεὰν ἐξέχεεν, ἀμειψώ μεθα τὸν εὐεργέτην τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρκοῦσα πολιτεία ἀρέσκουσα, καὶ ψυχὴ νήφουσα [PG52.770] καὶ διεγηγερμένη. Αὕτη ἡ ἑορτὴ καὶ πανήγυρις οὐ χρημάτων δεῖται, οὐ δαπάνης, ἀλλὰ προαιρέσεως μό νης καὶ διανοίας καθαρᾶς.

Οὐδὲν σωματικόν ἐστιν ἐντεῦθεν ὠνήσασθαι, ἀλλὰ πάντα πνευματικά· ἀκρόα σιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας. Ἑορτάσωμεν τοίνυν τὴν ἑορτὴν ταύτην ἐν ᾗ ἀνέστη ὁ Κύριος. Ἀνέστη γὰρ, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησε. Καὶ αὐτὸς μὲν ἀνέστη, τὰ δεσμὰ τοῦ θανάτου διαῤῥήξας· ἡμᾶς δὲ ἀνέστησε, τὰς σειρὰς τῶν ἡμετέρων ἁμαρ τιῶν διαλύσας. Ἥμαρτεν ὁ Ἀδὰμ, καὶ ἀπέθανεν· οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον· ἐκεῖνος ἥμαρτε, καὶ ἀπέθανεν· οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα ὁ ἁμαρτὼν καὶ ἀποθανὼν, διὰ τοῦ μὴ ἁμαρτόντος καὶ ἀποθανόντος δυνηθῇ τῶν θανάτου δεσμῶν ἐλευθε ρωθῆναι. Οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὰ χρήματα ὀφειλόντων γίνεται· ὀφείλει τίς τινι ἀργύριον, καὶ οὐκ ἔχει καταβαλεῖν, καὶ διὰ τοῦτο κατέχεται· ἄλλος οὐκ ὀφείλων, δυνάμενος δὲ καταβαλεῖν, καταθεὶς ἀπέλυσε τὸν ὑπεύθυνον. Οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε, καὶ ἐπὶ τοῦ Χριστοῦ. Ὤφειλεν ὁ Ἀδὰμ τὸν θάνατον, καὶ κατείχετο ὑπὸ τοῦ διαβόλου· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο· ἦλθε δὲ καὶ κατέβαλε τὸν θάνατον ὑπὲρ τοῦ κατεχομένου, ἵνα ἐκεῖνον ἀπολύσῃ τῶν τοῦ θανάτου δεσμῶν. Εἶδες τῆς ἀναστάσεως τὰ κατορθώματα; εἶδες τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν; εἶδες μέγεθος κηδεμονίας;

Μὴ τοίνυν ἀγνώμονες γινώμεθα περὶ τὸν οὕτως εὐεργέτην, μηδὲ ἐπειδὴ ἡ νηστεία παρῆλθε, ῥᾳθυμότεροι καταστῶμεν· ἀλλὰ νῦν μᾶλλον ἢ πρότερον πλείονα τῆς ψυχῆς ποιώμεθα τὴν ἐπιμέλειαν, ἵνα μὴ τῆς σαρκὸς πιαινομένης, αὕτη ἀσθενεστέρα γένηται, ἵνα μὴ τῆς δούλης φροντίζοντες, τῆς δεσποίνης καταμελῶμεν. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὑπὲρ τὴν χρείαν διαῤῥήγνυσθαι, καὶ τὴν συμμετρίαν ὑπερβαίνειν; Τοῦτο καὶ τὸ σῶμα λυμαίνεται, καὶ τῆς ψυχῆς τὴν εὐγένειαν προδίδωσιν. Ἀλλὰ τῆς αὐταρκείας καὶ τῆς χρείας γενώμεθα, ἵνα καὶ ψυχῇ καὶ σώματι τὸ προσῆκον ἀποπληρώσωμεν, ἵνα μὴ τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα ἀθρόον ἅπαντα ἐκχέωμεν. Μὴ γὰρ κωλύω ἀπολαύειν τροφῆς καὶ ἀνίεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλὰ παραινῶ τῆς χρείας γίνεσθαι, καὶ τὴν πολλὴν τρυφὴν ἐκκόπτειν, καὶ μὴ τὸ μέτρον ὑπερβαίνοντας, λυμαίνεσθαι τῆς ψυχῆς τὴν ὑγείαν. Οὐδὲ γὰρ ἡδονῆς λοιπὸν ἀπολαύσεται ὁ τοιοῦτος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους· καὶ τοῦτο μάλιστα ἴσασιν ἀκριβῶς οἱ διὰ τῆς πείρας αὐτῆς ἐλθόντες· καὶ μυρία ἐντεῦθεν ἑαυτοῖς τεκόντες νοσημάτων εἴδη, καὶ πολλὴν τὴν ἀηδίαν ὑπομείναντες. Ἀλλ' ὅτι μὲν πεισθήσεσθε ταῖς ἡμετέραις παραινέσεσιν οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὑμῶν τὸ πειθήνιον.

εʹ. Καὶ διὰ τοῦτο ἐνταῦθα τὴν περὶ τούτου στήσας παραίνεσιν, πρὸς τοὺς κατὰ τὴν νύκτα τὴν φωτοφόρον ταύτην καταξιωθέντας τῆς τοῦ θείου βαπτίσματος δωρεᾶς τρέψαι βούλομαι τὸν λόγον, τὰ καλὰ ταῦτα τῆς Ἐκκλησίας φυτὰ, τὰ ἄνθη τὰ πνευματικὰ, τοὺς νέους τοῦ Χριστοῦ στρατιώτας. Πρὸ τῆς χθὲς ὁ ∆εσπότης ἐν σταυρῷ ἐτύγχανεν, ἀλλ' ἀνέστη νῦν· οὕτω καὶ οὗτοι, πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο, ἀλλὰ νῦν συνανέστησαν τῷ Χριστῷ· ἐκεῖνος σώματι ἀπέθανε καὶ ἀνέστη, οὗτοι ἁμαρτίᾳ ἦσαν τεθνηκότες, καὶ ἀπὸ ἁμαρτίας ἀνέστησαν. Ἡ μὲν [PG52.771] οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος ῥόδα καὶ ἴα καὶ ἄλλα ἡμῖν ἐκδίδωσιν ἄνθη· τὰ μέντοι ὕδατα σήμερον τῆς γῆς τερπνότερον ἡμῖν λειμῶνα ἀνέδειξε. Καὶ μὴ θαυμάσῃς, ἀγαπητὲ, εἰ ἀπὸ τῶν ὑδάτων λειμῶνες ἀνθῶν ἀνεδείχθησαν· οὐδὲ γὰρ ἐξ ἀρχῆς ἡ γῆ κατὰ τὴν οἰκείαν φύσιν τὴν βλάστην ἐξέδωκε τῶν βοτανῶν, ἀλλὰ τῷ ἐπιτάγματι εἴκουσα τοῦ ∆εσπότου, Καὶ τὰ ὕδατα δὲ τότε ζῶα ἐξέδωκε κινούμενα, ἐπειδὴ ἤκουσεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ τὸ ἐπίταγμα ἔργον ἐγένετο· ἡ ἄψυχος οὐσία ἔμψυχα ζῶα ἐξέβαλεν.

Οὕτω καὶ νῦν τὸ αὐτὸ ἐπίταγμα πάντα εἰργάσατο. Τότε εἶπεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· νῦν δὲ οὐχὶ ἑρπετὰ, ἀλλὰ πνευματικὰ χαρίσματα ἀνέδωκε. Τότε ἰχθύας ἀλόγους ἐξήγαγε τὰ ὕδατα· νῦν δὲ ἰχθύας λογικοὺς καὶ πνευματικοὺς ἡμῖν ἀπέτεκεν ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας. ∆εῦτε γὰρ, φησὶν, ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καινὸς ὄντως τῆς ἁλείας ταύτης ὁ τρόπος. Οἱ γὰρ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσι τοὺς ἰχθύας, καὶ νεκροῦσι τὰ ἁλιευόμενα· ἡμεῖς δὲ εἰς τὰ ὕδατα ἐμβάλλομεν, καὶ ζωογονοῦνται οἱ ἁλιευόμενοι. Ἦν μέν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα ὕδατος· ἀλλὰ μάθε τί ἴσχυσεν, ἵνα γνῷς ἀκριβῶς τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, καὶ εἰδέναι ἔχῃς τὸν πλοῦτον τὸν ἡμέτερον. Κατήρχετο ἐκεῖ, φησὶν, ἄγγελος, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ ὁ πρῶτος καταβαίνων μετὰ τὴν ταραχὴν ἀπήλαυε τῆς θεραπείας. Κατῆλθεν ὁ τῶν ἀγγέλων ∆εσπότης εἰς τὰ Ἰορδάνεια ῥεῖθρα, καὶ ἁγιάσας τῶν ὑδάτων τὴν φύσιν πᾶσαν τὴν οἰκουμένην ἐθεράπευσε. ∆ιὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ καταβὰς οὐκ ἔτι ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενοῦσι, τοῖς χαμαὶ συρομένοις· ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον ὁ δεύτερος κάτεισι, μετὰ τὸν δεύτερον ὁ τρίτος καὶ τέταρτος· κἂν μυρίους εἴπῃς, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὰ νάματα ταῦτα τὰ πνευματικὰ, οὐκ ἀναλίσκεται ἡ χάρις, οὐ δαπανᾶται ἡ δωρεὰ, οὐ ῥυποῦται τὰ νάματα, οὐκ ἐλαττοῦται ἡ φιλοτιμία. Εἶδες μέγεθος δωρεᾶς; Ἀκούετε οἱ σήμερον καὶ κατὰ τὴν νύκτα ταύτην εἰς τὴν ἄνω Ἱερουσαλὴμ πολιτογραφηθέντες, καὶ ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν φυλακὴν ἐπιδείξασθε, ἵνα καὶ δαψιλεστέραν τὴν χάριν ἐπισπάσησθε· ἡ γὰρ ἐπὶ τοῖς ἤδη ὑπηργμένοις εὐγνωμοσύνη τὴν φιλοτιμίαν ἐκκαλεῖται [PG52.772] τοῦ ∆εσπότου.

Οὐκ ἔξεστί σοι, ἀγαπητὲ, λοιπὸν ἀδιαφόρως ζῇν· ἀλλὰ θὲς σαυτῷ νόμους καὶ κανόνας, ὥστε μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, καὶ πολλὴν τὴν φυλακὴν καὶ περὶ τὰ ἀδιάφορα νομιζόμενα εἶναι ἐπιδείκνυσθαι. Ἀγὼν γάρ ἐστι καὶ πάλη πᾶς ὁ παρὼν βίος, καὶ τοὺς ἐν τῷ σταδίῳ τούτῳ τῆς ἀρετῆς ἅπαξ εἰσελθόντας προσήκει πάντα ἐγκρατεύεσθαι· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὐχ ὁρᾷς ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅπως πολλὴν ποιοῦνται τὴν ἑαυτῶν ἐπιμέλειαν οἱ πρὸς ἀνθρώπους τὴν πάλην ἀναδεχόμενοι, καὶ μετὰ πόσης ἐγκρατείας τὴν τοῦ σώματος ἄσκησιν ἐπιδείκνυνται; Οὕτω δὴ ἐνταῦθα. Ἐπειδὴ οὐ πρὸς ἀνθρώπους ἡμῖν ἐστιν ἡ πάλη, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, καὶ ἡ ἄσκησις ἡμῶν καὶ ἡ ἐγκράτεια πνευματικὴ ἔστω· ἐπειδὴ καὶ τὰ ὅπλα ἡμῶν, ἅπερ ἡμᾶς ἐνέδυσεν ὁ ∆εσπότης, πνευματικὰ τυγχάνει. Ἐχέτω τοίνυν καὶ ὀφθαλμὸς ὅρους καὶ κανόνας, ὥστε μὴ ἁπλῶς ἐπιπηδᾷν πᾶσι τοῖς προσπίπτουσι· καὶ ἡ γλῶσσα τειχίον ἐχέτω, ὥστε μὴ προτρέχειν τῆς διανοίας. ∆ιὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων. Καὶ τὸν ἄτακτον δὲ γέλωτα πάντη ἐκκλίνειν δεῖ, καὶ τὸ βάδισμα ἤρεμον ἔχειν καὶ ἡσύχιον, καὶ τὴν στολὴν κατεσταλμένην, καὶ διὰ πάντων ἁπαξαπλῶς ῥυθμίζεσθαι προσήκει τὸν ἀπογραψάμενον εἰς τὸ τῆς ἀρετῆς στάδιον· ἡ γὰρ τῶν μελῶν τῶν ἔξωθεν εὐταξία εἰκών τίς ἐστι τῆς ἐν τῇ ψυχῇ καταστάσεως.

ςʹ. Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ' εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ κύματα τοῦ παρόντος βίου μετὰ ἀσφαλείας διαδραμεῖν, καὶ τῶν τοῦ διαβόλου παγίδων ἀνώτεροι καταστάντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Δʹ / In sanctum pascha sermo 4 / Проповедь на Святую Пасху, 4

In sanctum pascha (sermo 4) [Sp.] Εἰς τὴν αὐτὴν πραγματείαν δʹ.

[PG59.731]

Πάσχα μὲν ἑορτάζουσιν Ἰουδαῖοι, τῆς ἐξ Αἰγύπτου σωτηρίας ἀνάμνησιν, θανάτου πρωτοτόκων ἀποφυγήν. Πάσχα διὰ τοῦτο ὀνομάζεται, ὅτι ἔστιν ὑπέρβασις θανά του· τοῦτο γὰρ ἡ λέξις δηλοῖ κατὰ γλῶτταν Ἑβραίων. Πάσχα δὲ ἡμεῖς ἑορτάζομεν, οὐ μερικὴν ἀποφυγὴν θα νάτου, καθάπερ ἐκεῖνοι, οὐδὲ προσκαίρου δουλείας ἐλευ θέρωσιν, ἀλλὰ τελείαν μὲν ἐκ θανάτου λύτρωσιν, τελείαν δὲ ἐκ τῆς τοῦ διαβόλου δουλείας ἀπόλυσιν. Ὁ τῶν πρω τοτόκων θάνατος ἐκείνους ὑπερέβαινε, τὸ τυπικὸν πρό βατον θύσαντας, καὶ τῷ αἵματι τὰ περὶ τὰς θύρας χρί σαντας· ἡμᾶς δὲ ὁ ἐκ τοῦ πρωτοπλάστου θάνατος ὑπερ βαίνει, κατασχεῖν μὴ δυνάμενος τοὺς τὴν θυσίαν τοῦ θείου προβάτου δεδεγμένους, καὶ τῇ πίστει τοῦ σωτηρίου αἵματος περιπεφραγμένους.

Ἐκείνοις ἀπὸ γῆς τὸ πρό βατον· ἡμῖν ἐξ οὐρανοῦ, κατὰ τὸν Ἀβραὰμ τύπον γενό μενον, ὅτε πρόβατον ἔσχε θεόπεμπτον ὑπὲρ τοῦ υἱοῦ προσαγαγεῖν· νῦν δὲ ὡς ἀληθῶς θεόπεμπτον ἐξ οὐρανοῦ τὸ πρόβατον, προσαχθὲν ὑπὲρ ἡμῶν, ἵνα μηκέτι θανάτῳ κατεχώμεθα, διὰ τὸν ἀκράτητον ὑπὸ θανάτου Χριστόν. Ἀπέστειλε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου· καὶ, Καταβέβηκα, φησὶν, ἐξ οὐρανοῦ. Καὶ μαρτυρεῖ περὶ αὐτοῦ ὁ Βαπτιστὴς, Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, λέγων, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἁμαρτίαν γὰρ οὐκ ἀφῄρει πρόβατον ἄλογον· διὰ τοῦτο οὐδὲ τὸν ἐκ τῆς ἁμαρτίας γενόμενον θάνατον· τὸ δὲ λο γικώτατον πρόβατον ἁμαρτίαν ἔλυσε, θάνατον σὺν αὐτῇ καταλύσας. Ἐξάγει δὲ ἡμᾶς οὐκ ἐκ τῆς Αἰγυπτιακῆς εἰς τὴν Ἰουδαίαν, ἀλλ' εἰς αἰωνίαν κτῆσιν ἀπὸ κόσμου φθει-ρομένου. Πρόβατόν ἐστιν ἅμα, καὶ ποιμὴν τῶν προβάτων καθηγούμενος.

Ἔμπροσθεν γὰρ, φησὶ, πορεύσομαι, ἐπὶ τὴν αἰωνίαν ἄγων αὐτὰ ζωήν. Ἀρχὴ μηνῶν Ἰουδαίοις ἡ τοῦ προβάτου θυσία, καὶ ἡ ἔξοδος ἡ ἐξ Αἰγύπτου· ἡμῖν δὲ ἀρχὴ ζωῆς τὸ τοῦ Κυρίου πάθος, καὶ ἡ σὺν Χριστῷ μετάστασις ἀπὸ κόσμου. Τότε γὰρ ζῶμεν, ὅτε ἀποθνήσκομεν κόσμῳ· τότε εἰς Θεὸν ἀναγεννώμεθα, ὅτε τὴν ἐπὶ γῆς γένεσιν ἀπογινόμεθα. Τὸ πρόβατον ἀμέριστον, ἐπὶ μιᾶς ἐσθιόμενον οἰκίας, τῆς πνευματικῆς Ἐκκλησίας, ἀλλαχοῦ δὲ οὐχ εὑρισκόμενον· ὥσπερ καὶ τοῖς σωματικοῖς Ἰουδαίοις προστέτακτο μὴ ἐξενεγκεῖν τῶν τοῦ προβάτου κρεῶν ἀπὸ τῆς οἰκίας. Πρόβατον, διὰ τὴν ἠπιότητα, Χριστὸς, κατὰ δὲ τὴν ὑψοῦσαν ὁδὸν, ἔριφος, ὁμοίωμα αὐτοῦ τότε ἐθύετο. Ἄρτος ἄζυμος ἦν τοῖς πάσχα ἐσθίουσιν, ἡμῖν δὲ πρὸς Χριστὸν κοινωνία μετὰ καινῆς καὶ νέας καὶ ἁπλουστάτης διανοίας· ὥσπερ τὸ ἄζυμον [PG59.732] καινὸν φύραμα καὶ ἁπλοῦν. Αἱ πικρίδες αἱ μετὰ τὸ πάσχα ἐσθιόμεναι, τότε θλίψεις ἐδήλουν τὰς ἡμετέρας, δι' ὧν κοινωνοῦμεν τοῖς Χριστοῦ παθήμασι. Πικρὸν γὰρ ἡ θλῖψις, εἰ καὶ γλυκὺς ὁ ἐξ αὐτῆς καρπός. Ὀστοῦν οὐ συνετρίβετο τοῦ προβάτου, καὶ τοῦτο ὁ νόμος ἐκέλευεν εἰς Χριστὸν προτυπῶν, ὡς τὸ Εὐαγγέλιον ἐξηγεῖται, ὅτι οὐδεὶς κατέαξε τὰ ἅγια τοῦ Κυρίου σκέλη· Ἵνα ἡ Γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ. Ἠσθίετο δὲ ἐπὶ τῆς νυκτὸς τὰ κρέατα, καὶ εἰς ἡμέραν οὐχ ὑπελείπετο, ὅτι καὶ ὁ Χριστοῦ θάνατος ἐπὶ τοῦ παρόντος αἰῶνος μνημονεύεται, ἐπὶ δὲ τοῦ μέλλοντος ἡ ζωὴ φαίνεται.

Σχῆμα δὲ τῶν ἐσθιόντων τὸ πάσχα, ὀσφὺς ἐζωσμένη, ὑποδήματα ἐν ποσὶν, ἐν χερσὶ βακτηρίαι. Ὁδοιπορικὸν ἅπαν τὸ σχῆμα, παρεσκευασμένων εἰς ὁδοι-πορίαν, ἐπειγομένων ἀπᾶραι· ἡμῖν δὲ ψυχῆς ἡ πρόθεσις ὁδοιπορικὴ πρὸς ἀποδημίαν τοῦ κόσμου στελλομένη. ∆ιὰ τοῦτο εὐσταλεῖς καὶ περιεσφιγμέναι πανταχόθεν αἱ ψυχαὶ τὰς τοῦ βίου μερίμνας ἀποφεύγουσι, πρὸς δὲ τὴν θείαν ἕτοιμοι πορείαν, ὥστε τρέχειν εἰς οὐρανόν. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς, φησί. Ῥάβδον δὲ ἀνει λήφαμεν, ᾗ στηριζόμεθα, πίστιν καὶ ἐλπίδα τὴν εἰς Χριστόν. Ἀνῆπται δὲ καὶ ἡμῖν λύχνος ταῖς ψυχαῖς, ὥσπερ ἐκείνοις ὁ σωματικός. Ψυχῶν δὲ λύχνος ἐστὶν ἡμῖν ὁ νόμος τοῦ Χριστοῦ· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Λέγει δὲ καὶ αὐτὸς ὁ Κύριος περὶ τούτων· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις ἐκδεχομένοις τὸν κύριον αὐτῶν. Ὑπόλοιπόν ἐστιν ἰδεῖν, τίνες οἱ τὸ πάσχα ἐσθίοντες. Ἐσθίει δὲ τὸ πάσχα οὐδεὶς ἀπερίτμητος, ἀλλ' εἰ καὶ ἀλλογενὴς ἐπεὶ καὶ ἀργυρώνητος, περιτέμνεται. Οὐδεὶς γὰρ Χριστοῦ μέτοχος γενέσθαι δύναται, τὰς ἀνθρωπίνας περιττότητας μὴ περιτεμνόμενος, μηδὲ καθαρθεὶς ἀπὸ τῶν σαρκικῶν μολυσμάτων, ὧν κατὰ γέννησιν τὴν ἐκ πατέρων διεδεξάμεθα.

Τούτου γὰρ ἦν τύπος ἡ σωματικὴ περιτομή. ∆ιὸ καὶ ἐλέγετο ὑπὸ τοῦ προφήτου Ἱερεμίου περιτετμῆσθαι τὴν σκληροκαρδίαν ὑμῶν. Σπεύδωμεν οὖν ἐπὶ τὴν μακαρίαν Χριστοῦ κοινωνίαν, καθαροὶ κοσμικῶν κακῶν διὰ τοῦτο γενώμεθα, ἵνα τοῖς πνευματικοῖς ἁγιασθῶμεν ἀγαθοῖς· μηδεὶς ἐπὶ κόσμον μεταστρεφόμενος, ἀλλὰ σπεύδοντες ἅπαντες εἰς ἵνα μὴ μείνωμεν ὑπὸ τὴν δουλείαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἀλλ' εἰς τὴν ἐλευθερίαν μεταστῶμεν τὴν παρὰ Χριστῷ, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Εʹ / In sanctum pascha sermo 5 / Проповедь на Святую Пасху, 5

In sanctum pascha (sermo 5) [Sp.] Εἰς τὴν αὐτὴν ὑπόθεσιν εʹ.

