De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. )
ΜΕΛΙΤΩΝΟΣ ΠΕΡΙ ΠΑΣΧΑ
Ἡ μὲν γραφὴ τῆς Ἑβραϊκῆς ἐξόδου ἀνέγνωσται, καὶ τὰ ῥήματα τοῦ μυστηρίου διασεσάφηται· πῶς τὸ πρόβατον θύεται καὶ πῶς ὁ λαὸς σῴζεται. Τοίνυν ξύνετε, ὦ ἀγαπητοί· οὕτως ἐστὶν καινὸν καὶ παλαιόν, ἀΐδιον καὶ πρόσκαιρον, φθαρτὸν καὶ ἄφθαρτον, θνητὸν καὶ ἀθάνατον τὸ τοῦ πάσχα μυστήριον· παλαιὸν μὲν κατὰ τὸν νόμον, καινὸν δὲ κατὰ τὸν λόγον, πρόσκαιρον διὰ τὸν τύπον, ἀΐδιον διὰ τὴν χάριν, φθαρτὸν διὰ τὴν τοῦ προβάτου σφαγήν, ἄφθαρτον διὰ τὴν τοῦ κυρίου ζωήν, θνητὸν διὰ τὴν ἐν τῇ γῇ ταφήν, ἀθάνατον διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν· παλαιὸς μὲν ὁ νόμος, καινὸς δὲ ὁ λόγος, πρόσκαιρος ὁ τύπος, ἀΐδιος ἡ χάρις, φθαρτὸν τὸ πρόβατον, ἄφθαρτος ὁ κύριος, σφαγεὶς ὡς ἀμνός, ἀναστὰς ὡς θεός. Καὶ γὰρ «ὡς πρόβατον εἰς σφαγὴν ἤχθη», ἀλλ' οὐδὲ πρόβατον ἦν· καὶ ὡς ἀμνὸς ἄφωνος, ἀλλ' οὐδὲ ἀμνὸς ἦν· ὁ μὲν γὰρ τύπος ἐγένετο, ἡ δὲ ἀλήθεια ηὑρίσκετο.
Ἀντὶ γὰρ τοῦ ἀμνοῦ θεὸς ἐγένετο καὶ ἀντὶ τοῦ προβάτου ἄνθρωπος, ἐν δὲ τῷ ἀνθρώπῳ Χριστός, ὃς κεχώρηκεν τὰ πάντα. Ἡ γοῦν τοῦ προβάτου σφαγὴ καὶ ἡ τοῦ πάσχα πομπὴ καὶ ἡ τοῦ νόμου γραφὴ εἰς Χριστὸν Ἰησοῦν κεχώρηκεν, δι' ὃν τὰ πάντα ἐν τῷ πρεσβυτέρῳ νόμῳ ἐγένετο, μᾶλλον δὲ ἐν τῷ νέῳ λόγῳ. Καὶ γὰρ ὁ νόμος λόγος ἐγένετο καὶ ὁ παλαιὸς καινός, Fσυνεξελθὼν ἐκ Σιὼν καὶ Ἰερουσαλήμ καὶ ἡ ἐντολὴ χάρις, καὶ ὁ τύπος ἀλήθεια, καὶ ὁ ἀμνὸς υἱός, καὶ τὸ πρόβατον ἄνθρωπος, καὶ ὁ ἄνθρωπος θεός. Ὡς γὰρ υἱὸς τεχθείς, καὶ ὡς ἀμνὸς ἀχθείς, καὶ ὡς πρόβατον σφαγείς, καὶ ὡς ἄνθρωπος ταφείς, ἀνέστη ἐκ νεκρῶν ὡς θεός, φύσει θεὸς ὢν καὶ ἄνθρωπος. Ὅς ἐστιν τὰ πάντα· καθ' ὃ κρίνει νόμος, καθ' ὃ διδάσκει λόγος, καθ' ὃ σῴζει χάρις, καθ' ὃ γεννᾷ πατήρ, καθ' ὃ γεννᾶται υἱός, καθ' ὃ πάσχει πρόβατον, καθ' ὃ θάπτεται ἄνθρωπος, καθ' ὃ ἀνίσταται θεός. Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστός, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Τοῦτό ἐστιν τὸ τοῦ πάσχα μυστήριον, καθὼς ἐν τῷ νόμῳ γέγραπται, ὡς μικρῷ πρόσθεν ἀνέγνωσται.
∆ιηγήσομαι δὲ τὰ ῥήματα τῆς γραφῆς, πῶς ὁ θεὸς ἐντέλλεται Μωυσεῖ ἐν Αἰγύπτῳ, ὁπόταν βούλεται τὸν μὲν Φαραὼ δῆσαι ὑπὸ μάστιγα, τὸν δὲ Ἰσραὴλ λῦσαι ἀπὸ μάστιγος διὰ χειρὸς Μωυσέως. «Ἰδοὺ γὰρ, φησίν, λήμψῃ ἄσπιλον ἀμνὸν καὶ ἄμωμον, καὶ ἑσπέρας σφάξεις αὐτὸν μετὰ τῶν υἱῶν Ἰσραήλ, καὶ νύκτωρ ἔδεσθε αὐτὸν μετὰ σπουδῆς, καὶ ὀστοῦν οὐ συντρίψετε αὐτοῦ. Οὕτως, φησίν, ποιήσεις· ἐν μιᾷ νυκτὶ ἔδεσθε αὐτὸν κατὰ πατριὰς καὶ δήμους, περιεζωσμένοι τὰς ὀσφύας ὑμῶν καὶ αἱ ῥάβδοι ἐν ταῖς χερσὶν ὑμῶν. Ἔστιν γὰρ τοῦτο πάσχα κυρίου, μνημόσυνον αἰώνιον τοῖς υἱοῖς Ἰσραήλ. Λαβόντες δὲ τὸ τοῦ προβάτου αἷμα χρίσατε τὰ πρόθυρα τῶν οἰκιῶν ὑμῶν τιθέντες ἐπὶ τοὺς σταθμοὺς τῆς εἰσόδου τὸ σημεῖον τοῦ αἵματος εἰς δυσωπίαν τοῦ ἀγγέλου. Ἰδοὺ γὰρ, πατάξω Αἴγυπτον καὶ ἐν μιᾷ νυκτὶ ἀτεκνωθήσεται ἀπὸ κτήνους ἕως ἀνθρώπου.» Τότε Μωυσῆς σφάξας τὸ πρόβατον καὶ νύκτωρ διατελέσας τὸ μυστήριον μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐσφράγισεν τὰς τῶν οἰκιῶν θύρας εἰς φρουρὰν τοῦ λαοῦ καὶ εἰς δυσωπίαν τοῦ ἀγγέλου. Ὁπότε δὲ τὸ πρόβατον σφάζεται καὶ τὸ πάσχα βιβρώσκεται