[PG59.731]

αʹ. Ἐν Ἰουδαίοις οἱ τύποι, παρ' ἡμῖν δὲ ἡ ἀλήθεια. Σκιὰν γὰρ, φησὶν, ὁ νόμος εἶχε τῶν μελλόντων ἀγαθῶν· καὶ, Ὁ νόμος, φησὶ, διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις [PG59.732] γὰρ καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Οὐδὲ γὰρ τὰ Ἰουδαίων ἀλλότρια Χριστοῦ, τυπικὴν δὲ καὶ σκιώδη τὴν πρὸς Χριστὸν εἶχεν οἰκείωσιν· ἐτηρεῖτο δὲ [PG59.733] τῇ κατὰ πρόσωπον αὐτοῦ παρουσίᾳ ἡ τελείωσις, καὶ ἡ σαφὴς αὐτοψία τῶν πραγμάτων, ὅτε καὶ ἡ αὐτοψία τοῦ βασιλέως. Καὶ γάρ τις εἰκόνα γράφων, σκιογραφεῖ πρῶ τον, εἶτα τοῖς χρώμασι τελειοῖ τὴν γραφήν· καὶ ἔστιν ἕτερον μὲν τῆς σκιᾶς ἡ εἰκὼν κατὰ τὸ φαινόμενον, ταὐ τὸν δὲ κατὰ τὸν ὑποκείμενον τοῖς χρώμασι χαρακτῆρα. Σκόπει δή μοι διὰ τῶν σκιῶν τὰ ἀληθινὰ, καὶ θεώρει διὰ τύπων τὰ δηλούμενα, καὶ ἐκ τῶν μικρῶν πρὸς τὰ μεγάλα πρόϊθι· καὶ μή μοι περὶ γῆν ἀπομείνῃς, ἐλευ θερίας ἔθνους ἑνὸς τῆς ἀπὸ τυράννου, καὶ σωτηρίας παι δίων τῆς προσκαίρου, καὶ μετοικίας τῆς ἀπὸ γῆς εἰς γῆν ἐπιτελῶν ὑπομνήματα. Οὐδὲ γὰρ τὰς Ἑλλήνων ἑορτὰς εὑρήσεις πάνυ τι τῶν τοιούτων ἀφεστηκυίας ὑπομνημά των. Ἑορτάζουσι γάρ τοι καὶ ἐκεῖνοι νόσων ἀποφυγὰς, καὶ τυραννίδων ἐλευθερώσεις, ἀποικίας τε καὶ πόλεων κτίσεις, καὶ νίκας πολέμων, καὶ τὰ τοιαῦτα, ὅσα γήϊνα καὶ πρόσκαιρα λαμβάνοντες εἰς ὑπόθεσιν ἑορτῶν.

Ἤδη τὰ μεγάλα μνησθῆναι δεῖ, τὰ θεῖα καὶ ὄντως Θεοῦ δῶρα, καὶ μεγάλην τὴν αἰωνίαν ἑορτάζουσιν ἑορτὴν, ἐλευθέρω σιν ἐκ δαιμόνων ἀντικειμένων πολεμούντων πρὸς τὸ ἀγαθὸν, ἀφελκόντων ἀπὸ τῆς Θεοῦ βασιλείας, σωτηρίαν οὐ πρὸς βραχύν τινα βίον, ἀλλὰ πρὸς αἰωνίαν διαμονὴν, μετοικίαν ἀπὸ γῆς εἰς οὐρανὸν κατὰ τὴν παροῦσαν πο λιτείαν, καὶ εἰς αἰωνίαν κτῆσιν κατὰ τὴν μέλλουσαν ἀνά στασιν. Αἴγυπτος ἔθλιβεν Ἰουδαίους ἐλευθέρους ὄντας ἐκ πατέρων, ὑποβαλοῦσα δουλείας ζυγῷ, πλινθουργεῖν καὶ πόλεις κατασκευάζειν ἀναγκάζουσα. Σύμβολον τοῦτο θλίψεως κοσμικῆς, ἐν ᾗ κατεπονεῖτο τὸ γένος τὸ ἀνθρώ πινον, ἀποπεσὸν τῆς παρὰ Θεοῦ τρυφῆς τε καὶ ἐλευθε ρίας, περὶ τὴν γηΐνων ἐργασίαν διαπονούμενον, καὶ τὰς σκηνὰς ἀπολλυμένας κατασκευάζον· ὅτι μηδὲν τῶν ἐν ἀνθρώποις μόνιμον μηδὲ ἀσφαλὲς, ἀλλὰ πάντα φθειρό μενα χειρῶν ἀνθρωπίνων ἔργα, καὶ χρόνου παραναλώ ματα. Ἐλευθερῶσαι τῆς δουλείας ταύτης ὁ Θεὸς βούλε ται, καταπονούμενον τὸ ποίημα τὸ ἴδιον οἰκτείρας, ὥσπερ εἶδε τὴν κάκωσιν τῶν υἱῶν Ἰσραὴλ, ἐλευθεροῖ διὰ κτή σεως. Ἑκουσίως γὰρ εἰς Θεὸν ἐπανελθεῖν δεῖ τοὺς ἑκου σίως ἀποπηδήσαντας. Πέμπονται δοῦλοι νόμον κομίζον τες, διὰ νόμου πρὸς δικαιοσύνην παρακαλοῦντες, διὰ δικαιοσύνης πρὸς Θεὸν ὁδηγοῦντες, μικρὰς ἔτι κολάσεις ταῖς ἀντικειμέναις δυνάμεσιν ἐπάγοντες, οὔπω τέλεον ὄλεθρον ἐν μέρει κομίζοντες, τοὺς ἀσεβεῖς οὔπω παντε λῶς ἐξαλείφοντες. Τοῦτο γὰρ ἐφυλάττετο τῇ τοῦ ∆εσπό του παρουσίᾳ μετὰ τοὺς δούλους παραγινομένου. Τύποι δὲ τούτων καὶ σύμβολα, Μωϋσῆς ἀποστελλόμενος πρὸς Ἰουδαίους μετὰ Ἀαρὼν τοῦ ἀδελφοῦ, καλῶν ἐπὶ λατρείαν Θεοῦ, μαστιγῶν Αἴγυπτον πληγαῖς μερικαῖς ὑπὲρ τοῦ δουλουμένου καὶ θλιβομένου λαοῦ. Ἀλλὰ γὰρ τούτων γι νομένων, ἔτι καὶ ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ, καὶ ὁ βασιλεὺς τῶν Αἰγυπτίων χώραν εἶχε τοῦ θεομαχεῖν. Ἐννέα πλη γαὶ, καὶ τέλος οὔπω τοῦ πράγματος. Τὴν τελευταίαν ἐπαχθῆναι δεῖ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, καὶ ἅμα ταύτῃ ἐξιέναι τὸν Ἰσραήλ.

Ἐνταῦθα πρόβατον θύεται, καὶ αἱ τῶν οἰκιῶν εἴσοδοι τῶν Ἑβραϊκῶν τῷ αἵματι χρίονται, καὶ τὰ πρωτότοκα τῶν Ἰουδαίων ἐκφεύγει τὴν τοῦ θανάτου πληγὴν διὰ τὸ τοῦ αἵματος σύμβολον. Ἐσθίουσι τὸ πρόβατον Ἰουδαῖοι σὺν ἀζύμοις καὶ πικρίσιν. Ἐξίασιν ἐξ Αἰγύπτου· ἐπιδιώκει Φαραὼ καὶ οἱ λει πόμενοι τῶν Αἰγυπτίων· ἐπὶ τὴν θάλασσαν ἔρχονται τὴν Ἐρυθράν. Αὕτη δέχεται μὲν τὸν τῶν Ἑβραίων στρατὸν διαιρεθεῖσα δυνάμει Θεοῦ, καὶ ῥάβδῳ Μωϋσέως· κατα ποντίζει δὲ τὴν Αἰγυπτιακὴν δύναμιν ἐπεισελθοῦ σαν. Προβατόν σοι Χριστὸς ἐπ' ἐξόδῳ τῇ ἀπὸ κόσμου, καὶ σὲ συμμετατίθησιν εἰς οὐρανὸν ἀναβαίνων· ἀναβιβάζει καὶ σὲ ἐπὶ τὴν αἰωνίαν ζωήν. Μετάγων τὸν ἄνθρω πον τὸν ἐκ ∆αυῒδ γεγονότα, συμμετάγει τοὺς ἀκολου θοῦντας, τοὺς ὑπηκόους καὶ πειθηνίους, τοὺς μηκέτι Φαραὼ φοβουμένους, μηδὲ δηλῶς ἐναπομένοντας ταῖς δουλικοσμικαῖς καὶ κακοπαθείαις γηΐναις, διὰ τὴν ὀλίγην καὶ δριμεῖαν ἡδονὴν, ἧς τύπον εἶχεν ὁ Ἰσραὴλ τὴν τῶν κρεῶν καὶ κρομμύων καὶ σκορόδων βρῶσιν ἐν Αἰγύπτῳ. Τοιαύτη γὰρ ἡ κατὰ κόσμον ἡδονὴ, δριμυτάτην τῶν με ριμνῶν πόλιν ἔχουσα συμπεπλεγμένην, σαρκικὴν δὲ καὶ θηριώδη τὴν πλησμονήν. Ἐξιόντι δέ σοι τῆς κοσμικῆς ζωῆς, ἀρχὴ ζωῆς ἀληθινῆς γίνεται· ὥσπερ ἐκείνοις ἀρχὴ μηνῶν τὸ πάσχα τὸ τυπικόν.

Νῦν γὰρ ἀρχὴ [τοῦ] ζῇν, ὅτε ἀποτάσσῃ τῇ κοσμικῇ καὶ γηΐνῃ ζωῇ· νῦν εὑρί σκεις τί τὸ ἀληθινὸν ζῇν, τὸ ἐν πνεύματι. Θύεται Χρι στὸς, ὥστε γινώσκεις τὴν θυσίαν αὐτοῦ τὴν ὑπὲρ σοῦ [PG59.734] γενομένην. Τότε σοι πληροῦται τὸ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Καὶ ἡ μὲν ἠπιότης ἐν αὐτῷ σώζει τοῦ προβάτου τὴν πρωτοτύπωσιν· ἡ δὲ εἰς ὕψος ἄνοδος, καὶ οὐκ ἐν τοῖς κάτω κατάσχεσις, ἀποσώζει τοῦ ἐρίφου τὴν ἐπὶ τὰ ὑψηλὰ πορείαν. Αἶγες γὰρ ἐπὶ τὰ ὑψηλότερα καὶ δύσβατα πηδῶσί τε καὶ ἀναβαίνουσιν. Ὑψηλῶν δὲ ἀν θρώπων καὶ δυσβάτων ἦν οὐρανὸς, ἀφ' ἧς ἡμέρας καταπέπτωκε σφαλεὶς ἀπὸ τῆς θείας ἐντολῆς, σαρκὶ δουλεύσας καὶ Πνεύματος ἁγίου χωρισθείς. Ἀναβαίνει δὴ καὶ ἀναβιβάζει σε τὸ θεῖον ἱερεῖον τυθὲν ὑπὲρ σοῦ. Μετὰ σοῦ γὰρ ἀπέθνησκεν, ἵνα σὺ ζήσῃς ἐν αὐτῷ. Αἷμα δέ σοι τὸ τοῦ ἀμνοῦ σωτήριον, ἐὰν προσέλθῃς τῷ αἵματι πιστῶς, ἐὰν τὰς αἰσθήσεις τὰς ἑαυτοῦ καὶ τὰς ἐννοίας, δι' ὧν εἰσέρχεται θάνατος ἁμαρτίαν προσεισπέμπων, ταύτας τῇ πίστει τοῦ αἵματος οἱονεὶ χρίσῃς, καθάπερ ὁ Ἰσραὴλ ἔχριε τὰς εἰσόδους τῷ αἵματι. Ἐὰν γάρ σοι μὴ ἐπεισέλθῃ διὰ τῶν ὀφθαλμῶν ἐπιθυμία, διὰ τῆς ἀκοῆς, διὰ τῆς ὀσφρήσεως, διὰ τῆς γεύσεως, διὰ τῆς ἁφῆς, καὶ μετὰ ταῦτα διὰ τῶν λογισμῶν, οὐ κρατεῖ σου θάνατος, ἀλλὰ φέρων ἐν τῷ σώματι τὴν νέκρωσιν τοῦ Ἰησοῦ, ἔχεις καὶ τὴν ζωὴν ἐν τῷ σώματί σου φανερουμένην, καὶ οὕτως ὑπερβήσεται ὁ θάνατος ὁ ἐκ τοῦ πρωτοπλά στου Ἀδὰμ, ὡς τὰς Ἑβραίων οἰκίας ὑπερέβαινεν ὁ τῶν πρωτοτόκων ὄλεθρος. ∆ιὸ καὶ τῆς ἐπὶ τούτοις ἑορτῆς ὄνομα πάσχα σημαῖνον ὑπέρβασιν. Ἄμωμόν σοι τὸ πρό βατον· ἄμωμος γάρ σοι Ἰησοῦς· Ὃς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐ τοῦ. Τέλειον ἄρσεν. Ἡ γὰρ τελείωσις τῆς δικαιοσύνης παρὰ τῷ μόνῳ ἀληθινῷ βασιλεῖ. Ἐνιαύσιόν τε τὸ πρό βατον αἰωνίου τύπος Χριστοῦ. Σύμβολον γὰρ αἰῶνος ἐνιαυτὸς, ὁ αὐτὸς ἐν παντὶ αἰῶνι πολλάκις ἀνακυκλού μενος, καὶ τὰς πάσας τροπὰς ἔχων ἐν ἑαυτῷ, τοῦ καινοῦ τύπος ἀνθρώπου, ἐν ᾧ τὸ παλαιὸν τῆς ἡμετέρας ἀνθρω πότητος εἰς καινότητα μεταβέβληται· Ἐνδύσασθε γὰρ, φησὶ, τὸν καινὸν ἄνθρωπον. Τοῦ προβάτου τὴν ἀμω μότητα καὶ τελειότητα ἐπενδυσάμενος ἔσῃ πρόβατον Θεοῦ, καὶ αὐτὸς παραστήσας τὸ ἑαυτοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον Θεῷ, κατὰ τὸν Ἀπόστολον, καὶ πρὸς τὴν αἰωνίαν παραπεμφθήσῃ ζωήν.

βʹ. Ὁρᾷς, ὅτι τὸ πάσχα τὸ σὸν οὐδὲ σύγκρισιν ἔχει πρὸς τὸ Ἰουδαϊκὸν, ἀλλ' ὁμοίωσιν αὐτοῦ τὴν σκιοειδῆ μόνον εἶχεν ἐκεῖνο; Καὶ νήπιος ὁ Ἰσραὴλ ἐπὶ τῇ τοῦ προβάτου θυσίᾳ, ταύτην ἡγούμενος παρὰ Θεοῦ σπουδάζεσθαι, καὶ διὰ ταύτης οἰόμενος εἰληφέναι τὴν σωτηρίαν, καὶ οὐχ ὡς τύπον ὁρῶν αὐτὴν τῆς ὄντως σωζούσης θυσίας. ∆ιὸ λέγεται ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς διὰ Ἱερεμίου, ὅτι Οὐκ ἐνετειλάμην ὑμῖν περὶ θυσιῶν. Καὶ οὐκ ἔστι παρὰ Θεῷ ψεῦδος, ἵνα ἐντειλάμενος εἴπῃ μὴ ἐντετάλ θαι. Ἀλλ' ἡ τοῦ πράγματος δηλοῦται δύναμις, ὅτι προ φητικῶς ἡ θυσία ἐπετελεῖτο καὶ προμηνυτικῶς εἰς Χρι στόν. Καὶ πρόβατον θύειν ἐντελλόμενος ὁ Θεὸς, Χριστὸν ἐδήλου τεθυσόμενον, καὶ τὰ περὶ τὸ πρόβατον ἅπαντα εἰς Χριστὸν προετύπου· ὧν τὰ μὲν ἤδη τεθεώρηκας, τὰ δὲ ἐφεξῆς θεώρει κατὰ δύναμιν. Ἐπὶ πάσης Ἑβραίων οἰκίας ἓν πρόβατον αὐτοτελὲς, καὶ μέρος ἐκ τῶν κρεῶν οὐκ ἐκκομίζεται τῆς οἰκίας ἐν ᾗ θύεται. Ἐπὶ πάσης γὰρ Ἐκκλησίας καὶ ψυχῆς Χριστὸς ὅλος πανταχῆ, καὶ οὐ δαμῆ μερικός. ∆ιὸ πολλὰ μὲν ἐκεῖ τὰ πρόβατα καθ' ἑκάστην οἰκίαν· εἷς δὲ Χριστὸς κατὰ πᾶσαν ψυχὴν ὁ αὐ τό. Πέντε ἡμέρας ἐπὶ τῆς οἰκίας κατέχεται τὸ πρόβατον, ἀπὸ δεκάτης εἰς τεσσαρεσκαιδεκάτην· ἔπειτα οὕτω θύε ται τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν ὑπὸ τῆς Ἰου δαίων συναγωγῆς. Πέντε διαστήματα χρόνου δηλοῦται ταῖς πέντε ταύταις ἡμέραις ἀπὸ Ἀδὰμ μέχρι συντελείας· ἓν μὲν τὸ μέχρι Νῶε, δεύτερον δὲ τὸ ἐκεῖθεν μέχρι Ἀβραὰμ, τρίτον τὸ ἐπὶ Μωϋσέα, τέταρτον τὸ ἐκ Μωϋ σέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν, πέμπτον ὁ παρὼν τῆς παρουσίας καιρός. Θύεται δὲ πρὸς ἑσπέραν, ὅτι ἐπ' ἐσχάτου τοῦ αἰῶνος ὑπὸ πάσης τῆς συναγωγῆς συνεφώ νησεν ὁ Ἰσραὴλ κατὰ Χριστοῦ.

Ἐμελετᾶτο μὲν ἐξ ἀρχῆς ἡ Χριστοῦ θυσία ἐν τοῖς ἀεὶ τῶν δικαίων παθήμα σιν ἀπὸ Ἄβελ τοῦ δικαίου, καὶ Χριστὸς ἦν ἐν ἅπασιν ὁ πάσχων· ἐπετελέσθη δὲ, ὅτε αὐτὸς δι' ἑαυτοῦ παρὼν ἔπασχεν ὁ θεῖος ἀμνός. Καὶ δὴ κατὰ τὴν τοῦ αὐτοῦ μη νὸς τεσσαρεσκαιδεκάτην ἔπασχε, καὶ τὸ πνεῦμα παρεδί δου πρὸς ἑσπέραν, καὶ κατὰ τοῦτον τὸν τύπον τοῦτο ἦν τὸ ἐκ δεκάτης λαμβάνεσθαι τὸ πρόβατον εἰς τὴν θυσίαν, [PG59.735] καὶ θύεσθαι τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν, ὅτι ἦν ἀπ' ἀρχῆς μὲν ἡ μελέτη τοῦ πάθους, ἐν τέλει δὲ τὸ πά θος. Εἶτά μοι σκόπει περὶ τὴν τοῦ προβάτου βρῶσιν ἐν τολὴν Θεοῦ καινὴν καὶ παράδοξον, μὴ ἐσθίειν ὠμὰ τὰ τοῦ προβάτου κρέα. Τίς γὰρ ἂν ὠμὸν φάγοι; Ἔστω λέ γειν, Μηδὲ ἑφθὸν, ἵνα μὴ διατρίβωσιν· ἐπειγόμενος γὰρ ὁ καιρός. Τί τὸ μηδὲ ὠμὸν, ἀλλ', Ὀπτὰ πυρί; Οὐδεὶς γὰρ κωλύει τὸ μὴ γενόμενον. Ἀλλὰ σημαίνεται διὰ τῶν τύπων, ὡς ἔφην, τὰ πράγματα. Ὠμὴν προσφέρεται τὴν ἁγίαν τροφὴν ὁ τὴν πίστιν ἔχων ἀργήν· ἑφθὴν ὁ φιλήδο νος, ἐξυδαρῶν ἐν τῇ τοῦ βίου ῥᾳθυμίᾳ τὸ στεῤῥὸν τῆς πίστεως ἔργον, [ὀπτὴν δὲ ὁ] ἐπιτελῶν ἐν πνεύματι θερ μῷ τε καὶ ζέοντι. Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐσθίειν κελεύονται. Γίνωσκε καὶ Χριστὸν ἀπὸ μὲν τῆς κεφαλῆς, ὅτι Θεὸς πρὸ αἰώνων ὑπάρχων κεφαλὴ τῆς ἀοράτου καὶ πνευματικῆς Ἐκκλησίας· ἀπὸ δὲ τῶν πο δῶν, ὅτι καὶ ἄνθρωπος ἐπ' ἐσχάτων αἰώνων γῆς ἐπιβάς· ἀπὸ δὲ τῶν ἐντοσθίων, ὅτι κεκρυμμένην ἔχων ἐν σαρκὶ δύναμιν καὶ δικαιοσύνην, καὶ οὐ κατὰ τὸ ἐκτὸς καὶ θεωρούμενον μόνον ἐπωφελὴς καὶ σωτήριος τοῖς μετέχουσιν, ἀλλὰ καὶ κατὰ τὸ ἔνδον καὶ κατὰ τὸ ἀπόκρυφον. Ἐσθίε ται δὲ ἐν νυκτὶ τὰ κρέα, καὶ εἰς τὴν ἡμέραν οὐχ ὑπολείπεται.