καὶ τὸ μυστήριον τελεῖται καὶ ὁ λαὸς εὐφραίνεται καὶ ὁ Ἰσραὴλ σφραγίζεται, τότε ἀφίκεται ὁ ἄγγελος πατάσσειν Αἴγυπτον. Τὴν ἀμύητον τοῦ μυστηρίου, τὴν ἄμοιρον τοῦ πάσχα, τὴν ἀσφράγιστον τοῦ αἵματος, τὴν ἀφρούρητον τοῦ πνεύματος, τὴν ἔχθραν, τὴν ἄπιστον ἐν μιᾷ νυκτὶ πατάξας ἠτέκνωσεν. Περιελθὼν γὰρ τὸν Ἰσραὴλ ὁ ἄγγελος καὶ ἰδὼν ἐσφρα-γισμένον τῷ τοῦ προβάτου αἵματι, ἦλθεν ἐπ' Αἴγυπτον, καὶ τὸν σκληροτράχηλον Φαραὼ διὰ πένθους ἐδάμασεν, ἐνδύσας αὐτὸν οὐ στόλην φαιὰν οὐδὲ πέπλον περιεσχισμένον, ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς, ἀφίκετο πρὸς Φαραὼ ὅλη πενθήρης, οὐ μόνον τῷ σχήματι, ἀλλὰ καὶ τῇ ψυχῇ, περιεσχισμένη οὐ μόνον τὰς στόλας τῆς περιβολῆς, ἀλλὰ καὶ τοὺς μαστοὺς τῆς τρυφῆς. Ἦν δὲ καινὸν θέαμα ἰδεῖν, ἔνθα κοπτομένους, ἔνθα κωκύοντας, καὶ μέσον Φαραὼ πενθήρη, ἐπὶ σάκκῳ καὶ σποδῷ καθήμενον, περιβεβλημένον τὸ ψηλαφητὸν σκότος ὡς ἱμάτιον πενθικόν, περιεζωσμένον ὅλην Αἴγυπτον ὡς κιθῶνα πένθους. Ἦν γὰρ περικειμένη Αἴγυπτος τὸν Φαραὼ ὡς περιβολὴ κωκυτοῦ. Τοιοῦτος ὑφάνθη κιθὼν τῷ τυραννικῷ σώματι, τοιαύτην ἐνέδυσεν στολὴν τὸν σκληρὸν Φαραὼ ὁ τῆς δικαιοσύνης ἄγγελος· πένθος πικρὸν καὶ σκότος ψηλαφητὸν καὶ ἀτεκνίαν. Καὶ ἦν ἐπὶ τῶν πρωτοτόκων αὐτῆς· ἦν γὰρ ταχινὸς καὶ ἀκόρεστος ὁ τῶν πρωτοτόκων θάνατος.
Ἦν δὲ καινὸν τρόπαιον ἰδεῖν ἐπὶ τῶν πιπτόντων νεκρῶν ἐν μιᾷ ῥοπῇ. Καὶ ἐγένετο τοῦ θανάτου τροφὴ ἡ τῶν κειμένων τροπή. Καινὴν δὲ συμφοράν, ἐὰν ἀκούσητε, θαυμάσετε. Τάδε γὰρ περιέσχεν τοὺς Αἰγυπτίους, νὺξ μακρὰ καὶ σκότος ψηλαφητὸν καὶ θάνατος ψηλαφῶν καὶ ἄγγελος ἐκθλίβων καὶ ᾅδης καταπίνων τοὺς πρωτοτόκους αὐτῶν. Τὸ δὲ καινότερον καὶ φοβερώτερον ἀκοῦσαι ἔχετε. Ἐν τῷ ψηλαφητῷ σκότει ὁ ἀψηλάφητος θάνατος ἐκρύβετο, καὶ τὸ μὲν σκότος ἐψηλάφων οἱ δυστυχεῖς Αἰγύπτιοι, ὁ δὲ θάνατος ἐξεραυνῶν ἐψηλάφα τοὺς πρωτοτόκους τῶν Αἰγυπτίων τοῦ ἀγγέλου κελεύοντος. Εἴ τις οὖν ἐψηλάφα τὸ σκότος, ὑπὲρ τοῦ θανάτου ἐξήγετο. Εἴ τις πρωτότοκος χειρὶ σκοτεινὸν σῶμα ἐναγκαλισάμενος, τῇ ψυχῇ ἐκδειματωθεὶς οἰκτρὸν καὶ φοβερὸν ἀνεβόησεν· «Τίνα κρατεῖ ἡ δεξιά μου; Τίνα τρέμει ἡ ψυχή μου; Τίς μοι σκοτεινὸς περίκειται ὅλῳ τῷ σώματι; Εἰ μὲν πατήρ, βοήθησον, εἰ δὲ μήτηρ, συμπάθησον, εἰ δὲ ἀδελφός, προσλάλησον, εἰ δὲ φίλος, εὐστάθησον, εἰ δὲ ἐχθρός, ἀπαλλάγηθι, ὅτι πρωτότοκος ἐγώ.» Πρὸ δὲ τοῦ σιωπῆσαι τὸν πρωτότοκον, ἡ μακρὰ σιωπὴ κατέσχεν αὐτὸν προσειποῦσα· «Πρωτότοκος ἐμὸς εἶ· ἐγώ σοι πέπρωμαι ἡ τοῦ θανάτου σιωπή.» Ἕτερος δέ τις πρωτότοκος, νοήσας τὴν τῶν πρωτοτόκων ἅλωσιν, ἑαυτὸν ἀπηρνεῖτο, ἵνα μὴ θάνῃ πικρῶς· «Οὔκ εἰμι πρωτότοκος, τρίτῳ γεγέννημαι καρπῷ.» Ὁ δὲ ψευσθῆναι μὴ δυνάμενος τοῦ πρωτοτόκου προσήπτετο· πρηνὴς δὲ ἔπιπτε σιγῶν. Ὑπὸ δὲ μιὰν ῥοπὴν ὁ πρωτότοκος καρπὸς τῶν Αἰγυπτίων ἀπώλετο. Ὁ πρωτόσπορος, ὁ πρωτότοκος, ὁ ποθητός, ὁ περιψηκτὸς ἐδαφίσθη χαμαί, οὐχ ὁ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων. Μύκημα δὲ ἐν τοῖς πεδίοις τῆς γῆς ἠκούετο ἀποδυρομένων κτηνῶν ἐπὶ τῶν τροφίμων αὐτῶν· καὶ γὰρ δάμαλις ὑπόμοσχος καὶ ἵππος ὑπόπωλος καὶ τὰ λοιπὰ κτήνη λοχευόμενα καὶ σπαργῶντα πικρὸν καὶ ἐλεεινὸν ἀπωδύροντο ἐπὶ τῶν πρωτοτόκων καρπῶν. Οἰμωγὴ δὲ καὶ κοπετὸς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀπωλείᾳ ἐγένετο, ἐπὶ τῇ τῶν πρωτοτόκων νεκρῶν. Ὅλη γὰρ ἐπώζεσεν Αἴγυπτος ἀπὸ τῶν ἀτάφων σωμάτων. Ἦν δὲ θεάσασθαι φοβερὸν θέαμα, τῶν Αἰγυπτίων μητέρας λυσικόμους, πατέρας λυσίφρονας, δεινὸν ἀνακωκύοντας τῇ Αἰγυπτιακῇ φωνῇ· «∆υστυχεῖς ἠτεκνώμεθα ὑπὸ μίαν ῥοπὴν ἀπὸ τοῦ πρωτοτόκου καρποῦ.» Ἦσαν δὲ ἐπὶ μαστῶν κοπτόμενοι, χερσὶν τύπτοντες κροτήματα ἐπὶ τῆς τῶν νεκρῶν ὀρχήσεως. Τοιαύτη συμφορὰ περιέσχεν Αἴγυπτον, ἄφνω δὲ ἠτέκνωσεν αὐτήν. Ἦν δὲ ὁ Ἰσραὴλ φρουρούμενος ὑπὸ τῆς τοῦ προβάτου σφαγῆς, καί γε συνεφωτίζετο ὑπὸ τοῦ χυθέντος αἵματος, καὶ τεῖχος ηὑρίσκετο τοῦ λαοῦ ὁ τοῦ προβάτου θάνατος. Ὢ μυστηρίου καινοῦ καὶ ἀνεκδιηγήτου· ἡ τοῦ προβάτου σφαγὴ ηὑρίσκετο τοῦ Ἰσραὴλ σωτηρία, καὶ ὁ τοῦ προβάτου θάνατος ζωὴ τοῦ λαοῦ ἐγένετο, καὶ τὸ αἷμα ἐδυσώπησεν τὸν ἄγγελον. Λέγε μοι, ὦ ἄγγελε, τί ἐδυσωπήθης, τὴν τοῦ προβάτου σφαγὴν ἢ τὴν τοῦ κυρίου ζωήν, τὸν τοῦ προβάτου θάνατον ἢ τὸν τοῦ κυρίου τύπον, τὸ τοῦ προβάτου αἷμα ἢ τὸ τοῦ κυρίου πνεῦμα; ∆ῆλος εἶ δυσωπηθεὶς εἰδὼν τὸ τοῦ κυρίου μυστήριον ἐν τῷ προβάτῳ γινόμενον, τὴν τοῦ κυρίου ζωὴν ἐν τῇ τοῦ προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.
Τί τοῦτο τὸ καινὸν μυστήριον, Αἴγυπτον μὲν παταχθῆναι εἰς ἀπώλειαν, τὸν δὲ Ἰσραὴλ φυλαχθῆναι εἰς σωτηρίαν; Ἀκούσατε τὴν δύναμιν τοῦ μυστηρίου. Οὐδέν ἐστιν, ἀγαπητοί, τὸ λεγόμενον καὶ γινόμενον δίχα παραβολῆς καὶ προκεντήματος. Πάντα ὅσα ἐὰν γίνεται καὶ λέγεται, παραβολῆς τυγχάνει τὸ μὲν λεγόμενον παραβολῆς, τὸ δὲ γινόμενον προτυπώσεως ἵνα ὡς ἂν τὸ γινόμενον διὰ τῆς προτυπώσεως δείκνυται, οὕτως καὶ τὸ λεγόμενον διὰ τῆς παραβολῆς φωτισθῇ. Εἰ μὴ ἐπὶ προκατασκευῆς ἔργον οὐκ ἀνίσταται. Ἢ οὐ τὸ μέλλον διὰ τῆς τυπικῆς εἰκόνος ὁρᾶται; ∆ιὰ τοῦτο δὴ τοῦ μέλλοντος γίνεται προκέντημα ἢ ἐκ κηροῦ ἢ ἐκ πηλοῦ ἢ ἐκ ξύλου, ἵνα τὸ μέλλον ἀνίστασθαι ὑψηλότερον ἐν μεγέθει καὶ ἰσχυρότερον ἐν δυνάμει καὶ καλὸν ἐν σχήματι καὶ πλούσιον ἐν τῇ κατασκευῇ διὰ μικροῦ καὶ φθαρτοῦ προκεντήματος ὁραθῇ. Ὁπόταν δὲ ἀναστῇ πρὸς ὃ ὁ τύπος, τό ποτε τοῦ μέλλοντος τὴν εἰκόνα φέρον, τοῦτ' ὡς ἄχρηστον γινόμενον λύεται, παραχωρῆσαν τῷ φύσει ἀληθεῖ τὴν περὶ αὐτοῦ εἰκόνα. Γίνεται δὲ τό ποτε τίμιον ἄτιμον, τοῦ φύσει τιμίου φανερωθέντος. Ἑκάστῳ γὰρ ἴδιος καιρός· τοῦ τύπου ἴδιος χρόνος, τῆς ὕλης ἴδιος χρόνος. Τῆς ἀληθείας ποιεῖς τὸν τύπον. Τοῦτον ποθεῖς ὅτι τοῦ μέλλοντος ἐν αὐτῷ τὴν εἰκόνα βλέπεις. Προσκομίζεις τὴν ὕλην τῷ τύπῳ. Τοῦτον ποθεῖς διὰ τὸ μέλλον ἐν αὐτῷ ἀνίστασθαι. Ἀπαρτίζεις τὸ ἔργον, τοῦτο μόνον ποθεῖς, τοῦτο μόνον φιλεῖς, ἐν αὐτῷ μόνῳ τὸν τύπον καὶ τὴν ὕλην καὶ τὴν ἀλήθειαν βλέπων. Ὡς γοῦν ἐν τοῖς φθαρτοῖς παραδείγμασιν, οὕτως δὴ καὶ ἐν τοῖς ἀφθάρτοις· ὡς ἐν τοῖς ἐπιγείοις, οὕτως δὴ καὶ ἐν τοῖς ἐπουρανίοις. Καὶ γὰρ ἡ τοῦ κυρίου σωτηρία καὶ ἀλήθεια ἐν τῷ λαῷ προετυπώθη, καὶ τὰ τοῦ εὐαγγελίου δόγματα ὑπὸ τοῦ νόμου προεκηρύχθη. Ἐγένετο οὖν ὁ λαὸς τύπος προκεντήματος καὶ ὁ νόμος γραφὴ παραβολῆς, τὸ δὲ εὐαγγέλιον διήγημα νόμου καὶ πλήρωμα, ἡ δὲ ἐκκλησία ἀποδοχεῖον τῆς ἀληθείας. Ἦν οὖν ὁ τύπος τίμιος πρὸ τῆς ἀληθείας καὶ ἡ παραβολὴ θαυμαστὴ πρὸ τῆς ἑρμενείας.
Τοῦτ' ἔστιν, ὁ λαὸς ἦν τίμιος πρὸ τοῦ τὴν ἐκκλησίαν ἀνασταθῆναι, καὶ ὁ νόμος θαυμαστὸς πρὸ τοῦ τὸ εὐαγγέλιον φωτισθῆναι. Ὁπότε δὲ ἡ ἐκκλησία ἀνέστη καὶ τὸ εὐαγγέλιον προέστη, ὁ τύπος ἐκενώθη παραδοὺς τῇ ἀληθείᾳ τὴν δύναμιν, καὶ ὁ νόμος ἐπληρώθη παραδοὺς τῷ εὐαγγελίῳ τὴν δύναμιν. Ὃν τρόπον κενοῦται ὁ τύπος τῷ φύσει ἀληθεῖ τὴν εἰκόνα παραδούς, καὶ ἡ παραβολὴ κενοῦται διὰ τῆς ἑρμηνείας φωτισθεῖσα, οὕτως δὴ καὶ ὁ νόμος ἐπληρώθη τοῦ εὐαγγελίου φωτισθέντος, καὶ ὁ λαὸς ἐκενώθη τῆς ἐκκλησίας ἀνασταθείσης, καὶ ὁ τύπος ἐλύθη τοῦ κυρίου φανερωθέντος, καὶ σήμερον γέγονεν τά ποτε τίμια ἄτιμα τῶν φύσει τιμίων φανερωθέντων. Ἦν γάρ ποτε τίμιος ἡ τοῦ προβάτου σφαγή, νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου ζωήν· τίμιος ὁ τοῦ προβάτου θάνατος, νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου σωτηρίαν· τίμιον τὸ τοῦ προβάτου αἷμα, νῦν δὲ ἄτιμον διὰ τὸ τοῦ κυρίου πνεῦμα· τίμιος ὁ ἄφωνος ἀμνός, νῦν δὲ ἄτιμος διὰ τὸν ἄμωμον υἱόν· τίμιος ὁ κάτω ναός, νῦν δὲ ἄτιμος διὰ τὸν ἄνω Χριστόν· τίμιος ἡ κάτω Ἰερουσαλήμ, νῦν δὲ ἄτιμος διὰ τὴν ἄνω Ἰερουσαλήμ· τίμιος ἡ στενὴ κληρονομία, νῦν δὲ ἄτιμος διὰ τὴν πλατεῖαν χάριν. Οὐ γὰρ ἐφ' ἑνὶ τόπῳ οὐδὲ ἐν βραχεῖ σχοινίσματι ἡ τοῦ θεοῦ δόξα καθίδρυται, ἀλλ' ἐπὶ πάντα τὰ πέρατα τῆς οἰκουμένης ἐκκέχυται ἡ χάρις αὐτοῦ καὶ ἐνταῦθα κατεσκήνωκεν ὁ παντοκράτωρ θεός· διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Τὸ μὲν οὖν διήγημα τοῦ τύπου καὶ τῆς ἀνταποδόσεως ἀκηκόατε· ἀκούσατε καὶ τὴν κατασκευὴν τοῦ μυστηρίου. Τί ἐστιν τὸ πάσχα; Ἀπὸ γὰρ τοῦ συμβεβηκότος τὸ ὄνομα κέκληται· ἀπὸ τοῦ παθεῖν τὸ πάσχειν.
Μάθετε οὖν τίς ὁ πάσχων καὶ τίς ὁ τῷ πάσχοντι συμπαθῶν, καὶ διά τι πάρεστιν ὁ κύριος ἐπὶ τὴν γῆν, ἵνα τὸν πάσχοντα ἀμφιασάμενος ἁρπάσῃ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδει ἀναπνοὴν μετέδωκεν. Τοῦτον δὲ ἔθετο εἰς τὸν παράδεισον κατὰ ἀνατολῆς ἐν Ἔδεμ ἐκεῖ τρυφᾶν. Τάδε αὐτῷ νομοθετήσας διὰ τῆς ἐντολῆς· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγετε, ἀπὸ δὲ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε, ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.» Ὁ δὲ ἄνθρωπος φύσει δεκτικὸς ὢν ἀγαθοῦ καὶ πονηροῦ, ὡσεὶ βῶλος γῆς ἑκατέρωθεν σπερμάτων, ἐδέξατο τὸν ἐχθρὸν καὶ λίχνον σύμβουλον, καὶ προσαψάμενος τοῦ ξύλου παρέβη τὴν ἐντολὴν καὶ παρήκουσεν τοῦ θεοῦ. Ἐξεβλήθη οὖν εἰς τοῦτον τὸν κόσμον ὡς εἰς δεσμωτήριον καταδίκων. Τούτου δὲ πολυχόου καὶ πολυχρονίου γενομένου, διὰ τῆς τοῦ ξύλου γεύσεως καὶ εἰς γῆν χωρήσαντος, κατελείφθη ὑπ' αὐτοῦ κληρονομία τοῖς τέκνοις αὐτοῦ. Κατέλιπεν γὰρ τοῖς τέκνοις κληρονομίαν οὐχ ἁγνείαν ἀλλὰ πορνείαν, οὐκ ἀφθαρσίαν ἀλλὰ φθοράν, οὐ τιμὴν ἀλλὰ ἀτιμίαν, οὐκ ἐλευθερίαν ἀλλὰ δουλείαν, οὐ βασιλείαν ἀλλὰ τυραννίδα, οὐ ζωὴν ἀλλὰ θάνατον, οὐ σωτηρίαν ἀλλὰ ἀπώλειαν. Καινὴ δὲ καὶ φοβερὰ ἡ τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐγίνετο ἀπώλεια. Τάδε γὰρ συνέβαινεν αὐτοῖς· ἀνηρπάζοντο ὑπὸ τῆς τυραννικῆς ἁμαρτίας καὶ ἤγοντο εἰς τοὺς χώρους τῶν ἐπιθυμιῶν ἐν οἷς περιηντλοῦντο ὑπὸ τῶν ἀκορέστων ἡδονῶν ὑπὸ μοιχείας, ὑπὸ πορνείας, ὑπὸ ἀσελγείας, ὑπὸ ἐπιθυμίας, ὑπὸ φιλαργυρίας, ὑπὸ φόνων, ὑπὸ αἱμάτων, ὑπὸ τυραννίδος πονηρίας, ὑπὸ τυραννίδος παρανόμου. Καὶ γὰρ πατὴρ ἐπὶ υἱὸν ξίφος ἐπηνέγκατο, καὶ υἱὸς πατρὶ χεῖρας προσήνεγκεν, καὶ μαστοὺς τιθηνοὺς ἀσεβὴς ἐτύπτησεν, καὶ ἀδελφὸς ἀδελφὸν ἀπέκτεινεν, καὶ ξένος ξένον ἠδίκησεν, καὶ φίλος φίλον ἐφόνευσεν, καὶ ἄνθρωπος ἄνθρωπον ἀπέσφαξεν τυραννικῇ δεξιᾷ. Πάντες οὖν οἱ μὲν ἀνθρωποκτόνοι, οἱ δὲ ἀδελφοκτόνοι, οἱ δὲ πατροκτόνοι, οἱ δὲ τεκνοκτόνοι ἐπὶ τῆς γῆς ἐγενήθησαν. Τὸ δὲ φοβερώτερον καὶ καινότερον ηὑρίσκετο. Μήτηρ τις ἥπτετο σαρκῶν ὧν ἐγέννησεν, προσήπτετο ὧν ἐξέθρεψεν μαστοῖς, καὶ τὸν καρπὸν τῆς κοιλίας εἰς κοιλίαν κατώρυσσεν, καὶ φοβερὸς τάφος ἐγένετο ἡ δυστυχὴς μήτηρ, ὃ ἐκύησεν καταπιοῦσα τέκνον. Οὐκέτι προσλαλῶ. Πολλὰ δὲ καὶ ἕτερα ξένα καὶ φοβερώτερα καὶ ἀσελγέστερα ἐν τοῖς ἀνθρώποις ηὑρίσκετο. Πατὴρ ἐπὶ παιδὸς κοιτὴν, καὶ υἱὸς ἐπὶ μητρὸς, καὶ ἀδελφὸς ἐπὶ ἀδελφῆς, καὶ ἄρρην ἐπὶ ἄρρενος, καὶ «ἑκάτερος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον».