Ἀνάμνησις γὰρ τοῦ Χριστοῦ πάθους ἐν τῷ καιρῷ τῆς κοσμικῆς νυκτὸς, μεθ' ἣν ἡμέρα διαλάμψει, καὶ ζωὴ Χριστοῦ φανήσεται. Κατὰ τὸ, Ἡ δὲ ἡμέρα ἤγγικε. Συντρίβει δὲ ὀστέον οὐδείς. Οὐδὲ γὰρ κατέαξαν οἱ δήμιοι τὰ Χριστοῦ σκέλη, [τὰ] τῶν συσταυρωθέντων κατεάξαντες, ὡς ὁ εὐαγγελιστὴς ἐμαρτύρησεν. Αἱ πικρίδες αἱ σὺν τῷ προβάτῳ ἐσθιόμεναι τὴν τῶν θλίψεων πικρίαν ἐδήλουν· τὰ ἄζυμα τὴν ἁπλότητα καὶ εἰλικρίνειαν, ὡς ὁ Παῦλός φησι, τουτέστι, τὸ ἀμιγὲς πρὸς τὴν παλαιὰν κακίαν καὶ νέαν ἀρετήν. Ὑπόλοιπόν ἐστί σοι τὸ σχῆμα τῶν ἐσθιόντων τὸ Πάσχα καὶ θεωρῆσαι πνευματικῶς, καὶ μιμήσασθαι· ἔσται γὰρ ἐν τῷ πνευματικῷ τὸ σωματικὸν σχῆμα. Οὐκ ἔστι σχῆμα κενὸν, ἀλλὰ ἔργον σωτήριον ζῶσαι τὴν ὀσφύν σου, μὴ τὴν τοῦ σώματος ἐν ἱμάντι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐν ἑτοιμότητι. Ὑπόδησαι τοὺς πόδας ὡσαύτως ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, κατὰ τὸν Ἀπόστολον. Βακτηρίαν ἐν ταῖς χερσὶν ἔχε, μὴ ξύλον, ἀλλὰ πίστεως ὑποστηριζούσης. Ὅλον τὸ σχῆμα ἐκεῖνο ὀδοιπορητικὸν ὂν, ὡς ἂν πρὸς ἔξοδον ἐπειγομένων τὴν ἐξ Αἰγύπτου, μίμησαι σὺ κάλλιον, ὡς εἰς ἔξοδον ἐπειγόμενος τὴν ἀπὸ κόσμου καὶ φθορᾶς. Σπουδὴ δὲ ἔστω, καὶ ῥᾳθυμία μηδαμῶς ἐν τῇ τοῦ Πάσχα βρώσει τῇ πνευμα [PG59.736] τικῇ. Καὶ καλὸν ἐνταῦθα τὸ σπουδαῖον, οὐ γαστριμαργίαν ἐπιφαίνων ἐσθιόντων ἠπειγμένως τὰ κρέα, ἀλλὰ φιλοθεότητα τῶν σπευδόντων ἀπὸ κόσμου πρὸς Θεόν. Ἐφ' ἑπτὰ δὲ ἡμέρας ἡ ἄζυμος τροφὴ, τουτέστι, διὰ πάσης ζωῆς τὸ εἰλικρινές. ∆ιὰ γὰρ τῶν ἑπτὰ ἡμερῶν ὁ σύμπας πολυπλασιάζεται χρόνος. Καὶ ὁ ζύμην ἔχων ἐξολοθρεύεται. Ἡ γὰρ τοῦ παλαιοῦ ἀνθρώπου κακία ὀλέθριος καὶ οὐδαμῶς ἀναμίγνυσθαι δυναμένη τῇ τοῦ νέου ἀνθρώπου δικαιοσύνῃ καὶ ὁσιότητι. Καὶ ὁρᾷς, ὅτι δίκαιος ὁ διὰ τὴν τοιαύτην ζύμην ὄλεθρος· διὰ δὲ τὴν κοινὴν τοῦ ἄρτου ζύμην οὐκ ἂν δικαίως ἔδοξε χαλεπαίνειν Θεός. Οὐ γὰρ φαίνεται τὸ δίκαιον ἐν τοῖς τύποις, ἀλλὰ ἐπὶ τῆς ἀληθείας ἐκλάμπει τε καὶ γινώσκεται· ὥσπερ καὶ αὐτὸ τὸ τῆς χρίσεως τοῦ αἵματος δοκοῦν ἀπρεπὲς εἶναι Θεῷ περιαιρεῖται, κατὰ τὴν ἀλήθειαν νοουμένου τοῦ τύπου. Ἀπρεπὲς γὰρ τὸ δοκοῦν χρῄζειν Θεὸν αἵματος σημείῳ πρὸς ἐπίγνωσιν τῶν Ἑβραϊκῶν οἰκιῶν· πρεπωδέστατον δὲ τὸ διὰ τὴν πίστιν τοῦ Χριστοῦ αἵματος γινώσκεσθαι ἡμᾶς Θεῷ καὶ σώζεσθαι ὑπὸ Θεοῦ. Ἆρ' οὖν οὐχὶ καὶ τὸ τῆς περιτομῆς ἁπλῶς μὲν οὕτως ἀκούειν ἀπρεπὲς, ὡς Θεοῦ κελεύσαντος ὑπὸ σπουδῆς τὸν μέλλοντα τοῦ Πάσχα ἐσθίειν, εἰ μὴ ἐμπερίτομος εἴη, περιτέμνεσθαι, καὶ οὕτως ἐπὶ τὴν βρῶσιν ἥκειν; Ἐὰν δὲ συνῇς τῆς περιτομῆς τὴν δύναμιν πνευματικῶς, μυστήριον ὄψει καὶ δοξάσεις Θεόν. Τοῦ γεννητικοῦ μέλους ἦν ἡ περιτομή. Ἀπὸ γενέσεως εἶχες, ὦ ἄνθρωπε, κάλυμμα, ὅπερ ἔδει σε περιαιρεῖσθαι, ἵνα ἀνακεκαλυμμένῳ προσώπῳ θεωροίης ἀλήθειαν, καὶ μὴ κεκαλυμμένος τῷ σώματι καὶ γηΐνῳ καλύμματι περὶ τὴν ἀλήθειαν ἀναβλεποίης.

Ὅταν γὰρ γυμνὸς γένῃ τοῦ σαρκικοῦ σώματος, ὡς πνεῦμα πρόσει πρὸς Χριστὸν, καὶ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμα γενήσῃ, μετέχων τὴν ἱερὰν καὶ σωτήριον μετοχὴν, ἣν ἡ τῶν κρεῶν βρῶσις ἐμήνυσε. Περιτέμνου δὴ καὶ ἀπεκδύου τὸ σῶμα μετὰ Χριστὸν, κατὰ τὸν λέγοντα Παῦλον, ὅτι Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ· καὶ οὕτω περιτεμνόμενος ἅπασαν φιλοχρηματίαν, φιλοδοξίαν, φιληδονίαν, τῆς μὲν πρὸς Θεὸν ἐμπίπλασο τροφῆς εἰς οὐρανὸν ἀναγούσης, ἐλευθερούσης ἀπὸ πονηρῶν ἀρχόντων, λυούσης ἀπὸ πόνων χαλεπῶν, ἔνδοξον καὶ μακαρίαν σοι τὴν εἰς Θεὸν ἐπάνοδον χαριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Ϛʹ / In sanctum pascha sermo 6 / Проповедь на Святую Пасху, 6

In sanctum pascha (sermo 6) [Sp.]

1.1 Ἱεραὶ μὲν ἤδη φωτὸς αὐγάζουσι Χριστοῦ ἀκτῖνες καὶ καθαροὶ καθαροῦ πνεύματος ἀνατέλλουσι φωστῆρες, οὐράνιοι δὲ δόξης καὶ θεότητος ἀνεῴγασι θησαυροί· νὺξ ἡ πολλὴ καὶ ἀμαυρὰ κατεπόθη καὶ τὸ ἀφανὲς σκότος ἐν αὐτῷ ἀνηλώθη καὶ ἡ ἀμειδῆ θανάτου συνεσκιάσθη σκιά. Ζωὴ τοῖς ὅλοις ἐφηπλώθη καὶ φωτὸς ἀπλήστου τὰ ὅλα γέμει, ἀνατολαὶ ἀνα τολῶν ἐπέχουσι τὸ πᾶν καὶ ὁ πρὸ ἑωσφόρου καὶ φωστήρων, ἀθάνατος καὶ πολύς, ἐπανθεῖ μέγας Χριστὸς τοῖς ὅλοις ὑπὲρ ἥλιον. 1.2 Καὶ διὰ τοῦτο μακρὰ καὶ αἰώνιος καὶ ἄσβεστος ἡμῖν ἐμπολιτεύεται πᾶσι τοῖς πεπιστευκόσιν αὐτῷ λαμπρὰ ἡμέρα, πάσχα τὸ μυστικόν, τυπικῶς μὲν διὰ νόμου λειτουργούμενον, ἐνεργῶς δὲ διὰ Χριστοῦ πληρώμενον, πάσχα τὸ θαυμαστόν, θάμβος θείας ἀρετῆς καὶ δυνάμεως ἔργον, ἀληθῶς ἑορτὴ καὶ μνημόσυνον αἰώνιον, ἐκ πάθους ἀπάθεια, ἐκ θανάτου ἀθανασία, ἐκ νεκρότητος ζωή, ἐκ πληγῆς ἴασις, ἐκ πτώσεως ἀνάστασις, ἐκ καθόδου ἀνάβασις. 1.3 Οὕτως Θεὸς ἐργάζεται μεγάλα, οὕτως ἐκ τῶν ἀδυνάτων δημιουργεῖ τὰ παράδοξα, ἵνα γνωσθῇ ὅτι μόνῳ ὅσα θέλει πάντα ἔξεστιν αὐτῷ.

2.1 Αἴγυπτος μὲν οὖν τοὺς τύπους προαναγγελλέτω καὶ νόμος τὰς εἰκόνας τῆς ἀληθείας προερμηνευέτω, ἄγγελος κηρύττων μεγάλην μεγάλου βασιλέως ἐπιδημίαν, ἔνθα ὁ μὲν αἰγύπτιος ὄχλος τῶν πρωτοτόκων ἀποθνησκέτω, τὸν δὲ Ἰσραὴλ τὸ μυστικὸν αἷμα σωζέτω· πάντα ταῦτα τῶν μελλόν των σκιά, ἐν ἡμῖν δὲ τῶν εἰκόνων τὰ μορφώματα καὶ τῶν τύπων τὰ πληρώματα καὶ ἀντὶ τῆς σκιᾶς αὐτὴ ἡ ἀκρίβεια καὶ βεβαίωσις τῆς ἀληθείας. 2.2 ∆ιὰ τοῦτο προώδευε νόμος ἐν τύπῳ σημαίνων τῆς ἀληθείας τὰ μορφώματα, καὶ ὁ μὲν τύπος ἐγένετο, ἡ δὲ ἀλήθεια ηὑρίσκετο· ἀμνὸς ἐξ ἀγέλης ἐκεῖ, ἐνταῦθα ἀμνὸς ἐξ οὐρανῶν, αἵματος ἐκεῖ τὸ σημεῖον καὶ τὸ ὀλίγον τοῦ παντὸς φυλακτήριον, ἐνταῦθα ὁ λόγος <καὶ> ὁ κρατὴρ θείου γέμων αἵματός τε καὶ πνεύματος, πρόβατον ἐκ ποίμνης ἐκεῖ, ἐνταῦθα αὐτὸς ἀντὶ τοῦ προβάτου ὁ ποιμήν.

3.1 Πῶς οὖν οὐ τὴν καθόλου σωτηρίαν τῶν ὅλων ἐπαγγέλ λεται τὰ ἔργα, ὧν καὶ μόνοι οἱ τύποι εἰσι σωτήριοι; 3.2 Ἑορ ταζέτωσαν μὲν οὖν οἱ οὐρανοὶ τῶν οὐρανῶν, ὡς τὸ θεῖον πνεῦ μα βοᾷ, δόξαν Θεοῦ διηγούμενοι, πρῶτοι τὰς πατρῴας τοῦ θείου πνεύματος ἀνατολὰς ὑποδεχόμενοι· ἑορταζέτωσαν δὲ καὶ οἱ ἄγγελοι καὶ ἀρχάγγελοι τῶν οὐρανῶν, καὶ πᾶς ὁ ἐπουράνιος δῆμος καὶ στρατὸς ἑορταζέτω τὸν ἀρχιστράτηγον τῆς ἄνω στρατιᾶς βλέπων ἐπὶ κόσμον σωματικῶς ἀφικνού μενον· ἑορταζέτωσαν καὶ οἱ τῶν ἀστέρων χοροὶ τὸν πρὸ ἑωσφόρου ἀνατέλλοντα μηνύοντες, ἑορταζέτω καὶ ἀὴρ ἀμετρήτοις βάθεσι καὶ πλάτεσι μετρούμενος, ἑορταζέτω καὶ ἁλμυρὸν θαλάσσης ὕδωρ ἱεροῖς ἴχνεσι καὶ βάσεσι τετιμη μένον, ἑορταζέτω καὶ ἡ γῆ θείῳ λουσαμένη αἵματι, ἑορταζέτω καὶ πᾶσα ἀνθρωπίνη ψυχὴ εἰς τὴν καινὴν παλιγγενεσίαν δι' ἀναστάσεως ἀναψυχουμένη. 3.3 Τοῦτο τὸ πάσχα, κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον ἀποστολή, Χριστοῦ περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωή, θανάτου θανατηφόρος πληγή, ἀνθρώπων ἡ ἄφθαρτος τροφή, καὶ τῶν ὅλων ἡ οὐράνιος ψυχή, οὐρανοῦ καὶ γῆς ἱερὰ τελετή, παλαιὰ καὶ καινὰ προφητεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα.

4.1 ∆ιὰ τοῦτο προσκυρούμενοι τοῖς τὰ καινὰ καὶ παλαιὰ μετὰ γνώσεως ἱερᾶς μεμυημένοις, ὡς μὲν οὖν διὰ βραχέων ἐπορίσαμεν εἰπεῖν τοιάδε ἡ τοῦ πάσχα δημοτελὴς ἑορτή· ἵνα δὲ καὶ κατὰ μέρος ἑστιαθῶμεν τοῦ λόγου, οὐ τὰ γήϊνα ἀλλὰ τὰ ἐπουράνια σιτούμενοι, φάγωμεν καὶ ἡμεῖς τὸ λογικὸν πάσχα μετὰ ἐπιθυμίας πνευματικῆς, μεθ' ἧς αὐτὸς ὁ Κύριος ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν εἰπών· "Ἐπιθυμίᾳ ἐπεθύμησα μεθ' ὑμῶν φαγεῖν τὸ πάσχα". Φέρε δή, πρῶτον ἀναλαβόντες διὰ βραχέων εἴπω μεν τί νόμος καὶ τί νόμου χρεία, διὰ τί δὲ μετ' Αἴγυπτον νόμος· δεύτερον τί τὸ πάσχα τὸ ἐξ Αἰγύπτου ὁρμώμενον καὶ τίς ὅλη ἡ περὶ τοῦ πάσχα οἰκονομία καὶ τί τὸ πᾶν καὶ περὶ τοῦ παντὸς τοῦ πάσχα μυστήριον.

5.2 Παραθήσομεν δὲ πρῶτον αὐτὴν τὴν γραφήν, ἵνα ἐκ παραβολῆς καὶ ἐκ παραθέσεως ἕκαστα βλέπωμεν τῶν θεωρημάτων· Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν πρόβατον κατ' οἴκους πατριῶν, πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλίγοι ὦσιν ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς τὸ πρόβατον, προσλήψεται μετ' αὐτῶν τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ ἀριθμηθήσεται εἰς πρόβατον. Πρόβατον τέλειον ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε.

Καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. Καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν καὶ ἐν τοῖς οἴκοις ἐν οἷς ἂν φάγωσιν ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν αὐτῇ τῇ νυκτὶ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων φάγονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ὕδατι, ἀλλ' ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐ καταλείψεται ἀπ' αὐτῶν εἰς τὸ πρωί· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὸ δὲ περι λειπόμενον ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου. Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἐν τῇ νυκτὶ ταύτῃ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ· καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου. Καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν εἰς μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἐπὶ πικρίδων. Καὶ πάλιν εἶπεν ὁ Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων· Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτέμῃς αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ. Πάροικος καὶ μισθωτὸς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται· οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας ἐκείνης τῶν κρεῶν ἔξω. Καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ Ἰσραὴλ ποιήσει αὐτό. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν.

6.1 Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμ μένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες. 6.2 Καὶ γὰρ καὶ τὴν σκηνὴν τῷ Μωϋσεῖ τὸ θεῖον πνεῦμα ἐντέλλεται ποιῆσαι "καθ' ὃ δείξω σοι, φησί, παράδειγμα"· οὕτως τυπικῶς ὁρώ μενόν ἐστι καὶ μυστικῶς τὸ κατὰ τὸ πρωτότυπον καὶ πρωτογενὲς παράδειγμα νοούμενον. 6.3 Λέγωμεν δὴ πρῶτον τί οὗτος ὁ μὴν ἡ ἀρχὴ τῶν μηνῶν, διὰ τί δὲ οὗτος ὁ μὴν ὁ τοῦ πάσχα ἐστὶ πρῶτος ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· δεύτερον τί τὸ πρόβατον τῇ δεκάτῃ τοῦ μηνὸς λαμβανόμενον, καὶ τὸ πρόβατον τέλειον ἐνιαύσιον, τίς ὁ γείτων καὶ τὶς ὁ προσλαμβανόμενος πλησίον, διὰ τί δὲ μέχρι τῆς τεσσαρεσ καιδεκάτης συντηρεῖται τὸ πρόβατον, εἶτα πρὸς ἑσπέραν θύεται· "καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν"· τί τὸ αἷμα τὸ ἐπὶ τοὺς δύο σταθμοὺς καὶ ἐπὶ τὴν φλιάν, διὰ τί δὲ ἐν νυκτὶ τὰ κρέα ἐσθίουσι, καὶ ταῦτα ὀπτὰ πυρί, οὔτε ὠμὸν οὔτε ἡψημένον ἐν ὕδατι· ἢ τί τὸ "Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐνδοσθιδίοις", διὰ τί δὲ "ὀστοῦν οὐ συντρίψετε"· καὶ τίνα τὰ ἄζυμα μετὰ πικρίδων, διὰ τί δὲ "μετὰ σπου δῆς ἔδεσθε" τὸ πάσχα· τίνες αἱ ὀσφύες αἱ περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσί, καὶ τί τὸ "Πάσχα Κυρίου" καὶ τὸ "αἷμα σημεῖον ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου", διὰ τί δὲ "ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε"· διὰ τί ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, ὁ δὲ οἰκογενὴς περιτμηθήσεται, τί δὲ τὸ "Ἐν οἰκίᾳ μίᾳ βρωθήσεται, καὶ ἔξω ἐκ τῶν κρεῶν οὐκ ἐξοίσετε, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ ποιήσει αὐτό–τίς ἡ συναγωγή–. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ· εἷς καὶ ὁ αὐτὸς ἐπ' ἀμφοτέρων νόμος".

7.1 Οἱ μὲν οὖν τύποι καὶ τὰ σύμβολα καὶ τὰ μυστήρια, ἐν Ἰσραὴλ μὲν ὁρατῶς γινόμενα, ἐν ἡμῖν δὲ πνευματικῶς τελεσιουργούμενα. Μικρὰ δὴ περὶ τούτων διαλεχθέντες οὕτως ἐπαγάγωμεν τὰ τῆς ἀληθείας μυστήρια· τίς μετὰ τὸν νόμον Ἰησοῦ Χριστοῦ ἐπιδημία, διὰ τί δὲ ἦλθε καὶ μετὰ σώματος· τί τὸ πάσχα ὃ ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν, διὰ τί δὲ ὁ λόγῳ νεκροὺς ἀναστήσας οὐχὶ καὶ πάντῃ τῷ θανάτῳ ἐπετίμησε ζῶν, διὰ τί δὲ καὶ ὅλως ὑπέμεινε θάνατον διὰ ξύλου· τίς ἡ ἄκανθα ἣν ἐστεφανώσατο, ἢ τί τὸ ὄξος ὃ ἔπιε καὶ ἡ χολή, καὶ τίς ἡ ἀνοιγομένη πλευρὰ ἐξ ἧς ἔρρευσεν αἷμα καὶ ὕδωρ· διὰ τί εὔχεται παρελθεῖν τὸ ποτήριον ὃ πάντως ἦλθε πιεῖν· τίνες οἱ λῃσταὶ οἱ συγκρεμάμενοι, καὶ τίς ὁ ἐξ ἀμφοτέρων ἐν τῷ παραδείσῳ· διὰ τί τὸ πνεῦμα παρακατατίθεται ἐν ταῖς χερσὶ τοῦ πατρός, τὸ δὲ σῶμα ἐν τῷ καινῷ μνημείῳ, τί ἦν τὸ ἐσόμενον "ἐν τῷ παρα δείσῳ" καὶ γινόμενον "σήμερον"· τίς ἡ τριήμερος ἣν ὑπὸ γῆν ἔμεινε, διὰ τί δὲ πρῶται αὐτὸν ὁρῶσιν αἱ γυναῖ κες καὶ εὐαγγελιζόμενος λέγει· "Γυναῖκες χαίρετε". Ταῦτα ἡμῶν τῆς ἱερᾶς ἑορτῆς τὰ ἐδέσματα, αὕτη ἡ τράπεζα ἡ πνευματική, αὕτη ἡ ἀθάνατος τροφὴ καὶ τρυφή· ἐπισιτισάμενοι δὲ τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν καὶ πίοντες τὸ τῆς εὐφροσύνης ποτήριον, αὐτὸ τὸ ζέον καὶ ἔμπυρον, αἷμα μὲν δὴ ἄνωθεν θερμῷ τυπωθὲν πνεύματι, λόγῳ ἀναλαβόντες <εἴπωμεν> πρῶτον μὲν τίς νόμος καὶ τίς νόμου οἰκονομία, οὕτως γὰρ γνωσόμεθα ἐκ παραβολῆς τίς λόγος καὶ τίς λόγου ἐλευθερία. Νόμος ὁ διὰ Μωϋσέως ποικίλων καὶ ἀναγκαίων δογμάτων ἀθροϊσμός ἐστι, πάντων ἐρανισμὸς κοινωφελὴς τῶν ἐν τῷ βίῳ καλῶν, μίμημα μυστικὸν τῆς ἐν οὐρανῷ πολιτείας, λύχνοι καὶ λυχνίαι καὶ πῦρ καὶ φῶτα τῆς ἄνω λαμπαδουχίας τὰ τιμήματα.

9.2 Νόμος ὁ διὰ Μωϋσέως θεοσεβείας τὸ προτύπωμα, εὐτάκτου πολιτείας τὸ πρόσταγμα, τῆς πρώτης ἁμαρτίας τὸ κώλυμα, τῆς μελλούσης ἀληθείας τὸ αἴνιγμα. 9.3 Νόμος ὁ διὰ Μωϋσέως αἰγυπτίας πλάνης τὸ κολαστήριον, δακτύλῳ Θεοῦ καταγραφόμενον, ἄλλως γὰρ ὁ ὑψηλὸς βραχίων ἐτηρεῖτο. 9.4 Νόμος ὁ διὰ Μωϋσέως εὐσεβείας ἀρχηγός, δικαιοσύνης ὁδηγός, τυφλῶν φωτισμός, ἀφρόνων ἔλεγχος, νηπίων παιδαγωγός, ἀγνωμονούντων δεσμός, σκληροτραχήλων χαλινὸς καὶ τῶν ἑτεροζυγούντων ἀνάγκης ζυγός. 9.5 Νόμος ὁ διὰ Μωϋσέως ἄγγελος Χριστοῦ, πρόδρομος Ἰησοῦ, κῆρυξ καὶ προφήτης μεγάλου βασιλέως, σοφὸν παιδευτήριον, ἀναγκαῖον γυμνάσιον, κοσμικὸν διδασ καλίον, δόγμα ἐμπρόθεσμον, παρερχόμενον μυστήριον. 9.6 Νόμος ὁ διὰ Μωϋσέως τῆς μελλούσης χάριτος συμβολικὴ καὶ αἰνιγματώδης ἐπιτομή, ταῖς εἰκόσιν ἀπαγγέλλουσα τὴν τελειότητα τῆς μελλούσης ἀληθείας, ταῖς θυσίαις τὸ ἱερεῖον, τῷ αἵματι τὸ αἷμα, τῷ ἀμνῷ τὸν ἀμνόν, τῇ περιστερᾷ τὴν περιστεράν, τοῖς βωμοῖς τὸν ἀρχιερέα, τῷ ναῷ τὸ τῆς θεότητος καταγώγιον, τῷ περιβωμίῳ πυρὶ ὅλον ἄνωθεν τοῦ κόσμου τὸ φῶς.

10.1 Νόμος μὲν δὴ ὧδε ἡμῖν μυστικῶς προώρισται· ἔρχεται δὲ μετὰ Αἴγυπτον ἀναγκαίως νόμος, ὑλομανούσης ψυχῆς καὶ αἰγυπτιαζούσης καρδίας ἐκκόπτων τὰ ἀόρατα κακὰ μοσχεύματα, τέμνων ἀρότρου δίκην τὰς ἔνδον πυκ νὰς καὶ δασείας ἀκάνθας τῶν λογισμῶν, ἀροτροτεμὼν καὶ αὐλακηδὸν σχίζων τὰ τῆς ψυχῆς βάθη, προοδοποιῶν καὶ νεάζων τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ οὐρανίου θείου λόγου καὶ σπόρου· διὸ καὶ εἰκότως βοᾷ τὸ θεῖον πνεῦμα· "Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας". 10.2 ∆ιὰ τοῦτο καὶ τὸ πάσχα μυστικῶς πρῶτον ἐξ Αἰγύπτου ἄρχεται, τῆς σκοτεινῆς εἰδωλολατρείας ἡ πρώτη ἐκκοπὴ καὶ τῆς ἀθέου εἰδωλομανίας ἡ μυστικὴ ἀποτομὴ καὶ τῶν τῆς πλάνης πρωτοτόκων σπερμάτων ἡ νυκτερινὴ καὶ ἔνδικος πληγή.