Ἐπὶ δὲ τούτοις ἡ ἁμαρτία ηὐφραίνετο. Ἡ τοῦ θανάτου συνεργὸς ὑπάρχουσα προωδοιπόρει εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ ἡτοίμαζεν αὐτῷ τροφὰς τὰ τῶν νεκρῶν σώματα. Εἰς πᾶσαν δὲ ψυχὴν ἐτίθει ἡ ἁμαρτία ἴχνος, καὶ εἰς οὓς ἂν ἔθηκεν, τούτους ἔδει τελευτᾶν. Πᾶσα οὖν σὰρξ ὑπὸ ἁμαρτίαν ἔπιπτεν καὶ πᾶν σῶμα ὑπὸ θάνατον, καὶ πᾶσα ψυχὴ ἐκ τοῦ σαρκίνου οἴκου ἐξηλαύνετο, καὶ τὸ λημφθὲν ἐκ γῆς εἰς γῆν ἀνελύετο, καὶ τὸ δωρηθὲν ἐκ θεοῦ εἰς τὸν ᾅδην κατεκλείετο, καὶ λύσις ἐγίνετο τῆς καλῆς ἁρμογῆς, καὶ διεχωρίζετο τὸ καλὸν σῶμα. Ἦν γὰρ ὁ ἄνθρωπος ὑπὸ τοῦ θανάτου μεριζόμενος. Καινὴ γὰρ συμφορὰ καὶ ἅλωσις περιεῖχεν αὐτόν. Εἵλκετο αἰχμάλωτος ὑπὸ τὰς τοῦ θανάτου σκιάς, ἔκειτο δὲ ἔρημος ἡ τοῦ πατρὸς εἰκών. ∆ιὰ ταύτην γοῦν τὴν αἰτίαν τὸ τοῦ πάσχα μυστήριον τετέλεσται ἐν τῷ τοῦ κυρίου σώματι. Πρότερον δὲ ὁ κύριος προῳκονόμησεν τὰ ἑαυτοῦ πάθη ἐν πατριάρχαις καὶ ἐν προφήταις καὶ ἐν παντὶ τῷ λαῷ, διά τε νόμου καὶ προφητῶν ἐπισφραγισάμενος. Τὸ γὰρ μέλλον καινῶς καὶ μεγάλως ἔσεσθαι, τοῦτο ἐκ μακροῦ προοικονομεῖται, ἵν' ὁπόταν γένηται, πίστεως τύχῃ, ἐκ μακροῦ προτυπωθέν. Οὕτω δὴ καὶ τὸ τοῦ κυρίου μυστήριον, ἐκ μακροῦ προτυπωθέν, ὁραθὲν δὲ σήμερον, πίστεως τυγχάνει τετελεσμένον, καίτοι ὡς καινὸν τοῖς ἀνθρώποις νομιζόμενον. Ἔστιν γὰρ πάλαιον καὶ καινὸν τὸ τοῦ κυρίου μυστήριον, πάλαιον μὲν κατὰ τὸν τυπόν, καινὸν δὲ κατὰ τὴν χάριν. Ἀλλ' ἐὰν ἀποβλέψῃς εἰς τὸν τύπον τοῦτον, ὄψῃ τὸ ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίως συμποδιζόμενον, εἰς τὸν Ἰωσὴφ τὸν ὁμοίως πιπρασκόμενον, εἰς τὸν Μωυσέα τὸν ὁμοίως ἐκτιθέμενον, εἰς τὸν ∆αυὶδ τὸν ὁμοίως διωκόμενον, εἰς τοὺς προφήτας τοὺς ὁμοίως διὰ τὸν Χριστὸν πάσχοντας. Ἀπόβλεψον δὲ καὶ εἰς τὸ ἐν γῇ Αἰγύπτου πρόβατον σφαζόμενον, τὸν πατάξαντα Αἴγυπτον καὶ σώσαντα τὸν Ἰσραὴλ διὰ τοῦ αἵματος. Ἔστιν δὲ καὶ διὰ προφητικῆς φωνῆς τὸ τοῦ κυρίου μυστήριον κηρυσσόμενον. Φησὶν γὰρ Μωυσῆς πρὸς τὸν λαόν· «Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας καὶ οὐ μὴ πιστεύσητε ἐπὶ τὴν ζωὴν ὑμῶν.» Ὁ δὲ ∆αυὶδ εἶπεν· «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁ δὲ Ἰερεμίας. «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. Ἐλογίσαντο ἐπ' ἐμὲ κακὰ εἰπόντες· ∆εῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ.» Ὁ δὲ Ἠσαίας· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»
Πολλὰ μὲν καὶ ἕτερα ὑπὸ πολλῶν προφητῶν ἐκηρύχθη εἰς τὸ τοῦ πάσχα μυστήριον, ὅ ἐστιν Χριστός, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Οὗτος, ἀφικόμενος ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν διὰ τὸν πάσχοντα, αὐτὸν δὲ ἐκεῖνον ἐνδυσάμενος διὰ παρθένου μήτρας καὶ προελθὼν ἄνθρωπος, ἀπεδέξατο τὰ τοῦ πάσχοντος πάθη διὰ τοῦ παθεῖν δυναμένου σώματος καὶ κατέλυσεν τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ θανεῖν μὴ δυναμένῳ πνεύματι ἀπέκτεινεν τὸν ἀνθρωποκτόνον θάνατον. Οὗτος γὰρ ὡς ἀμνὸς ἀχθεὶς καὶ ὡς πρόβατον σφαγείς, ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ κόσμου λατρείας ὡς ἐκ γῆς Αἰγύπτου, καὶ ἔλυσεν ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου δουλείας ὡς ἐκ χειρὸς Φαραώ, καὶ ἐσφράγισεν ἡμῶν τὰς ψυχὰς τῷ ἰδίῳ πνεύματι καὶ τὰ μέλη τοῦ σώματος τῷ ἰδίῳ αἵματι. Οὗτός ἐστιν ὁ τὸν θάνατον ἐνδύσας αἰσχύνην, καὶ τὸν διάβολον στήσας πενθήρη ὡς Μωυσῆς τὸν Φαραώ. Οὗτός ἐστιν ὁ τὴν