11.1 Ἔπασχε μὲν οὖν καὶ Αἴγυπτος ὁμολογουμένως τὴν τῶν πρωτοτόκων πληγὴν καὶ πᾶς ὁ προγενὴς ἀπέθνησκε δῆμος, ἵνα ὁ μὲν σκληροτράχηλος Φαραὼ καὶ οὕτω βραδέως παιδευθῇ ταῖς πρώταις πληγαῖς μὴ πεπαιδευμένος, ὁ δὲ Ἰσραὴλ καὶ ἐν τούτοις παραδόξως σωθῇ, καὶ Θεὸς ἐν πᾶσι δοξασθῇ· Αἰγύπτῳ μὲν οὖν τὸ πάθος ἐν πληγῇ, τῷ δὲ Ἰσραὴλ τὸ πάσχα ἐν ἑορτῇ, διὸ καὶ ὀνομάζεται ἑορτὴ πάσχα Κυρίου. Πολλὰ καὶ ἕτερα τῆς μελλούσης Θεοῦ φιλανθρωπίας μυστήρια, ἔχει γὰρ ὧδε πᾶς ὁ περὶ τούτων λόγος· Αἴγυπτος μὲν ἡ πολλὴ καὶ μέλαινα τῆς σκοτεινῆς καὶ βαθείας πλάνης ἐστὶν εἰκών, ἐκεῖθεν γὰρ τὰ πρῶτα τῆς ἀπάτης ῥεύματα, μόσχοι καὶ ἰχθύες καὶ ὄρνιθες καὶ θηρία καὶ πάντα τὰ τοιαῦτα ζῷα θεοποιούμενα καὶ θεολογούμενα· ὅταν δὲ ἡ ἐξ οὐρανῶν ἔνδικος ὀργὴ ἀποκαλυφθῇ καὶ ὁ μέγας θυμὸς ἐπὶ πᾶσαν τὴν γῆν ἐφαπλωθῇ, τότε πρῶτον ἡ δεισιδαίμων καὶ εἰδωλομανὴς πλάνη παταχθήσεται· "Ἐν γὰρ πᾶσι, φησί, θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος". Εἰς δὲ τὰ πρωτότοκα πάντα ἡ πληγή, ἐπειδὴ τὰ πρεσβεῖα τῶν χρόνων ἐκδικοῦντες ἑαυτοῖς πρεσβύτερα πάν των ἔσχον καὶ τὰ τῆς εἰδωλολατρείας δουλεύματα. Σκοτεινὴ δὲ καὶ κατὰ νύκτα ἡ πληγή, σκοτεινὰ γὰρ καὶ σκυθρωπὰ καὶ ἀμειδῆ καὶ ἀφεγγῆ καὶ ἀνήμερα τῶν σκοτεινῶν ἔργων καὶ δαιμόνων τὰ δικαιωτήρια· "∆ώσω" γάρ φησι "τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα πῦρ ἀτμίς· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ", καί· "Οὐ, φησίν, οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα Κυρίου; Καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. Ὃν τρόπον γὰρ ἂν φύγῃ ἀνὴρ ἀπὸ προσώπου λέοντος καὶ συναντήσῃ αὐτῷ ἄρκος καὶ εἰσέλθῃ εἰς τὴν οἰκίαν καὶ ἀπερείσηται χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις, καὶ οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ σκο τία καὶ οὐκ ἔστι φέγγος ἐν αὐτῇ." Τὸ δὲ "αἷμα εἰς σημεῖον" τῆς τοῦ Χριστοῦ σφραγίδος τὸ ἔναιμον μυστήριον· "σημεῖον" δὲ, οὔπω αὐτὸ τὸ ἀληθές, ἀλλὰ μελλούσης ἀληθείας τὸ σημεῖόν ἐστι σημεῖον· ὅσοι γὰρ ἔχουσι τὸ σημεῖον τὸ δι' αἵματος ἐπὶ τῶν ψυχῶν ὡς ἐπὶ τῶν οἰκιῶν ἐντετυπωμένον ὁμοῦ καὶ κεχρισμένον, τούτους πάντας ἡ ὀλοθρεύουσα πληγὴ παρε λεύσεται· "Ἐν αἷς γὰρ οἰκίαις, φησίν, ἐὰν σκέψηται τὸ αἷμα, σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ".

15.2 Τὸ μὲν οὖν "αἷμα ὡς σημεῖον" φυλακτήριον· τὸ δὲ "ἐν ταῖς οἰκίαις" ὡς ἐν ταῖς ψυχαῖς, τοῦτο γάρ ἐστι θείου πνεύματος τὸ ἐκ πίστεως ἱεροπρεπὲς οἰκητήριον· τὸ δὲ "σκεπάσω ὑμᾶς" τῶν ἐκτάσεων χειρῶν Ἰησοῦ αἳ σκεπάζουσι τοὺς πιστεύοντας ἄπληστοι ἐπιβολαί.

16.1 Τὸ μὲν δὴ κοσμικὸν καὶ καθόλου τοῦ πάσχα τοιόνδε ἐστι μυστήριον, ἄκουε δὲ καὶ ὡς δυνατόν ἐστιν ἡμῖν κατὰ μέρος θείαν τελετὴν διηγουμένοις· τὸ μὲν γὰρ ἀληθὲς ὅπως ἔχει περὶ τούτων, Θεὸς καὶ ὁ τὸ ἱερὸν πάσχα ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ κοσμήσας οἶδε λόγος, ἡμῖν δὲ ὡς ἀνθρώποις συγγνώμην διδόσθω, ἐάν, ἀγαπητοί, ὄντως παρασφαλλώ μεθα. Λέγωμεν δὴ ἄνωθεν ἀναλαβόντες πρῶτον μὲν <τί> ὅδε ὁ μὴν ἀρχὴ μηνῶν καὶ διὰ τί ὁ τοῦ πάσχα μὴν πρῶτός ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.

17.2 Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος Ἑβραίων λόγος τοῦτόν φησι τὸν καιρὸν εἶναι ἐν ᾧ ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργὸς Θεὸς τότε ἐδημιούργησε τὸ πᾶν, καὶ τοῦτο εἶναι τῆς κτίσεως τὸ πρῶτον ἄνθος, τοῦ κόσμου τὸ κάλλος, ὅτε τὸ πανδαίδαλον ἄγαλμα κατὰ νοῦν ἑαυτοῦ ὁ δημιουργὸς ἐμμελῶς εἶδε κινού μενον. Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν. 17.3 Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουρ γεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ' ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή. 17.4 Ἐνιαυ τὸς δὲ οὗτος ὃν ἡ θεία γραφὴ βοᾷ· "Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν".

18.1 Πρόβατον τὸ θῦμα τὸ ἱερόν· "Αὐτὸς ὡς πρό βατον" γάρ φησιν "ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", καὶ Ἰωάννης· "Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". Τέλειον δὲ τὸ πρόβατον καὶ ἐνιαύσιον· τέλειον μὲν ὡς ἐξ οὐρανῶν, ἐνιαύσιον δὲ ὡς ἐν γῇ· ἐνιαυτὸς γὰρ χρόνου μέτρον ἐν γῇ, ἑαυτὸν ἐπιλαμβάνων καὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος καὶ τῇ εἰς ἑαυτὸν περιόδῳ περιφορᾷ τὸν ἀμέτρητον αἰῶνα μιμούμενος. Λαμβάνεται δὲ τῇ δεκάτῃ τοῦ μηνός, καὶ πάνυ συμβολικώτατα· διάστημα γὰρ εὐαγγελίου νόμος, νόμου δὲ τὸ κορυφαιότατον δόγμα ἡ δεκάλογος, μετὰ δὲ τὰς δέκα τοῦ νόμου ἐντολὰς τότε τὸ πρόβατον ἔρχεται τὸ μυστικὸν τὸ ἐκ τῶν οὐρανῶν. Τηρεῖται δὲ τὰς διαμέσους ἡμέρας, αἰνιττόμενον τῇ γραφῇ ἐν μέσῳ τοῦ χρόνου μέχρι τοῦ πάθους ἐν τῇ τοῦ σώματος ἐπιδημίᾳ τοῦ πάσχα, καὶ τὴν σύλληψιν ἣν ἐν τοῖς τοῦ ἀρχιερέως συλληφθεὶς ἐτηρεῖτο. Ὁ δὲ προσλαμβανόμενος εἰς τὸ πρόβατον ὁ πλησίον εἰμὶ γείτων ἐγώ· ὑπὸ σοῦ γάρ, ὦ Ἰσραήλ, τὸ πρόβατον οὐκ ἐχωρήθη. Εἶτα δὲ τὸ πρόβατον πρὸς ἑσπέραν θύεται· καὶ γὰρ ἐπὶ δυσμὰς τοῦ ἡλίου καὶ ὁ ἱερὸς ἀμνὸς τοῦ Θεοῦ φονεύεται. Σφάξουσι δὲ αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραήλ· ὁ ἄπιστος γὰρ Ἰσραὴλ ἔνοχος γέγονεν ἐκείνου τοῦ τιμίου αἵματος, ὁ μὲν γὰρ πάλαι φονεύων, ὁ δὲ μέχρι νῦν ἀπιστῶν· διὸ καταμαρτυρεῖται αὐτῶν τὸ θεῖον πνεῦμα καὶ βοᾷ λέγον· "Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις". Τὸ δὲ αἷμα ἐπὶ τὴν φλιὰν ὡς ἐπὶ τὴν ἐκκλησίαν, καὶ ἐπὶ τῶν δύο σταθμῶν ὡς ἐπὶ τῶν δύο λαῶν.

25.2 Οὐ γὰρ ἀρνεῖται ὁ σωτὴρ πρὸς σὲ πρῶτον, ὦ Ἰσραήλ, ἀπεσταλμένος· "Οὐ γὰρ ἀπεστάλην, φησί, πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ"· ἐγὼ δὲ ὡς κυνίδιον ἀλλοτρίᾳ τραπέζῃ παρε καθεζόμην, τὸν μὲν ἄρτον μήπω φαγεῖν δυνάμενος, τὰς δὲ ψιχίας τὰς ἐκπιπτούσας ἀναλέγων παράσιτος ἀλλοτρίας τροφῆς· ἐπειδὴ δὲ οὐκ ἔγνως τὸ μάννα τὸ ἐκ τῶν οὐρανῶν, εἰς ἐμὲ ὁ ἄρτος διὰ τῆς πίστεως μετετέθη καὶ ὁ ἀντὶ κυνὸς υἱὸς ἤδη γιγνόμενος [...].

26.1 Ἐν νυκτὶ δὲ τὰ κρέα ἐσθίεται· ἔδυ γὰρ τὸ τοῦ κόσμου φῶς ἐπὶ τῷ μεγάλῳ σώματι τοῦ Χριστοῦ· "Λάβετε, φάγετε, τοῦτο μού ἐστι τὸ σῶμα". Τὰ δὲ κρέα ὀπτὰ πυρί· ἔμπυρον γὰρ λογικὸν σῶμα τοῦ Χριστοῦ· "Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;". Οὐκ ὠμὸν τὸ κρέας, ἵνα εὐκατέργαστος ᾖ ὁ λόγος καὶ εὐπρόσφορος καὶ εὐπαράδεκτος· οὐδὲ ἐν ὕδατι ἡψημένον, ἵνα μὴ ὑγρὸς ᾖ μηδὲ ὑδατώδης ὁ λόγος μηδὲ ἐκλελυμένος. Κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, [...] ὡς ἀόρατος βουλή, πόδες ὡς ἄνθρωπος. 29.2 Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, ἀρχὴ καὶ μεσότης καὶ τέλος, πάντα συνέχων καὶ συσφίγγων καὶ συγκολλῶν ἐν ἑαυτῷ ἀλύτοις δεσμοῖς, γενόμενος ἀληθῶς "μεσίτης Θεοῦ καὶ ἀνθρώπων".

29.3 Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, Θεὸς, λόγος καὶ ἄνθρωπος ἐν γῇ. 29.4 Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, ὕψει καὶ βάθει καὶ πλάτει <**> καὶ γῆς καταρριζώματα. 29.5 Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, νόμος καὶ λόγος καὶ ἀποστολοί, νόμος ὡς ἀρχὴ καὶ λόγος ὡς βουλὴ καὶ ἀποστολοὶ ὡς πόδες· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά".

30.1 Ὀστέον δὲ οὐ συντρίψετε ἀπ' αὐτοῦ, ἵνα γνωστὴ ᾖ ἡ ἀνάστασις ἡ μετὰ σώματος· "Βάλε" γάρ φησι "τοὺς δακτύλους σου εἰς τοὺς τῶν ἥλων τύπους, ἵνα γνῷς ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει". Ἄζυμα μετὰ πικρίδων ἔδεσθε· πικρὰ γάρ σοι ἢ πικρῶν ἔργων τὰ μυστήρια· "Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι ἐνώπιον ὑμῶν κατεσθίουσι, καὶ ἠρήμω ται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων". Ἔδεσθε μετὰ σπουδῆς τὸ πάσχα· ἐγρηγορέναι γὰρ καὶ ἐπινενηφέναι δεῖ ἅπαντα τὸν μέλλοντα προσιέναι τῷ μεγάλῳ σώματι. Αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι· παυσάσθω σαν αἱ διὰ γενέσεως πηγαὶ λελυμέναι, <αἱ> σαρκῶν περιπλο καὶ καὶ αἱ ῥυπαρώδεις ἡδοναί. Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσίν· ὀρθοτο μοῦσαι βάσεις, στηρίγματα ἀχώλευτα· ἀληθείας γὰρ ῥιζώματα.

34.2 Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, ἃ Μωϋσῆς μὲν ὑπελύσατο, Ἰησοῦς δὲ ὑπεδήσατο· "Λῦσαι" γάρ φησι "τὸ ὑπόδημα τῶν ποδῶν σου", ἵνα τὸ παρερχόμενον τοῦ νόμου δηλωθῇ, "Οὗ οὐκ εἰμὶ ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ λῦσαι", ἵνα τὸ πάντοθεν περιεσφιγμένον τοῦ λόγου μηνυθῇ. 35.1 Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, <ῥάβδος> ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ' ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ· "Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, <πνεῦμα γνώσεως καὶ εὐσεβείας>, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν". Τὸ δὲ πάσχα πάσχα Κυρίου· τί τούτου σαφέσ τερον ἐξεβόησε τὸ πνεῦμα, ὅτι πάσχα οὐ τύπος, οὐχ ἱστορία, οὐ σκιά, ἀλλὰ πάσχα ἀληθῶς Κυρίου; Τὸ δὲ αἷμα εἰς σημεῖον, σημεῖον δὲ τῆς μελλού σης ἀληθείας, τοῦ ἀληθινοῦ πνεύματος τὸ πρωτοτύπωμα, τὸ μίμημα τοῦ μεγάλου χρίσματος. Καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς· ἐσκέ πασας ἀληθῶς, Ἰησοῦ, ἀπὸ τῆς πολλῆς ἀπωλείας, καὶ χεῖρας ἐξέτεινας πατρικάς, ἐκάλυψας ἡμᾶς ἐντὸς τῶν πτερύγων σου τῶν πατρικῶν, αἷμα θεῖον ἐπὶ γῆς πηγάσας ταῖς ἐναίμοις σου καὶ φιλανθρώποις σου σπουδαῖς, καὶ τὰς τῆς ὀργῆς παρήγαγες ἀφ' ἡμῶν ἀπειλάς, καὶ τὰς πρώτας ἡμῖν ἄνωθεν ἀνταπέδωκας διαλλαγάς. Ἐκεῖνοι μὲν οὖν ἄζυμα ἐσθιέτωσαν ἑπτὰ ἡμέρας, τὴν ἑβδοματικὴν ἐπὶ τοῦ κόσμου μελετῶντες περίοδον καὶ τὴν [ἐπίγειον] ἐπὶ γῆς ἔννομον ἐσθίοντες τροφήν· "ἡμῶν δὲ τὸ πάσχα τέθυται Χριστὸς" καὶ τὸ νέον φύραμα τῆς ἱερᾶς αὐτοῦ συγκράσεως ἀπειλήφαμεν ὅλοι δυνάμει κρείττονι ἀναζυμωθέντες καὶ ἀναφυραθέντες αὐτοῦ τῷ πνεύματι.

Ἐγὼ μὲν γὰρ αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν <**> τῇ κεκραμμένῃ ζύμῃ ἀναζυμώσας ἀναλόγως τρία μέτρα τῆς σεμιδάλεως. ∆ιὰ τοῦτο ἀπὸ τούτου τοῦ πάσχα ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, οὐ γὰρ βάλλω τοὺς μαργαρίτας τοῖς χοίροις, οὐ δίδωμι τὸ ἅγιον τοῖς κυσίν, ὁ δὲ πάλαι δουλεύων ἐν ἁμαρτίαις τὴν καρδίαν περιτμηθήσεται, καὶ τῆς πικρᾶς δουλείας ἀπαλλαγεὶς οὕτω μετ' εὐγενείας τῷ μυστηρίῳ προσελεύσεται καὶ τότε μετ' ἐλευθερίας τὸ πάσχα βρώσεται ἐλευθερίως· "Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς" δουλείας καὶ "κατάρας, κατάρα γενόμενος ὑπὲρ ἡμῶν". Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ ἔξω τῶν κρεῶν οὐκ ἐξοίσετε, μία γάρ ἐστιν ἡ συναγωγὴ καὶ μία ἐστὶν ἡ οἰκία, τοῦτ' ἔστιν ἡ μία ἐκκλησία, ἐν ᾗ τὸ ἱερὸν σῶμα τοῦ Χριστοῦ ἐσθίεται, καὶ διὰ τοῦτο ἔξω τῆς μιᾶς οἰκίας– ἐκκλησίας–τὰ κρέα οὐκ ἐκβληθήσεται, ὁ δὲ ἀλλαχοῦ ἐσθίων ὡς ἀσεβὴς καὶ κλέπτης κολασθήσεται. Νόμος εἷς ἔσται τῷ ἐλευθέρῳ καὶ προσηλύτῳ· ὅπου Χριστός, ἐλευθερία, πάντων ἰσηγορία, ἰσονομία, ἰσοτιμία· τιμίῳ πάντες ἠγοράσθησαν αἵματι. ∆ιὰ τοῦτο "οὐκέτι εἶ δοῦλος", οὐκέτι Ἰουδαῖος, ἀλλ' ἐλεύθερος· πάντες γὰρ ἐν Χριστῷ γεγόναμεν ἐλεύθεροι. Ἄκουε μὲν γὰρ δή, ἄκουε μετὰ τοὺς τύπους καὶ τὴν νομικὴν οἰκονομίαν τίς καὶ πόση ἡ μετὰ <τὸν νόμον> Χριστοῦ ἐπιδημία ἐπὶ γῆς. Τίς ἡ Χριστοῦ ἐπιδημία; ∆ουλείας ἀποφυγή, παλαιᾶς ἀνάγκης ἀπαλλαγή, ἐλευθερίας ἀρχή, υἱοθεσίας τιμή, ἀφέσεως ἁμαρτημάτων πηγή, ἀθάνατος ἀληθῶς ἐν πᾶσι ζωή. Ὁρῶν ἡμᾶς ἄνωθεν ὑπὸ τοῦ θανάτου τυραννουμένους καὶ δεσμοῖς φθορᾶς λυομένους ὁμοῦ καὶ δεσμουμένους, ῥέοντας εἰς τὴν ἀναγκαίαν καὶ ἀνυπόστροφον ὁδόν, ἐλθὼν καὶ λαβὼν <**> τοῦ πρώτου πλάσματος ἐν βουλαῖς πατρι καῖς, οὐκ ἀγγέλοις, οὐκ ἀρχαγγέλοις τὴν ὑπὲρ ἡμῶν λει τουργίαν ἐνεχείρισεν, ἀλλ' αὐτὸς ὁ λόγος ὅλον τὸν ἀγῶνα τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πειθόμενος ταῖς πατρῴαις ἐντολαῖς.

45.2 Ἀπροσίτου δὲ ὄντος τοῖς ὅλοις ἀκράτου θείου πνεύματος, ἵνα μὴ πάντα συμπαθῇ ταῖς ἀμιγέσι τοῦ πνεύματος ἐμβολαῖς, αὐτὸς ἑκῶν ἑαυτὸν συστείλας ἐν ἑαυτῷ καὶ τὸ μέγεθος πᾶν τῆς θεότητος εἰς ἑαυτὸν συναθροΐσας καὶ συναγαγών, τοσοῦτος ἦλθεν ὅσος ἠθέλησεν, οὐ μειούμενος ἐν ἑαυτῷ οὐδὲ ἐλαττούμενος οὐδὲ τῇ δόξῃ δαπανούμενος· δυνάμεως δὲ πατρῴας ὑπερβολῇ ὃ μὲν εἶχεν οὐκ ἀπώλεσεν, ὃ δὲ οὐκ εἶχε προσλαμβάνων, τοσοῦτος ἦλθεν ὅσος ἤμελλε χωρεῖσθαι. 45.3 Ἐπεὶ δὲ ἔδει τι καὶ δοχεῖον γενέσθαι τοῦ θείου πνεύ ματος, ἵνα οἱ πρῶτοι τῆς ἀνθρωπίνης φύσεώς τε καὶ οὐσίας μετάσχωσι <**> διυλίσας καὶ συναριθμήσας, τὸ μὲν ὅσον περισσὸν ἦν καὶ θολερὸν ἀποβράσας καὶ ἀποχωρίσας, τὸ δὲ ὅσον καθαρὸν καὶ διαυγὲς καὶ εἰλικρενὲς περιλάμψας καὶ περιαστράψας καὶ περιαυγάσας καὶ πυρώσας καὶ παστώσας καὶ παρθενώσας καί, ὡς εἰπεῖν, ἐξαγγελλώσας, εἰς τὴν ἀνθρω πίνην εἰκόνα σωματικῶς ἐμορφοῦτο, πνευματικὴν μὲν ἔχων τὴν ἀνατολήν, σωματικὴν δὲ προσλαμβάνων τὴν μόρφωσιν. 45.4 ∆ιὸ καὶ μυστικώτατα αὐτὸν ἡ γραφὴ ἐπεσημήνατο· "Ἰδοὺ" γάρ φησιν "ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ", ἀνατολὴ μὲν ὡς ἐν πνεύματι, ἀνὴρ δὲ ὡς ἐν σώματι· "Πνεῦμα γὰρ Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεν νώμενον ἅγιον κληθήσεται υἱὸς ὑψίστου"· παρα δόξου δὲ καὶ θείας οὔσης τῆς γενέσεως, εἰκότως καὶ τὸ πνεῦμα τεθαύμακε λέγον· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" 46.1 Τεσσάρων δὲ ὄντων τῶν τῆς θεότητος ἡγεμονικῶν ὀνομάτων, δι' ὧν μάλιστα τὸ θεῖον πνεῦμα πιστεύεται, κυριότητος καὶ θεότητος, υἱότητος καὶ βασιλείας αἰωνίου, ὅρα μὴ μόνον ταύτας τὰς ἀρετὰς καὶ δόξας λαβεῖν ἐτιμήθη. Καὶ πρῶτόν γε ὅρα αὐτοῦ τὸν Κύριον. "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου". Ὁρᾷς αὐτοῦ τὰ παρὰ τοῦ Κυρίου τὸν Κύριον, ὅρα καὶ τὸν υἱὸν αὐτοῦ· "Αὐτός με ἐπικαλέσεται πατέρα κᾀγὼ θήσομαι αὐτὸν πρωτότοκον", καί· "Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου". Ὁρᾷς αὐτοῦ τὸν υἱὸν καὶ πρωτότοκον καὶ μονογενῆ, ὅρα καὶ τὸν Θεόν· "Ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἐν σοὶ προσεύξονται καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἀκο λουθήσουσιν ἐν χειροπέδαις δεδεμένοι, σὺ γὰρ εἶ ὁ Θεός, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν". Εἶδες αὐτοῦ τὸν θεόν, ἴδε αὐτοῦ καὶ τὸν βασιλέα αἰώνιον· "Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου". Ἑώρακας αὐτοῦ τὸν βασι λέα, ὅρα μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον· "Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". Ὁρᾷς αὐτοῦ μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον, ἴδε ἐκ περιόντων αὐτοῦ καὶ τὸν ἀρχιερέα αἰώνιον· "Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα".

46.2 Εἰ δὲ καὶ Κύριος καὶ Θεὸς καὶ υἱὸς καὶ βασιλεὺς καὶ Κύριος τῶν δυνάμεων καὶ ἀρχιερεὺς αἰώνιος, ὅτε θέλει "καὶ ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;" Τὸ δὲ "καὶ ἄνθρωπος" δηλόνοτι καὶ προϋπαρχόντως ὅτι καὶ Θεός. Καὶ ἵνα μὴ κατὰ τὰς τῶν ἀνθρώπων δόξας αὐτόματον καὶ χωρὶς γενέσεως φάσμα ἢ πνεῦμα τῇ γῇ ἐπιδεδημηκέναι δόξῃ, ἄκουε αὐτοῦ καὶ τὸ παιδίον γενόμενον· "Ἀκούσατε δὴ οἶκος ∆αυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ίδωσι Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ", καί· "Ἤθελον εἰ ἐγενήθησαν πυρίκαυστοι· διότι παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμ βουλος, Θεὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος". 47.1 Θεὸς μὲν δὴ καὶ ἄνθρωπος οὗτος ὁ μέγας Ἰησοῦς ἐπεδήμησεν ἡμῖν, ἀπιστείτω μηδείς, καὶ πνεῦμα ἡγεμονικὸν ἐχωρήθη ὑπὸ ἀνθρώπου σώματος.

47.2 Καὶ γὰρ τὴν πρώτην τοῦ πατρὸς πνοὴν τὴν μυστικὴν ἐχώρησεν Ἀδὰμ ἔτι γῆ καὶ πηλὸς ὤν, οὐ γὰρ βλάπτεται τὸ θεῖον πνεῦμα τῷ σώματι βουλῇ Θεοῦ συνῆφθαι· εἰ δὲ ὁ πρῶτος χοῦς τὸ ἱερὸν ἐχώρει πνεῦμα, ἐψυχώμενον σῶμα τὴν ἀθάνατον Χριστοῦ ἐχώρησε ζωήν. 47.3 Εἰ μὲν οὖν πνεῦμα μόνον ἐπεδήμησε τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ δεδουλώμενον, περισσὴ ἂν ἦν οὕτως ἡ μεγάλη τοῦ σώματος ἐπιδημία, μήτε τῆς ἁμαρτίας μήτε τοῦ θανάτου νενικημένου· ἔδει δὲ καὶ τὴν ἁμαρτίαν ἀναιρεθῆναι καὶ τὸ σῶμα ἐλευθερωθῆναι. 47.4 Καὶ διὰ τοῦτο "αὐτὸς ἁμαρ τίαν οὐκ ἐποίησεν οὐδὲ δόλος εὑρέθη ἐν τῷ στό ματι αὐτοῦ". 48.1 Αὐτὸς οὖν τὸ πρῶτον ἐκεῖνο τὸ πτωχὸν καὶ νεκρὸν ἐνεδύσατο σῶμα, διὸ καὶ βοᾷ περὶ αὐτοῦ τὸ πνεῦμα· "Οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων", "ἐν γὰρ ὁμοιώματι τῆς σαρκὸς ἁμαρ τίας χωρὶς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν", δείξας ὅτι "οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες". Ἐθεράπευσεν οὖν καὶ πάντα ἡμῶν τὰ σώματα τῶν ἀρρωστημάτων, καὶ τὰ κατὰ μέρος τῶν νοσημάτων ἐξουσίᾳ δυνάμεως ἰάσατο, ἵνα πληρωθῇ· "Ἐγὼ Κύριος ὁ Θεός· ἐκάλεσά σε ἐν δικαιοσύνῃ, κρατήσω τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ ἐνισχύσω σε· ἔδωκά σε εἰς διαθήκην γένους μου εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθη μένους ἐν σκότει· ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μοι ὄνομα", "Ἀκούσατε κωφοὶ λόγους βιβλίου, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλε", "Τότε ἁλεῖ ται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ δὲ ἔσται γλῶσσα μογιλάλων". Ἐπειδὰν δὲ κατὰ μέρος τὰ τῆς κακίας αἱρεθῇ, "ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;" Τοῦτο ἦν τὸ πάσχα ὃ ἐπεθύμησεν ὑπὲρ ἡμῶν ὁ Ἰησοῦς παθεῖν· πάθει πάθους ἠλευθέρωσε καὶ θανάτῳ θάνατον ἐνίκησε καὶ διὰ τῆς βλεπομένης τροφῆς τὴν ἀθάνατον αὐτοῦ ζωὴν ἐχορήγησεν. Αὕτη ἡ σωτήριος ἐπιθυμία τοῦ Ἰησοῦ, οὗτος ὁ ἔρως ὁ πνευματικώτατος, δεῖξαι μὲν τοὺς τύπους ὡς τύπους, τὸ δὲ ἱερὸν σῶμα τοῖς μαθηταῖς αὐτοῦ ἀντιδοῦναι· "Λάβετε, φάγετε, τοῦτό ἐστι μου τὸ σῶμα· λάβετε, πίετε, τοῦτό ἐστι μου τὸ αἷμα, ἡ καινὴ διαθήκη, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν". 49.2 ∆ιὰ τοῦτο οὐκ ἐπιθυμεῖ τοσοῦτον 49.2 φαγεῖν ὅσον ἐπιθυμεῖ παθεῖν, ἵν' ἡμᾶς τοῦ διὰ βρώσεως πάθους ἐλευθερώσῃ. 50.1 Καὶ διὰ τοῦτο ξύλον ξύλῳ ἀντιρριζώσας, καὶ τὴν πάλαι πονηρὰν χεῖρα ἀσεβῶς ἐκταθεῖσαν <**> τὴν ἑαυτοῦ ἄχραντον εὐσεβῶς προσηλώσας, ὅλην ἔδειξεν ἐν αὐτῷ ἀληθῶς τὴν ζωὴν κρεμαμένην. Σὺ μέν, ὦ Ἰσραήλ, οὐκ ἐδυνήθῃς φαγεῖν, ἡμεῖς δὲ μετὰ γνώσεως ἀκαταλύτου πνευματικῆς ἐφάγομεν καὶ φάγοντες οὐκ ἀποθνῄσκομεν. Τοῦτό μοι φυτὸν εἰς σωτηρίαν αἰώνιον, τούτῳ τρέφο μαι, τούτῳ συνεστιῶμαι.

51.2 Τούτου ταῖς μὲν ῥίζαις ὑπορριζοῦμαι, τοῖς δὲ κλάδοις συνεκτείνομαι, τῇ δὲ δρόσῳ φαιδρύνομαι, τῷ δὲ πνεύματι ὡς ὑπὸ ἀνέμου ἐντρυφῶν γεωργοῦμαι. 51.3 Τούτου τῇ σκιᾷ ὑπεσκήνωσα καὶ τὸν πολὺν καύσωνα διαφυγὼν ἔνδροσον ἔχω κατάγειον. 51.4 Τούτου τοῖς μὲν ἄνθεσι συνανθῶ, τοῖς δὲ καρποῖς τελείως συνήδομαι, τοὺς δὲ ἐξ ἀρχῆς μοι τετηρημένους καρποὺς ἀκωλύτως τρυγῶ. 51.5 Τοῦτό μοι πεινῶντι τροφή, καὶ διψῶντι πηγή, καὶ σκέπη γεγυμνωμένῳ, οὗ καὶ τὰ φύλλα πνεῦμα ζωῆς, οὐκέτι μοι φύλλα συκῆς. 51.6 Τοῦτό μοι Θεὸν φοβουμένῳ φυλακτήριον, καὶ σαλευομένῳ στήριγμα, καὶ ἀγωνιζομένῳ βραβεῖον, καὶ τρόπαιον νενικηκότι. 51.7 Τοῦτό μοι ἄτραπος ἡ στενή, τοῦτο ἡ τεθλιμμένη ὁδός. 51.8 Τοῦτο κλίμαξ Ἰακὼβ καὶ τῶν ἀγγέλων πορεία, ἐφ' ἧς ἄκρας ἀληθῶς ἐστήρικται ὁ Κύριος. 51.9 Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ. 51.10 Ἄκραις μὲν κορυφαῖς τῶν οὐρανῶν ἐπιψαύων, τὴν γῆν δὲ στηρίζων ποσί, τὸ δὲ πολὺ καὶ μέσον πνεῦμα τοῦ ἀέρος πανταχόθεν χερσὶν ἀμετρήτοις περιλαβών, ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ. 51.11 Γεμίσας δὲ δι' ἑαυτοῦ τὸ πᾶν, πρὸς ἀερίους ἀρχὰς γυμνὸς ἀνταπεδύσατο.

52.2 Καὶ πρὸς ὀλίγον μὲν βοᾷ παρελ θεῖν τὸ ποτήριον, ἵνα δείξῃ ἀληθῶς ὅτι "καὶ ἄνθρωπος" ἦν· μεμνημένος δὲ δι' ὃ ἀπεστάλη, πληρῶσαι τὴν οἰκονομίαν βουλόμενος εἰς ἣν ἀπεστάλη, βοᾷ πάλιν· "Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ θέλημά σου". "Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής". 53.1 Οἷα δὴ τὸν ὑπὲρ ψυχῆς τρέχων ἀγῶνα τὸν ἐπινίκιον, πρῶτον μὲν τὴν ἱερὰν κεφαλὴν ἀκάνθαις ἐστεφανώσατο, ὅλην τὴν παλαῖαν κατάραν τῆς γῆς ἀνελὼν καὶ τὸ δι' ἁμαρτίαν ἀκανθῶδες πλεονάσαν τῇ θείᾳ κεφαλῇ πάλιν ἐξημερῶν. 53.2 Τὴν δὲ πικρὰν καὶ ὀξεῖαν τοῦ δράκοντος χολὴν ἐκπιών, ὅλας ἡμῖν τὰς ἀφ' ἑαυτοῦ γλυκεῖας ἀντεκέρασε πηγάς. 53.3 Τὸ γὰρ ἔργον τῆς θηλείας λῦσαι θελήσας καὶ τὴν ἐκ πλευρᾶς πρότερον ῥεύσασαν ἐπισχεῖν θανατηφόρον, ἤδη τὴν ἱερὰν αὐτοῦ ἐν ἑαυτῷ ἐστόμωσε πλευράν, ἐξ ἧς τὸ ἱερὸν ἔρρευσεν αἷμα καὶ ὕδωρ, τὰ τέλεια τῶν πνευματικῶν γάμων τῶν μυστικῶν καὶ υἱοθεσίας καὶ παλιγγενεσίας τὰ σημεῖα.

53.4 "Αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί", τὸ μὲν ὕδωρ ὡς "ἐν πνεύματι", τὸ δὲ αἷμα ὡς "ἐν πυρί".

54.1 Τότε δὴ συνεκτείνονται αὐτῷ δύο λῃσταί, εἰς δὲ δύο λαοὺς φέροντες ἐν ἑαυτοῖς τὰ σημεῖα, ὧν ὁ μὲν εἷς ἐκ μεταβολῆς εὐγνωμονεῖ καὶ μετὰ ὁμολογίας ἐξομολογεῖται καὶ πρὸς τὸν δεσπότην εὐσεβεῖ, ὁ δὲ ἕτερος κινεῖται σκλη ροτράχηλος ὢν καὶ ἀγνωμονεῖ πρὸς τὸν δεσπότην καὶ οὐκ εὐσεβεῖ καὶ τοῖς παλαιοῖς ἁμαρτήμασιν ἐμφιλοχωρεῖ. 54.2 Εἶτε καὶ οἱ δύο ψυχῆς εἰσιν οὗτοι λογισμοί, ὧν ὁ μὲν ἕτερος ἐν τοῖς παλαιοῖς ἁμαρτήμασι μεταβάλλεται καὶ πρὸς τὸν δεσπότην ἀποδύεται, διὸ καὶ τῆς ἐκ μετανοίας φιλανθρωπίας καὶ τιμῆς ἀξιοῦται, ὁ δὲ ἕτερος ἀναπολόγητος, ὅτι καὶ ἀμετάθετος καὶ μέχρι τέλους ἐστὶ λῃστής.

55.1 Ὡς δὲ τέλος εἶχεν ὁ κοσμικὸς ἀγὼν καὶ πάντα πανταχόθεν διήθλησε νικήσας, μήτε ὡς Θεὸς ἐπαιρόμενος μήτε ὡς ἄνθρωπος νενικημένος, ἔμενεν ἐν μεθορίῳ ὅλων ἐρριζωμένος, τρόπαιον ἐπινίκιον αὐτὸς ἐν ἑαυτῷ κατὰ τοῦ ἐχθροῦ προπομπεύων καὶ θριαμβεύων. 55.2 Τότε τῆς ὑπο μονῆς ἐπιμόνης ἐθαμβώθη τὸ πᾶν· τότε οὐρανοὶ μὲν ἐσαλεύθησαν, ἀρχαὶ δὲ ἐκινήθησαν, ὑπερκόσμιοι θρόνοι καὶ νόμοι, τὸν ἀρχιστράτηγον τῆς μεγάλης δυνάμεως ὁρῶντες κρεμάμενον, μικροῦ δ' ἂν ἐξέπεσον καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ, τὸν πρὸ ἑωσφόρου βλέποντες ἁπλούμενον, ἐσβέσθη δὲ παρ' ὀλίγον καὶ τὸ τοῦ ἡλίου πῦρ, τὸ μέγα βλέπον τοῦ κόσμου φῶς ἀμαυρούμενον· τότε ἐσχίσ θησαν πέτραι τῆς γῆς, τοῦ Ἰσραὴλ ἀγνωμοσύνην κατα βοῶσαι ὅτι· Μὴ ἔγνως τὴν πέτραν τὴν πνευματικήν, ἐξ ἧς ἀκολουθήσας ἔπινες, ἐρράγη δὲ τοῦ ναοῦ τὸ καταπέτασμα, συμπάσχον καὶ μηνύον τὸν οὐράνιον ἀληθῶς ἀρχιερέα, μικροῦ δ' ἂν ὅλος ὁ κόσμος συνεχύθη καὶ τῷ φόβῳ τοῦ πάθους συνελύθη, εἰ μὴ τὸ θεῖον πνεῦμα ἐνεφύσησεν ὁ μέγας Ἰησοῦς εἰπών· "Πάτερ, παρακα τατίθεμαι τὸ πνεῦμά μου εἰς τὰς χεῖράς σου". 55.3 Κλονουμένων γὰρ τῶν ὅλων καὶ δονουμένων σεισμῷ τῷ φόβῳ, πάντων τε σαλευομένων, πάλιν ἀναβαίνοντος τοῦ θείου πνεύματος, τρόπον <τινὰ> ψυχούμενον καὶ ζωοποιού μενον καὶ στηριζόμενον πάλιν ἔστη τὸ πᾶν.

56.1 Ὢ τῆς θείας ἐκτάσεως τῆς ἐν πᾶσι καὶ πανταχοῦ, ὢ τῆς διὰ πάντων ἁπλουμένης σταυρώσεως. Ὦ μόνε μόνων ἀληθῶς δι' ὅλων ὅλε, ἐχέτωσάν σου τὸ πνεῦμα οὐρανοί, ὁ δὲ παράδεισος τὴν ψυχήν· "Σήμερον" γάρ φησιν "ἔσομαι μετὰ σοῦ ἐν τῷ παραδείσῳ", τὸ δὲ σῶμα ἡ γῆ. Μεμέρισται ὁ ἀμερής, ἵνα τὰ πάντα σωθῇ, ἵνα μηδὲ ὁ κάτω τόπος τῆς θείας ἐπιδημίας ἀμύητος ᾖ· "Εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνὴν δὲ αὐτοῦ ἠκούσαμεν". Ἔλυσε μὲν οὖν καὶ παρὰ τὸν βίον τοὺς τοῦ θανάτου δεσμοὺς ἐξουσίᾳ χρώμενος βασιλικῇ, ὥς τε· "Λάζαρε δεῦρο ἔξω", καί· "Ἡ παῖς ἐγείρου", ἵνα αὐτοῦ καὶ τὸ ἐν δυνάμει ἐπιτακτικὸν δηλωθῇ· διὸ δὴ καὶ ὅλον ἑαυτὸν φέρων ἔδωκε τῷ θανάτῳ, ἵνα τὸ ἀδήφαγον θηρίον καὶ ὁ ἄπληστος δεσμὸς ὅλως ἐν ἑαυτῷ νεκρωθῇ. Τῷ ἀναμαρτήτῳ σώματι ἐζήτει πανταχοῦ τὰς ἰδίας τροφάς, μήπου ἡδονή, μήπου ὀργή, μήπου παρακοή, μήπου ὅλως ἡ παλαιὰ ἁμαρτία ἡ πρώτη τοῦ θανάτου τροφή· "Κέντρον" γάρ φησι "τοῦ θανάτου ἡ ἁμαρτία"· ὡς δὲ οὐδὲν εὕρισκεν ἐν αὐτῷ θανάτου θρεπτικόν, ὅλως ἐν ἑαυτῷ κλεισθεὶς καὶ ἀτροφίᾳ λυθεὶς αὐτὸς ἑαυτῷ θάνατος ἐγίγνετο. Ὡς δὲ καὶ πολλοὶ τῶν δικαίων εὐαγγελιζόμενοι καὶ προφητεύοντες καὶ τὸν ἐν ἀναστάσει πρωτότοκον ἐκ τῶν νεκρῶν <**>, ὁ δὲ καὶ τὴν τριήμερον ὑπὸ γῆν ὑπομόνην ἐνέσχετο, ἵνα ὅλον καὶ πᾶν σώσῃ τὸ τῶν ἀνθρώπων γένος, τὸ πρὸ νόμου, <τὸ διὰ νόμου,> τὸ δι' ἑαυτοῦ.

58.2 Τάχα δὲ καὶ ἵνα ὁλόκληρον ἐξαναστήσῃ τὸ ζῶον, ψυχὴν καὶ πνεῦμα καὶ σῶμα, διὰ τοῦτο καὶ τριημερεύει.

59.1 Ἀναστάντα δὲ αὐτὸν πρῶτον ὁρῶσιν αἱ γυναῖκες· ὡς γὰρ πρώτη τὴν ἁμαρτίαν τὴν ἐν κόσμῳ ἤγαγε γυνή, οὕτω καὶ πρώτη τῷ κόσμῳ ζωὴν ἐπαγγέλλει. 59.2 ∆ιὸ καὶ ἀκούουσι τὴν ἱερὰν φωνήν· "Γυναῖκες χαίρετε", ἵνα ἡ πρώτη λύπη διὰ τῆς χαρᾶς τῆς ἀναστάσεως καταποθῇ.

60.1 Ἐπιμείνας δὲ πρὸς ὀλίγον καὶ τὴν ἱερὰν αὐτοῦ ἀνάστασιν βεβαιώσας δίδωσιν εἰς πίστιν ἀναστάσεως καὶ τοῖς ἀπιστοῦσι, ἵνα αὐτοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις πιστευθῇ μετὰ σώματος. Ὡς δὲ ὅλην τὴν εἰκόνα ἐν ἑαυτῷ φέρων ἐνεδύσατο καὶ τὸν παλαιὸν ἄνθρωπον ἀναστολησάμενος μετέθηκεν εἰς τὸν ἐπουράνιον ἄνθρωπον, τότε συνανέβαινεν αὐτῷ καὶ ἡ εἰκὼν συγκεκραμένη εἰς τοὺς οὐρανούς.

61.2 Βλέπουσαι δὲ αἱ δυνάμεις τὸ μέγα μυστήριον, συναναβαίνοντα ἤδη ἄνθρωπον [ἐν] θεῷ, ἐγκελευόμεναι ἐβόων μετὰ χαρᾶς ταῖς ἄνω στρατιαῖς· "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης". Αἱ δὲ ὁρῶσαι τὸ καινὸν θαῦμα, ἄνθρωπον συγκεκραμένον Θεῷ, ἀντιβοῶσι καὶ λέγουσι· "Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" Αἱ δὲ πάλιν ἐρωτηθεῖσαι ἀνταπεκρίναντο· "Κύριος τῶν δυνά-μεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ἰσχυρὸς καὶ κραταῖος καὶ δυνατὸς ἐν πολέμῳ".

62.1 Ὢ τῆς χορηγίας τῆς μυστικῆς, ὢ τῆς πνευματικῆς ἑορτῆς. Ὦ πάσχα θεῖον ἀπ' οὐρανῶν ὁδεῦσαν μέχρι γῆς καὶ ἀπὸ γῆς πάλιν ἀναβαῖνον εἰς οὐρανούς. 62.2 Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι' ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι' ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς <δὲ> ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός. 62.3 Ὦ πάσχα θεῖον, Θεὸν ἐξ οὐρανῶν οὐ στεναγωγῆσαν καὶ νῦν πνευματικῶς συνάψαν, δι' ὃν μέγας νυμφὼν τῶν ἐπληρώθη, καὶ πάντες φέρουσι τὰς στολὰς τὰς νυμφικάς, ἐκβάλλεται δὲ οὐδεὶς ὡς οὐκ ἔχων τὴν στολὴν τὴν γαμικήν. 62.4 Ὦ πάσχα, καινῆς λαμπαδουχίας τὸ φώτισμα, παρθενικῆς δᾳδουχίας ἀγλάϊσμα, δι' ὃν οὐκέτι σβέννυνται τῶν ψυχῶν αἱ λαμπάδες, ἐνθέως δὴ καὶ πνευματικῶς ἐν πᾶσι τῆς χάριτος δᾳδουχεῖται τὸ πῦρ, σώματι καὶ πνεύματι, καὶ ἐλαίῳ Χριστοῦ χορηγούμενον.

63.1 Σὲ δὲ δὴ παρακαλοῦμεν, Θεὲ δέσποτα πνευματικῶς αἰώνιε καὶ δέσποτα βασιλεῦ Χριστέ, ὑπερέχε σου τὰς χεῖρας τὰς μεγάλας ἐπὶ τὴν ἱεράν σου ἐκκλησίαν καὶ ἐπὶ τὸν λαὸν ἀεί σου τὸν ἅγιον, φυλάσσων, συντηρῶν, προσπολεμῶν, προστρατευόμενος, προσαγωνιζόμενος, ὑποτάσσων ὅλους τοὺς πολεμίους, νικῶν καὶ τοὺς ἀοράτῳ δυνάμει τοὺς ἐναντίους· ὡς καὶ τοὺς ἡμετέρους ἐνικήσας ἐχθρούς, ἀνάστησον καὶ νῦν αὐτὸς τὰ ὑπὲρ ἡμῶν τρόπαια καὶ χάρισαι καὶ ἡμῖν ᾄσαι μετὰ Μωϋσέως τὴν ᾠδὴν τὴν ἐπινίκιον, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος εἰς τὸ ἅγιον Πάσχα Ζʹ / In sanctum pascha sermo 7 / Проповедь на Святую Пасху, 7

In sanctum pascha (sermo 7) [Sp.]