ἀνομίαν πατάξας καὶ τὴν ἀδικίαν ἀτεκνώσας ὡς Μωυσῆς Αἴγυπτον. Οὗτός ἐστιν ὁ ῥυσάμενος ἡμᾶς ἐκ δουλείας εἰς ἐλευθερίαν, ἐκ σκότους εἰς φῶς, ἐκ θανάτου εἰς ζωήν, ἐκ τυραννίδος εἰς βασιλείαν αἰωνίαν [καὶ ποιήσας ἡμᾶς ἱεράτευμα καινὸν καὶ λαὸν περιούσιον αἰώνιον.] Οὗτός ἐστιν τὸ πάσχα τῆς σωτηρίας ἡμῶν. Οὗτός ἐστιν ὁ ἐν πολλοῖς πολλὰ ὑπομείνας. Οὗτός ἐστιν ὁ ἐν τῷ Ἀβὲλ φονευθείς, ἐν δὲ τῷ Ἰσὰκ δεθείς, ἐν δὲ τῷ Ἰακὼβ ξενιτεύσας, ἐν δὲ τῷ Ἰωσὴφ πραθείς, ἐν δὲ τῷ Μωυσῇ ἐκτεθείς, ἐν δὲ τῷ ἀμνῷ σφαγείς, ἐν δὲ τῷ ∆αυὶδ διωχθείς, ἐν δὲ τοῖς προφήταις ἀτιμασθείς. Οὗτός ἐστιν ὁ ἐν παρθένῳ σαρκωθείς, ὁ ἐπὶ ξύλου κρεμασθείς, ὁ εἰς γῆν ταφείς, ὁ ἐκ νεκρῶν ἀνασταθείς, ὁ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν ἀναλημφθείς. Οὗτός ἐστιν ὁ ἀμνὸς ὁ ἄφωνος. Οὗτός ἐστιν ὁ ἀμνὸς φονευόμενος. Οὗτός ἐστιν ὁ τεχθεὶς ἐκ Μαρίας τῆς καλῆς ἀμνάδος. Οὗτός ἐστιν ὁ ἐξ ἀγέλης λημφθεὶς καὶ εἰς σφαγὴν συρεὶς καὶ ἑσπέρας θυθεὶς καὶ νύκτωρ ταφείς, ὁ ἐπὶ ξύλου μὴ συντριβείς, εἰς γῆν μὴ λυθείς, ἐκ νεκρῶν ἀναστὰς καὶ ἀναστήσας τὸν ἄνθρωπον ἐκ τῆς κάτω ταφῆς. Οὗτος πεφόνευται. Καὶ ποῦ πεφόνευται; Ἐν μέσῳ Ἰε-ρουσαλήμ. ∆ιά τι; Ὅτι τοὺς χωλοὺς αὐτῶν ἐθεράπευσεν καὶ τοὺς λεπροὺς αὐτῶν ἐκαθάρισεν καὶ τοὺς τυφλοὺς αὐτῶν ἐφωταγώγησεν καὶ τοὺς νεκροὺς αὐτῶν ἀνέστησεν. ∆ιὰ τοῦτο ἔπαθεν. Ποὺ γέγραπται ἐν νόμῳ καὶ ἐν προφήταις· «Ἀνταπέδωκάν μοι κακὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, λογισάμενοι ἐπ' ἐμὲ κακά, εἰπόντες· ∆ήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Τί ἐποίησας, ὦ Ἰσραήλ, τὸ καινὸν ἀδίκημα; Ἠτίμησας τὸν τιμήσαντά σε. Ἠδόξησας τὸν δοξάσαντά σε. Ἀπηρνήσω τὸν ὁμολογήσαντά σε. Ἀπεκήρυξας τὸν κηρύξαντά σε. Ἀπέκτεινας τὸν ζωοποιήσαντά σε. Τί ἐποίησας, ὦ Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖν. Πεπλάνησαι, ὦ Ἰσραήλ, τοιαῦτα σοφιζόμενος ἐπὶ τῇ τοῦ κυρίου σφαγῇ. Ἔδει αὐτὸν παθεῖν, ἀλλ' οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν ἀτιμασθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν κριθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν κρεμασθῆναι, ἀλλ' οὐχ ὑπὸ τῆς δεξιᾶς σου. Ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν ὤφειλες βοῆσαι τὴν φωνήν· «Ὦ δέσποτα, εἰ καὶ ἔδει σου τὸν υἱὸν παθεῖν καὶ τοῦτό σού ἐστιν τὸ θέλημα, πασχέτω δή, ἀλλὰ ὑπ' ἐμοῦ μή. Πασχέτω ὑπὸ ἀλλοφύλων. Κρινέσθω ὑπὸ ἀκροβύστων. Προσηλούσθω ὑπὸ τυραννικῆς δεξιᾶς, ὑπὸ δὲ ἐμοῦ μή.» Σὺ δὲ ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν οὐκ ἐβόησας τὴν φωνήν, οὐδὲ ἀφωσίωσαι τῷ δεσπότῃ, οὐδὲ ἐδυσωπήθης τὰ ἔργα αὐτοῦ. Οὐκ ἐδυσώπησέν σε χεὶρ ξηρὰ ἀποκαθεσταμένη τῷ σώματι, οὐδὲ ὀφθαλμοὶ πηρῶν διὰ χειρὸς αὐτοῦ ἀνοιγόμενοι, οὐδὲ παραλελυμένα σώματα διὰ φωνῆς αὐτοῦ ἀναπηγνύμενα, οὐδὲ τὸ καινότερόν σε ἐδυσώπησεν σημεῖον, νεκρὸς ἐκ μνημείου ἐγειρόμενος ἤδη τεσσάρων ἡμερῶν. Σὺ μὲν οὖν ταῦτα παραπεμψάμενος ἑσπέρας ἐπὶ τὴν τοῦ κυρίου σφαγὴν ἡτοίμασας αὐτῷ ἥλους ὀξεῖς καὶ μάρτυρας ψευδεῖς καὶ βρόχους καὶ μάστιγας καὶ ὄξος καὶ χόλην καὶ μάχαιραν καὶ θλῖψιν ὡς ἐπὶ φόνιον λῃστήν. Ἐπενεγκὼν γὰρ αὐτῷ καὶ μάστιγας τῷ σώματι καὶ ἄκανθαν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰς καλὰς αὐτοῦ χεῖρας ἔδησας, αἵ σε ἔπλασαν ἀπὸ γῆς, καὶ τὸ καλὸν αὐτοῦ ἐκεῖνο στόμα τὸ ψωμίσαν σε ζωήν, ἐψώμισας χολήν, καὶ ἀπέκτεινάς σου τὸν κύριον ἐν τῇ μεγάλῃ ἑορτῇ.