1 Χθὲς μέν, ἀδελφοί, περὶ τῆς προθεσμίας τοῦ ἁγίου πάσχα τινὰ ἐλαλοῦμεν καί, ἐπειδὴ ἔδοξέ τις ἀμφιβολία γίνεσθαι, ἐσημάναμεν ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πρὸ πολλοῦ οὔτε τὴν ἀμφιβολίαν ἠγνοήσαμεν οὔτε τὴν προθεσμίαν, καὶ περὶ τούτων ἀρκούντως ἐρρήθη, εἴ γε ἐν μνήμῃ τῶν εἰρημένων τὴν δύναμιν ἔχετε· ἠπείγμεθα δὲ εἰπεῖν σήμερον τὴν αἰτίαν τῆς παρολκῆς καί, ἐπείπερ ἡ τοιαύτη διήγησις ἀπαιτεῖ ὅλου τοῦ πρὸς τὸ πάσχα τόπου τὴν θεωρίαν, βουλόμεθα, ἐὰν καὶ ὁ κύριος βούληται, ἀναλαβεῖν τὴν ὑπόθεσιν καὶ ὅση δύναμις ἐξειπεῖν τοῦ μυστηρίου τὰ 2 θεωρήματα.

Καὶ ἐπείπερ πολλὴ καταδρομὴ τῶν ἐναντίων γίνεται ἀγνοούντων τῆς ἀληθείας τὴν φύσιν καὶ αἱρετικοὶ ἀποσκιρτήσαντες φαίνονται καὶ Ἰουδαῖοι ἐπαγγέλλονται πάσχα τελεῖν, Χριστιανῶν δὲ μόνων τὸ μυστήριον τοῦτό ἐστιν καὶ ἡ τοῦ μυστηρίου τελετὴ παρ' ἡμῖν μετὰ ἀκριβείας συνίσταται, θέλω ἁπάντων τε ἐκείνων συντόμως μνησθῆναι καὶ ἀπαμφιάσαι τὴν σύγχυσιν ἀπὸ τοῦ καθ' ἡμᾶς μυστηρίου καὶ οὕτως ἑκάστου χρόνου εἰπεῖν τὴν διάνοιαν, καθὼς ἂν δῷ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. 3 Πολλάκις γὰρ ἐθεασάμεθα λεγόντων τινῶν· Πῶς τὰ γενέθλια μὲν τοῦ σωτῆρος ἐν ὡρισμένῃ ἡμέρᾳ τελεῖται (γίνεται γάρ, ὡς πάντες ἴσμεν, πρὸ ὀκτὼ καλανδῶν ἰανουα ρίων κατὰ Ῥωμαίους), θεοφάνια δὲ ὡσαύτως (καὶ αὐτὰ γὰρ ἐπιτελεῖται ἡμέρᾳ ὡρισμένῃ τρισκαιδεκάτῃ τετάρτου μηνὸς κατὰ Ἀσιανούς), καὶ μαρτύρων δὲ ὡσαύτως μνήμην ἐπιτελοῦντες πρὸς ἡμέραν ὡρισμένην ἁρμόζομεν τὴν ἀνάμνη σιν, ἐπὶ δὲ τοῦ πάσχα οὐχ οὕτως ἐστὶν ὁ λόγος; Ὅτι οὐ μιᾶς οὐδὲ ἁπλῶς συμβαινούσης ἡμέρας ἐστὶ τὸ μυστήριον, ἀλλὰ πολλῶν προθεσμιῶν, <ὧν> μετὰ διανοίας συναγωγὴν εἰς τὸν τόπον παραλαμβάνομεν διὰ τὴν τῆς θεωρίας 4 ἀνάπτυξιν.

Τηροῦμεν γὰρ καὶ πρῶτον μῆνα, τοῦτον τὸν πρῶτον μῆνα ἀληθῶς τοῦ πρώτου χρόνου, ὃς ἐπ' ἐαρινῆς ἰσημερίας γνωρίζεται–ὁ γὰρ πρῶτον μῆνα τηρῶν ὀφείλει ἰδεῖν τὸν πρῶτον χρόνον, δι' ὃν καὶ πρῶτος μὴν ὀνομάζεται, πάλιν τε ὁ τὸν πρῶτον χρόνον παραλαμβάνων τὴν ἀρχὴν ὀφείλει τοῦ πρώτου χρόνου ἰδεῖν οὐκ ἄλλην τινὰ ἢ ἰσημερίαν ἐαρινήν, ὡς προϊὼν ἐπιδείξω–· ἐπειδὴ οὖν καὶ πρῶτον χρόνον τηροῦμεν καὶ ἰσημερίαν καὶ μετὰ τοῦτο καὶ σελήνης τεσσαρεσκαιδεκάτην καὶ σὺν τούτῳ τὴν τριήμερον, τουτέστι παρασκευὴν σάββατον κυριακήν, καὶ ἀδύνατόν ἐστιν ἑνὸς χρόνου τούτων λείποντος ἐπιτελεσθῆναι τὸ πάσχα, διὰ τοῦτο μὲν οὐ δυνάμεθα μίαν ἡμέραν ὡρισμένην πρὸς τὸ μυστήριον τοῦ πάσχα παραλαμβάνειν, ἀλλ' ὅλας ταύτας τὰς προθεσμίας συναγαγόντες ἀπαρτίζομεν τοῦ σωτηρίου πάθους τὴν θεωρίαν.

5 Βούλομαι οὖν, πρὶν εἰπεῖν τὴν αἰτίαν τῆς ἰσημερίας μυστικὴν οὔσαν καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην καὶ ταύτην τῷ μυστηρίῳ συμβαλλομένην καὶ πάλιν τῶν τριῶν ἡμερῶν τὴν αἰτίαν ἁρμόζουσαν πρὸς τὸ τέλος τοῦ μυστηρίου, πρῶτον εἰπεῖν τὴν ἔξω τῶν Ἰουδαίων συνήθειαν καὶ <τῶν> ταύτην ἀλόγως ἐπισυρομένων, εἶθ' οὕτω δια κρῖναι τοῦ ἐκκλησιαστικοῦ μυστηρίου τὴν καθαρότητα· καὶ γὰρ καὶ αἱρετικοὶ τούτου, εἰ καὶ ἐσφαλμένως, ἀλλ' ὅμως ἐξέχονται.

6 Οὔτε γὰρ Ἰουδαῖοι μίαν ἡμέραν ἐμπρόθεσμον πρὸς τὴν τοῦ πάσχα τελεσιουργίαν τηροῦσιν, ἀλλὰ καὶ τὸν <πρῶτον> μῆνα, ὡς οἴονται, τὸν καθ' ἥλιον, καὶ σελήνης τεσσαρεσκαι δεκάτην. Αὐτίκα γοῦν, εἰ συμβαίη τεσσαρεσκαιδεκάτην κατὰ σελήνην παρ' αὐτοῖς ἐμπεσεῖν μήπω ἐνστάντος πρώτου μηνός, ὑπερτίθενται ταύτην τὴν τεσσαρεσκαιδεκάτην καὶ ἐμβόλιμον τριακάδα κατὰ σελήνην ποιοῦντες ἄλλην τεσσα ρεσκαιδεκάτην διὰ τὸν ἡλιακὸν πρῶτον μῆνα παραλαμβά νουσιν, ἵνα συνδρομῆς γενομένης τοῦ τε πρώτου χρόνου καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην δόξωσιν ἀπαρτίζειν τὸ βούλημα. Οὐκοῦν, ἄδελφε, ὁρᾷς ὅτι καὶ Ἰουδαῖοι τοῦτο σπουδάζουσι καὶ κοινὸν ἡμῖν τοῦτο ἐσχήκασι τὸ μὴ μίαν ἡμέραν ζητεῖν πρὸς τὴν τελετὴν ἀλλὰ χρόνους πολλούς.

7 Τεσσαρεσκαιδεκάτη δὲ αἵρεσίς ἐστι· σὺν Ἰουδαίοις ποιοῦντες τὸ πάσχα καὶ αὐτοὶ τὸ αὐτὸ ἐκείνοις πεπόνθασιν.

8 Ναυατιανοὶ δοκοῦσιν ἄλλως πως τὰ καθ' ἡμᾶς ἠρέμα μιμεῖσθαι· δουλεύουσι μὲν γὰρ καὶ αὐτοὶ τῇ προθεσμίᾳ τῶν Ἰουδαίων καὶ πρῶτον μῆνα, ὡς ἐκεῖνοι νομίζουσι, καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην τὴν παρ' ἐκείνοις μετα διώκοντες, ἀλλ' οὐχ ἕως τούτου γε ἵστανται, ἀλλ' ὅταν ἐν τούτοις γένωνται, καὶ ἐπὶ τὴν τριήμερον ἔρχονται, εἰ καὶ μάλιστα ἀκύρως καὶ οὐ καθ' ἁρμονίαν ἐκκλησιαστικήν, ὡς δειχθήσεται.

9 Ἔστι τις ἄλλη αἵρεσις ἡ τῶν Μωντανιστῶν, ἥτις δῆθεν μὲν ἀποδύεται τὸ μετὰ Ἰουδαίων ποιεῖν, ἀφέστηκε δὲ σὺν τούτῳ καὶ τῆς ἐκκλησίας εἰς ἴδιον κίνδυνον· τεσσαρεσκαι δεκάτην γὰρ μηνὸς τοῦ πρώτου φυλάττει, τουτέστι μηνὸς ἑβδόμου κατὰ Ἀσιανούς, οὐ τεσσαρεσκαιδεκάτην δὲ σελήνης, οὐκ οἶδα πόθεν λαβοῦσα τοῦτον τὸν θεσμόν. Ὁ μὲν γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἐν τῷ πάσχα τῶν Ἰουδαίων τεσσαρεσκαιδεκάτην ἐχούσης τῆς σελήνης ἐν μηνὶ τῷ πρώτῳ, ἐν ταύτῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἐν τῷ πάσχα τῶν Ἰουδαίων [ὁ Χριστὸς] ἔπαθεν· πόθεν οὖν αὕτη ἡ δυσώνυμος αἵρεσις τὴν τεσσαρεσκαιδεκάτην ἀπὸ τοῦ ἡλιακοῦ μηνὸς οὐκ ἀπὸ τοῦ σεληνιακοῦ εἴληφεν ἢ δηλονότι παρὰ τοῦ ἀπατήσαντος 10 δαίμονος; Πλὴν καὶ αὐτή, εἰ καὶ ἐκπέπτωκε τοῦ ἐκκλη σιαστικοῦ ἀριθμοῦ, ἀλλ' ὅμως ἔνθεν ἐπὶ τὴν τριήμερον ἤκει. Καὶ ἐρρίφθω μὲν αὕτη· ἐπειδὴ δὲ ἐδίδαξα ὅτι πᾶσα αἵρεσις σπεύδει δῆθεν τὰς προθεσμίας συναγαγεῖν πλέον ἢ ἔλαττον, θέλω λοιπὸν ἐλέγξαι τοὺς Ἰουδαίους πρότερον, εἶθ' οὕτω τὰς αἰτίας τῆς τῶν Χριστιανῶν συναγωγῆς ἐξειπεῖν.

11 Ἕστηκεν ἐπὶ τῆς ἐκκλησίας αὕτη ἡ προθεσμία τοῦ πάθους ἰσημερία ἐαρινή, τεσσαρεσκαιδεκάτη μέν, τοῦτο κατὰ σελήνην, τριήμερος δὲ παρασκευὴ σάββατον κυριακή. Τούτων περὶ τὸν τόπον χρῄζομεν, καὶ οὕτω κυρίως γίνεται, οὐ κατὰ καινότητα ἄλλως ἀλλὰ κατὰ παράδοσιν αὐτοῦ τοῦ Μωϋσέως τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης μετ' ἰση μερίαν φυλαττομένης.

12 Ἔχω μάρτυρας σοφοὺς Ἑβραίους. Οὐ γὰρ νῦν τῇ τῶν Ἰουδαίων ἀφροσύνῃ προσέχειν χρή–πάντα γὰρ τὰ τοῦ νόμου δίκαια ἐξηφάνισαν αὐτοί–, ἀλλὰ τῶν σοφῶν Ἑβραίων ἱστορούντων ἀκούειν προσήκει· καὶ ἐκείνων ἀνάγκη τὴν ψῆφον ὁρίζειν καὶ ἐκκηρύττειν μὲν τούτους ὡς παραβάτας, συνιστάνειν δὲ τὸν ἡμέτερον λόγον κἀκεῖθεν ἱκανῶς μαρτυ ρούμενον. Ἰουδαῖοι μὲν γὰρ πάντα τὰ ἀγαθὰ ἐξεχωρίσαντο· αὐτίκα γοῦν καὶ τὰς γραφὰς δύο καὶ ἑβδομήκοντα σοφῶν 13 μεταβαλόντων ἠθέτησαν. Τοσοῦτοι γὰρ Ἰουδαῖοι πρὸς τὴν τοιαύτην ἱστορίαν ἠσχόληντο ἀρχαῖοι πρὸ τῆς τοῦ σωτῆρος παρουσίας ἀριστίνδην ὑπὸ ἀρίστων ἐξειλεγμένοι πρὸς τὴν μεταβολὴν τῶν γραφῶν ἔτι καὶ τότε ἐν ἑβραϊκοῖς χαρακτῆρσιν οὐσῶν εὐδοκίμως, καὶ ἐδοκιμάσθη ἡ ἑρμηνεία, καὶ ἀραὶ ὑπὸ πάντων τῶν Ἑβραίων ἐτέθησαν, εἴ τις τὴν ἑρμηνείαν παρακινήσειεν.

Καὶ ταύτας διὰ ταῦτα ἡμεῖς περιέπομεν ἀκούοντες Μωϋσέως λέγοντος "Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα", οὐκέτι δὲ δύο, ἀλλ' ἐπὶ ἑβδομήκοντα δύο μαρτύρων τὴν μεταβολὴν 14 ἀσμενίσαντες. Ἀλλ' εἰς ὅσον μὲν οἱ σοφοὶ περιῆσαν τῶν Ἰουδαίων, τὰ τῆς μεταβολῆς ἐκρατύνετο· γενομένης δὲ λοιπὸν τῆς κατὰ τοῦ σωτῆρος παρανομίας, ἀπεσβέσθη τὰ παρὰ Ἰουδαίοις πάντα κάλλη. Προφήτης ἐστὶν ὁ κηρύττων "Ἰδοὺ δὴ κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προ φήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύ σουσιν αὐτῶν". Τοῦτο τὸ προφητικὸν λόγιον κατέλαβε τὴν τῶν Ἰουδαίων πληθύν· καὶ ἐρημίᾳ συνέσεως, ἐρημίᾳ προφήτου ὑποδεικνύντος τὰ σώζοντα καὶ τὰς τῶν ἰδίων σοφῶν παραδόσεις ἠφάνισαν καὶ τῶν ἀρῶν κατεφρόνησαν καὶ τὰ τοῦ νόμου λοιπὸν ἐκινδύνευσε δίκαια. Ὡς οὖν τὰς γραφὰς μετεκίνησαν καὶ τὴν ἑρμηνείαν τῶν σοφῶν ἐκείνων ἠθέτησαν ἑνός τινος προσηλύτου πεισθέντες μεταβολῇ ἐπ' ἀ θετήσει τοσούτων ἀνδρῶν καὶ ἀρῶν, οὕτω καὶ τὴν προθε σμίαν τοῦ πάσχα διέφθειραν.

15 Ἔχομεν μάρτυρας σοφοὺς Ἑβραίους οἷον Φίλωνα καὶ Ἰώσηπον καὶ ἄλλους τινάς, οἵτινες ἐν τοῖς οἰκείοις συγγράμ μασι διαβεβαιοῦνται ὅτι οὐ δύναται ἀκριβῶς ἄλλως τὸ πάσχα γενέσθαι ἢ μετ' ἐαρινὴν ἰσημερίαν ἐνστᾶσαν· καὶ ὁρίζονται οὗτοι ἀνέκαθεν τὸν τοιοῦτον εἱρμὸν τετηρῆσθαι μετὰ τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης, ὡς πολλάκις ἐρρήθη. Οὗτοι δὲ σαφῶς, ὡς πάντες Ἰουδαῖοι ἐπίστανται, μετὰ τὸ πάθος τοῦ σωτῆρος ἐγένοντο πολλῷ τῷ μετέπειτα χρόνῳ βιώσαντες, ὥστε δῆλον εἶναι ὅτι καὶ ὁ σωτὴρ ἐν τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθε μετ' ἰσημερίαν. Ἔχεις τοίνυν καὶ ἐκ τῆς μαρτυρίας τῶν σοφῶν Ἰουδαίους τοὺς νῦν ἀποβλήτους, ἐξ ἀρχῆς μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτῃ σελήνης τὸ πάσχα τοῦ προβάτου τελέσαντας. Τοῦτό μοι 16 ἱστάσθω τέως, ἵν' ἐκ τούτου δειχθῇ τὸ προκείμενον. Λοιπὸν γὰρ Ἰουδαῖοι ποιοῦσι τὸ πάσχα πρὸ ἰσημερίας ἀδιαφόρως, ἐκτὸς εἰ μή, ἐμβολίμου μηνὸς ἐνστάντος, ἀκουσίως μετ' ἰση μερίαν παραταθῶσιν, τοῦτο δὲ οὐκ ἔστι σκοποῦ ἀλλ' ἁ πλῶς τοῦ συμβάντος. Αὐτίκα γοῦν νῦν εἰς τὸ ἐνεστὸς πρὸ ἰσημερίας ποιοῦσιν, καὶ κατηγοροῦνται ὑπὸ τῶν Ἰουδαίων σοφῶν παραβάται τοῦ †χρίσματος†.

17 Ἔχομεν δὲ ἡμεῖς τοῦ μυστηρίου τὴν ἰσχὺν ἀσύλητον. Ὁ μὲν γὰρ χρόνος καθ' ὃν ἔπαθεν ὁ σωτὴρ οὐκ ἠγνόηται· τὰ γὰρ ὑπομνήματα τὰ ἐπὶ Πιλάτου πραχθέντα καὶ τὴν προθεσμίαν περιέχει τοῦ πάσχα. Ἱστορεῖται γοῦν ὅτι τῇ πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων ἔπαθεν ὁ σωτήρ· αὕτη γοῦν ἡ προθεσμία μετ' ἰσημερίαν συνίσταται, καὶ τοῖς ἀκριβοῦσι κατείληπται. Καὶ ἔχε τοῦτον τὸν κανόνα, ἵνα ἴδῃς ὅτι Χριστὸς ἐν ταύτῃ τῇ προθεσμίᾳ ἔπαθε καὶ ἵνα εἰδὼς τηρῇς ἀεὶ μετ' ἰσημερίαν ποιεῖν τὸ πάσχα Χριστὸν μιμούμενος, καὶ φεύγῃς μὲν τὴν τῶν αἱρετικῶν παρανομίαν, ζητῇς δὲ τὰς αἰτίας τῶν χρόνων· πειράσομαι δὲ ἤδη ταύτας ἀπαριθμῆσαι κατὰ τόπον, ἵν' ἁρμονίαν δείξω τοῦ μυστηρίου πρὸς τὴν ἀρχαίαν κατάστασιν.

18 Ἔπαθεν ὁ Χριστὸς μετ' ἰσημερίαν καὶ τῇ παρασκευῇ ἔπαθεν, ὡς ἴσμεν καὶ αἱ γραφαὶ μεμηνύκασιν, τεσσαρεσκαι δεκάτῃ κατὰ σελήνην τῆς παρασκευῆς συντρεχούσης. Ἐν γὰρ τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθεν· τὸ δὲ πάσχα τῶν Ἰουδαίων τότε πάντας τοὺς χρόνους πρὸς τὸ πάθος συνήγαγε καὶ ἰσημερίαν προλαμβάνουσαν καὶ τεσσαρεσκαι δεκάτην ἐνεστῶσαν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν συναρμοζόμενα. ∆ιὰ τί ταῦτα γέγονε καὶ τίνος ἕνεκεν; ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζο μένου τοῦ λόγου, ἀλλ' ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.

19 Ὅτι μὲν γὰρ ἡ ἰσημερία προέστηκε τοῦ ἀληθῶς πρώτου χρόνου, τοῦτο δῆλον ἐπὶ τῆς τοῦ θεοῦ δημιουργίας ἐστίν. Πρῶτον μὲν γὰρ μῆνα ζητοῦμεν διὰ τὸν πρῶτον χρόνον· ὁ δὲ πρῶτος χρόνος ἀρχὴν ὀφείλει ἔχειν τὴν πρώτην ἡμέραν καὶ νύκτα ἐν ἴσῳ διαταχθεῖσαν. Οὐδὲ γὰρ ἄλλη ἥρμοζεν ἀρχὴ τῷ πρώτῳ χρόνῳ ἢ ἰσότης τῶν εἰρημένων· ἔδει γάρ, δημιουργεῖσθαι μέλλοντος χρόνου καὶ ἡμέρας καὶ νυκτὸς ἄρτι παραγενομένων, τὰς ὑπάρξεις τούτων ὡρισμένας δειχθῆναι ἐν ἴσῳ, εἶθ' οὕτω τῇ κινήσει τὴν ἀνωμαλίαν ἐπιτραπῆναι· εἰ γὰρ ἡ κίνησις τὸ ἀνώμαλον ἔσχεν, ἡ 20 δημιουργία ὤφειλε τὴν ἰσότητα δεῖξαι. Ὅμως δὲ βούλομαι τοῦτο ἐκ τῆς γραφῆς παραστῆσαι· "Ἐν ἀρχῇ", φησίν, "ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", εἶτα ἐπάγει ὅτι σκότος ἦν καὶ φῶς οὐδέπω ἦν, "καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς"· τοῦτο τὸ φῶς πρῶτον ἐγένετο σκότους τὰ πάντα κατειληφότος. "Εἶπεν" οὖν "ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα"· ἔχεις πρώτην ἡμέραν καὶ πρώτην νύκτα. Τί γάρ; πῶς εἶπεν ὅτι "καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ 21 ἀνὰ μέσον τοῦ σκότους", ὃ διέταξεν εἰς νύκτα; Τὸ γὰρ ἀνὰ μέσον εἰς τὰ δύο ἄκρα ποιεῖ. Ἐπειδὴ γὰρ πάντα ὅσα ἐδημιούργει ὁ θεὸς ἐν ὡρισμένῃ ἐδημιούργει φύσει, εἰκότως καὶ ἡμέραν καὶ νύκτα τὰς πρώτας ἐν ὡρισμένῃ καὶ ἴσως ἐχούσῃ παρῆγε περιγραφῇ· καὶ ἀπαρτίσας τὸ μέτρον ἑώρα κάλλιστα ἔχειν, εἶθ' οὕτω, καθὰ ἤδη φθάσας εἶπον, τῇ κινήσει λοιπὸν ἀφῆκε τὴν ἀνωμαλίαν ἐργάζεσθαι. Εἰ μέντοι πρώτη στάσις ἐν ἴσῳ γέγονεν, τοίνυν ἡ ἰσημερία ἀρχὴ τοῦ πρώτου χρόνου, ὡς ἀποδέδεικται.

22 Εἶτα μετὰ ἰσημερίαν, σκόπει ὃ λέγω, τετάρτῃ ἡμέρᾳ γίνεται ἥλιος καὶ σελήνη–ἔξω τῆς ἰσημερίας εἰσὶν οἱ φωστῆρες–, ἕκτῃ ἡμέρᾳ πλάττει τὸν ἄνθρωπον· καὶ ἔπειτα τῇ ἑβδόμῃ καταπαύει ἀπὸ πάντων τῶν ἔργων, τῇ ἐπιούσῃ, ἥτις ἐστὶ καὶ πρώτη, οἷα τελειωθὲν λοιπὸν τὸ σύμπαν ἀφῆκεν ἐν τάξει φέρεσθαι. Τήρει· δεῖ γὰρ, τούτων τηρουμένων καὶ τῆς σῆς μνήμης παραστάσης, εὐδοκιμῆσαι τὸν ἑρμηνεύοντα λόγον.