Καὶ σὺ μὲν ἦσθα εὐφραινόμενος, ἐκεῖνος δὲ λιμώττων. Σὺ ἔπινες οἶνον καὶ ἄρτον ἤσθιες, ἐκεῖνος δὲ ὄξος καὶ χολήν. Σὺ ἦσθα φαιδρὸς τῷ προσώπῳ, ἐκεῖνος δὲ ἐσκυθρώπαζεν. Σὺ ἦσθα ἀγαλλιώμενος, ἐκεῖνος δὲ ἐθλίβετο. Σὺ ἔψαλλες, ἐκεῖνος δὲ ἐκρίνετο. Σὺ ἐκέλευες, ἐκεῖνος δὲ προσηλοῦτο. Σὺ ἐχόρευες, ἐκεῖνος δὲ ἐθάπτετο. Σὺ μὲν ἐπὶ στρωμνῆς μαλακῆς ἦσθα κατακείμενος, ἐκεῖνος δὲ ἐν τάφῳ καὶ σορῷ. Ὦ Ἰσραὴλ παράνομε, τί δὴ τοῦτο ἀπηργάσω τὸ καινὸν ἀδίκημα, καινοῖς ἐμβαλών σου τὸν κύριον πάθεσιν, τὸν δεσπότην σου, τὸν πλάσαντά σε, τὸν ποιήσαντά σε, τὸν τιμήσαντά σε, τὸν Ἰσραὴλ καλέσαντά σε; Σὺ δὲ Ἰσραὴλ οὐχ εὑρέθης, οὐ γὰρ εἶδες τὸν θεόν, οὐκ ἐνόησας τὸν κύριον, οὐκ ᾔδεις, ὦ Ἰσραήλ, ὅτι οὗτός ἐστιν ὁ πρωτότοκος τοῦ θεοῦ, ὁ πρὸ ἑωσφόρου γεννηθείς, ὁ τὸ φῶς ἐπαναστήσας, ὁ τὴν ἡμέραν λαμπρύνας, ὁ τὸ σκότος διακρίνας, ὁ τὴν πρώτην βαλβῖδα πήξας, ὁ κρεμάσας τὴν γῆν, ὁ σβέσας ἄβυσσον, ὁ ἐκτείνας τὸ στερέωμα, ὁ κοσμήσας τὸν κόσμον, ὁ τοὺς ἐν οὐρανῷ ἁρμόσας ἀστέρας, ὁ τοὺς φωστῆρας λαμπρύνας, ὁ τοὺς ἐν οὐρανῷ ποιήσας ἀγγέλους, ὁ τοὺς ἐκεῖ πήξας θρόνους, ὁ τὸν ἐπὶ γῆς ἀναπλασσάμενος ἄνθρωπον. Οὗτος ἦν ὁ ἐκλεξάμενός σε καὶ καθοδηγήσας σε ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν Νῶε, ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραάμ, ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν Ἰσὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς ιβʹ πατριάρχας. Οὗτος ἦν ὁ καθοδηγήσας σε εἰς Αἴγυπτον καὶ διαφυλάξας σε κἀκεῖ διαθρεψάμενος. Οὗτος ἦν ὁ φωταγωγήσας σε ἐν στύλῳ, καὶ σκεπάσας σε ἐν νεφέλῃ, ὁ τεμὼν Ἐρυθρὰν θάλασσαν καὶ διαγαγών σε καὶ τὸν ἐχθρόν σου ἀποσκεδάσας. Οὗτός ἐστιν ὁ ἐξ οὐρανοῦ σοι μαννοδοτήσας, ὁ ἐκ πέτρας σε ποτίσας, ὁ ἐν Χωρήβ σοι νομοθετήσας, ὁ ἐν γῇ σοι κληροδοτήσας, ὁ ἐξαποστείλας σοι τοὺς προφήτας, ὁ ἐξεγείρας σου τοὺς βασιλεῖς. Οὗτός ἐστιν ὁ πρός σε ἀφικόμενος, ὁ τοὺς πάσχοντάς σου θεραπεύσας καὶ τοὺς νεκρούς σου ἀναστήσας. Οὗτός ἐστιν εἰς ὃν ἠσέβησας. Οὗτός ἐστιν εἰς ὃν ἠδίκησας. Οὗτός ἐστιν ὃν ἀπέκτεινας. Οὗτός ἐστιν ὃν ἀπηργυρίσω ἀπαιτήσας παρ' αὐτοῦ τὰ δίδραχμα ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ. Ἀχάριστε Ἰσραήλ, δεῦρο, καὶ κρίθητι πρός με περὶ τῆς ἀχαριστίας σου. Πόσου ἀνετιμήσω τὸ ὑπ' αὐτοῦ καθοδηγηθῆναι; Πόσου ἀνετιμήσω τὴν τῶν πατέρων σου ἀνεύρεσιν; Πόσου ἀνετιμήσω τὴν εἰς Αἴγυπτον κάθοδον καὶ τὴν ἐκεῖ διατροφὴν διὰ τοῦ καλοῦ Ἰωσήφ; Πόσου ἀνετιμήσω τὰς δέκα πληγάς; Πόσου ἀνετιμήσω τὸν νυκτερινὸν στῦλον καὶ τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν καὶ τὴν ἐκ γῆς κληρονομίαν καὶ τὰς ἐκεῖ δωρεάς; Πόσου ἀνετιμήσω τοὺς πάσχοντας οὓς αὐτὸς παρὼν ἐθεράπευσεν; Τίμησαί μοι τὴν ξηρὰν χεῖρα ἣν ἀποκατέστησεν τῷ σώματι. Τίμησαί μοι τοὺς ἐκ γενετῆς τυφλοὺς οὓς διὰ φωνῆς ἐφωταγώγησεν. Τίμησαί μοι τοὺς κειμένους νεκροὺς οὓς ἐκ μνημείου ἀνέστησεν γ' δὴ δ' ἡμέρων. Ἀτίμητοι αἱ παρ' αὐτοῦ σοι δωρεαί. Σὺ δὲ ἀτίμως ἀνταπέδωκας εἰς αὐτὸν τὰς ἀχαριστίας ἀνταποδοὺς αὐτῷ κακὰ ἀντὶ καλῶν καὶ θλῖψιν ἀντὶ χαρᾶς καὶ θάνατον ἀντὶ ζωῆς, ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει.
Εἶτα ἐὰν μὲν ἔθνους ἁρπαγῇ βασιλεὺς ὑπὸ ἐχθρῶν, δι' αὐτὸν πόλεμος συνίσταται, δι' αὐτὸν τεῖχος ῥήγνυται, δι' αὐτὸν πόλις ἀναρπάζεται, δι' αὐτὸν λύτρα πέμπεται, δι' αὐτὸν πρέσβεις ἀποστέλλονται ἵνα λημφθῇ ἢ ἵνα εἰς ζωὴν ἀναπεμφθῇ ἢ ἵνα νεκρὸς ταφῇ. Σὺ δὲ ἐναντίον κατὰ τοῦ κυρίου σου ἤνεγκας ψῆφον. Ὃν γὰρ τὰ ἔθνη προσεκύνει καὶ ἀκρόβυστοι ἐθαύμαζον καὶ ἀλλόφυλοι ἐδόξαζον, ἐφ' ᾧ καὶ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας, σὺ τοῦτον ἀπέκτεινας ἐν τῇ μεγάλῃ ἑορτῇ. Τοιγαροῦν πικρά σοι ἡ τῶν ἀζύμων ἑορτή, καθώς σοι γέγραπται· «Ἔδεσθε ἄζυμα μετὰ πικρίδων.» Πικροί σοι ἧλοι οὓς ὤξυνας, Πικρά σοι γλῶσσα ἣν παρώξυνας. Πικροί σοι ψευδομάρτυρες οὓς ἔστησας. Πικροί σοι βρόχοι οὓς ἡτοίμασας. Πικραί σοι μάστιγες ἃς ἔπλεξας. Πικρός σοι Ἰούδας ὃν ἐμισθοδότησας. Πικρός σοι Ἡρώδης ᾧ ἐξηκολούθησας. Πικρός σοι Καϊάφας ᾧ ἐπείσθης. Πικρά σοι χολὴ ἣν ἐσκεύασας. Πικρόν σοι ὄξος ὃ ἐγεώργησας. Πικρά σοι ἄκανθα ἣν ἤμησας. Πικραί σοι χεῖρες ἃς ᾕμαξας. Ἀπέκτεινάς σου τὸν κύριον ἐν μέσῳ Ἰερουσαλήμ. Ἀκούσατε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ ἴδετε· Καινὸς φόνος γέγονεν ἐν μέσῳ Ἰερουσαλήμ, ἐν πόλει νομικῇ, ἐν πόλει Ἑβραϊκῇ, ἐν πόλει προφητικῇ, ἐν πόλει δικαίᾳ νομιζομένῃ. Καὶ τίς πεφόνευται; Τίς δὲ ὁ φονεύς; Εἰπεῖν αἰδοῦμαι καὶ λέγειν ἀναγκάζομαι. Εἰ μὲν γὰρ νύκτωρ γεγόνει ὁ φόνος ἢ ἐπ' ἐρημίας ἦν ἐσφαγμένος, σιγᾶν εὔχρηστον ἦν· νῦν δὲ ἐπὶ μέσης πλατείας καὶ πόλεως, ἐν μέσῳ πόλεως πάντων ὁρώντων γέγονεν δικαίου ἄδικος φόνος. Καὶ οὕτως ὑψοῦται ἐπὶ ξύλου καὶ τίτλος πρόσκειται τὸν πεφονευμένον σημαίνων. Τίς οὗτος; Τὸ εἰπεῖν βαρὺ καὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντες δι' ὃν ἐτρόμησεν ἡ γῆ· Ὁ κρεμάσας τὴν γῆν κρέμαται. Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκται. Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται. Ὁ δεσπότης παρύβρισται. Ὁ θεὸς πεφόνευται. Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος. Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς.
Ὁ δεσπότης παρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆς ἠξίωται ἵνα μὴ θεαθῇ. ∆ιὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά-φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ-λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ-λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς. Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος ἔτρεμεν ἡ γῆ. Τοῦ λαοῦ μὴ φοβηθέντος ἐφοβήθησαν οἱ οὐρανοί. Τοῦ λαοῦ μὴ περιεσχισμένου περιεσχίσατο ὁ ἄγγελος. Τοῦ λαοῦ μὴ κωκύσαντος «ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὕψιστος ἔδωκεν φωνήν». ∆ιὰ τοῦτο, ὦ Ἰσραήλ, ἐπὶ τοῦ κυρίου οὐκ ἐτρόμησας, ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθης, ἐπὶ τοῦ κυρίου οὐκ ἐκώκυσας, ἐπὶ τῶν πρωτοτόκων σου ἀνεκώκυσας, ἐπὶ τοῦ κρεμαμένου κυρίου οὐ περιεσχίσω ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω· Ἐγκατέλιπες τὸν κύριον, οὐχ εὑρέθης ὑπ' αὐτοῦ. Ἠδάφισας τὸν κύριον, ἠδαφίσθης χαμαί. Καὶ σὺ μὲν κεῖσαι νεκρός, ἐκεῖνος δὲ ἀνέστη ἐκ νεκρῶν καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Κύριος, ἐνδυσάμενος τὸν ἄνθρωπον, καὶ παθὼν διὰ τὸν πάσχοντα, καὶ δεθεὶς διὰ τὸν κρατούμενον, καὶ κριθεὶς διὰ τὸν κατάδικον, καὶ ταφεὶς διὰ τὸν τεθαμμένον, ἀνέστη ἐκ νεκρῶν καὶ ταύτην ἐβόησεν τὴν φωνήν «"3Τίς ὁ κρινόμενος πρός με; Ἀντιστήτω μοι."3
Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάνατον καὶ θριαμβεύσας τὸν ἐχθρὸν καὶ καταπατήσας τὸν ᾅδην καὶ δήσας τὸν ἰσχυρὸν καὶ ἀφαρπάσας τὸν ἄνθρωπον εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ἐγώ, φησίν, ὁ Χριστός.» «Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων. Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις, ἐγὼ τὸ πάσχα τῆς σωτηρίας, ἐγὼ ὁ ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς, ἐγὼ τὸ λύτρον ὑμῶν, ἐγὼ ἡ ζωὴ ὑμῶν, ἐγὼ ἡ ἀνάστασις ὑμῶν, ἐγὼ τὸ φῶς ὑμῶν, ἐγὼ ἡ σωτηρία ὑμῶν, ἐγὼ ὁ βασιλεὺς ὑμῶν. Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Ἐγὼ ὑμῖν δείξω τὸν ἀπ' αἰώνων πατέρα. Ἐγὼ ὑμᾶς ἀναστήσω διὰ τῆς ἐμῆς δεξιᾶς.» Οὗτός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πλάσας ἐν ἀρχῇ τὸν ἄνθρωπον, ὁ διὰ νόμου καὶ προφητῶν κηρυσσόμενος, ὁ ἐν παρθένῳ σαρκωθείς, ὁ ἐπὶ ξύλῳ κρεμασθείς, ὁ εἰς γῆν ταφείς, ὁ ἐκ νεκρῶν ἀνασταθείς, καὶ ἀνελθὼν εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι καὶ σῴζειν δι' οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων. Οὗτός ἐστιν «τὸ ˉˉΑ καὶ τὸ ˉˉΩ». Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος», ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον. «Οὗτός ἐστιν ὁ Χριστός.» Οὗτός ἐστιν ὁ βασιλεύς. Οὗτός ἐστιν Ἰησοῦς, οὗτος ὁ στρατηγός, οὗτος ὁ κύριος, οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν, οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός. Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται, «ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν». Μελίτωνος Περὶ Πάσχα Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ-γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας. {}Ὑμνήσατε τὸν πατέρα οἱ ἅγιοι, ᾄσατε τῇ μητρὶ παρθένοι. {}Ὑμνοῦμεν, ὑπερυψοῦμεν, ἅγιοι. {}Ὑψώθητε, νύμφαι καὶ νυμφίοι, ὅτι ηὕρατε τὸν νυμφίον ὑμῶν Χριστόν. Εἰς οἶνον πίετε, νύμφαι καὶ νυμφίοι, ...