23 Ἐποίησεν οὕτω τὸν ἄνθρωπον ὁ θεός, καὶ ὡς θεὸς ἀγαθὸς τοσοῦτον καὶ τηλικοῦτον ἐποίησεν ἄνθρωπον. Μὴ γὰρ ὅρα αὐτοῦ τὴν ἀβελτερίαν, ἀλλὰ τὴν πρώτην φαντάζου κατά στασιν· καὶ γὰρ "κατ' εἰκόνα" αὐτὸν ἑαυτοῦ ἐποίησεν. Καὶ ἵνα δείξῃ αὐτοῦ τὴν φύσιν τοῖς ἄστροις ἁμιλλωμένην, ἐμφαίνει ὅτι καὶ γυμνὸν ἔθηκεν ἐν τῷ παραδείσῳ στολῆς οὐ χρῄζοντα. Οὐδέπω γὰρ ὕβρις συνεληλύθει τῇ ὄψει, ἵνα καὶ σκέπης δέηται ἄνθρωπος, ἀλλ' ἡ γραφὴ μαρτυρεῖ ὅτι ἐποίησε τὸν ἄνθρωπον "καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ", καὶ ὅτι γυμνοὶ ἦσαν "καὶ οὐκ ᾐσχύ νοντο", ἀλλ' ὥσπερ ἥλιος καὶ σελήνη τῇ ἑαυτῶν γυμνώσει ἐγκαλλωπίζονται, οὕτω δὴ καὶ οὗτοι ἠφείθησαν τῇ φυσικῇ εὐπρεπείᾳ ἐνωραΐζεσθαι.

24 Τοσαύτην οὖν εὐεργεσίαν εἰς τοῦτον εἰσενεγκάμενος ὁ θεὸς καὶ ἁβροδίαιτον αὐτὸν ἐν παραδείσῳ καταστησάμενος τῶν τε παρ' ἑαυτοῦ χαρίτων πλουσίως αὐτῷ μεταδοὺς καὶ τὴν αὐτοῦ αἴσθησιν κατὰ τὸ δίκαιον ἐπιζητεῖ καὶ ὑπακοῇ τιμᾶσθαι τὴν χάριν ἐδίκαζεν· καὶ ἐπειδὴ εἶδεν ὅτι ἀδύνατον αὐτῷ συμφυλαχθῆναι τὴν δωρεὰν <εἰ> μὴ καταφυγῇ καὶ τιμῇ τῇ πρὸς τὸν δεδωκότα θεόν, νόμον αὐτῷ φρουρὸν ὁρίζει τῆς φύσεως, ἵνα μνήμῃ καὶ βοηθείᾳ τοῦ νομοθέτου οἷα ἀγαθοῖς τισι φαρμάκοις φυλάττηται, καὶ ἀθανασίαν μὲν αὐτῷ τηρουμένου νόμου κατεπαγγέλλεται, θάνατον δὲ παραβάντι.

25 Ἀλλὰ τούτων οὕτως ἐχόντων, γέγονε τὰ γενόμενα, καὶ φθόνῳ τοῦ διαβόλου πεισθεὶς παραβῆναι τὸν νόμον ὁ ἄνθρωπος φθαρτὸς γίνεται καὶ ἔξω τίθεται τοῦ παραδείσου, καὶ λοιπὸν εἰς πλῆθος δοὺς βίον τε κτηνώδη ἔζη καὶ ἀθείας τε καὶ ἀκολασίας δοχεῖον ἐγίνετο· καὶ διὰ τοῦτο προφῆται ἐβόων καὶ περὶ τῆς πρώτης αὐτοῦ ἀξίας καὶ μετὰ ταῦτα ἀναξιό τητος· "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρα συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς".

26 Τούτων δὴ οὕτως ἐχόντων καὶ ἀπολλυμένης τῆς φύσεως, βουληθεὶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὺν πατρικῇ γνώμῃ ἐπαναγαγεῖν τὸν ἄνθρωπον καὶ τῆς ἐπηρτημένης δίκης ἐξαρπάζειν αὐτόν, καὶ καιρὸν τῆς βοηθείας καὶ τρόπον ἐπινοεῖ, καιρὸν μὲν ἵν' εὐκαίρως ἐπιστῇ πρὸς τὴν ἴασιν, τρόπον δὲ ἵνα κατάλληλος αὐτὸς πρὸς τὴν ἐκκαθάρσεως ἀποκατάστασιν γένηται, καὶ δὴ γενόμενος ἄνθρωπος μετὰ τοῦ μεῖναι θεὸς τὸ παγκόσμιον πάθος ὑπέμεινεν. Εἶπον πολλάκις περὶ τούτου τοῦ θύματος, πολλὰ ἔλεγον πρῴην, ἐξ αὐτῶν τῶν Ἰουδαίων πρὸς Ἰουδαίους καὶ ἐξ αὐτῶν τῶν Ἑλλήνων πρὸς Ἑλλήνας τὰς ἀποδείξεις ποιούμενος, καὶ ἀποτρόπαιον τοῦτο τὸ σφάγιον καὶ καθαιρετικὸν καὶ δαι μόνων καὶ κινδύνων καὶ ἐχθρῶν καὶ πάσης αἰσχρότητος τοῖς πράγμασιν ἐμφαίνων, ἵνα μὴ πάλιν τὸν πρὸς ἐκείνους ἄρτι ἀναλαβὼν λόγον ἐμποδίσω ἐμαυτὸν πρὸς τὸν προκεί 27 μενον τοῦ λόγου εἱρμόν. Ἐπειδὴ οὖν ἠβουλήθη ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἀνάστασιν τῷ ἐκπεπτωκότι ἀνθρώπῳ πορί σασθαι καὶ ἀνανεώσασθαι τοῦτον καὶ τῷ πάθει τῷ ἰδίῳ ἐπὶ τὸν πρῶτον ἀνακτίσαι τρόπον, βλέπε τί πράττει. Ἐπειδὴ αὐτὸς ἦν τοῦ πρώτου δημιουργός, ἔμελλεν αὐτοῦ καὶ πεσόντος εἶναι θεραπευτὴς ἐπὶ διορθώσει ὅλης τῆς φύσεως. Προσάγει μὲν τῷ πάθει ἑαυτόν, ὅλον δὲ χρόνον παραλαμβάνει πρὸς ἀνανέωσιν, ὅνπερ καὶ πρὸς τὴν κτίσιν παρείληφεν, ἵνα καὶ τὸ τέλος τῇ ἀρχῇ σύμφωνον φάνηται καὶ ὁ τρόπος τοῦ δημιουργοῦ ὁ αὐτός.

28 Ἠβουλήθη γάρ, ἐπείπερ καὶ χρόνον καθαρώτατον ὑπεστή σατο ἐπὶ τῇ τοῦ πρώτου ἀνθρώπου πλάσει, οὗτος δὲ ὁ πρῶτος χρόνος ἐμολύνθη διὰ τῆς παραβάσεως σὺν αὐτῷ τῷ παραβάντι φθαρεὶς καὶ μεμολυσμένον λοιπὸν τὸν ἑξῆς αἰῶνα ἀπέδειξεν, αὐτὸν τὸν πρῶτον χρόνον ἐπὶ τῷ κατορ θώματι τοῦ ἀνθρώπου παραλαβεῖν, ἵνα σὺν τούτῳ τῇ ἐκ τοῦ πάθους καθάρσει καὶ τὸν ἑξῆς αἰῶνα ἐκ κορυφῆς καθαρώτερον ἀποφήνειεν, ἵνα ἐν ταὐτῷ τὰ πάντα δείξειε καὶ τὴν τοῦ ἀνθρώπου ἀνανέωσιν καὶ τὴν τοῦ αἰῶνος καθαρότητα, καὶ τὸν διορθωτὴν καὶ δημιουργὸν τῆς φύσεως ἐξ αὐτῶν τῶν χρονικῶν συμβόλων σαφῶς ἀποδείξειεν.

29 Τίς οὖν ὁ πρῶτος χρόνος; τίς ἡ κορυφὴ χρόνου τοῦ πρώτου; Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος <καιρὸς>, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν ἀκολουθίας. Ἱστορεῖ γοῦν ὁ Μωϋσῆς ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐκέλευσεν ὁ θεὸς τὰ ἄνθη καὶ τὰ δένδρα καὶ τὰς βοτάνας γενέσθαι, ἔαρος δὲ σύμβολα ταῦτα συμφωνοῦντα τῇ τέχνῃ 30 ὁδῷ καὶ τάξει τοῦ θεοῦ τὰ πάντα κτίζοντος. Ἐπειδὴ οὖν πρώτη δημιουργία τοῦ ἀνθρώπου μετ' ἰσημερίαν ἐγένετο ἕκτῃ τῆς ἰσημερίας ἡμέρᾳ–τῇ γὰρ παρασκευῇ ἐκτίσθη ὁ ἄνθρωπος–, τὸ δὲ τῆς σελήνης πλησιφαὲς καὶ αὐτὸ μετ' ἰ σημερίαν ἐδημιουργήθη τετάρτῃ ἡμέρᾳ, διάπτωσις δὲ ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου ἐγένετο, διὰ τοῦτο τὴν διόρθωσιν αὐτοῦ καὶ τὴν ἀνανέωσιν ἐπὶ τῆς κατὰ τὴν κτίσιν αὐτοῦ προθεσμίας ἀναλαμβάνει, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδε κάτην τὴν μετ' ἰσημερίαν καὶ ἡμέραν ἕκτην συναγαγών, ἵνα διὰ πασῶν προθεσμιῶν τὴν τοῦ παθόντος ἀνάστασιν δείξειε καὶ τῆς φύσεως ἀνανέωσίν τε καὶ ἀνακεφαλαίωσιν.

31 ∆ιὰ τοῦτο ὁ ἀπόστολος ταύτην τὴν ἀνακεφαλαίωσιν ἐμφαίνων ὑπὸ τοῦ θεοῦ γινομένην ἔλεγεν· "Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή ματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς". Ὁρᾷς πῶς ἀνακεφα λαίωσιν τῶν ἐπὶ γῆς λέγει πρὸς τὰ οὐράνια. Ἐκπτώσεως δὲ τοῦ ἀνθρώπου γενομένης καὶ διαμερισμοῦ ἀπὸ τῆς εὐσε βείας τῶν οὐρανίων ἀγγέλων, εἰς ταύτην ἐπανάγειν διὰ τοῦ πάθους τὴν ἕνωσιν ἡμᾶς προμηθούμενος τί ἄλλο ἢ ἀνακεφα λαίωσιν ἀγαθῶν πραγματεύεται; ∆ιὸ καὶ τοὺς χρόνους τῆς δημιουργίας ἐπὶ τῇ διορθώσει παραλαμβάνει, καὶ μυστήριον ἔχεις ἀκοῦσαι μέγιστον.

32 Ἐπειδὴ γὰρ δυσχερῶς οὗτοι οἱ χρόνοι συμπίπτουσι κατὰ τὸν πρῶτον τρόπον εἰς μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα– πρόσεχε γὰρ ὅτι ἡ πρώτη ἑβδομὰς ἐκείνη, ἡ κατὰ τὴν δημιουργίαν φημί, ἐν αὑτῇ εἶχε τὴν μὲν ἰσημερίαν ἐν ἀρχῇ, ἔπειτα τὴν πλησιφαῆ σελήνην κατὰ τὴν τετάρτην ἡμέραν ὑφεστῶσαν, καὶ τὴν ἕκτην εὐθέως, ἐν ᾗ ἐπλάσθη ὁ ἄνθρωπος· οὐ μὴν ἀεὶ τοῦτο συμβαίνειν δύναται κατὰ τὴν μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα–, ἐπειδὴ δυσχερὲς ἦν καὶ δυσπόριστον ἐν μιᾷ ἑβδομάδι κατὰ τὴν πρώτην δημιουργίαν ταύτας ὑφ' ἓν τὰς προθεσμίας συναγαγεῖν, καὶ τῆς συνδρομῆς τούτων πρὸς τὴν τοῦ πάθους οἰκονομίαν ὁ σωτὴρ ἔχρῃζεν, ἵνα τὴν προκει μένην ἀνακεφαλαίωσιν δείξειεν, διὰ τοῦτο πολλάκις ζητού μενος ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθῆναι μήπω τῆς συνδρομῆς τῶν χρόνων ἐκπεπτωκυίας ὑπέφυγεν· καὶ ἔχεις ἐν τοῖς εὐαγγελίοις ὅτι ἠθέλησαν αὐτὸν συλλαβεῖν οἱ Ἰουδαῖοι καὶ 33 ὁ σωτὴρ ἀνεχώρησεν. Καὶ τοῦτο οἱ ἀμαθεῖς τὸ μυστήριον δειλίαν ἐνόμισαν· οὐκ ἦν δὲ δειλία ἀλλὰ τῆς συνδρομῆς τῶν προθεσμιῶν ἐπιτήρησις. Ὅτε μέντοι συνήγαγεν ὁ υἱὸς τοῦ θεοῦ τοὺς χρόνους, ὅτε τὴν ἑβδομάδα πρὸς τὴν ἀρχαίαν δημιουργίαν ἥρμοσε καὶ ἰσημερία καὶ ἡ πλησιφαὴς σελήνη καὶ ἡ παρασκευὴ ἐν ᾗ ἔδει παθεῖν καὶ ἐν τῷ παθεῖν τὴν ἀνανέωσιν δειχθῆναι συνέδραμον, τὸ τηνικαῦτα ἐπιδίδωσι μὲν ἑαυτὸν τῷ πάθει, ἐπάρας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν· "Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε", καὶ πρὸς τοὺς μαθητάς· "Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου".

34 Οὕτως ἐπιμελὲς γέγονε τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ πάντας τοὺς χρόνους τοὺς πρώτους, καθ' οὓς πλασθεὶς διέπεσεν ὁ ἄνθρωπος, συναγαγεῖν ἐπὶ τῇ διορθώσει αὐτοῦ καὶ τὴν ἀποστολικὴν ἀνανέωσιν τῆς φύσεως ὑποβῆναι, αὐτῆς τῆς συμβολῆς τῶν προθεσμιῶν ἀναγκαίας οὔσης τῷ πράγματι. ∆ιὰ τοῦτο ἐπὶ τῷ πάθει καὶ ἰσημερία οἷα κορυφὴ τοῦ χρόνου τηρεῖται· πρὸ μὲν γὰρ ταύτης τῆς ἰσημερίας, πρὸ τοῦ ἡμέραν γενέσθαι, ἦν σκότος, καὶ οὐκ ἦν ἄξιον ἐν τῷ τόπῳ τοῦ σκότους τὸ πάσχα ποιεῖν καὶ διορθοῦσθαι τὸ πτῶμα, ὅτι μηδὲ ὁ πρῶτος ἄνθρωπος ἐν τῷ σκότει ἀλλὰ μετὰ τὸ φῶς μετ' ἰσημερίαν ἐπλάσθη, καὶ ὅτι ἕως μὲν ἐαρινῆς ἰσημερίας τὸ σκότος παρὰ τὸ φῶς πλεονάζει, μετ' ἰση μερίαν δὲ ἐπικρατεῖ τῆς νυκτὸς ἡ ἡμέρα λοιπὸν αὔξουσα, μειουμένης τῆς νυκτός. Ἔδει οὖν καὶ τὸ ἐπὶ διορθώσει πάθος γινόμενον ἐν τῇ τοιαύτῃ καταστάσει δειχθῆναι, ἐν ᾗ τὸ φῶς τῆς εὐσεβείας ἔμελλεν αὔξειν, τοῦ σκότους μειουμένου τῆς ἀσεβείας.

35 Ἀλλ' ἡ μὲν ἰσημερία ἐπὶ τῷ πάθει τετήρηται διὰ τὴν ἀνα κεφαλαίωσιν τοῦ πρώτου χρόνου, ἡ δὲ παρασκευὴ ὡσαύτως, ἐπειδὴ ὁ πρῶτος ἄνθρωπος ἐν ταύτῃ ἐπλάσθη καὶ ἐχρῆν, ἐν ᾗ πλασθεὶς διέπεσεν, ἐν ταύτῃ αὐτὸν καὶ διορθωθῆναι. Τὸ δὲ σάββατον ἡ γραφὴ πρὸς ἀνάπαυσιν εἴληφεν οὑτωσὶ λέγουσα· "Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν". Οὕτως οὖν καὶ ὁ κύριος ἅπαξ τὴν ἀνακεφαλαίωσιν ἐργασάμενος τῇ παρασκευῇ παθὼν καὶ τελέσας τὰ ὑπὲρ τοῦ πεπτωκότος ἀνθρώπου τῆς διορθώσεως ἔργα τῇ ἑβδόμῃ καταπαύει καὶ διαμένει ἐν τῇ καρδίᾳ τῆς γῆς, τοῖς ἐν ᾅδου λοιπὸν δωρησάμενος τὴν ἐκ τοῦ πάθους ἐλευθερίαν. Καὶ ὅτι κύριος καταπαύει νῦν ἀπὸ πάντων τῶν ἔργων, ἐπειδὴ διάπτωσις τοῦ ἀνθρώπου ἐκ τῆς παραβάσεως ὤφθη, ὑπελεί πετο πάλιν ἔργον τῷ θεῷ, ὃ ἤμελλε κατορθῶν ἐπανάγειν, τοῦτο δὲ ἐπὶ τῷ πάθει ποιήσας καὶ ἀνασωσάμενος τὸν ἀπο λωλότα ἄνθρωπον, ὃν ἔσωσεν, τῇ ἡμέρᾳ τοῦ κατὰ τὸ πάσχα σαββάτου κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, μηδένος ἐπιλειπομένου ἔτι ἔργου πρὸς ἐργασίαν τοῦ ἡμῖν σωτηρίου.

36 Οὕτω δὲ καὶ ἰσημερίαν καὶ παρασκευὴν καὶ σάββατον κατὰ τὴν ἀρχαίαν τηρήσας ἐπὶ τῷ πάθει ἀκολουθίαν, "τῇ μιᾷ τῶν σαββάτων" ἐπιδείκνυσι τὸ τῆς ἀναστά σεως φῶς, καὶ τοῦτο τῷ τοῦ χρόνου εἱρμῷ· αὕτη γὰρ ἦν πάλιν πρώτη τοῦ παντὸς χρόνου ἡμέρα, ἣν καὶ τότε τοῦ αἰσθητοῦ φωτὸς ἀρχὴν καὶ νῦν ἀκολούθως τοῦ τῆς ἀναστά σεως νοητοῦ ἀρχαῖον προεστήσατο.

37 Ταῦτα δὲ πάντα τηρήσας κατὰ τὴν πρώτην δημιουργίαν, καὶ τὴν πλησιφαῆ σελήνην, ὡς ἔφαμεν, κατ' ἐκείνην μετ' ἰση μερίαν ἐτήρησεν, ἔχει δέ τι καὶ αὐτὴ ἕτερον θαῦμα, δι' ὃ τετήρηται. Ἐπειδὴ γὰρ ἤμελλε σκότος γίνεσθαι ἐπὶ τῷ τοῦ σωτῆρος πάθει, Ἕλληνες δὲ καθ' ὑποδρομὴν σελήνης ἡλίου ἐκλείψεις φασίν, ἵνα μή τις τὴν θεοσήμειαν τέχνῃ ἑλληνικῇ διακρούσηται, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην παρεί ληπται, ὡς ἄν, πλησιφαοῦς αὐτῆς ὡς ἐν πλάτει οὔσης κατὰ τὸ πάθος καὶ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ, ἀνεπισκίαστον ὀφθῇ τὸ θαῦμα, δίκης κατὰ τὸ ἄγος οὐ τέχνης ἐμφαινομένης.

38 ∆ιὰ ταῦτα πάντα τὰς ἀρχαίας ἐπὶ τῷ νέῳ πάθει προθεσμίας ἐτήρησεν ὁ Χριστός· διὰ τοῦτο δὴ καὶ ἡμεῖς τηροῦμεν πάντας τοὺς χρόνους εἰς ἔνδειξιν τῶν μυστηριωδῶν λογισμῶν τὸ μίμημα περιέποντες. Ἀλλ' ὁ μὲν σωτήρ, τὸ ἀληθινὸν ἐκτελῶν πάσχα ὑπὲρ τοῦ τῆς ἐπικρεμαμένης δίκης τοὺς πάντας ῥύσασθαι, εἰκότως οἷα ἐπ' ἀληθινῷ καὶ κυρίῳ πάσχα πάντας τοὺς προειρημένους χρόνους μετ' ἀκριβείας ἐν τῇ ἑβδομάδι κατὰ τὸ ἀρχαῖον συνήγαγεν, ἵνα τὴν ἀνακεφα λαίωσιν ἀκριβῶς ἐκτελέσειεν· ἡμεῖς δέ, ἐπεὶ μὴ δύνανται εἰς ἀεὶ οὕτω συντρέχειν αἱ προθεσμίαι, μίμημα τοῦ ἀληθινοῦ πάσχα ποιοῦντες ὅση δύναμις τὸ μίμημα τῶν χρόνων περὶ τὸν τόπον συνάγομεν, τὴν ἀκριβῆ τῶν χρόνων κατάστασιν 39 τῷ πρωτοτύπῳ πάσχα τοῦ σωτῆρος παραχωρήσαντες. Ὅθεν ἅπαξ τυθέντος τοῦ μονογενοῦς καὶ πρὸς τὴν οἰκονομίαν ἀρκέσαντος οὐκέτι ἀμνὸς θύεται, ἀλλ' ὁ σωτὴρ ἐπὶ τῷ πάθει γινόμενος τῆς κυριωτάτης θυσίας ἄρτον καὶ ποτήριον μίμημα δίδωσιν, τὸ μὲν σῶμα ἴδιον, τὸ δὲ αἷμα ἀρρήτοις ἐπικλήσεσιν ἐκτελῶν καὶ προστάττων ἐν τούτοις τοῖς τύποις τὸ πάσχα ποιεῖν. Ἀκολούθως οὖν τῷ μιμήματι καὶ τοὺς χρόνους ἐν μιμήσει συνάγομεν ὅση δύναμις, καὶ ἰσημε ρίαν καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην καὶ τριήμερον περὶ τὸν τόπον ἀθροΐζοντες, τὴν μὲν τεσσαρεσκαιδεκάτην ἐξ ἀνάγκης κατὰ τὴν ἑβδομάδα, ὡς τὸ ἀρχαῖον διέδειξεν, καὶ αὐτὴν τὴν τριήμερον, τὴν δὲ ἰσημερίαν περὶ τὸν χρόνον τοῦ πάσχα, ὡς ἂν συνερχομένην.

40 Ὁ μὲν σωτὴρ τὸ κυριώτατον πάσχα ἐπιδειξάμενος ἀποτρόπαιον τῶν ἐπηρτημένων ἡμῖν κακῶν καὶ δαιμόνων καὶ εἰδωλολατρείας καὶ πάσης λύμης ἀπέφηνε καὶ ἐλευθέραν τὴν φύσιν ἡμῶν πρὸς τὴν τῆς μακαριότητος ἐπανάληψιν ἀπειργάσατο· ἐπειδὴ δὲ προσέταξεν ἐπὶ τῶν χρόνων καὶ τοῦ πάθους γινόμενος καὶ ἡμᾶς τοῦτο μιμουμένους ποιεῖν ἐπὶ συμβόλοις οἷς ἔδωκε φήσας· "Τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν", εἰκότως καθ' ἕκαστον ἐνιαυτὸν ἐπὶ τῆς αὐτῆς ἀναμνήσεως μετ' ἰσημερίαν γινόμενοι εἰς σωτηρίαν πάντων ἡμῶν καὶ ἀποτροπὴν τῶν ἐπιγινομένων κακῶν καὶ τῶν οὐρανίων χαρίτων μετάληψιν τὸν σωτῆρα μιμούμενοι τὸ 41 πάσχα ἀνύομεν ἐπὶ φανοτάτῃ φαιδρότητι τοῦ παντός. ∆ιὰ ταύτην τὴν αἰτίαν τὴν τῶν αἱρετικῶν ἄγνοιαν καὶ τὴν τῶν Ἰουδαίων ἐπὶ τῷ τοῦ πάσχα μυστηρίῳ ἀπεδυσάμεθα, παραλαμβάνοντες ἀεὶ πρὸς τοῦτο ἰσημερίαν καὶ ζητοῦντες τὴν μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτην καὶ οὕτω παρα σκευὴν καὶ σάββατον καὶ κυριακὴν τὴν τοῦ κυρίου ἐπώνυμον, καθὰ πολλάκις ἐρρήθη, διὰ τὸ αὐτὸν τὸν κύριον ταύτας τὰς προθεσμίας τετηρηκέναι ἐπὶ τὸ δεῖξαι τὸ τοῦ προβάτου αἴνιγμα, ὃ δὴ ὁ νόμος πάσχα ἐκάλει, ἐπ' αὐτοῦ τελεσθὲν εὐκαίρως ἀντεισαχθέντος.

42 Ὅρα δή, ἄδελφε, τὴν ἀνάγκην τοῦ πράγματος εἰς δεῖξιν τῆς ἀληθείας. Ἐκέλευσε Μωϋσῆς πρώτῳ μηνὶ τεσσαρε σκαιδεκάτῃ σελήνης τὸ πρόβατον σφαγιάζεσθαι, ὃ δὴ τύπον τοῦ σωτῆρος οἱ προφῆται ἐβόων, ὅθεν δὴ καὶ παρέλαβον αὐτῷ τῷ σωτῆρι καὶ ἔλεγον· "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν", διὸ θεασάμενος τοῦτον ὁ πρόδρομος Ἰωάννης ἐβόα· "Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσ μου". Ἐπεὶ οὖν ἀκόλουθον ἦν παρελθόντος τοῦ ἐναργοῦς παυθῆναι τὸν τύπον, οὐκ ἄλλην προθεσμίαν ἐν ἄλλῃ ᾔτησεν ὁ Χριστὸς ἢ τὴν τοῦ προβάτου σφαγήν, ὡς ἂν τὴν ἀντει 43 σαγωγὴν ἐπιδείξειεν. ∆ιὰ τοῦτο συνάπτει μὲν πάντας τοὺς χρόνους, ὡς εἶπον, καὶ συντρέχει τῇ παρασκευῇ ἡ τεσσαρε σκαιδεκάτη· καί, νόμου κελεύοντος "πρὸς ἑσπέραν" καὶ "ἀνὰ μέσον τῶν ἑσπερινῶν" τὸ πρόβατον σφάζεσθαι, καὶ ἡμέραν καὶ ὥραν τῆς σφαγῆς ἐπιτηρεῖ ὁ σωτήρ, ἡμέραν μὲν τὴν παρασκευήν, ἐν ᾗ ἐκτίσθη ὁ ἄνθρωπος, ὥραν δὲ τὴν ἐννάτην, καὶ περὶ αὐτὴν τὴν ἐννάτην ἐπὶ σταυροῦ ἀποπνεῖ. "Πρὸς ἑσπέραν" μὲν γὰρ ἀπὸ τῆς ἑβδόμης ὥρας εἶναι φασὶ μετὰ τὴν ἕκτην, τὸ δὲ "ἀνὰ μέσον τῶν ἑσπερινῶν", εἰ ἀπὸ ἑβδόμης ἄρξαιο, τὸ κέντρον τῆς ἐννάτης τετελεσμένον ἐστίν, ἐν ᾗ καὶ οἱ σοφοὶ τῶν Ἑβραίων ἱστοροῦσι τὸ πρόβατον θύεσθαι. Ἐν ταύτῃ οὖν τῇ ὥρᾳ τῆς σφαγῆς τοῦ προβάτου κατὰ τὴν παρασκευὴν ὁ σωτὴρ ἀποδοὺς τὸ πνεῦμα καὶ τὴν ἀντεισαγωγὴν τοῦ αἰνίγματος ἐπεδείξατο καὶ τὴν ἀνακεφαλαίωσιν διὰ τῆς τῶν χρόνων 44 ἁρμονίας σαφῶς ἐποιήσατο. Καὶ τοσαύτη ἦν ἡ ἀνάγκη τῆς ἀντεισαγωγῆς, ὥστε ἑορτῆς οὔσης τοῦ πάσχα οὐκ ἠδυνήθησαν Ἰουδαῖοι εἰς τιμὴν τῆς ἑορτῆς μεταθεῖναι τὸ ἄγος, ὃ δὴ καὶ ἄλλοι ἂν ἐποίησαν, ἀλλ' ἅπαξ πρὸς τὸν φόνον ἑκουσίως ὁρμήσαντες ἔσχον τὴν δίκην συγχρωμένην τῇ ὁρμῇ, ὡς οὐκ ᾔδεσαν, πρὸς τὴν τῆς ἀντεισαγωγῆς φανοτάτην ἐκκάλυψιν. 45 Τηρεῖται δέ σοι καὶ τῆς πλησιφαοῦς σελήνης ἡ κατὰ τὸ πάθος αἰτία, ὅτι, ἐπείπερ ἤμελλεν ὁ ἥλιος τοῦ τοιούτου γινομένου κατὰ τοῦ σωτῆρος ἄγους σκοτίζεσθαι ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης καὶ τὰς ἑαυτοῦ ἀκτῖνας καθάπερ ὀφθαλμοὺς ἀναστρέφειν, ἵνα μὴ ἴδῃ τὸ ἄγος, ἡ πλησιφαῆς <πρὸς> τὸ πάθος ὡρίσθη, ὡς ἂν μὴ ἔκλειψις ἡλίου καθ' ὑποδρομὴν σελήνης τοῖς Ἕλλησι νομισθῇ, ἀλλ' ἐπὶ τοσοῦτον διεστη κυίας αὐτῆς τοῦ ἡλίου ἀνάγκη <ἐπὶ> τοῦ παθόντος ὁμολογη θῆναι συμβῆναι τὸ σκότος τὸ "ἀπὸ τῆς ἕκτης ὥρας" κατὰ τὴν τῶν εὐαγγελίων ἱστορίαν ἐπὶ τῷ τοῦ σωτῆρος πάθει γινόμενον. Καὶ προφητικῶς ἄνωθεν προλαβὼν ἐβόα· φησὶ γοῦν Ἀμώς· "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς"· καὶ ἐπειδὴ ἤμελλεν ἡ ἡμέρα αὕτη μερίζεσθαι φωτὶ καὶ σκότει, Ζαχαρίας αὖθις ἄλλος προφήτης φησίν· "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς", καὶ ὅλην αὐτὴν ἀμφίβολον ποιεῖ 46 τῇ παρὰ μέρος διαδοχῇ τοῦ σκότους καὶ τοῦ φωτός. Καὶ ἐπειδὴ ὁ προφήτης ἐβόα ὅτι σκοτισθήσεται ὁ ἥλιος μεσημ βρίας καὶ ἐνίοτέ τινες ἤμελλον ἀπιστεῖν εἰ ἀληθῶς γέγονε τοῦτο ἐπὶ τοῦ σωτῆρος ἢ οὐ, ἔστιν ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς ἄρτι ὁρώμενον μέγα τεκμήριον, ἵνα ἐκ τοῦ τεκμηρίου τὴν ἀποκατάστασιν βλέπων ζητήματος ἀπαλλάττοιο. Τί οὖν παρακολουθεῖ σήμερον; Ἵνα δειχθῇ ἡ δεσποτικὴ φωνὴ πρὸς Ἰουδαίους ἀπειλῶν, φησὶν ὁ Ἀμὼς τὸ πάθος τοῦ σωτῆρος τοῦ ἀγαπητοῦ τοῦ θεοῦ προβαλλόμενος καὶ τὴν αὐτῶν παρανομίαν ἀντιτιθείς· "∆ύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβάσω ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτοὺς ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτῶν ὡς ἡμέραν ὀδύνης". Τοῦ γὰρ δῦναι τὸν ἥλιον μεσημβρίας σημεῖα τέθεικε μεταστροφὴν τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, καὶ ταῦτα πάντα διὰ τὸν ἑαυτοῦ ἀγαπητὸν ἔφη ὁ θεὸς ποιήσειν· τοιοῦτον γὰρ πένθος, φησίν, ἔσται καὶ τοιαύτη ἀνάγκη δίκης, οἷα ἀναλογήσει πρὸς 47 τὴν τοῦ ὑβρισθέντος ἀγαπητοῦ ἀξίαν. Ὅρα τοίνυν· εἰ μή, ἐξ οὗ πέπονθεν ὁ σωτήρ, παρακολουθεῖ τὰ πάθη, εἰ μὴ μετε στράφησαν εἰς πένθος αἱ ἑορταὶ αὐτῶν, εἰ μὴ αἱ ᾠδαὶ αὐτῶν εἰς θρῆνον, οὐκ ἔδυ ὁ ἥλιος μεσημβρίας· εἰ δὲ συνορᾷς τὸ μέγα θαῦμα, ὅτι ἐν ἑορτῇ μὲν τοῦ πάσχα ἐσταυρώθη ὁ Χριστός, ἡ δὲ δίκη τούτου χάριν μετέβαλεν εἰς πένθος τὰς ἑορτάς, Ῥωμαίων μὲν ἐπελθόντων, τῶν δὲ Ἰουδαίων συμφυγόντων ἁπάντων ὥσπερ εἰς κοινὴν παγίδα τὴν Ἱερουσαλὴμ καὶ ἐν αὐταῖς ταῖς ἑορταῖς, ὡς ἡ ἱστορία φησίν, ξίφει καὶ πυρὶ καὶ λιμῷ καὶ οἰμωγαῖς ἀνηνύτοις δαπανηθέντων, ὡς ὑπὸ τοσούτων κακῶν ἐστοιχισμένων αὐτῶν ῥητῶς ἀποβῆναι τὴν μεταβολὴν καὶ τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, δῆλον ὅτι, τούτων ἐκβεβηκότων ἐπ' ὄψεσιν, ἔδυ ὁ ἥλιος μεσημβρίας· τοῦτο γὰρ σημαίνει τὰ εἰρημένα. ∆ιετῆ γοῦν χρόνον ὁ πόλεμος καὶ τοὺς Ἰουδαίους ἐπὶ πένθει ἀνάλωσε καὶ ἄχρι τῆς σήμερον τῆς Ἰουδαίας τὸ πένθος παρέτεινεν. Ποῦ γὰρ ὁ ναός; ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ βασι λεία; ποῦ τὸ ὁρμητήριον; ποῦ ἡ τοῦ νόμου πόλις; Πάντα οἴχεται, πάντα ἀπέσβη, πάντα ἐκ βάθρων ἦρται <καὶ> δύναντος τοῦ ἡλίου εἰς πένθος μετέβαλεν.

48 Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ' ἕ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, – παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα. Ἐν ὅλαις γὰρ ταῖς προθεσμίαις ταύταις τοῦ Χριστοῦ παθόντος, ἀνάγκη καὶ ἡμᾶς ὡσαύτως ποιεῖν τὸ πάσχα ὅση δύναμις, καί, εἴ τι ἂν τούτων λείποι, σκάζει κινδυνωδῶς ἡ μίμησις.

49 Ἐπεὶ οὖν ἀρκούντως περὶ τούτων ἀκήκοας, ἀναγκαῖον ἂν εἴη λοιπὸν καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν νῦν ἡ τοῦ πάσχα παράτασις γίνεται, ὅπερ ἀρξάμενος τοῦ λόγου ἐπήγγελμαι. Εἰρήκαμεν, ἄδελφε, ὅτι δεῖ ἐπὶ τῷ πάθει καὶ τὴν ἐαρινὴν ἰσημερίαν καὶ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην, οὐ πρὸ ἰσημερίας, καὶ τὴν παρασκευὴν καὶ τὸ σάββατον καὶ τὴν κυριακὴν συλλαμβάνειν. Ἐὰν οὖν ποτε συμβαίῃ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην πρὸ ἰσημερίας ἐμπίπτειν, ἐκείνην μὲν ἀκυροῦμεν, ἄλλην δὲ ζητοῦμεν τὴν ὀφείλουσαν μετ' ἰσημερίαν γενέσθαι, καὶ συμβαίνει ἐν τούτῳ μῆνα ἐμβόλιμον παρεμπίπτειν εἰς γένεσιν τῆς μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτης.

50 Νῦν δέ, ἄδελφε, εἰς τοῦτο τὸ προκείμενον ἡμῖν πάσχα ἡ τεσσαρεσκαιδεκάτη ὡς πρὸ δύο ἡμερῶν τῆς ἰσημερίας ἐμπίπτει καὶ ἄκυρος γίνεται· διὸ ζητοῦμεν τελέσαι τὸν μῆνα τῆς σελήνης καὶ τὴν ἐπιοῦσαν τεσσαρεσκαιδεκάτην παραλαβεῖν, ἵνα ἐν ταύτῃ τὸ πάθος κατὰ μίμησιν τοῦ σωτῆρος ἀπεργασώμεθα· μηνὸς οὖν ἐμβολίμου χρῄζομεν.

51 Ἀλλ' ὥσπερ ἐθεασάμεθα ὅτι, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐὰν ἐμπέσῃ, οὐ ταύτης ἀλλὰ τῆς μετ' ἰσημερίαν ἁρμοζόντως δεόμεθα, οὕτω πάλιν, κατὰ σελήνην τεσσαρεσκαιδεκάτῃ τῆς κυριακῆς συνελθούσης, οὐκ ἄγομεν ταύτην τὴν κυριακὴν ἀναστάσιμον, ἀλλὰ τῆς ἑξῆς κυριακῆς χρῄζομεν, ὅτι ἡ μὲν τεσσαρεσκαιδεκάτη πάθους ἐστίν–ἐν γὰρ ταύτῃ πέπονθεν ὁ Χριστὸς τῇ παρασκευῇ συνελθούσῃ καί, ὥσπερ τὴν παρασκευὴν ἀναστάσιμον οὐ γνωρίζομεν, οὐδὲ τὴν τεσσαρεσκαιδεκάτην συζυγοῦσαν αὐτῇ–, ἡ δὲ ὀφείλουσα ἐπὶ τῇ ἀναστάσει ὁρίζεσθαι κυριακὴ καθαρὰ παθητικῆς ἡμέρας ὑπάρχειν τέτακται. Ἐὰν οὖν συμπέσῃ αὐτῇ ὁ παθητικὸς τῆς τεσσαρεσκαιδεκάτης ἀριθμός, ταύτην ἀφέντες τὴν ἑξῆς ὡς καθαρὰν πάθους μεταδιώκομεν. Προκειμένου γὰρ ἡμῖν τοῦ κατὰ τὸν σωτῆρα ἐπὶ τῷ πάθει καὶ τῇ ἀναστάσει μιμήματος, ἀεί ποτε τὴν κυριακήν, ἣν μέλλομεν ἐπὶ τῇ ἀναστάσει ὁρίζειν, ἐλευθέραν πάθους ὡς ὁ δεσπότης διαφυλάττομεν, ἐπὶ τὰς πρὸ ταύτης τὸ πάθος λαμβάνοντες. Ἐπειδὴ τοῦτο τεθέασαι, πρόσχες λοιπὸν ὃ λέγω. 52 Πρὸ δύο ἡμερῶν νῦν ἐμπίπτει, ὡς ἔφην, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην τῆς ἰσημερίας· ἀνάγκην ἔχομεν ταύτην μὲν παρεῖναι, τὴν δὲ μετὰ ταύτην τεσσαρεσκαιδε κάτην ὡς μετ' ἰσημερίαν ἐκδέχεσθαι· ἀλλ' αὐτὴ πάλιν ἡ ἁρμόζουσα τεσσαρεσκαιδεκάτη μηνὸς ἑβδόμου εἰκάδι ἕκτῃ συντρέχει [ἐπειδὴ] καὶ κυριακῇ συμπίπτει. Ἐπεὶ οὖν ἡ τεσσαρεσκαιδεκάτη αὐτῇ τῇ κυριακῇ συμπίπτει, τὴν τῆς ἀναστάσεως ἑορτὴν εἰς τὴν ἑξῆς κυριακὴν μετατίθεμεν τοῦ παθητικοῦ ἀριθμοῦ ἐλευθέραν εὑρημένην, καὶ οὕτω τῇ εἰκάδι ἕκτῃ τοῦ ἑβδόμου μηνὸς ἑβδομάδα ἐπισυνάπτοντες εἰς δευτέραν ὀγδόου μηνὸς τὴν ἀναστάσιμον ἄγομεν. Καὶ αὕτη ἐστὶν αἰτία τῆς παρατάσεως.

53 Εἰ δέ τις ἀντιλέγειν ἐθέλοι περὶ τοῦ εἰκάδι ἕκτῃ τοῦτι ἑβδόμου μηνὸς νῦν αὐτῇ τῇ κυριακῇ τὴν τεσσαρεσκαιδεκάτην συμβαίνειν, στελλέσθω ἐπισκεψόμενος τὴν ἀντίρρησιν, εἰ βούλεται, καὶ τοὺς σοφοὺς τῶν Ἑλλήνων πρὸς τοῦτο παραλαβὼν μάρτυρας ὅτι ὅλην τὴν κυριακὴν καὶ ταύτην καὶ τὴν μετ' αὐτὴν νύκτα ἕως ἐγγὺς εἰς τὴν ἐπιοῦσαν δευτέραν ἡ τεσσαρεσκαδεκάτη καταλαμβάνει.

54 Καὶ μηδεὶς λεγέτω ὅτι οὐδέποτε ἐπὶ τοσαύτῃ παρατάσει τὸ πάσχα γεγένηται. Καὶ τούτου πολλοὺς ἔχομεν μνήμονας μάρτυρας. Ἔπειτα τὰ οὐδέποτε ἀληθῶς οὐδέποτε ἐπιστήμῃ ἁρμόζει, ἀλλ' ἀεὶ ὁ λόγος ζητεῖται τῆς ἐπιστήμης καὶ πολλάκις ταχὺ γίνεται πολλάκις ταχύτερον καὶ πάλιν βραδύτερον, καὶ οὐδεὶς ἐπιστήμων τῇ ἀνωμαλίᾳ προσέχει τῶν χρόνων ἀλλὰ τῇ ἁρμονίᾳ τῶν λόγων. Ποσάκις, νομίζεις, ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐρρήθη τὸ "Οὐδέποτε γέγονε", καὶ ἡ τέχνη κρατεῖ. Τί δὲ καὶ τὸ παραλλάττον ἐστίν; Οἱ μὲν γὰρ αἰτιώμενοι ὁμολογοῦσιν εἰκάδι ἐννάτῃ ἑβδόμου μηνὸς γεγενῆσθαι πάσχα πολλάκις. Λοιπὸν οὖν ἐστι περὶ τριῶν ἡμερῶν ἢ τεσσάρων, ἃς ὀκνοῦσι παραχωρῆσαι τῇ ἐπιστήμῃ. Ποῦ οὖν λοιπὸν ἡ ἐκ παραδόξου τῆς παρατάσεως ἀπορία;

55 Ἀλλὰ θαυμάζουσιν ὅτι ἀνωμάλως οὕτως ὅσον ἐπί γε τῷ χρόνῳ γίνεται τὸ πάσχα. Ἀλλὰ τοῦτο θαῦμα οὐκ ἔστιν ἐπιστημόνων. Εἶδες, ἄδελφε, ποιητικοὺς κόσμους ἢ τραγικοὺς στίχους πῶς οἳ μέν εἰσι κόνδοι, οἳ δὲ κονδότεροι, οἳ δὲ ἐπὶ πλεῖον ἐκτεταμένοι. Τούτους οἱ ἀμαθεῖς πάντως θαυμάζουσιν ὡς ἁπλῶς οὕτω διακειμένους· ὁ μεντοὶ τεχνίτης ὁ μέτρων ἁρμονίαν εἰδὼς οἶδε τὸ ὁμαλὸν τῆς τέχνης, κἂν ἡ ὄψις τῶν 56 στίχων ἀνώμαλος φαίνηται. Αὐτίκα γοῦν, ἄδελφε, νῦν μὲν γίνεται δευτέρᾳ ὀγδόου ἡ ἀναστάσιμος, εἰς δὲ τὸ ἐπιὸν ἑπτακαιδεκάτῃ ἑβδόμου μηνὸς γίνεται, καὶ πάλιν εἰς τὸ ἑξῆς ἐννάτῃ ἑβδόμου μηνός, καὶ αὖθις εἰς τὸ τρίτον ἔτος εἰκάδι ἐννάτῃ τοῦ <αὐτοῦ> μηνὸς ἡ ἀναστάσιμος γνωρισθήσεται, καὶ οὐδεὶς πρὸς ταῦτα βλάπτεται, οὐδεὶς πρὸς ταῦτα λυπεῖται, ἀλλ' ἕκαστος τὴν ἁρμονίαν ζητεῖ τῆς τέχνης καὶ τῷ τῆς ἐπιστήμης λόγῳ εὐφραίνεται.

57 Ὅλον γάρ ἐστι τὸ σκοπούμενον, ἵνα μὴ ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐαρινῆς γένηται, καὶ ἡ πρὸς τὴν ἀναστάσιμον ὁριζομένη κυριακὴ ἐλευθέρα τῆς τεσσαρεσκαιδεκάτης ὑπάρχῃ, δι' ἣν καὶ τὰ ζητήματα τοῖς οὐκ ἀκριβοῦσι τὴν ψῆφον ἐπιφύεται. ∆εῖ μὲν γὰρ τὴν τεσσαρεσκαιδεκάτην ἐν τῇ ἑβδομάδι πρὸ τῆς ὁριζομένης ἀναστασίμου συμβῆναι, ἀλλ' ἐὰν μὲν εἰς τὸ πλάτος τῆς ἑβδομάδος συμπέσῃ, εὐπέτεια τῆς εὑρέσεως ὑπανοίγεται, ἐὰν δὲ τῇ κυριακῇ ἡμέρᾳ ἐμπίπτῃ, ἐν ταύτῃ ἀκριβοῦς ἐπιστασίας χρεία· οἱ γὰρ μὴ ζητοῦντες ἐνίοτε οὐ τεσσαρεσκαιδεκάτην ἀλλὰ πεντεκαιδεκάτην κατὰ σελήνην ὑπάρχειν τὸ σφάλμα ἐργάζονται, ὃ δὴ καὶ ἐπὶ τοῦ παρόντος συμβέβηκεν.

58 Πάνυ οὖν ὀφείλομεν ἑστάναι καὶ γνωρίζειν ὅτι καὶ νῦν ἡ παράτασις ἐναρμονίως γίνεται. Ταῦτα γνωρίζειν ὀφείλομεν, καὶ πρὸ τῆς ἐρχομένης ἑβδομάδος καθαρὰν ἐχέτω τὴν γνώμην καὶ γινωσκέτω ταύτην πρώτην εἶναι τῶν ἑπτὰ ἑβδομάδων ὀφείλουσαν νηστευθῆναι. Ἡμεῖς δὲ ἐπὶ τούτῳ τὸν τῆς ἐπαγγελίας λόγον πεπληρώκαμεν, μόνον ἐὰν παρα-μείνῃ τῇ μνήμῃ τῶν λεγομένων ἡ δύναμις. ∆ῴη δὲ ὁ θεὸς καὶ τὰ μυστήρια πάντα φυλαχθῆναι ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὑμᾶς ἐν Χριστῷ, μεθ' οὗ ἀναφέρεται δόξα τῷ θεῷ καὶ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Source: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 59, col. 721–724.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

14
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία