Σωφρόνιος, Ἱεροσόλυμα Πατριάρχης (~560-638)

Συνοδικὴ Ἐπιστολή (634 μ.Χ.)

ΣΩΦΡΟΝΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΠΡΟΣ ΣΕΡΓΙΟΝ ΚΩΝ/ΠΟΛΕΩΣ ΣΥΝΟΔΙΚΗ ΕΠΙΣΤΟΛΗ 634 μ.Χ.

Δεσπότῃ πάντων ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ Σεργίω, ἀρχιεπισκόπῳ καὶ πατριάρχῃ Κωνσταντινουπόλεως, Σωφρόνιος, ἀχρεῖος δοῦλος τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως.

Βαβαί, βαβαί, παμμακάριστοι, πῶς μοι φίλον νῦν τὸ ἡσύχιον, καὶ πολὺ τοῦ πρὶν προσφιλέστερον, ἀφ’ οὗπερ ἐξ ἡσυχίας ἀπράγμονος εἰς πραγμάτων τύρβην ἐλήλυθα, καὶ χερσαίοις τισὶ καταντλοῦμαι τοῖς κύμασι! Βαβαί, βαβαί, θεοτίμητοι, πῶς μοι νῦν ἡδὺ τὸ ἐλάχιστσν, καὶ τοῦ πρὶν οὐ μετρίως ἡδύτερον, ἀφ’ οὗπερ ἐκ κοπρίας καὶ γῆς καὶ ἀφάτου καὶ πολλῆς ταπεινότητος εἰς θῶκον ἱεραρχικὸν ἀνελήλυθα. Καὶ πολὺν ὁρῶ σννεζευγμένον τὸν κλύδωνα, καὶ τῷ κλύδωνι παρομαρτοῦντα τὸν κίνδυνον. Οὐχ οὕτω γὰρ ἥδιστα καθορᾶται τὰ ἥδιστα πρὸ τῆς τῶν ἀηδῶν πείρας καὶ γνώσεως, ὡς ὅταν μετὰ πεῖραν καὶ ἔφοδον τῶν λυπηρῶν καταφαίνηται· οὕτως ὑγεία τοῖς μεθ’ ὑγείαν νοσοῦσι τριπόθητος· οὕτω γαλήνη τῆς μετὰ γαλήνην χειμαζομένοις ἐπίχαρτος· οὕτω πλοῦτος τοῖς μετὰ πλοῦτον πενομένοις ἐράσμιος. Καὶ πάντα τις οὕτως ἂν ἴδοι τυγχάνοντα αὐτὰ μὲν ὄντα καὶ μένοντα φυσικῇ καὶ οὐσιώδει ποιότητι, ὁποῖά περ καὶ πρὸ τῆς τῶν ἐναντίων πείρας ἐφαίνετο· κομψότερα δὲ μετὰ τὴν τούτων γνῶσιν γιγνόμενα καὶ τοῖς αὐτὰ δεδεγμένοις πολὺ τιμιότερα, οὐ μὴν ἀλλὰ καὶ τερπνότερα καὶ πολὺ ποθεινότερα. Καὶ τοῦτο ἡμῖν Ἰὼβ ὁ ἀοίδιμος συμψηφιεῖται λαμπρότατα, διὰ πείρας ἑκατέρων γενόμενος, καὶ τὰς ψήφους ὀρθὰς ὁριζόμενος, καὶ δίκαιος ἂν εἴη κριτὴς τῶν λεγομένων ἡμῖν προερχόμενος, καὶ κρίσιν ὁρίζων ἀπροσκλινῆ καὶ ἀδέκαστον. Τί οὖν ἐκεῖνος ὁ ἀθλητής φησιν ὁ ἀδάμαστος, τῶν ἡδονῶν παθὼν τὴν μετάβλησιν καὶ τῶν λυπούντων ἐλθὼν εἰς ἐπίκλησιν; «Τίς ἄν με θείη κατὰ μῆνα τῶν ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν, ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου; ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε ἤμην ἐπιβρίθων ὁδούς, ὅτε ὁ Κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβύται δὲ ἐπανέστησαν, ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι, οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με». Οὐκοῦν εἰκότως κἀγώ, μακαριότατοι, σὺν Ἰὼβ τῷ πεντάθλῳ βοήσομαι, τῶν πάλαι μοι προσόντων καλῶν τῇ μνήμῃ βαλλόμενος. Γαληνὸς ταῦτα βίος ἦν καὶ ἡσύχιος, καὶ ταπεινότης οὐδένα γινώσκουσα κλύδωνα. Τίς ἄν με θείη κατὰ μῆνα τῶν ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαττεν ἄθλιπτον, ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου εἰρηναίαν βιοῦντος ζωὴν καὶ ἀκύμαντον, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε τῆς ἡσυχίας ἐτρύγων τὰς βότρυας, ὅτε γαλήνης ἐβριθόμην γεννήμασιν, ὅτε ἀταραξίας ἐτρύφων βλαστήμασιν, ὅτε ἀμεριμνίας ἠγαλλίων τοῖς ἄνθεσιν, ὅτε ἀφοβίας ἐστεφανούμην τοῖς κάλυξιν, ὅτε ἀπραγμοσύνης ἡστιώμην ταῖς χάρισιν, ὅτε τῆς ἐπιγείου πενίας ἀπήλαυον, ὅτε τῆς ἀκινδύνου κοπρίας ἤρουν τοὺς αὔλακας, ὅτε τῆς ἀκυμάντου πτωχείας τὴν θάλατταν ἔπλεον, ὅτε τῆς χθαμαλῆς ἑστίας ἐγαννύμην τοῖς κάλλεσιν, ὅτε τῆς χαμαιτρόφου διαίτης μάννα τὸ μελίρρυτον ἤσθιον, ἄλλος τις Ἰσραὴλ καὶ αὐτὸς θεωρούμενος, καὶ τρυφὴν τρυφῶν εἰρηνικὴν καὶ οὐράνιον ἄνευ γογγυσμοῦ καὶ γνώμης ἀγνώμονος;

Ἐπεὶ οὖν ταῦτα καὶ τούτων πέρα, σοφώτατοι, εἰς ἐμὲ τὸν τρισάθλιον ἀνάγκῃ μεγάλῃ καὶ βίᾳ θεοφιλῶν κληρικῶν καὶ εὐλαβῶν μοναχῶν καὶ πιστῶν λαϊκῶν, τῶν πάντων πολιτῶν τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως, τῶν χειρί με βιασαμένων καὶ τυραννίδι δρασάντων γεγένηται, οἷοις οὐκ οἶδα οὐδὲ ἐπίσταμαι κρίμασιν, ἀξιῶ τοὺς πανιέρους ὑμᾶς καὶ προτρέπομαι, μὴ μόνον εὐχαῖς καθαραῖς ταῖς πρὸς Κύριον ἐπικουρεῖν ἐμοὶ βιωτικῶς θαλαττεύοντι, εἶτα δὲ καὶ κινδυνεύοντι, καὶ στηρίζειν με μικροψυχίας ὀκλάξοντα, ἀλλὰ καὶ θεοπνεύστοις διδάγμασι ποδηγεῖν πρὸς τὴν τῶν πρακτέων ἐγχείρησιν, τοῦτο μὲν ὡς πατέρες καὶ φύσαντες, τοῦτο δὲ ὡς ἀδελφοὶ καὶ ὁμαίμονες. Δότε γοῦν ὑμεῖς ἐμοὶ πατρικῶς τε καὶ ἀδελφικῶς τὰ αἰτήματα, δίκαιά γε τυγχάνοντα, κἀγὼ ταῖς ὑμετέραις ποδηγίαις ἐφέψομαι, καὶ συμπλοκὴν τὴν πρὸς ὑμᾶς ἐμπορεύσομαι, ἣν ἡ πίστις συνδεῖ τοὺς ὁμόφρονας καὶ ἡ ἐλπὶς συνενοῖ τοὺς εὐθύφρονας καὶ ἡ ἀγάπη συνδεσμοῖ τοὺς θεόφρονας. Ὧν τὸ σχοινίον τὸ ἔντριτον, κἂν τριῶν τουτωνὶ τῶν θείων ἀρετῶν συμπλεκόμενον, οὔτε λύσιν ἐπίσταται, οὔτε ῥῆξιν ὑφίσταται, οὔτε χωρισμὸν παραδέχεται· ἀλλ’ ἔστιν ἀληθῶς ἀδιάρρηκτον, εἰς μίαν συνάγον εὐσέβειαν τοὺς τὴν πλοκὴν αὐτοῦ πλουτοῦντας τὴν ἔνθεον. Ἐπεὶ δέ τις ἀποστολικὴ καὶ ἀρχαία παράδοσις ἐν ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίαις Ἐκκλησίαις κεκράτηκεν, ὅπως οἱ πρὸς ἱε­ραρχίαν ἀγόμενοι τοῖς πρὸς αὐτῶν τὰς ἱεραρχίας χειρίζουσι πάντα εἰλικρινῶς ἀνατίθωνται, ὅπως φρονοῖεν καὶ ὅπως πίστεως ἔχοιεν, ἣν Παῦλος αὐτοῖς ὁ σοφότατος ἄγαν ἀσφαλῶς παραδέδωκεν, ἵνα μὴ εἰς κενὸν τὰ δρομήματα τεύχοιεν· κενὸς γὰρ αὐτοῖς ἅπας ὁ δρόμος ἐγίγνετο, ἀδικουμένης κατά τι τῆς πίστεως. Ἐκεῖνος γὰρ ὁ θεσπέσιος, ὁ Θεοῦ φωνῶν ἀκροασάμενος, καὶ οὐρανὸν αὐτὸν ἐσχηκῶς παιδευτήριον, καὶ παραδείσου θεωρὸς γενόμενος πρόωρος, καὶ ῥημάτων ἑτέροις ἀρρήτων ἀνθρώποις πυθόμενος, ἐδεδοίει καὶ ἔτρεμε, καὶ ὡς αὐτός φησιν, ἐπεφόβητο, μήπως ἄλλοις κηρύξας Χριστὸν τὸ σωτήριον κήρυγμα, αὐτὸς ἀδόκιμος γένηται. Ὅθεν καὶ ἐν Ἱεροσολύμοις ἀνήρχετο ὁ Χριστοῦ μαθητὴς ἐπουράνιος καὶ τοῖς πρὸ αὐτοῦ θείοις μαθηταῖς ὑπεκλίνετο, καὶ τὸ εὐαγγελικὸν ὅπερ ἐκήρυττε δίδαγμα, τοῖς τῶν ἄλλων δοκοῦσι προὔχειν ἐγνώριζε, καὶ κοινωνοὺς αὐτοὺς ἐποιεῖτο τοῦ δόγματος, τὸ ἀσφαλὲς ἑαυτῷ μνηστευόμενος, καὶ τοῖς μετ’ αὐτὸν δεχομένοις αὐτοῦ τὰ διδάγματα, καὶ τύπος ἅπασι σωτηρίας γινόμενος ἄριστος τοῖς ἀκολουθεῖν αὐτοῦ βουλομένοις τοῖς ἴχνεσι. Τούτῳ τοιγαροῦν καὶ ἡμεῖς τῷ ἔθει δουλεύοντες, καὶ νόμον ἡγούμενοι κάλλιστον πᾶν τὸ τοῖς πάλαι πρεπόντως γινόμενον, ἀποστολικῷ μάλιστα κρατυνθὲν ἐγχειρήματι, τὸ ὅπως ἔχομεν περὶ πίστεως γράφομεν. Καὶ τοῖς θεοσόφοις ὑμῖν πρὸς δοκιμὴν ἀποστέλλομεν, ἵνα μὴ ὅρια μετατιθέντες αἰώνια, ἅπερ ἡμῶν οἱ Πατέρες ἔθεντο δόξωμεν, οὐ διακρίνειν μόνον εἰδόσιν ἀπὸ τῶν νόθων τὰ δοκίμια δόγματα, ἀλλὰ καὶ προσαναπληροῦν τὰ λείποντα διὰ τὴν καὶ ἐν Χριστῷ τελείαν ἀγάπησιν δυναμένοις ἀκριβῶς καὶ ἰσχύουσιν. Ἐκεῖνα γοῦν λέξων ἐλεύσομαι, ἅπερ ἀπ’ ἀρχῆς ἐν Ἐκκλησίᾳ τῇ ἁγίᾳ καὶ καθολικῇ τεχθεὶς καὶ τραφεὶς ἐκμεμάθηκα, κἀξ ἁπαλῶν φρονεῖν ὀνύχων παρείληφα, καὶ κηρυττόντων ὑμῶν τῶν θεοπνεύστων ἀκήκοα.

Πιστεύω τοίνυν, μακάριοι, καθάπερ ἀρχῆθεν πεπίστευκα, εἰς ἕνα Θεόν, πατέρα, παντοκρά­τορα, ἄναρχον παντελῶς καὶ ἀΐδιον, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἀϊδίως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντα τοῦ Θεοῦ καὶ Πατρός· καὶ οὐκ ἄλλην ἀρχὴν ἢ τὸν Πατέρα γινώσκοντα, ἀλλ’ οὐδὲ ἄλλοθέν ποθεν ἢ ἐκ τοῦ Πατρὸς τὴν ὑπόστασιν ἔχοντα· φῶς ἐκ φωτὸς ὁμοούσιον, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ συναΐδιον. Εἰς ἓν Πνεῦμα ἅγιον, τὸ ἐκ Θεοῦ Πατρὸς ἐκπορευόμενον, τὸ φῶς καὶ Θεὸν καὶ αὐτῷ γνω­ριζόμενον, καὶ ὂν ἀληθῶς Πατρὶ καὶ Υἱῷ συναΐδιον, ὁμοούσιόν τε καὶ ὁμόφυλον, καὶ τῆς αὐτῆς οὐσίας καὶ φύσεως, καὶ ὡσαύτως δὲ καὶ θεότητος. Τριάδα ὁμοούσιον καὶ ὁμότιμον καὶ ὁμόθρονον, συμφυᾶ καὶ συγγενῆ καὶ ὁμόδοξον, εἰς μίαν συγκεφαλαιουμένην θεότητα, καὶ εἰς μίαν συναγομένην κοινὴν κυριότητα, ἄνευ προσωπικῆς ἀναχύσεως, καὶ ὑποστατικῆς ἐκτὸς συναιρέσεως. Τριάδα γὰρ ἐν μονάδι πιστεύομεν, καὶ μονάδα ἐν Τριάδι δοξάζομεν· Τριάδα μὲν ταῖς τρισὶν ὑποστάσεσι, μονάδα δὲ τῷ μοναδικῷ τῆς θεότητος. Ἥ τε γὰρ ἁγία Τριὰς ἀριθμητὴ ταῖς προσωπικαῖς ἐστιν ὑποστάσεσιν, ἥ τε παναγία μονὰς πάσης ἐκτός ἐστιν ἀριθμήσεως. Καὶ ἡ μὲν ἀδιαίρετον ἔχει διαίρεσιν καὶ ἀσύγχυτον φέρει συνάφειαν· διαιρούμενη γὰρ ταῖς ἀριθμηταῖς ὑποστάσεσι καὶ ἀριθμουμένη ταῖς προσωπικαῖς ἑτερότησι, τῷ ταυτῷ τῆς οὐσίας καὶ τῆς φύσεως ἥνωται καὶ τὸν παντελῆ μερισμὸν οὐ προσίεται. Ἥ τε μονὰς ἑνιαία τέ ἐστι καὶ ἄζυγος, καὶ πᾶσαν φεύγει τὴν κατ’ οὐσίαν ἀρίθμησιν. Εἷς γὰρ Θεὸς ἡμῖν ἀραρότως πιστεύεται, ὅτι καὶ θεότης μία διαπρυσίως κηρύσσεται, κἂν ἐν Τριάδι προσώπων γινώσκηται. Καὶ εἷς Κύριος ἡμῖν ἀναγγέλλεται, ὅτι καὶ κυριότης μία βεβαίως διέγνωσται, κἂν ἐν τρισὶν ὑποστάσεσι δείκνυται· οὔτε καθὸ εἷς Θεὸς ὁ Θεὸς καὶ μία θεότης ἐστὶ διαιρούμενος, καὶ εἰς τρεῖς Θεοὺς μεριζόμενος, ἢ εἰς τρεῖς θεότητας ἐκφερόμενος· οὔτε καθὸ εἷς Κύριος ὁ εἷς Κύριος διϊστάμενος καὶ εἰς κυρίους τρεῖς εὐρυνόμενος ἢ κυριότητας τρεῖς πλατυνόμενος. Ἀρειανῶν τὸ δυσσέβημα εἰς ἀνίσους θεοὺς τὸν ἕνα κατατέμνειν Θεόν, καὶ εἰς ἀνομοίους θεότητας τὴν μίαν μερίζειν θεότητα, καὶ εἰς ἑτερογενεῖς τρεῖς κυριότητας τὴν μίαν διϊστᾶν κυριότητα. Οὔτε καθὸ Τριὰς ὁ εἷς Θεός ἐστι καὶ γνωρίζεται, καὶ ὑποστάσεις τρεῖς καταγγέλλεται, καὶ εἰς τρία πρεσβεύεται πρόσωπα, καὶ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον λέγεται, συστελλόμενος ἢ συντιθέμενος ἢ συγχεόμενος, καὶ εἰς μίαν ἑαυτὸν συναλείφων ὑπόστασιν, καὶ εἰς ἓν συγκρίνων οὐκ ἀριθμούμενον πρόσωπον. Σαβελλιανῶν τὸ ἀνόμημα εἰς μίαν τὰς τρεῖς ὑποστάσεις συγχέειν ὑπόστασιν, καὶ εἰς ἓν τὰ τρία συμφύρειν πρόσωπα πρόσωπον. Ποῦ γὰρ Τριάς, ὦ δυσσεβέστατοι, εἰ πρὸς ἕν, καθ’ ὑμᾶς, ἡ Τριὰς συναχθήσεται πρόσωπον, καὶ πρὸς μίαν δραμεῖται συγκεχυμένην ὑπόστασιν; Ἢ ποῦ μονάς, ὦ μανικώτατοι, εἰ πρὸς οὐσίας τρεῖς ἡ μονὰς ἐξαχθήσεται, καὶ πρὸς φύσεις τρεῖς πλατυνθήσεται, καὶ εἰς τρεῖς θεότητας πληθυνθήσεται;

Ἀσεβὲς γὰρ παρ’ ὀρθοδόξοις ἑκάτερον, καὶ πάντῃ τῆς εὐσεβείας ἐξώκειλε τό τε μοναδικὸν καθ’ ὑπόστασιν, τό τε τριαδικὸν ἐν ταῖς φύσεσι. Τὸ μὲν γὰρ πρὸς Ἰουδαϊσμὸν εὐθὺς ἀποφέρεται καὶ ἑαυτῷ συναποφέρει τὸν λέγοντα· τὸ δὲ πρὸς Ἑλληνισμὸν ἐκκυλίεται καὶ ἑαυτῷ συνεκκυλίει τὸν φάσκοντα. Καὶ ἢ πάντως ἑλληνίζει ὁ τοῦτο μανικῶς σὺν Ἀρείῳ φθεγγόμενος, ἢ ἰουδαΐζει ἐκεῖνο δυσσεβῶς σὺν Σαβελλίῳ δεχόμενος. Καὶ διὰ τοῦτο καλῶς τοῖς θεολόγοις τεθέσπισται, μονάδα μὲν ἡμᾶς φρονεῖν μιᾷ καὶ ἑνιαίᾳ θεότητι, καὶ τῷ ταὐτῷ τῆς οὐσιώδους τε καὶ φυσικῆς κυριότητος, Τριάδα δὲ ταῖς ἀσυγχύτοις τρισὶν ὑποστάσεσι, καὶ τῷ διαφόρῳ τῆς τρισαρίθμου προσωπικῆς ἑτερότητος· ἵνα μήτε τὸ ἓν μείνῃ Σαβέλλιον πάντῃ ἓν θεωρούμενον, καὶ πᾶσαν ὑποστατικὴν πληθὺν ἐκτρεπόμενον, μήτε τὰ τρία σεμνύῃ τὸν Ἄρειον τρία διαμπὰξ προνοούμενα, καὶ πᾶσαν μοναδικὴν φωνὴν διωθούμενα θεότητος καὶ οὐσίας καὶ φύσεως. Ὥσπερ οὖν φρονεῖν ἕνα Θεὸν ἐδιδάχθημεν, οὕτω καὶ μίαν θεότητα καθομολογεῖν παρειλήφαμεν· καὶ ὥσπερ ὑποστάσεις τρεῖς πρεσβεύειν ἐμάθομεν, οὕτω καὶ πρόσωπα τρία δοξολογεῖν ἐπαιδεύθημεν, οὐκ ἄλλον τὸν ἕνα Θεὸν παρὰ τὰ τρία γινώσκοντες πρόσωπα, οὔτε τὰ τρία τῆς Τριάδος ὁμοούσια πρόσωπα, ἅπερ ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕτερα παρὰ τὸν ἕνα Θεὸν ἐπιστάμενοι. Καὶ διὰ τοῦτο ἓν τὰ τρία, τὰ ἐν οἷς ἡ θεότης, κηρύττομεν, καὶ τὰ τρία ἕν, ὧν ἡ θεότης ἐστίν, ἐξαγγέλλομεν· ἢ τό γε ἀκριβέστερον εἰπεῖν καὶ σαφέστερον, ἃ ἡ θεότης ἐστὶ καὶ γινώσκεται. Τὸ γὰρ αὐτὸ καὶ ἕν ἐστι καὶ τρία πιστεύεται, καὶ τρία δοξάζεται καὶ ἓν ἀληθῶς ἀναγγέλλεται.

Καὶ οὔτε τὸ ἕν, ᾗ ἕν ἐστι, τρία λαμβάνεται· οὔτε τὰ τρία, καθὸ τρία τυγχάνει, ἓν ἐξακούεται· ὃ καὶ παράδοξον καὶ πάσης γέμον ὄντως ἐκπλήξεως. Τὸ γὰρ αὐτὸ καὶ ἀριθμητόν ἐστι καὶ διαφεύγει τὴν ἐξαρίθμησιν· ἀριθμητὸν μὲν ταῖς ἑαυτοῦ τρισσαῖς ὑποστάσεσι, διαφεῦγον δὲ τῷ ἑνικῷ τῆς θεότητος τὴν ἀρίθμησιν. Τὸ γὰρ ἑνικὸν αὐτοῦ τῆς οὐσίας καὶ φύσεως ἀριθμεῖσθαι παντελῶς οὐκ ἀνέχεται, ἵνα μὴ καὶ διαφορὰν εἰσοίσῃ θεότητος, καὶ λοιπὸν οὐσίας καὶ φύσεως, καὶ πολυθεΐαν τὴν μοναρχίαν ἐργάσοιτο· πᾶς γὰρ ἀριθμὸς τὴν διαφορὰν κέκτηται σύνοικον, καὶ πᾶσα διαφορὰ καὶ διάκρισις τὸν ἀριθμὸν συνεπάγεται σύμφυτον.

Ἀριθμεῖται γοῦν ἡ μακαρία Τριὰς οὐκ οὐσίαις καὶ φύσεσι καὶ διαφόροις θεότησιν ἢ τρισαῖς κυριότησιν, ἄπαγε, ὡς Ἀρειανοὶ μαίνονται, καὶ οἱ τῆς νέας τριθεΐας λυττῶσιν ἡγούμενοι, οὐσίας τρεῖς, καὶ φύσεις τρεῖς, καὶ τρεῖς κυριότητας, καὶ τρεῖς ὁμοίως κενολογοῦντες θεότητας· ἀλλ’ ὑποστάσεσι καὶ ἰδιότησι νοεραῖς, τελείαις καθ’ ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς τῇ θεότητι. Διαιρεῖται γὰρ ἀδιαιρέτως ἡ παναγία Τριάς, καὶ διῃρημένως πάλιν συνάππεται. Τοῖς γὰρ προσώποις τὴν διαίρεσιν ἔχουσα ἀδιαίρετος μένει, καὶ ἄτμητος οὐσίᾳ καὶ φύσει, ὡσαύτως δὲ καὶ θεότητι. Καὶ διὰ τοῦτο οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε τρεῖς φύσεις ἐπὶ τῆς Τριάδος δοξάζομεν, οὔτε τρεῖς ἐπ’ αὐτῆς οὐσίας κηρύττομεν, οὔτε τρεῖς ὁμολογοῦμεν θεότητας, οὐχ ὁμοουσίους, οὐχ ἑτερουσίους, οὐχ ὁμοφύλους, οὐχ ἑτεροφύλους, οὐδ’ ὅσα μοναδικῶς ἐπ’ αὐτῆς προκηρύτ­τεται, εἰς πλῆθος ἐκφέρειν ἀφίεμεν, ἤ τινα τὴν αὐτῆς διαιρεῖν συγχωροῦμεν ἑνότητα. Οὔτε δὲ τρεῖς τινας θεοὺς ἐπιστάμεθα, ἢ τρεῖς τινας φύσεις, ἢ τρεῖς τινας οὐσίας, ἢ τρεῖς τινας θεότητας οἴδαμεν, οὐχ ὁμογενεῖς, οὐχ ἑτερογενεῖς, οὐχ ὁμοειδεῖς, οὐχ ἑτεροειδεῖς· ἀλλ’ οὔτε δὲ ὅλως θεοὺς ἢ φύσεις ἢ οὐσίας ἢ θεότητας ἔγνωμεν, ἢ γινώσκοντας οἴδαμεν· ἀλλὰ καὶ τὸν ἔχοντα ἢ φρονοῦντα ἢ γινώσκοντα, τοῖς ἀναθέμασι βάλλομεν. Ἡμεῖς γὰρ μίαν ἀρχὴν τὴν μίαν ἴσμεν θεότητα, μίαν βασιλείαν, μίαν ἐξουσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν, μίαν βούλησιν, μίαν θέλησιν, μίαν δεσποτείαν, μίαν κίνησιν, εἴτε τῶν μετ’ αὐτὴν ὄντων ἁπάντων δημιουργικήν, εἴτε προνοητικήν, εἴτε συστατικὴν καὶ συντη­ρητικήν· μίαν κυριότητα, μίαν ἀϊδιότητα, καὶ ὅσ’ ἄττα μοναδικὰ καὶ ἀσύζυγα τῆς μιᾶς οὐσίας καὶ φύσεως ἐν τρισίν ἐστι προσωπικαῖς ὑποστάσεσιν· οὔτε τὰς ὑποστάσεις συγχέοντες καὶ εἰς μίαν αὐτὰς ὑπόστασιν ἄγοντες, οὔτε τὴν οὐσίαν τὴν μίαν μερίζοντες καὶ εἰς οὐσίας τρεῖς αὐτὴν κατατέμνοντες, καὶ τὴν μίαν διὰ τοῦτο διαιροῦντες θεότητα· ἀλλ’ ἔστιν εἷς Θεός, μία θεότης ἐν τρισὶν ὑποστάσεσι λάμπουσα, καὶ τρεῖς ὑποστάσεις καὶ πρόσωπα ἐν θεότητι μιᾷ γνωριζόμενα. Διὰ τοῦτο τέλειος Θεὸς ὁ Πατήρ, τέλειος Θεὸς ὁ Υἱός, τέλειος Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ τὴν αὐτὴν καὶ μίαν ἕκαστον πρόσωπον ἀμέριστον καὶ ἀνελλιπῆ καὶ τελείαν ἔχει θεότητα. Καὶ ὡς μὲν Θεὸς τὸ αὐτὸ καθέστηκεν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· ὡς δὲ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα τὸ ἅγιον, ἕτερον καὶ ἕτερον, καὶ ἕτερον οὐ λέγεται. Κἀντεῦθεν ταῦτα τοῖς θεολήπτοις κηρύττεται, Θεός, καὶ Θεός, καὶ Θεός, ἀλλ’ εἷς τὰ τρία Θεός· οὐ γὰρ ἄλλος Θεὸς ὁ Πατήρ, οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός, οὐδὲ ἄλλος πάλιν Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπεὶ μηδ’ ἄλλη φύσις ὁ Πατήρ, μηδ’ ἄλλη φύσις ὁ Υἱός, μηδ’ ἄλλη πάλιν φύσις τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο γὰρ καὶ τοὺς πολλοὺς καὶ διαφόρους θεοὺς ἐκτεχνάζεται, καὶ τὰς πολλὰς καὶ διαφόρους ἐκτίκτει θεότητας. Ἀλλὰ Θεὸς μὲν ὁ Πατήρ, Θεὸς ὁ Υἱός, ὁμοίως δὲ Θεὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μιᾶς ἀμερίστως καὶ ἀνελλιπῶς τὰ τρία πρόσωπα πληρούσης θεότητος, καὶ ἐν ἑκάστῳ οὔσης ὁλοτελῶς καὶ ὁλικῶς. Θεότης γὰρ μερισμὸν οὐχ ὑφίσταται, καὶ ἐν τοῖς τρισὶ προσώποις πληρωτικῶς καὶ ἐντελῶς, οὐ μεριστῶς ἤγουν ἐκ μέρους πληροῦσα, ἀλλ’ ἐν ἑκάστῳ πληρεστάτως ὑπάρχουσα, καὶ μία γε μένουσα, καὶ εἰ ἐν προσώποις τρισὶ διαφαίνοιτο, καὶ πρὸς θεοτή­των πληθυσμὸν οὐκ ἐκτρέχουσα, καὶ εἰ ἐν τρισίν ἐστιν ὑποστάσεσιν· ἵνα μὴ σωματικήν τινα πάθῃ διαίρεσιν ἡ ὄντως ἀπαθὴς καὶ ἀσώματος, καὶ πάσχειν οὐκ εἰδυῖα τὰ τῆς κτίσεως ἴδια. Ἔστιν οὖν μετὰ τοῦ εἶναι Θεὸς Πατὴρ ὁ Πατήρ, καὶ οὔτε Υἱός, οὔτε Πνεῦμα ἅγιον, ἀλλ’ ὅπερ ὁ Υἱὸς κατ’ οὐσίαν ἐστί, καὶ κατὰ φύσιν τὸ Πνεῦμα τυγχάνει τὸ ἅγιον· καὶ ἔστι μετὰ τοῦ εἶναι Θεὸς ὁ Υἱός, καὶ οὔτε Πατήρ, οὔτε Πνεῦμα πανάγιον, ἀλλ’ ὅπερ ὁ Πατὴρ κατὰ φύσιν κηρύττεται, καὶ ὃ κατ’ οὐσίαν τὸ Πνεῦμα καθορᾶται τὸ ἅγιον. Καὶ ἔστι μετὰ τοῦ εἶναι Θεὸς Πνεῦμα ἅγιον, τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὔτε Πατὴρ θεωρούμενον, οὔτε Υἱὸς λαμβανόμενον, ἀλλ’ ὅπερ ὁ Πατὴρ κατ’ οὐσίαν πεπίστευται, καὶ ὅπερ ὁ Υἱὸς κατὰ φύσιν ἀγγέλλεται. Τὸ μὲν διὰ τὴν φύσιν καὶ τὴν τῆς οὐσίας ταυτότητα καὶ τὸ συγγενὲς τῆς ὑπάρξεως, τὸ δὲ διὰ τὰς ἑτέρας τῶν τριῶν ἰδιότητας καὶ τὸ τῶν ἀσυγχύτως ἕκαστον χαρακτηριζόντων πρόσωπον ἰδιωμάτων ἀνόμοιον. Ὥσπερ γὰρ τό, Θεός, ἕκαστον ἀμετάπτωτον κέκτηται, οὕτω καὶ τὴν τοῦ προσώπου χαρακτηριστικὴν ἰδιότητα ἀμετάβλητον καὶ ἀκίνητον λέλογχε τὴν αὐτῷ καὶ μόνῳ προσοῦσαν καὶ τῶν ἄλλων προσώπων αὐτὸ διακρίνουσαν, καὶ τὴν ὁμοφυᾶ καὶ ὁμότιμον, ὁμοούσιόν τε καὶ ὁμόθρονον Τριάδα τηροῦσαν ἀσύγχυτον. Τριὰς οὖν ἡ Τριάς, οὐ τελεία μόνον τῇ τῆς μιᾶς θεότητος τελειότητι, ἀλλὰ καὶ ὑπερτελὴς καὶ ὑπέρθεος, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ μὴ μεριζο­μένη, μηδὲ ἀπαλλοτριουμένη. Οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν· οὔτε οὖν ἐνέλειψε Πατρὶ Υἱός, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ’ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Καὶ περὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου, ἀϊδίου τε καὶ ἀρχικῆς καὶ πάντων δημιουργοῦ καὶ βασιλίδος Τριάδος τὸ ὅπως φρονῶ καὶ δοξάζω καὶ σέβομαι, ὡς ἐν βραχέσιν εἰπεῖν, δῆλον ὑμῖν καὶ σαφὲς διατέθεικα. Οὐ γάρ τι πλέον συνεχώρει ταύτην φάναι τῶν συνοδικῶν συλλαβῶν τὸ ἐπίτομον.

Ὅπως δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς αὐτῆς πανσέπτου Τριάδος Θεοῦ Λόγου καὶ Υἱοῦ φιλανθρώ­που τε καὶ παραδόξου σαρκώσεως, ταὐτὸν δὲ εἰπεῖν ὑπερτάτης κενώσεως, πρὸς τοὺς ἐπιγείους ἡμᾶς θεϊκῆς καὶ θεοποιοῦ καταβάσεως ἔχω καὶ φρονῶ, καὶ κηρύττειν ἐκ Πατέρων ἁγίων καὶ τῶν καθ’ ὑμᾶς θεοπνεύστων παρέλαβον, ὡς ἐπὶ τῆς ἀληθείας αὐτῆς τῆς ἐφορώσης τὰ σύμπαντα, γράμμα τουτὶ τὸ συνοδικὸν γράφων ἐκτίθημι, καὶ πρὸς τὴν ὑμῶν ἐκπέμπω τῶν πανσόφων ἀκρόασιν. Πιστεύω καὶ περὶ ταύτης, θειότατοι, ὡς ὁ Θεὸς Λόγος, ὁ τοῦ Πατρὸς μονογενὴς Υἱός, ὁ πρὸ πάντων τῶν αἰώ­νων καὶ χρόνων ἀπαθῶς ὑπ’ αὐτοῦ γεννηθεὶς τοῦ Θεοῦ καὶ Πατρός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον τοῦ ἀνθρωπίνου ἡμῶν ὀλισθήματος ἑκουσίῳ θελήματι, καὶ Θεοῦ βουλήσει τοῦ φύσαντος, καὶ συνευδοκίᾳ θείᾳ τοῦ Πνεύματος, κόλπων μὴ χωρισθεὶς τοῦ γεννήσαντος, πρὸς τοὺς ταπεινοὺς ἡμᾶς καταβέβηκεν. Ἔστι γὰρ ὥσπερ τῆς αὐτῆς βουλήσεως τῷ Πατρὶ καὶ τῷ Πνεύματι, οὕτω καὶ οὐσίας ἀπείρου καὶ φύσεως, περιγραφῆς οὐδαμῶς ἀνεχόμενος, ἢ τῆς καθ’ ἡμᾶς τοπικῆς μεταβάσεως· κατὰ φύσιν δρᾶν εἰωθὼς θεϊκὴν τὴν ἐνέργειαν καὶ μήτραν εἰσδὺς ἀπειρόγαμον, παρθενίας ἀγλαϊζομένην ἁγνότητι, Μαρίας τῆς ἁγίας καὶ φαιδρᾶς καὶ θεόφρονος καὶ παντὸς ἐλευθέρας μολύσματος, τοῦ τε κατὰ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν, σαρκοῦται ὁ ἄσαρκος, καὶ μορφοῦται τὸ ἡμῶν ὁ κατ’ οὐσίαν τὴν θείαν ὅσον εἰς σχῆμα καὶ εἶδος ἀμόρφωτος, καὶ σωματοῦται καθ’ ἡμᾶς ὁ ἀσώματος, καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γίνεται ὁ ἀεὶ Θεὸς γνωριζόμενος, καὶ μητρικῆς κοιλίας ἐγγάστριος ὁ τοῦ ἀϊδίου Πατρὸς ἐγκόλπιος δείκνυται, καὶ ὁ ἄχρονος ἀρχὴν χρονικὴν καταδέχεται. Οὐ φαντασίᾳ ταῦτα γινόμενος ἅπαν­τα, καθὰ Μανιχαίοις καὶ Οὐαλεντίνοις δοκεῖ τοῖς παράφροσιν, ἀλλ’ ἀληθείᾳ καὶ πράγματι ὅλον ἑαυτὸν κενώσας πατρικῷ καὶ οἰκείῳ θελήματι, καὶ ὅλον προσλαβὼν τὸ ἡμέτερον φύραμα, σάρκα φημὶ τὴν ἡμῖν ὁμοούσιον καὶ ψυχὴν λογικὴν τὴν ψυχαῖς ταῖς ἡμετέραις ὁμόφυλον καὶ νοῦν τῷ νῷ τῷ ἡμῶν παραπλήσιον. Ταῦτα γὰρ ἄνθρωπός ἐστι καὶ γινώσκεται· καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γέγονεν ἐξ αὐτῆς ἄκρας τῆς ἐν Παρθένῳ τῇ παναγίᾳ συλλήψεως. Ἄνθρωπος γὰρ χρηματίζειν ἐβούλετο, ἵνα τῷ ὁμοίῳ ἀνακαθάρῃ τὸ ὅμοιον, καὶ τῷ συγγενεῖ τὸ συγγενὲς ἀνασώσηται, καὶ τῷ συμφυεῖ τὸ συμφυὲς ἐκλαμπρύνῃ. Διὰ τοῦτο Παρθένος ἁγία λαμβάνεται, καὶ σῶμα καὶ ψυχὴν ἁγιά­ζεται, καὶ οὕτως ὑπουργεῖ τῇ σαρκώσει τοῦ κτίσαντος ὡς καθαρὰ καὶ ἁγνὴ καὶ ἀμόλυντος.

Σαρκοῦται γοῦν ὁ Λόγος καὶ Θεὸς τὸ ἡμέτερον, οὐ προπλασθείσῃ σαρκὶ συναπτόμενος, ἢ προμορφωθέντι καὶ κατ’ αὐτὸ προϋποστάντι ποτὲ προσπλεκόμενος σώματι, ἢ προϋποστάσῃ ψυχῇ συντιθέμενος, ἀλλὰ τότε τούτοις παραγενομένοις πρὸς ὕπαρξιν, ὅτε αὐτοῖς ὁ Λόγος αὐτὸς καὶ Θεὸς συνετίθετο φυσικῶς, σύγχρονον ἔχοντα τῇ ὑπάρξει τὴν ἕνωσιν, καὶ οὐ πρὸ τῆς πρὸς τὸν Λόγον ἀληθεστάτης συμβάσεως καθ’ ἑαυτὰ γενόμενα πώποτε, ἤ τινος ἀνθρώπου τῶν καθ’ ἡμᾶς ἑτέρου τὸ παράπαν ὑπάρξαντα, ἀλλὰ σύνδρομον ἔχοντα τῇ φυσικῇ τοῦ Λόγου συμβάσει τὴν ὕπαρξιν, καὶ οὐκ ἐκείνης οὐδὲ ὡς ἐν ὀφθαλμοῦ ῥιπῇ ταύτην προτερεύουσαν ἔχοντα, ὡς Παῦλος ὁ Σαμοσατεὺς βομβεῖ καὶ Νεστόριος. Ἅμα γὰρ σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ γὰρ καὶ οὐ καθ’ ἑαυτὴν ἔσχε τὴν ὕπαρξιν. Ἅμα γὰρ τῇ συλλήψει τοῦ Λόγου ταῦτα παρήχθῃ πρὸς σύστασιν, καὶ ἡνώθη αὐτῷ καθ’ ὑπόστασιν ἅμα τῷ πρὸς σύστασιν ἄγεσθαι τὴν ὄντως ἀληθῆ καὶ ἀμέριστον, τὴν μήτε διαίρεσιν πάσχουσαν, μήτε τροπὴν εἰσδεχομένην καὶ σύγχυσιν· ὑπ’ αὐτοῦ παραγόμενα, καὶ ἐν αὐτῷ συνιστάμενα, καὶ αὐτῷ συντιθέμενα, καὶ χρόνον οὐδένα τὸ σύνολον τῆς οἰκείας συστάσεως προτερεύοντα, φέροντα τῆς πρὸς αὐτὸν ἀσυγχύτου τε καὶ ἀτμήτου συνθέσεως. Ἐκ τῶν οὖν ἀχράντων παρθενικῶν αἱμάτων τῆς παναγίας καὶ ἀχράντου παρ­θένου Μαρίας ὁ Λόγος σαρκωθεὶς κατὰ ἀλήθειαν ἄνθρωπος, κἂν τῇ παρθενικῇ γάστρι κυοφορούμενος, καὶ τὸν χρόνον πεπληρωκὼς τῆς ἐννόμου κυήσεως, ἐν πᾶσι τοῖς φυσικοῖς καὶ ἁμαρτίαν οὐ φέρουσι τοῖς ἀνθρώποις ἡμῖν ὁμοιούμενος, καὶ τὴν ἡμετέραν οὐκ ἀπαξιῶν ἐμπαθεστάτην εὐτέλειαν, τίκτεται Θεὸς ἀνθρωπίνῳ τῷ σώματι, ὡσαύτως δὲ καὶ τῷ σχήματι, ψυχὴν λογικὴν καὶ ἀσώματον ἔχοντι, ὅπερ αὐτὸς ἐν ἑαυτῷ καὶ οὐχ ἕτερος λογικῷ ἐνεψύχωσε πνεύματι. Καὶ παρ­θένον τηρεῖ τὴν γεννήσασαν, καὶ Θεοτόκον αὐτὴν κυρίως καὶ ἀληθῶς ἀναδείκνυσι, κἂν Νεστόριος ὁ παράφορος ῥήσσηται, καὶ τούτου τὸ θεομάχον στρατόπεδον δακρύῃ καὶ θρηνῇ καὶ ὀδύρηται, καὶ σὺν ἐκείνῳ πάλιν σπαράττηται. Θεὸς γὰρ ἦν ὁ ἐκ Παρθένου τῆς ἁγίας Θεοτόκου Μαρίας τικτόμενος, καὶ δευτέραν δι’ ἡμᾶς καὶ χρονικὴν προσδεχόμενος γέννησιν μετὰ τὴν πρώτην αὐτοῦ καὶ ἀΐδιον, τὴν ἐκ Πατρὸς φυσικὴν καὶ ἀνέκφραστον γέννησιν, κἂν σεσαρκωμένος ἐτίκτετο διὰ τὴν πρὸς ἡμᾶς τοὺς σαρκικοὺς ὁμοιότητα· ὅλος Θεὸς ἀνυμνούμενος, ὅλος ὁ αὐτὸς προσφερόμενος ἄνθρωπος· τέλειος Θεὸς ὁ αὐτὸς γινωσκόμενος καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς γνωριζόμενος· ἐκ δύο γὰρ φύσεων ἔσχε τὴν ἕνωσιν, θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐν δύο τελείαις ἐγνωρίζετο φύσεσι, θεότητί τε καὶ ἀνθρωπότητι. Οὔτε γὰρ τῇ ἑνώσει τροπή τις ἢ φυρμὸς ἐμεσίτευσεν, οὔτε τῇ διαφορᾷ καὶ δυάδι τῶν μορφῶν, ἤτοι τῶν οὐσιῶν, μετὰ τὴν ἕνωσιν διαίρεσίς τις ἢ τομὴ εἰσεκρίνετο· κἂν τοῦτο μὲν λυπῇ τὸν μεμηνότα Νεστόριον, ἐκεῖνο δὲ τήκῃ Εὐτυχῆ τὸν κακόφρονα. Τὰ γὰρ καθ’ ὑπόστασιν ἀλλήλοις ἑνούμενα οὔτε τροπὴν συνεισδέχεται, οὔτε γνωρίζει διαίρεσιν, οὔτε συγχύσεως οἶδε τὰ ἴδια, οὔτε τομῆς λαμβάνει τὰ σύμβολα· ὅπερ, ὡς ἔοικεν, Εὐτυχὴς ἀγνοῶν καὶ Νεστόριος, καὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως μὴ μαθόντες τὴν δύναμιν, καθ’ ἣν ὁ Λόγος σεσάρκωται καὶ ἡ σὰρξ ἔμψυχος καὶ ἔννους ἀμεταβλήτως τεθέωται, ὁ μὲν εἰς τὸ τῆς ἀναχύσεως ἀκοντίζεται πέλαγος, ὁ δὲ εἰς τὸ τῆς διαιρέσεως καταφέρεται βάραθρον. Καὶ διὰ τοῦτο ὁ μὲν φεύγει καθομολογεῖν τὴν δυάδα τῶν φύσεων, ὁ δὲ μίαν καθομολογεῖν τὴν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην συστέλλεται, ἢ καὶ μίαν αὐτοῦ σύνθετον λέγειν ὑπόστασιν δέδοικε· φόβον οἱ δραπέται φοβούμενοι, οὗ φόβος οὐδεὶς πολιτεύεται.

Ἡμεῖς δὲ ῥωμαλέῳ φρονήματι τὴν ἑκατέρου τούτων δούλην παρελάσαντες ἄνοιαν, καὶ ἐπὶ τὴν πέτραν τῆς εὐσεβείας ἑστῶτες ἀδείμαντοι, καὶ τὴν καθ’ ὑπόστασιν τοῦ Λόγου πρὸς σάρκα τὴν ἐξ ἡμῶν τὴν ἔννουν καὶ ἔμψυχον κηρύττομεν σύμβασιν, καὶ ἕνα Χριστὸν καὶ Υἱὸν τὸν σαρκωθέντα Λόγον πρεσβεύομεν, καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν λέγομεν σύνθετον, καὶ ἐν δυσὶν αὐτὸν ἀγορεύ­ομεν φύσεσι, καὶ δύο τοῦ αὐτοῦ Θεοῦ Λόγου γεννήσεις πιστεύομεν· μίαν μὲν τὴν ἐκ Θεοῦ Πατρός, ἣν καὶ ἄχρονον καὶ ἀΐδιον οἴδαμεν, καὶ δευτέραν τὴν ἐκ τῆς Θεοτόκου μητρός, ἣν καὶ πρόσφατον καὶ χρονικὴν ἐπιστάμεθα· καὶ μίαν τοῦ Θεοῦ Λόγου φύσιν ἐπ’ αὐτοῦ σεσαρκωμένην δοξάζομεν, ἀλλ’ οὐχ ὡς Ἀπολλινάριος καὶ Εὐτυχὴς καὶ Διόσκορος λέγουσιν, ἀλλ’ ὡς ὁ σοφὸς ἡμῖν παραδέδωκε Κύριλλος. Καὶ τὰ τῶν φύσεων σῴζεσθαι φάσκομεν ἴδια, καὶ τὴν τῶν ἡνωμένων διαφορὰν ἐπαγγέλλομεν, τὴν ὡς φυσικῇ μὲν λεγομένην καὶ οὖσαν ποιότητι, ἐν οὐσιώδει δὲ νοουμένην καὶ οὖσαν ποσότητι, καὶ οὔτε τὴν Νεστοριανὴν τομὴν δεδιττόμεθα, οὔτε τὴν Εὐτυχιανὴν τροπὴν εὐλαβούμεθα. Ἐπεὶ μήτε ὡς ὁ ματαιόφρων Νεστόριος σχετικὴν τὴν ἕνωσιν λέγομεν, ἢ ἰσοτιμίᾳ καὶ ταυτοβουλίᾳ καὶ θελημάτων ῥοπῇ καὶ ταυτότητι παραληροῦμεν τὴν σύμβασιν· μήτε ὡς Εὐτυχὴς ὁ θεήλατος κατὰ σύγχυσίν τινα καὶ ἀλλοίωσιν Θεοῦ Λόγου καὶ σαρκὸς ἐψυχωμένης νοερῶς, ἤτοι τῶν φύσεων καὶ οὐ­σιῶν καὶ μορφῶν φληναφοῦμεν τὴν σύνθεσιν τῶν ἐξ ὧν ἐπὶ Χριστοῦ ἡ θαυμασία γεγένηται σύμβασις. Ὅθεν τὴν βασιλικὴν ὁδὸν καὶ μέσην ὁδεύοντες, καὶ ἀποστυγοῦμεν τὴν σύγχυσιν, καὶ τὴν τομὴν μυσαττόμεθα· μόνην δὲ κατὰ ψυχὴν ἀσπαζόμεθα τὴν ἀσύγχυτον ὁμοῦ καὶ ἀμέριστον θεότητός τε καὶ ἀνθρωπότητος ἕνωσιν, ἣν μόνην γνωρίζειν ἐπίσταται ἡ φυσικὴ καθ’ ὑπόστασιν σύνοδος. Ταύτῃ γὰρ ἀλλήλαις ἑνούμεναι θεότης τε καὶ ἀνθρωπότης ἐσχήκασιν, ἵνα μήτε τροπὴν ὑπομένοιεν, μήτε διαίρεσιν πάθοιεν. Ὁ γὰρ τῆς ἑνώσεως λόγος, τῆς φυσικῆς, φημί, καὶ καθ’ ὑπόστασιν, (οὔτε γὰρ ἑτέραν ἕνωσιν ἐπὶ Χριστοῦ παρὰ ταύτην ἐπίσταμαι), οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ διαμπὰξ τὴν διαίρεσιν, καὶ τηρεῖ συνδραμόντα πρὸς ἕνωσιν ἄτρεπτα, καὶ τῶν ἡνωμένων μερισμὸν οὐκ εἰσδέχεται. Καὶ διὰ τοῦτο ἐκ θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν ὀνομάζοντες, καὶ Θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπον, καὶ διφυᾶ καὶ διπλοῦν κατὰ τὰς φύσεις κηρύττομεν· ὁμοίως δὲ καὶ ἐν θεότητι τέλειον. Διὸ καὶ ἐν δυσὶν αὐτὸν δογματίζομεν φύσεσι, καὶ ὁμοούσιον ὡς Θεὸν τῷ Πατρὶ τὸν αὐτὸν ἀναγράφομεν, καὶ ὁμοούσιον τῇ μητρὶ καὶ ἡμῖν τὸν αὐτὸν ὡς ἄνθρωπον φάσκομεν, ὁρατὸν τὸν αὐτὸν καὶ ἀόρατον, κτιστὸν τὸν αὐτὸν ὡσαύτως καὶ ἄκτιστον, σῶμα τὸν αὐτὸν καὶ ἀσώματον, ἁπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραπτσν, ἐπίγειον τὸν αὐτὸν καὶ οὐράνιον, σάρκα τὸν αὐτὸν ἐψυχωμένην λογικὴν καὶ θεότητα, πρόσ­φατον τὸν αὐτὸν καὶ ἀΐδιον, ταπεινὸν τὸν αὐτὸν καὶ ὑπέρτατον, καὶ ὅσα διττῆς ἀμερίστως εὑρίσκεται φύσεως· κἂν τὸ μὲν ὑπῆρχεν ἀεί, ὡς φύσιν ἔχων ἀΐδιον, τὸ δὲ δι’ ἡμᾶς ἐν χρόνοις ἐσχάτοις ἀτρέπτως ἐγένετο, ὡς φύσιν προσλαβὼν τὴν ἀνθρώπειον. Εἰ γὰρ ἡ ἕνωσις ἄτρεπτος ἦν καὶ ἀμέριστος, ὥσπερ καὶ ἄτρεπτός ἐστι καὶ ἀμέριστος μένει, καὶ τὰ δύο ἀναλλοιώτως διάφορα σημαινόμενα, καὶ ἀμερίστως ἑτερότητι συλλάμποντα, φύσεις ταῦτα καὶ οὐσίαι καὶ μορφαὶ καθεστήκασιν, ἐξ ὧν ἡ ἀπόρρητος γέγονεν ἕνωσις, καὶ ἐν αἷς εἷς καὶ ὁ αὐτὸς Χριστὸς κατοπτεύεται· μένει καὶ τὸ ἓν ἕν, τὸ ἐξ αὐτῶν γεγονὸς ἀποτέλεσμα, μηκέτι δίχα διαιρούμενον, καὶ τὰ ἐξ ὧν ἄνευ τομῆς καὶ τροπῆς ἐνδεικνύμενον. Ὑπόστασις τοῦτο τυγχάνει καὶ πρόσωπον σύνθετον, ἐξ ἀσυγχύτου συστὰν ἀνακράσεως, καὶ μερισμὸν οὐκ εἰδυῖα συμβάσεως, καὶ τὸ εἶναι ἓν καὶ μένει ἓν λαχὸν ἀδιαίρετον· καὶ οὔτε δύο, καθὸ ἓν ὑπάρχει γινόμενον, οὔτε συγχέον καὶ πρὸς μίαν ἄγον ἑνότητα καὶ φυσικὴν καὶ οὐσιώδη ταυ­τότητα τὰ ἐξ ὧν φυσικῶς συνενήνεκται. Ἀλλ’ ἔστιν ἓν καὶ δύο τὸ αὐτὸ γνωριζόμενον· ἓν μὲν κατὰ τὴν ὑπόστασίν τε καὶ πρόσωπον, δύο δὲ κατὰ τὰς φύσεις αὐτὰς καὶ τὰς φυσικὰς αὐτῶν ἰδιότητας, ἐξ ὧν καὶ τὸ εἶναι ἓν διεκλήρωσε, καὶ τὸ μένειν τῇ φύσει διπλοῦν διεφύλαξεν. Ὅθεν ὁ αὐτὸς μένων εἷς Χριστὸς καὶ Υἱὸς καὶ μονογενής, ἀδιάτμητος ἐν ἑκατέραις ὁρᾶται ταῖς φύσεσι, καὶ τὰς ἑκατέρας φυσικῶς οὐσίας εἰργάζετο κατὰ τὴν ἑκατέρᾳ προσοῦσαν οὐσιώδη ποιότητα ἢ καὶ φυσικὴν ἰδιότητα. Ὅπερ, εἰ τὴν φύσιν ἔσχε μοναδικήν τε καὶ ἀσύζυγον, καθὰ καὶ τὴν ὑπόστασίν τε καὶ τὸ πρόσωπον, οὐκ ἂν διεπράξατο· καὶ οὐκ ἂν ὁ εἷς καὶ ὁ αὐτὸς τὰ τῆς ἑκατέρας ἐντελῶς κατειργάζετο φύσεως. Πότε γὰρ θεότης ἀμέτοχος σώματος, ἔργα φυσικῶς κατειργάσατο σώματος; ἢ πότε σῶμα χηρεῦον θεότητος, πράξεις ἐνήργησεν οὐσιωδῶς γνωριζομένας θεότητος; Ὁ δὲ Ἐμμανουὴλ εἷς ὢν καὶ ἐν ταὐτῷ τὰ ἑκάτερα, τουτέστι Θεός τε καὶ ἄνθρωπος, τὰ ἑκατέρας ἔδρα κατὰ ἀλήθειαν φύσεως, κατ’ ἄλλο καὶ ἄλλο ἐνεργῶν τὰ πραττόμενα. Καθὸ μὲν Θεὸς ὁ αὐτὸς τὰ θεῖα, καθὸ δὲ ἄνθρωπος ὁ αὐτὸς τὰ ἀνθρώπινα, ἑαυτὸν τοῖς πᾶσι δεῖξαι βουλόμενος, ὡς Θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος. Καὶ διὰ τοῦτο ὁ αὐτὸς τά τε θεῖα ποιεῖ καὶ ἀνθρώπινα, ὁμοίως καὶ λέγει καὶ φθέγγεται. Καὶ οὐκ ἄλλος μὲν τὰ θαύματα πέπραχεν, ἄλλος δὲ τὰ ἀνθρώπινα τέτευχε καὶ παθήματα πέπονθεν, ὡς Νεστόριος βούλεται. Ἀλλ’ εἷς μὲν καὶ ὁ αὐτὸς Χριστὸς καὶ Υἱὸς ὁ τὰ θεῖα δεδρακὼς καὶ ἀνθρώπινα, κατ’ ἄλλο δὲ καὶ ἀλλο, ὡς ὁ θεῖος ἐπρέσβευσε Κύριλλος. Ἐπειδὴ καὶ ἐν ἀμφοτέροις ἔσχε τὴν ἐξουσίαν ἀσύγχυτον, οὐ μὴν ἀλλὰ καὶ ἀμέριστον. Καθὸ μὲν γὰρ Θεὸς ὁ αὐτὸς ὑπῆρχεν ἀΐδιος, ἔδρα τὰ θαύματα· καθὸ δὲ ἄνθρωπος ὁ αὐτὸς ἐγνωρίζετο πρόσφατος, ἐποίει τὰ ταπεινὰ καὶ ἀνθρώπινα. Ὥσπερ γὰρ ἐν Χριστῷ ἑκατέρα φυλάττει φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, οὕτω καὶ ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ’ ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ Λόγου, μετὰ τῆς κοινωνίας δηλονότι τοῦ σώματος· τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος, κοινωνοῦντος αὐτῷ δηλαδὴ τοῦ Λόγου τῆς πράξεως· καὶ ταῦτα ἐν ὑποστάσει μιᾷ γνωριζόμενα, καὶ τὴν βδελυρωτάτην τομὴν διωθούμενα· οὔτε γὰρ διηρημένως ἐνήργουν τὰ ἴδια, ἵνα καὶ μερισμὸν αὐτῶν ὑποπτεύσωμεν.

Μὴ σκιρτάτω διὰ τοῦτο Νεστόριος ἑαυτὸν βουκολῶν ὁ παράφορος, ὅτιπερ ἑκατέρα μορφὴ ἐν τῷ ἑνὶ Χριστῷ καὶ Υἱῷ μετὰ τῆς θατέρου κοινωνίας, τοῦθ’ ὅπερ ἴδιον ἔσχηκεν, ἔπραττεν. Οὔτε γὰρ τῆς θατέρας κατ’ αὐτὸν διεστῶσα τοῦτο, ὅπερ ἴδιον ἔσχηκεν, ἔπραττεν· οὐ γὰρ δύο κατ’ αὐτὸν Χριστοὺς καὶ Υἱοὺς τοὺς ἐνεργοῦντας δοξάζομεν, ἕνα μὲν κατὰ φύσιν Υἱὸν καὶ Χριστὸν τὰ παράδοξα, ἕτερον δὲ κατὰ χάριν Υἱὸν καὶ Χριστὸν τὰ πτωχότερα. Καὶ εἰ δύο τὰς κοινῶς ἐνεργούσας μορφὰς δογματίζομεν, ἑκάστην κατὰ τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ Χριστόν, τὸν τὰ ὑψηλὰ καὶ πτωχὰ φυσικῶς ἐργαζόμενον κατὰ τὴν ἑκάστης τῶν δυοῖν αὐτοῦ φύσεων φυσικὴν οὐσιώδη ποιότητα λέγομεν. Αἱ γάρ τοι φύσεις ἀμετάβλητοι μένουσαι καὶ ἀσύγχυτοι, καὶ δύο τηλαυγῶς γνωριζόμεναι, καὶ οὐ συγκεχυμένως ἑνωθεῖσαι τούτων παντελῶς ἀπεστέρηντο καὶ ἐν ὑποστάσει μιᾷ διεδείκνυντο. Μὴ μάτην πηδάτωσαν Εὐτυχὴς καὶ Διόσκορος, οἱ τῆς οὐκ οὔσης ἀθέου συγχύσεως πρόβολοι, ἀλλὰ μετὰ τῆς θατέρου κοινωνίας ἑκάστη φύσις τὸ ἴδιον ἔπραττε, καὶ τὴν διαίρεσιν φεύγουσα, καὶ τὴν τροπὴν οὐ γινώσκουσα, καὶ τὴν διαφορὰν πρὸς τὴν θατέραν φυλάττουσα, καὶ τὴν κοινωνίαν καὶ σύνθεσιν ἀδιάλυτον καὶ ἀρραγῆ διασώζουσα. Ἔνθεν εὐσεβοῦντες καὶ ἐπὶ τῶν ὅρων τῆς Ὀρθοδοξίας ἱστάμενοι, ὥσπερ τὸν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν καὶ Υἱὸν ἐνεργεῖν τὰ ἑκάτερα λέγομεν, ἐπειδὴ Θεὸς ὁ αὐτὸς ὑπῆρχε καὶ ἄνθρωπος, καὶ οὐδεμίαν ἐνθυμούμεθα σύγχυσιν, οὕτως οὐδὲ ἑκατέραν μορφὴν μετὰ τῆς θατέρου κοινωνίας ἐνεργεῖν τὰ ἴδια φάσκοντες, ἐπειδήπερ δύο μορφαὶ καθεστήκασιν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ φυσικῶς ἐνεργοῦσαι τὰ ἴδια, τινὰ τὸ παράπαν ἐννοοῦμεν διαίρεσιν, ὡς ἐνταῦθα μὲν Εὐτυχής, ἐκεῖσε δὲ συκοφαντεῖν ἡμᾶς ἐθέλει Νεστόριος, ἐξ ἐναντίας ἀλλήλων ἱστάμενοι, καὶ τὸν καθ’ ἡμῶν τῶν εὐσεβῶν δυσσεβῆ μερισάμενοι πό­λεμον. Οὓς εἰς οὐδὲν λογιζόμενοι καὶ τῆς ἑκατέρας φύσεως ἑκατέραν ἴσμεν ἐνέργειαν, τὴν οὐσιώδη λέγω καὶ φυσικὴν καὶ κατάλληλον, ἀδιαιρέτως ἐξ ἑκατέρας προϊοῦσαν οὐσίας καὶ φύσεως, κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ φυσικὴν καὶ οὐσιώδη ποιότητα, καὶ τὴν ἀμέριστον ὁμοῦ καὶ ἀσύγχυτον τῆς θατέρας οὐσίας συνεπαγομένην συνέργειαν. Τοῦτο γὰρ καὶ τῶν ἐνεργειῶν ἐπὶ Χριστοῦ ποιεῖ τὸ διάφορον, ὥσπερ δὴ καὶ τὸ εἶναι τὰς φύσεις, τῶν φύσεων. Οὐ ταὐτὸν γὰρ θεότης τε καὶ ἀνθρωπότης κατὰ τὴν φυσικῶς ἑκάστῃ προσοῦσαν ποιότητα, κἂν εἰς ὑπόστασιν μίαν ἀλλήλαις ἀφράστως συνέδραμον, καὶ εἰς ἓν ἀσυγχύτως συνετέθησαν πρόσωπον, καὶ τὸν αὐτὸν ἡμῖν ἕνα Χριστὸν καὶ Υἱὸν ἀπετέλεσαν διὰ τῆς καθ’ ὑπόστασιν πρὸς ἀλλήλας συνδρομῆς καὶ συνθέσεως. Ὅ τε γὰρ Θεὸς Λόγος Θεὸς Λόγος ἐστί, καὶ οὐ σάρξ, κἂν εἰ σάρκα λογικῶς ἐψυχωμένην προσείληφε, καὶ ἑνώσει τούτην φυσικῇ καὶ καθ’ ὑπόστασιν ἥνωσεν. Ἥ τε σάρξ, σάρξ ἐστιν ἐψυχωμένη λογικῶς, οὐ Λόγος, καὶ εἰ Θεοῦ Λόγου σὰρξ κατοπτεύεται. Καὶ διὰ τοῦτο οὔτε τὴν αὐτὴν ἀπαραλλάκτως ἀλλήλαις ἐνέργειαν μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν καὶ ἀσύγχυτον, τουτέστι τὴν ἀληθῆ καὶ καθ’ ὑπόστασιν, ἔχουσιν, οὐδὲ μίαν καὶ μόνην αὐτῶν τὴν ἐνέργειαν λέγομεν, ἢ οὐσιώδη καὶ φυσικὴν καὶ παντελῶς ἀπαράλλακτον, ἵνα μὴ καὶ εἰς οὐσίαν μίαν καὶ φύσιν μίαν αὐτὰς συνελάσωμεν, τὴν Ἀκεφάλων παιζομένην παισὶ καὶ αὐτοῖς ἀναιδῶς προφερομένην αὐτοῖς ῥήμασι σύνθετον.

Ὥσπερ οὖν τὴν ἑκατέρας οὐσίας καὶ φύσεως, ἐξ ὧν ἡμῖν ἀσυγχύτως ἐπὶ Χριστοῦ γέγονεν ἡ ἕνωσις, καὶ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν ἀπετέλεσεν ὅλον Θεόν, ὅλον τὸν αὐτὸν πιστεύομεν ἄνθρωπον, ἑκατέραν φυσικὴν ὁμολογοῦμεν ἐνέργειαν, ἵνα μὴ τὰς ἀσυγχύτως ἑνωθείσας φύσεις συγχέωμεν, εἴπερ ἐκ τῶν ἐνεργειῶν καὶ μόνων κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς αἱ φύσεις γνωρίζονται, καὶ τῶν οὐσιῶν ἀεὶ τὸ διάφορον ἐκ τοῦ διαφόρου τῶν ἐνεργειῶν καταλαμβάνεσθαι πέφυκεν· οὕτω καὶ πᾶσαν φωνὴν καὶ ἐνέργειαν, κἂν θεία τις ᾖ καὶ οὐράνιος, ἢ ἀνθρωπίνη τε καὶ ἐπίγειος, ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προϊέναι Χριστοῦ καὶ Υἱοῦ δογματίζομεν, καὶ τῆς μιᾶς αὐτοῦ συνθέτου καὶ μοναδικῆς ὑποστάσεως, ὃς σεσαρκωμένος τοῦ Θεοῦ Λόγος ἐτύγχανεν, ὁ καὶ ἑκατέραν ἀμερίστως καὶ ἀσυγχύτως ἐνέργειαν κατὰ τὰς ἑαυτοῦ φύσεις ἐξ αὐτοῦ φυσικῶς προβαλλόμενος· κατὰ μὲν τὴν θείαν αὐτοῦ φύσιν, καθ’ ἣν ἦν καὶ τῷ Πατρὶ ὁμοούσιος, τὴν θεϊκὴν καὶ ἀνέκφραστον· κατὰ δὲ τὴν ἀνθρωπίνην, καθ’ ἣν καὶ τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς ὁμοούσιος ἔμεινε, τὴν ἀνθρωπείαν καὶ πρόσγειον· τὴν ἑκάστῃ φύσει φίλην καὶ πρόσφορον· καὶ οὐκ ἐῶν τῶν ὁρώντων τινὰ σκανδαλίζεσθαι, ὡς οὐ Θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος, ὁ ταῦτα κἀκεῖνα φυσικῶς ἐργαζόμενος· διὰ μὲν τοῦ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ Υἱὸν ἐνεργεῖν τὰ ἑκάτερα, τὴν Νεστορίου μιαρὰν ἐμφράττων ἀπόρροιαν· οὔτε γὰρ δύο κατ’ αὐτὸν Χριστοὺς καὶ Υἱούς, ὡς εἰρήκαμεν, τοὺς ἐνεργοῦντας ταῦτά τε κἀκεῖνα πρεσβεύομεν· διὰ δὲ τοῦ δεικνύναι τὰ ἑκατέρας ἴδια φύσεως ἀσύγχυτα μετὰ τὴν ἕνωσιν μένοντα, καὶ ἑκατέραν τῶν αὐτῶν ὁμοίως προφέρειν ἐνέργειαν, τῷ φυσικῷ λόγῳ γνωριζομένων τῶν φύσεων, καὶ τὴν οἰκείαν φύσιν φυσικῶς ἑρμηνευουσῶν ἀφ’ ἧς ἀμερίστως καὶ φυσικῶς ἐπηγάζετο καὶ οὐσιωδῶς ἀνεβλάστανε, τὴν Εὐτυχοῦς ἐκτρέπων φιλοσύγχυτον βλάστησιν. Ἐντεῦθεν τόκον τεχθεὶς τὸν ἡμέτερον γαλακτοτροφεῖται καὶ αὔξεται, καὶ τὰς σωματικὰς μεθηλικιώσεις διέρχεται, ἄχρις οὗ πρὸς τὸ τῆς ἀνθρωπίνης ἡλικίας ἀφίκετο τέλειον. Καὶ πεῖναν τὴν ἡμῶν καὶ δίψαν προσδέχεται, καὶ κόπον καθ’ ἡμᾶς τὸν ἐξ ὁδοιπορίας ὑπέμεινεν· ἐποιεῖτο γὰρ καὶ τὴν πορευτικὴν ἡμῖν ὁμοίως ἐνέργειαν, ἥτις ἀνθρωπίνως ἐνεργούμενη καὶ κατ’ οὐσίαν ἀνθρωπίνην προβαίνουσα, τῆς ἀνθρωπείας αὐτοῦ φύσεως ἐτύγχανεν ἔνδειξις. Ὅθεν καὶ τόπον ὡς ἡμεῖς ἐκ τόπου μετέβαινεν, ἐπεὶ καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος, καὶ φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον, καὶ περιγραφῆς ἠνέσχετο σώματος, καὶ σχῆμα τὸ ἡμῖν ἁρμόζον πεφόρηκε. Σωματικὴ γάρ, τουτέστι σώματος, καὶ ἡ μορφὴ τυγχάνει τοῦ σχήματος, καθ’ ἣν ἐν μήτρᾳ συλληφθεὶς διεπέπλαστο, καὶ ἣν εἰσαεὶ διετήρησε, καὶ εἰς αἰῶνα τηρεῖ τὸν ἀπέραντον. Διὰ τοῦτο πεινῶν διετρέφετο, διὰ τοῦτο διψῶν ἐποτίζετο, καὶ ὡς ἄνθρωπος ἔπινε. Διὰ τοῦτο παιδικῶς ἐβαστάζετο, ἀγκάλαις παρθενικαῖς ἐποχούμενος καὶ κόλποις μητρικοῖς ἀνακείμενος. Διὰ τοῦτο κοπιῶν ἐκαθέζετο, καὶ ὕπνον χρῄζων ἐκάθευδεν. Ἀλλὰ καὶ ἤλγει τυπτόμενος, καὶ μαστιζόμενος ἔπασχε, καὶ πόνους ὑπέμεινε σώματος, χεῖρας καὶ πόδας τῷ σταυρῷ περονουμένος. Ἐδίδου γὰρ ὅτε καὶ ἤθελε φύσει τῇ ἀνθρωπείᾳ καιρὸν ἐνεργεῖν καὶ πάσχειν τὰ ἴδια, ἵνα μὴ φαντασία τις καὶ θέα διάκενος ἡ αὐτοῦ περιώνυμος κρίνοιτο σάρκωσις. Οὐ γὰρ ἀκουσίως ταῦτα ἢ ἀναγκαστῶς προσεδέχετο, κἂν φυσικῶς αὐτὰ καὶ ἀνθρωπίνως προσίετο, καὶ ἀνθρωπίναις κινήσεσιν ἐποίει καὶ ἔπραττεν· ἄπαγε τῆς βδελυκτῆς ἐνθυμήσεως· Θεὸς γὰρ ἦν ὁ ταῦτα πάσχειν σαρκικῶς ἀνεχόμενος, καὶ σῴζων ἡμᾶς τοῖς οἰκείοις παθήμασι, καὶ βραβεύων ἡμῖν δι’ αὐτῶν τὴν ἀπάθειαν· ἀλλ’ ὅτε πάσχειν καὶ πράττειν καὶ ἐνεργεῖν ἀνθρωπίνως αὐτὸς ἐβεβούλητο, καὶ τοὺς ὁρῶντας ὠφελεῖν ἐψηφίζετο, δι’ οὓς καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γέγονε, καὶ οὐχ ὅτε αἱ φυσικαὶ κινήσεις καὶ σαρκικαὶ κινεῖσθαι φυσικῶς πρὸς ἐνέργειαν ἤθελον, εἰ καὶ οἱ ἐπιβουλεύοντες ἄθεοι τὰς ἐπιβουλὰς πληροῦν παντόλμως ἐγλίχοντο. Σῶμα γὰρ παθητὸν καὶ θνητὸν καὶ φθαρτὸν ἐνεδύσατο, καὶ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ἡμῶν ὑποκεί­μενον πάθεσιν· καὶ τούτῳ τῇ οἰκείᾳ φύσει καταλλήλως πάσχειν καὶ δρᾶν συνεχώρησε μέχρι τῆς ἐκ νεκρῶν ἀναστάσεως. Ἐκεῖσε γὰρ καὶ τὸ παθητὸν ἡμῶν καὶ θνητὸν καὶ φθαρτὸν καταλέλυκε, καὶ τὴν ἐκ τούτων ἐλευθερίαν ἡμῖν ἐχαρίσατο.

Τὰ μὲν οὖν ταπεινὰ καὶ ἀνθρώπινα οὕτως ἑκουσίως ὁμοῦ καὶ φυσικῶς, μένων καὶ ἐν τούτοις Θεὸς ἐπεδείκνυτο· ταμίας γὰρ ἦν αὐτὸς ἑαυτῷ παθῶν ἀνθρωπίνων καὶ πράξεων, καὶ οὐ μόνον ταμίας, ἀλλὰ καὶ πρύτανις, καὶ εἰς φύσιν παθητὴν φυσικῶς ἐσεσάρκωτο. Καὶ διὰ τοῦτο ἦν ὑπὲρ ἄν­θρωπον αὐτοῦ τὰ ἀνθρώπινα· οὐκ ἐπειδήπερ φύσις ἦν οὐκ ἀνθρώπειος, ἀλλ’ ἐπειδήπερ ἑκουσίως γέγονεν ἄνθρωπος, καὶ ἄνθρωπος γεγονὼς ἑκουσίως αὐτὰ προσεδέχετο· καὶ οὐ τυραννικῶς ἢ ἀναγκαστῶς ἔστιν ὅτε καθ’ ἡμᾶς καὶ ἀβουλήτως, ἀλλ’ ἡνίκα καὶ ὅσον ἐβούλετο, καὶ συγχωρεῖν αὐτὸς τοῖς τὰ πάθη προσφέρουσι, τοῖς τε παθήμασιν αὐτοῖς ἐνεργούμενοις κατὰ φύσιν ἐπένευσε.

Τὰ δὲ θεῖα καὶ λαμπρὰ καὶ ὑπέρτατα, καὶ νικῶντα προδήλως ἡμῶν τὴν εὐτέλειαν, ἅπερ ἦν θαυμαστὰ καὶ τερά­στια, καὶ τῶν παραδόξων ἔργων ἡ πρόοδος, ὁποία περ ἦν ἡ ἄσπορος σύλληψις, ἡ Ἰωάννου ἐγγάστριος σκίρτησις, ὁ τόκος ὁ ἄφθορος, ἡ παρθενία ἡ ἄχραντος, ἡ πρὸ τοῦ τόκου καὶ ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον ἀλώβητος, ἡ τῶν ποιμένων οὐράνιος μύησις καὶ τῶν Μάγων ἀστροκίνητος ἕλκυσις, δωροφορία τε σὺν αὐτῇ καὶ προσκύνησις, ἡ γραμμάτων ἀμαθήτευτος εἴδησις, («πῶς γὰρ οὗτος, φασίν, οἶδε γράμματα μὴ μεμαθηκώς;»), μερικῶς ἐπελέγχουσα τῶν τῆς ἀγνοίας ἐραστῶν τὸν κακότροπον ἔρωτα, ἡ ἐξ ὑδάτων οἰνώδης ἐμφόρησις, τῶν ἀσθενῶν ἡ ἐπίρρωσις, τῶν τυφλῶν ἡ ἀνάβλεψις, τῶν κυλλῶν ἡ ἀνόρθωσις, τῶν παραλύτων ἡ σύσφιγξις, τῶν χωλῶν ἡ εὐθύδρομος κίνησις, τῶν λεπρῶν ἡ ὑπέρλαμπρος κάθαρσις, τῶν πεινώντων ἡ σχέδιος πλήρωσις, τῶν διωκόντων ἡ πώρωσις, τῶν ἀνέμων ἡ κοίμησις, τῆς θαλάττης ἡ γαληναία κατάστασις, ἡ ἐπὶ τῶν ὑδάτων ἐνσώματος βάδισις, ἡ τῶν ἀκαθάρτων πνευμάτων ἐκδίωξις, ἡ τῶν στοιχείων αἰφνίδιος κίνησις, ἡ τῶν μνημείων αὐτόματος ἄνοιξις, ἡ ἐκ νεκρῶν τριήμερος ἔγερσις, ἡ τῆς φθορᾶς οὐ τελευτῶσα κατάλυσις, ἡ τοῦ θανάτου μὴ παυομένη καθαίρεσις, ἡ φυλαττομένης τῆς τοῦ λίθου καὶ τοῦ τάφου σφραγῖδος ἀκώλυτος ἔξοδος, ἡ τῶν θυρῶν κεκλεισμένων ἀκράτητος εἴσοδος, ἡ εἰς οὐρανοὺς ἀπὸ γῆς πολυθαύματος καὶ ἐνσώματος ἄνοδος, καὶ πάντα τὰ τούτοις παρόμοια, τὰ καὶ λόγου φύσιν καὶ φωνῆς ὑπερβαίνοντα δύναμιν, καὶ πᾶσαν ἀνθρωπείαν ὑπερνικῶντα διάνοιαν. Ἅπερ ἅπαντα, ὑπὲρ λόγον καὶ φύσιν ἀνθρωπίνην τελούμενα, τῆς τοῦ Θεοῦ Λόγου θείας οὐσίας καὶ φύσεως ὁμολογουμένως ὑπῆρχε τεκ­μήρια, εἰ καὶ διὰ σαρκὸς ἐνηργεῖτο καὶ σώματος, καὶ οὐ δίχα σαρκὸς λογικῶς ἐψυχωμένης ἐπράττετο. Καὶ οὐ διὰ ταῦτα τὸν Θεὸν Λόγον τοπάσομεν ἄσαρκον, ἢ σώματος αὐτὸν ἐκτὸς δογματίσομεν, ὅτιπερ ἔδρα τὰ σωμάτων ὑπέρτερα. Καὶ γὰρ ἀληθῶς ὁ Λόγος σεσάρκωται, καὶ ἀψευδῶς σαρκωθεὶς σεσωμάτωται, καὶ εἷς Υἱὸς ἐγινώσκετο ὁ πᾶσαν ἐξ αὐτοῦ προφέρων ἐνέργειαν θείαν τε καὶ ἀνθρώπειον, ταπεινὴν καὶ ὑπέρογκον, χθαμαλὴν καὶ οὐράνιον, σαρκικὴν καὶ ἀσώματον, ὁρατὴν καὶ ἀόρατον, περιγραπτὴν καὶ ἀπερίγραπτσν, ἀναλογοῦσαν αὐτοῦ τῇ δυάδι τῶν φύσεων, καὶ δι’ ἑαυτῆς αὐτὴν ἀσιγήτως κηρύττουσαν καὶ διαπρυσίως ἀγγέλλουσαν.

Εἷς γὰρ ὢν καὶ ὁ αὐτὸς καθ’ ὑπόστασιν Υἱὸς ἀδιαίρετος, καὶ δύο φύσεις ὁ αὐτὸς γνωριζόμενος, κατ’ ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ’ ἄλλην δὲ τὰ ταπεινὰ παρεδέξατο. Καὶ διὰ τοῦτό φασιν οἱ θεόφρονες, οἱ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ τοῦ ἀληθοῦς στεψάμενοι καὶ τὸ φάσκειν θεόθεν δεξάμενοι, τὰς θειοτάτας συνέσεις ἡμῖν ἐξυφαίνοντες, ὡς ὅταν ἀκούσῃς περὶ τοῦ ἑνὸς Υἱοῦ τὰς ἐναντίας φωνάς, καταλλήλως μέριζε ταῖς φύσεσι τὰ λεγόμενα· ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει προσνέμων, ἂν δέ τι μικρὸν καὶ ἀνθρώπινον, τῇ ἀνθρωπίνῃ λογιζόμενος· οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον διαφεύξῃ, ἑκάστης, ἃ πέφυκεν ἴδια, δεχομένης φύσεως, καὶ τὸν Υἱὸν τὸν ἕνα καὶ πρὸ πάντων αἰώνων καὶ πρόσφατον κατὰ τὰς ἁγίας Γραφὰς ὁμο­λογήσεις. Ἀλλὰ καὶ οὕτως ἐπὶ τοῦ ἑνὸς Υἱοῦ φασι, πᾶσαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσαι τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως, ἧς ἐστιν οἰκεῖον τὸν γινόμενον, τῷ λόγῳ γνωρίσειεν. Οὐκοῦν κάλλιστα λίαν αὐτοῖς δεδογμάτισται τό, ἕνα μὲν ὁμολογεῖν τὸ Ἐμμανουήλ· οὕτως γὰρ ὁ Θεὸς Λόγος σαρκω­θεὶς ὀνομάζεται, καὶ τὸν αὐτὸν ἅπαντα δρᾶν καὶ οὐκ ἄλλον καὶ ἄλλον, τά τε ὑψηλὰ καὶ ἐλάχιστα παντοίας ἐκτὸς διαστάσεως. Δι’ ὧν καὶ τῶν αὐτοῦ φύσεων ἀσύγχυτος ἡ διπλόη γνωρίζεται, καὶ εἰς ὑποστάσεις δύο καὶ πρόσωπα διαμπὰξ ὁ αὐτὸς οὐ μερίζεται· ἀλλ’ ἔστιν εἷς καὶ ὁ αὐτὸς Υἱὸς καὶ Χριστὸς ἀδιάτμητος, ἐν δυσὶν ἀδιαιρέτως γνωριζόμενος φύσεσι. Καὶ αὐτοῦ τὰ πάντα τοῦ ἑνὸς Υἱοῦ διαβεβαιούμεθα, καὶ πάσας αὐτοῦ καὶ τὰς φωνὰς καὶ τὰς ἐνεργείας πιστεύομεν· κἂν αἱ μὲν αὐτῶν εἰσι θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν, ὡς ἔχουσαι τὸ θεοπρεπὲς ἐν ταυτῷ καὶ ἀνθρώπινον. Ταύτης δέ φαμεν τῆς δυνάμεως καὶ τὴν κοινὴν καὶ θεανδρικὴν λεγομένην ἐνέργειαν, οὐ μίαν ὑπάρχουσαν, ἀλλ’ ἑτερο­γενῆ καὶ διάφορον, ἣν ὁ ἐξ Ἀρείου Πάγου Παύλῳ τῷ θείῳ θείως ζωγρηθεὶς θεηγόρος Διονύσιος ἔφησεν, ὡς τὸ θεοπρεπὲς ἐν ταυτῷ καὶ ἀνθρώπινον ἔχουσαν, καὶ διὰ τῆς χαριεστάτης τε καὶ συνθέτου προσρήσεως τὴν ἑκάστης οὐσίας καὶ φύσεως ἑκάστην ἐντελῶς δηλοῦσαν ἐνέργειαν. Προαιώνιον τοίνυν τὸν Θεὸν Λόγον δοξάζοντες καὶ τῷ Πατρὶ συναΐδιον, χρονικὴν ὑπομεῖναι πρεσβεύομεν γέννησιν, ἣν ἐκ παρθένου τῆς κυρίως καὶ ἀληθῶς θεοτόκου Μαρίας σαρκωθεὶς ἀπετίκτετο. Καὶ διὰ τοῦτο δύο τὰς γεννήσεις γεγεννῆσθαι πρὸς τῶν εὐσεβούντων εἰκότως πιστεύεται. Καὶ τέλειος ὢν ὁ αὐτὸς ἐν θεότητι, τέλειος ἦν ὁ αὐτὸς ἐν ἀνθρωπότητι· οὔτε τῇ διαφορᾷ τῶν οὐσιῶν διαιρούμενος, οὔτε τῇ τῆς ὑποστάσεως καὶ τοῦ προσώπου ταυτότητι τὰς φύσεις ἄγων πρὸς οὐσιώδη ταυτότητα· ἀλλ’ ἐξ ὧν καθ’ ὑπόστασιν πέφηνε φύσεων, ἐν αὐταῖς ἀδιαιρέτως ἔμεινε, πάντα σοφῶς καὶ ἀληθῶς ὑπελθὼν τὰ ἡμέτερα ἔργα καὶ πάθη, φυσικὰ καὶ ἀδιάβλητα πράγματα, τὰ μώμου μακρὰν καὶ μολύσματος, καὶ ἐν οἷς ἁμαρτίας ἴχνος τινὸς μὴ εὑρίσκεται· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδέ τις δόλος ἐν τῷ στόματι αὐτοῦ τὸ σύνολον ηὕρηται. Καὶ συναναστραφεὶς ἀνθρωπίνως ἡμῖν, ἅτε τέλειος γνωριζόμενος ἄνθρωπος, κἂν Θεὸς ὁ αὐτὸς ἀπαραλείπτως ἐτύγχανε, καὶ θαυματουργήσας ὡς ἔπρεπε. Τέλειος γὰρ Θεὸς ἐγινώσκετο, καὶ ἀνθρωπείᾳ νοερῶς ἐψυχωμένῃ σαρκὶ συνεκέκρατο. Ἐπὶ τὸ πάθος τὸ ἑκούσιον ἄνεισι, καὶ ἑκουσίως Ἰουδαίοις προδίδοται, μᾶλλον δὲ ἑαυτὸν αὐτοῖς δι’ ἀνθρώπων σωτηρίαν ἑκουσίως προδίδωσι· καὶ δεσμεύεται, καὶ κολαφίζεται, καὶ ἐμπτύεται, καὶ μαστίζεται, καὶ χλευάζεται, καὶ χλαμύδα πορφυρᾶν ὡς βασιλεύων τῶν ὅλων ἐνδύεται, καὶ κάλαμον ὡς σκῆπτρον βασιλικὸν βασιλικῶς ἐγχειρίζεται, καὶ Πιλάτου κατακρίνεται κρίνοντος, καὶ τέλος ἰκρίῳ προσπήγνυται, καὶ χεῖρας καὶ πόδας αἱμάσσεται τῷ σωτηρίῳ σταυρῷ προσηλούμενος, καὶ λῃσταῖς συνεπαίρεται, καὶ ὄξος ποτίζεται, καὶ χολῆς ἀπογεύεται, καὶ μέγα βοήσας τῷ Πατρὶ τὴν ψυχὴν παραδίδωσι, καὶ τὴν πλευρὰν τῇ λόγχῃ τιτρώσκεται, καὶ ὕδωρ καὶ αἷμα σωτήριον μετὰ θάνατον προχέει καὶ νέκρωσιν, καὶ νεκρὸς τοῦ σταυροῦ καταφέρεται, καὶ κηδεύεται, καὶ σμυρνίζεται, καὶ ταφὴν τριήμερον θάπτεται, καὶ τριήμερος ἀναστὰς τοῦ τάφου προέρχεται, καὶ πάντας ἑαυτῷ τοὺς νεκροὺς συνανίστησιν, ἐκ τάφου καὶ φθορᾶς πρὸς τὴν ἀτελευτῶσαν αὐτοῦ ζωὴν ἐπαγόμενος διὰ τῆς αὐτοῦ ἐκ νεκρῶν ἀναστάσεως, καὶ τοῖς μαθηταῖς ἐκ νεκρῶν ἀναστὰς ἐμφανί­ζεται, καὶ πιστοποιεῖται βρώσει καὶ πόσει καὶ ἁφῇ χειρῶν ἀποστολικῶν τῆς οἰκείας σαρκὸς τὴν ἀνάστασιν, καὶ Πνεῦμα τούτοις παρέχει πανάγιον, ὡς συγγενὲς αὐτῷ καὶ ὁμόφυλον· καὶ εἰς οὐρανοὺς ἀναφέρεται, μᾶλλον δὲ ὡς καὶ τῶν οὐρανῶν δεσπόζων ἀνέρχεται, καὶ δεξιὸς τοῦ τεκόντος καθέζεται, θῶκον ἔχων τὸν πατρικὸν καὶ βασιλικὸν καὶ ὑπέρτατον. Ὅθεν καὶ πάλιν ἐλεύσεται κρίσιν ζώντων καὶ νεκρῶν ποιησόμενος, καὶ ἀποδώσων ἑκάστῳ κατὰ τὰς πράξεις ἅσπερ πέπραχεν, εἴτε ἕκαστος ἀγαθὰς πράξεις καὶ καλάς, εἴτε φαύλας καὶ ψεκτὰς κατειργάσατο· ὃν σὺν Πατρί τε καὶ Πνεύματι καὶ βασιλεύειν τῶν ὅλων πιστεύομεν βασιλείαν ἀληθῶς ἀτελεύτητον, καὶ τέλος οὐκ ἐπιδεχομένην καὶ πλήρωμα. Ἀλλὰ καὶ περὶ τῆς ἐνσάρκου οἰκονομίας, ταὐτὸν δὲ φάναι, τοῦ Θεοῦ Λόγου σαρκώσεως, καὶ πρὸς τοὺς ταπεινοὺς ἡμᾶς ὁμοιώσεως, ὡς λέγω καὶ φρονῶ, διὰ βραχέων ἐγνώρισα.

Περὶ δὲ τῆς τοῦ ὁρωμένου κόσμου γεγονυίας ἀρχῆθεν συστάσεως, καὶ συντελείας, ἣν οὐκ εἰς μακρὰν ὑποδέξοιτο, ὁμολογῶ, θεοτίμητοι, ὡς πάντα, οὐ μόνον τὰ ὁρατά, ἀλλὰ δὴ καὶ ἀόρατα ὁ εἷς Θεὸς ἐτεκτήνατο, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ ἀΐδιος φύσις καὶ ἄναρχος, κἀκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγε, καὶ οὐκ ὄντα πρὶν ἐσχεδίασε, καὶ τὰς τούτων μυρίας διαφορὰς σοφῶς προεβάλετο. Πάντα γὰρ διὰ τοῦ Μονογενοῦς ὁ Πατὴρ ἐν ἁγίῳ πεποίηκε Πνεύματι, ἃ καὶ προνοίᾳ σοφῇ συγκρατεῖ, τῶν οἰκείων ἔργων ὡς Θεὸς προϊστάμενος, ἀρχήν τε τοῖς πᾶσι χρονικὴν ὁρισάμενος, τὰ μὲν αἰσθητὰ τέλει χρονικῷ καθυπέβαλε, τὰ δὲ νοητὰ καὶ ἀόρατα τούτων ἀξίας ἠξίωσε μείζονος. Καὶ θνῄσκει μὲν οὐδαμῶς, οὐδὲ φθείρεται κατὰ τὸ τῶν αἰσθητῶν ῥευστὸν καὶ εὐπάροιστόν ἐστιν· οὐ μὴν τὴν φύσιν ἀθάνατα, ἢ πρὸς οὐσίαν μετελήλυθεν ἄφραστον, ἀλλὰ χάριν αὐτοῖς ἐχαρίσατο φθορᾶς αὐτὰ καὶ θανάτου διείργουσαν. Οὕτως ἀνθρώπων ψυχαὶ διαμένουσιν ἄφθαρτοι· οὕτως ἄγγελοι διατελοῦσιν ἀθάνατοι, οὐ φύσιν ἀληθῶς, ὡς ἔφημεν, ἄφθαρτον, ἢ οὐσίαν κυρίως ἀθάνατον ἔχοντες, ἀλλὰ χάριν ἐκ Θεοῦ κληρωσάμενοι ἀθανασίας χορηγόν, καὶ ἀφθαρσίας αὐτοῖς ὑπάρχουσαν πρόξενον. Ἀλλ’ οὐκ ἐπειδήπερ αἱ τῶν ἀνθρώπων ψυχαὶ Θεοῦ χάριτι τὴν φθορὰν ἀπεώσαντο τὴν πᾶσι κτίστης φύσεως ἐμφωλεύουσαν, διὰ τοῦτο καὶ πρὸ σωμάτων αὐτὰς ὑποπτεύσομεν, ἢ πρὸ τῆς τοῦ ὁρωμένου κόσμου παραγωγῆς καὶ συμπήξεως ἐν ἀϊδίῳ τινὶ ζωῇ τελεῖν ἐννοήσομεν, καὶ βίον ἔχειν οὐράνιον φήσομεν, ἄσαρκόν τε καὶ ἀσώματον ζήσας ζωὴν τὴν ἀῒδιον ἐν οὐρανῷ ποτε μὴ ὑπάρχοντι, ὡς Ὠριγένης ὁ παράφορος βούλεται, καὶ οἱ τούτου συμμύσται καὶ σύμφρονες Δίδυμος καὶ Εὐάγριος καὶ ὁ λοιπὸς αὐτῶν μυθομέριμνος ὅμιλος· οἵπερ οὐ τοῦτο μόνον πεπλανημένως δοξάζουσιν, ἑλληνικοῖς ἐμφερόμενοι δόγμασι καὶ τὴν χριστιανῶν καταρρυποῦντες εὐγένειαν, ἀλλὰ καὶ τὴν τῶν σωμάτων τούτων, ὧν νυνὶ περικείμεθα, ἀνοήτως ἀναιροῦσιν ἀνάστασιν, μύρια δεινὰ βατταρίζοντες, τῆς δυσσεβοῦς αὐτῶν μυθοπλαστίας ἐπάξια· οἷς ἀρκεῖ πρὸς ἐπίπληξιν τὸ Παύλῳ πρὸς Κορινθίους λεγό­μενον, «ὡς εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται»· καὶ λοιπόν, οὕτως αὐτοῖς τοῖς λογισμοῖς ματαιάζουσι, τὸ «κενὴ ἄρα ἡ πίστις ὑμῶν» προστεθήσεται· ἢ οὐ μέρος, ὦ οὗτοι, τῆς ἡμῶν σεπτῆς ὁμολογίας γεγένηται καὶ ταυτησὶ τῆς σαρκὸς ἡ ἀνάστασις; Καὶ σαρκὸς γὰρ ἀνάστασιν ὁμολογεῖν ἀπαιτούμεθα τῷ σωτηρίῳ προσιόντες βαπτίσματι. Διὰ τοῦτο γάρ, καθά τινι τῶν σοφῶν τεθεώρηται, καὶ πᾶσα τοῦ Μονογενοῦς ἡ λαμπρὰ καὶ διάσημος οἰκονομία λαμπρῶς πεπραγμάτευται, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ· οὐ τοῦτο δὲ μόνον οἱ παράφρονες σφάλλονται, καὶ τῆς εὐθείας ὁδοῦ παρακρούονται· ἦν γὰρ αὐτῶν ὡς ἐν συγκρίσει κακῶν καὶ φορητὸν τὸ δυσέβημα· ἀλλὰ καὶ ἕτερα μυρία παρὰ τὴν ἀποστολικὴν καὶ πατρῴαν ἡμῶν παράδοσιν λέγουσι, παρα­δείσου φυτείαν ἐκβάλλοντες, ἐν σαρκὶ πεπλάσθαι τὸν Ἀδὰμ οὐ βουλόμενοι, τὴν ἀπ’ αὐτοῦ τῆς Εὔας διάπλασιν ψέγοντες, τὴν ἠχὴν ἀθετοῦντες τὸν ὄφεως, τὰς τῶν οὐρανίων ταγμάτων ταξιαρχίας οὕτω μὲν ἀρχῆθεν ἐκ Θεοῦ κεκτίσθαι κωλύοντες, ἐκ καταδίκης δὲ προγενεστέρας καὶ παρατροπῆς αὐτὰς φανταζόμενοι· ὡς ἐν ἑνάδι τε νόων πάντα παρῆχθαι τὰ λογικά, ἀθέως ὁμοῦ καὶ μυθικῶς ὀνειρώττοντες, τῶν ὑπερουρανίων ὑδάτων τὴν κτίσιν κακίζοντες, τέλος εἶναι κολάσεως θέλοντες· καὶ πάντων μὲν τῶν αἰσθητῶν παντελῆ φθορὰν παρεισφέροντες, πάντων δὲ τῶν λογικῶν, ἀγγέλων, ἀνθρώπων, δαιμόνων ἀποκατάστασιν φάσκοντες, καὶ πάλιν εἰς ἑνάδα μυθικὴν τὰς τούτων διαφορὰς ἀναχέοντες· ὅτε καὶ μηδὲν ἡμῶν διαφέρειν τὸν Χριστόν, ὃν αὐτοὶ ληρῳδῶς δογματίζουσιν, οὐχ ὃν ἡμεῖς εὐσεβῶς προσκηρύττομεν, δόξῃ ἢ τιμῇ ἢ βασιλείᾳ, ἢ δεσποτείᾳ δαιμονιωδῶς ἀναβράττουσι· καὶ μυρία ἅττα προφέροντες πρὸς τοῦ διαβολικοῦ καὶ δυσσεβοῦς τῆς καρδίας αὐτῶν θησαυρίσματος, οὐ μιᾷ μόνον ἀνατροπῇ θολερᾷ, ἀλλὰ μυρίαις τὸν πλησίον ποτίζοντες, καὶ ψυχὰς ἀνθρώπων θανατοῦντες οἱ δείλαιοι, ὑπὲρ ὧν Χριστὸς ἀποθανεῖν κατηξίωσε, καὶ λύτρον αὐτοῦ τὸ αἷμα τὸ θεῖον ἐξέχεε, καὶ δῶρον ὑπὲρ πᾶσαν ἀξίαν θειότατον τὴν ἑαυτοῦ ψυχὴν κατεβάλετο. Ἡμεῖς δὲ πίστεως ὀρθῆς καὶ ἀμωμήτου καὶ σώφρονος τὸ λογικὸν ποτισθέντες γάλα καὶ ἄδολον, καὶ καλὸν Θεοῦ ῥῆμα γευσάμενοι, ἅπαντα τὰ ἐκείνων σκοτεινὰ διωσάμενοι δόγματα, καὶ τούτων ὄντες ἁπάντων τῶν ἀθέσμων αὐτῶν φληνάφων ἐλεύθεροι, καὶ τοῖς πατρῴοις ἡμῶν ἐπιβαίνοντες ἴχνεσι, καὶ τοῦ παρόντος κόσμου συντέλειαν λέγομεν, καὶ τὴν ζωὴν ἐκείνην τὴν μέλλουσαν τὴν μετὰ τὴν παροῦσαν ζωὴν διαιωνίζειν πιστεύομεν, καὶ τὴν κόλασιν ἀτελεύτητον ἔχομεν, τὴν μὲν ἀλήκτως εὐφραίνουσαν τῶν ἀρίστων ἔργων τοὺς πράκτορας, τὴν δὲ ἀπαύστως ἀλγύνουσαν, οὐ μὴν ἀλλὰ καὶ κολάζουσαν τοὺς ἐνθάδε γεγονότας ἐραστὰς τῆς φαυλότητος, καὶ μετανοεῖν οὐ θελήσαντας πρὸ τῆς ἐντεῦθεν ἐκδρο­μῆς καὶ ἐκβάσεως. «Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει», φησὶ Χριστὸς ὁ κριτής, ἡ ἀλήθεια, «καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται».

Ταῦτα φρονεῖν καὶ πιστεύειν, σοφώτατοι, ἔκ τε ἀποστολικῆς καὶ εὐαγγελικῆς, ἔκ τε προ­φητικῆς καὶ νομικῆς, ἔκ τε πατρῴας καὶ διδασκαλικῆς παρειληφότες κηρύξεως, καὶ δεδρακότες ὑμῖν τοῖς πανσόφοις κατάδηλα, καὶ μηδὲν ὑμᾶς ἀποκρύψαντες. Ἀκόλουθον λοιπόν ἐστι καὶ ἁρμόδιον καὶ τῇ παλαιᾷ παραδόσει κατάλληλον, τὰς ἱερὰς Συνόδους τῶν πατρικῶν ἡμῶν καὶ πανιέρων ἀθροίσεων δήλας ποιεῖν ἐπὶ γράμματος, ἃς ὡς φωταγωγοὺς ταῖς ἡμετέραις ψυχαῖς περιέπομεν, καὶ δι’ αἰῶνος ἔχειν εὐχόμεθα, ὅπως αὐταῖς καὶ τῆς μακαρίας ζωῆς κοινωνήσαιμεν, ὡς παῖδες αὐτῶν εὐγενεῖς καὶ διάδοχοι. Τέτταρας τοίνυν ἐπὶ τῶν ἐνθέων τῆς Ἐκκλησίας δογμάτων μεγάλας καὶ ἱερὰς οἰκουμενικὰς Συνόδους δεχόμεθα, εὐαγγελικαῖς φαιδρυνομένας λαμπρότησι, καὶ χαρακτήρων εὐαγγελικῶν ἀγλαϊζομένας ποσότητι· τούτων πρωτεύειν φαμὲν τὸ ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων συνέδριον, ὅπερ ἐκ θείας ἀθροισθὲν ἐπινεύσεως, τῆς Ἀρείου λύττης καθαιρεῖ τὰ μιάσματα. Μετ’ ἐκεῖνο δὲ τῷ χρόνῳ, οὐ δόξῃ καὶ χάριτι, συναθροίζεται δεύτερον ἄθροι­σμα, τὸ ἐν τῇ βασιλίδι συνειλεγμένον τῶν πόλεων. Πεντήκοντα δὲ καὶ ἑκατὸν θεόσοφοι Πατέρες ἐτύγχανον, οἱ καὶ τοῦτο πληροῦν θεόθεν ἡγμένοι τὸ ἄθροισμα, ὃ τὴν τρικέραυνον Μακεδονίου, Ἀπολλιναρίου τε καὶ Μάγνου σβεννύει δυσσέβειαν, καὶ τῆς τοσαύτης χαλεπῆς πυρακτώσεως τῶν εὐσεβούντων τὰ συστήματα ῥύεται. Τρίτον μετὰ τοῦτο μόνῳ τῷ χρόνῳ δοξάζω συνέδριον τὸ ἐν Ἐφέσῳ τὸ πρότερον ἐκ θείας ἐνεδρεῦσαν βουλήσεως· τὸ γὰρ Διοσκόρου λεγόμενον δεύτερον τῆς Εὐτυχοῦς ἀδοκίμου γνώμης πεφώραται σύστοιχον· ὅπερ πρῶτον συνέδριον διακοσίων μὲν ἁγίων Πατέρων ἐγνωρίζετο πλήρωμα, καταβάλλει δὲ τὸν ἀνθρωπολάτρην Νεστόριον καὶ πᾶσαν αὐτοῦ τὴν χριστομάχον ἀσέβειαν. Καὶ τέταρτον μετὰ τὰ τρία τῷ χρόνῳ μόνῳ θεόσοφον ἀθροίζεται σύνταγμα τῶν ἑξακοσίων ὁμοῦ καὶ τριάκοντα πανυμνήτων Πατέρων καὶ δᾳδούχων τῆς πίστεως, ὅπερ ἐν Χαλκηδόνι μὲν τὴν θείαν ποιεῖται θεόθεν συνέλευσιν, καὶ συναθλοῦσαν εἶχεν Εὐφημίαν τὴν μάρτυρα, τὴν καὶ μέχρι τῆς σήμερον προμαχοῦσαν αὐτῶν τοῦ Ὅρου τῆς πίστεως, καὶ τῆς αὐτῶν περιφήμου καὶ μεγίστης ἀθροίσεως λόγον πολὺν ποιουμένην καὶ ἄπαυστον. Κατασφάττει δὲ τὴν ξυνωρίδα τὴν βέβηλον, Εὐτυχῆ φημι καὶ Διόσκορον, καὶ τὴν τούτων ἀποφράττει θεομάχον κακόνοιαν, ἐκ τῆς Ἀπολλιναριανῆς ὥσπερ πηγῆς καταρρέουσαν καὶ πληροῦσαν πάντας τῆς ἀσεβείας τοὺς ῥύακας. Ἐκβάλλει δὲ μετὰ τῆς τούτων ἀσεβεστάτης αἱρέσεως διὰ τῶν αὐτῆς ὀρθοδόξων προρρήσεων καὶ τὴν Νεστορίου τοῦ θεομάχου παμμίαρον αἵρεσιν· καὶ κατὰ ταύτης γὰρ ὡς ἔτι τῇ ἀναιδείᾳ σπαιρούσης ἠθροίζετο· ὅθεν καὶ τελείως αὐτὴν ἀπενέκρωσε, καὶ τῶν ἐκκλησιαστικῶν αὐλῶν ἐξωστράκισεν. Ἐπὶ ταύταις δὲ ταῖς μεγάλαις καὶ οἰκουμενικαῖς πανσέπτοις τε καὶ πανιέροις τῶν ἁγίων καὶ μακαρίων Πατέρων ὁμοτίμοις ἀθροίσεσι τέσσαρσι, καὶ πέμπτην ἁγίαν ἄλλην παρὰ ταύτας καὶ μετὰ ταύτας συστᾶσαν, οἰκουμενικὴν δέχομαι Σύνοδον, τὴν ἐν τῇ βασιλίδι καὶ αὐτὴν γενομένην τῶν πόλεων, Ἰουστι­νιανοῦ τοῦ τότε τὰ σκῆπτρα τῆς Ῥωμαικῆς βασιλείας διέποντος, καὶ πάντα αὐτῆς τὰ λαμπρὰ διορίσματα· ἥτις κυροῦσα μὲν τὴν ἐν Χαλκηδόνι περιώνυμον ἤθροισται Σύνοδον, ἀναιρεῖ δὲ καὶ ἐκρίπτει πρὸς ὄλεθρον πρωτοτύπως μὲν Ὠριγένην τὸν ἄφρονα καὶ πάντα αὐτοῦ τὰ ὀνειρώδη κομψεύματα καὶ πολυειδοῦς ἀσεβείας πλήρη συγγράμματα· Εὐαγρίου δὲ σὺν αὐτῷ καὶ Διδύμου τὰ δόγματα καὶ πάντα αὐτῶν τὰ ἑλληνικὰ καὶ τερατώδη, οὐ μὴν ἀλλὰ καὶ μυθώδη ληρήματα· μεθ’ οὓς τὸν Μοψουεστίας ἐκτίλλει Θεόδωρον, τὸν Νεστορίου τοῦ θεομάχου διδάσκαλον, καὶ ὡς μυσαρὸν σὺν τοῖς αὐτοῦ βλασφήμοις συγγράμμασι τῆς Καθολικῆς Ἐκκλησίας ἐκρίπτει ζιζάνιον· Θεοδώρητου δὲ τὰ κακῶς κατὰ τοῦ τῆς εὐσεβείας προμάχου Κυρίλλου καὶ δυσσεβῶς γεγονότα συντάγματα, καὶ ὅσα κατά γε τῶν δώδεκα τοῦ αὐτοῦ θεσπεσίου Κυρίλλου κεφαλαίων, τῆς τε πρώτης ἁγίας ἐν Ἐφέσῳ Συνόδου καὶ τῆς ὀρθῆς ἡμῶν κατηγόρησε πίστεως, Νεστορίῳ τῷ δυσσεβεῖ χαριζόμενος· κἀκεῖνα ταύτης ποιεῖ τῆς κατακρίσεως μέτοχα, ἅπερ καὶ ὑπὲρ Διοδώρου καὶ Θεοδώρου ἀπολογούμενος γέ­γραφε· μεθ’ ὧν καὶ τὴν Ἴβα ἐπιστολὴν πρὸς τὸν Πέρσην γεγράφθαι λεγομένην Μάρην ἀπερρίζωσεν, ὡς οὐ μόνον ὀρθῶν δογμάτων ἀντίπαλον, ἀλλὰ καὶ πάσης ἀσεβείας ἀνάπλεων. Ἐκείνας μὲν οὖν τὰς ἱερὰς καὶ μεγάλας καὶ οἰκουμενικὰς ἁγίας τέτταρας Συνόδους ἀσπάζομαι, καὶ φρονήματι ἑνὶ περιπτύσσομαι· ἐπὶ ταύταις δὲ καὶ ταύτην τὴν πέμπτην τιμῶ καὶ γεραίρω καὶ σέβομαι· καὶ πάντα αὐτῶν ἀσμένως προσίεμαι τά τε ἐν δόγμασι καὶ διαφόροις διδάγμασι καὶ ταῖς κατὰ τῶν αἱρετιζόντων ἀναθεματισμοῖς καὶ ὁρίσμασιν. Ὅθεν καὶ ἀσμενίζω καὶ δέχομαι, οὓς ἐδέξαντο καὶ ἠσμένισαν, καὶ ἀναθεματίζω καὶ ἀποβάλλομαι, ὅσους ἀναθέματι καθυπέβαλον καὶ ἀποβλήτους τῆς καθολικῆς καὶ ἁγίας ἡμῶν Ἐκκλησίας ἡγήσαντο. Ταύταις ταῖς ἁγίαις καὶ μακαρίαις πέντε Συνόδοις ἑπόμενος, ἕνα καὶ μόνον Ὅρον ἐπίσταμαι πίστεως, καὶ Μάθημα ἓν οἶδα καὶ Σύμβολον, ὅπερ ἡ πάνσοφος καὶ μακαρία τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων θεσπεσία πληθὺς ἐξ ἁγίου προσεφθέγξατο Πνεύματος, ὃ καὶ ἡ ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα θεοπνεύστων Πατέρων ἐπεκύρωσεν ἄθροισις· καὶ ἡ ἐν Ἐφέσῳ πρώτη τῶν διακοσίων ἐνθέων Πατέρων ἐβεβαίωσε Σύνοδος· καὶ ἡ τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα πανιέρων Πατέρων προσεδέξατο καὶ ἐκράτυνε σύμβασις, καὶ ἀπαράτρωτον καὶ ἀρραγὲς καὶ ἀσάλευτον διαπρυσίως ἔφη φυλάττεσθαι. Δεχόμεθα δὲ καὶ ἀγκάλαις ταῖς αὐταῖς καὶ ἀσμενίζομεν πάντα τοῦ θεσπεσίου Κυρίλλου τὰ θεῖά τε καὶ θεόσοφα συγγράμματα, ὡς πάσης ὀρθότητος γέμοντα καὶ πᾶσαν αἱρετικῶν καθαιροῦντα δυσσέβειαν· ἐξαιρέτως δὲ τὰς πρὸς Νεστόριον τὸν θεοστυγῆ καὶ θεήλατον δύο συνοδικὰς ἐπιστολάς, τήν τε δευτέραν καὶ τὴν τρίτην, ᾗ καὶ τὰ δυοκαίδεκα συνῆπται κεφάλαια· ἅπερ ἅπασαν τὴν Νεστορίου κακόνοιαν ἀποστόλων ἁγίων ἰσαρίθμοις κατέφλεξεν ἄνθραξι. Σὺν ταύταις δέχομαι καὶ τὴν πρὸς τοὺς τῆς Ἑῴας ἁγιωτάτους προέδρους συνοδικὴν γραφεῖσαν ἐπιστολήν, ἐν ᾗ καὶ ἱερὰς αὐτῶν τὰς φωνὰς ἀπεκάλεσε, καὶ τὴν πρὸς αὐτοὺς εἰρήνην ἐκράτυνεν. Αἷς συναρίθμια καὶ αὐτὰ τῶν ἀνατολι­κῶν προέδρων τὰ γράμματα λέγομεν, ὡς ὑπ’ αὐτοῦ Κυρίλλου τοῦ θείου δεχθέντα, καὶ εἶναι πρὸς αὐτοῦ μαρτυρούμενα φωναῖς ἀναμφιλέκτοις ὀρθόδοξα. Τούτοις ὁμοίως τοῖς ἱεροῖς Κυρίλλου τοῦ πανσόφου χαράγμασιν ὡς ἱερὰν καὶ ὁμότιμον δέχομαι καὶ τῆς αὐτῆς ὀρθοδοξίας γεννήτριαν καὶ τὴν θεόδοτον ἐπιστολὴν καὶ θεόπνευστον τοῦ μεγάλου καὶ λαμπροῦ καὶ θεόφρονος Λέοντος τοῦ τῆς Ῥωμαίων ἁγιωτάτης Ἐκκλησίας, μᾶλλον δὲ τῆς ὑφ’ ἡλίῳ πάσης φωστῆρος, ἣν θείῳ σαφῶς ἐνεργούμενος Πνεύματι κατ’ Εὐτυχοῦς τοῦ κακόφρονος καὶ Νεστορίου τοῦ θεοστυγοῦς καὶ παράφρονος πρὸς Φλαυϊανὸν τὸν ἀοίδιμον τῆς βασιλίδος τῶν πόλεων πρόεδρον γέγραφεν· ἣν καὶ στήλην ὀρθοδοξίας καλῶ καὶ ὁρίζομαι, τοῖς οὕτως αὐτὴν καλλῶς ὁρισαμένοις Πατράσιν ἁγίοις ἑπόμενος, ὡς πᾶσαν μὲν ὀρθοδοξίαν ἡμᾶς ἐκδιδάσκουσαν, πᾶσαν δὲ κακοδοξίαν αἱρετικὴν ὀλοθρεύουσαν καὶ τῶν τῆς ἁγίας ἡμῶν καθολικῆς Ἐκκλησίας θεοφρουρήτων αὐλῶν ἀπελαύσουσαν. Μεθ’ ἧς ἐνθέου συλλαβῆς καὶ χαράγματος καὶ πάσας αὐτοῦ τὰς ἐπιστολὰς καὶ τὰ δόγματα, ὡς ἐκ στόματος προϊόντα Πέτρου τοῦ κορυφαίου προσίεμαι καὶ καταφιλῶ καὶ ἀσπάζομαι καὶ πάσῃ ψυχῇ περιπτύσσομαι. Ταῦτα, καθὼς προεῖπον, δεχόμενος τὰ ἱερὰ πέντε τῶν μακαρίων Πατέρων καὶ θεῖα συνέδρια, καὶ τὰ Κυρίλλου πάντα τοῦ πανσόφου συγγράμματα, καὶ μάλιστα κατὰ τῆς Νεστορίου μανίας γενόμενα, καὶ τὴν τῶν Ἀνατολικῶν προέδρων συλλαβὴν τὴν πρὸς αὐτὸν γραφεῖσαν τὸν θειότατον Κύριλλον, καὶ παρ’ αὐτοῦ μαρτυρηθεῖσαν ὀρθόδοξον, ὅσα τε Λέων ὁ τῆς Ῥωμαίων ἁγιωτάτης Ἐκκλησίας νομεὺς ἁγιώτατος γέγραφε, καὶ μάλιστα κατὰ τῆς Εὐτυχιανῆς καὶ Νεστοριανῆς βδελυρίας συνέταξε. Ταῦτα μὲν ὡς Πέτρου, ἐκεῖνα δὲ ὡς Μάρκου γινώσκω ὁρίσματα. Οὐ μὴν ἀλλὰ καὶ πάντα πάντων τῶν τῆς Καθολικῆς ἡμῶν Ἐκκλησίας ἐκκρίτων μυσταγωγῶν θεόσοφα διδάγματα, εἴτε ἐν λόγοις τε καὶ συγγράμμασιν, εἴτε ἐν ἐπιστολαῖς τισι περιείληπται. Καὶ συλλήβδην εἰπεῖν, ἅπαντα δέχομαι καὶ ἀσπάζομαι, ὅσαπερ ἡ ἁγία καθολικὴ ἡμῶν Ἐκκλησία προσίεται· καὶ πάντα τοὔμπαλιν ἀποστρέφομαι καὶ ἀναθεματίζω καὶ λογίζομαι βέβηλα, ὅσα καὶ αὐτὴ πανσόφως βδελύττεται, καὶ τῆς οἰκείας εὐσεβείας ἡγεῖται πολέμια, οὐ μόνον βιβλίδια καὶ λογίδρια καὶ θεομάχα καὶ παρέγγραπτα δόγματα, ἀλλὰ καὶ αἱρετικὰ καὶ κακόδοξα, καὶ κακοδόξων αἱρέσεων ἡγησάμενα πρόσωπα. Καὶ πρὸς πληροφορίαν ὑμῶν ἀπαράλειπτον αὐτὰ διαρθροῦμαι τὰ πρόσωπα, ἅπερ ἀναθεματίζω καὶ ποιοῦμαι κατάκριτα, οὐ γλώττῃ μόνον καὶ στόματι, ἀλλὰ καὶ καρδίᾳ καὶ πνεύματι, ὡς τῆς ἁγίας καὶ καθολικῆς ἡμῶν πίστεως ὀφθέντα διὰ πάντων ἐπίβουλα.

Ἀνάθεμα τοίνυν εἰσαεὶ καὶ κατάθεμα, ἀπὸ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἔστωσαν, πρῶτον μὲν Σίμων ὁ Μάγος, ὁ πασῶν πρῶτος κακίστων κακίστως ἄρξας αἱρέσεων· μεθ’ ὃν καὶ Κλεόβιος, Μένανδρος, Φίλητος, Ἑρμογένης, Ἀλέξανδρος ὁ Χαλκεύς, Δοσίθεος, Γόρθεος, Σατορνῖνος, Μασβόθεος, Ἀδριανός, Βασιλείδης, Ἰσίδωρος ὁ τούτου υἱὸς καὶ τὴν μανίαν ὑπέρτερος, Ἐβίων, Καρποκράτης, Ἐπιφανής, Πρόδικος, Κήρινθός τε καὶ Μήρινθος, Οὐαλεντῖνος, Φλωρῖνος, Βλαστός, Ἀρτέμων, Σεκοῦνδος, Κασσιανός, Θεόδοτος, Ἡρακλέων, Πτολεμαῖος, Μᾶρκος, Κολορβάσος, Ἀδέμις ὁ Καρύστιος, Θεόδοτος ὁ σκυτεύς, Θεόδοτος ἕτερος, Εὐφράτης ὁ Περσικός, Μονόϊμος ὁ Ἄραψ, Ἑρμογένης, Τατιανὸς ὁ Σύρος, Σεβῆρος, Ἀσκληπιόδοτος, Βαρδησάνης, Ἁρμόνιος ὁ τούτου υἱὸς καὶ τὴν πλάνην ἰσόρροπος, Ἑρμόφιλος, Κέρδων, Σακέρδων, Μαρκίων ὁ Ποντικός, Ἀπελλῆς, Ἀπολλωνίδης, Πότιτος, Πρέπων, Πίθων, Συνερός, Θεόδοτος ὁ τραπεζίτης, Μοντανός, Πρίσκιλλά τε καὶ Μαξιμίλλα αἱ τοῦτου μανιώδεις μαθήτριαι, Νέπος, Ἐλκεσσαῖος, Ὠριγένης, Ὠριγένης ἕτερος ὁ καὶ Ἀδαμάντιος, Σαβέλλιος ὁ Λίβυς, Νοβᾶτος, Παῦλος ὁ ἐκ Σαμοσάτων, Ἐπίγονος, Κλεομένης, Νοητὸς ὁ Σμυρναῖος, Μάνης ὁ τῆς ἀθέου μανίας ἐπώνυμος, Σαββάτιος, Ἄρειος, Μελέτιος, Ἀέτιος, Εὐνόμιος, Ἀστέριος, Εὐδόξιος, Δονᾶτος, Μακεδόνιος ὁ τῷ ἁγίῳ μαχεσάμενος Πνεύματι καὶ πνευματομάχου προσηγορίαν ἀξίαν δεξάμενος· Ἀπολλινάριος ὁ Λαοδικεὺς καὶ ὁ τούτου υἱὸς Ἀπολλινάριος, Μάγνος, Πολέμων· Κελέστιος, Πελάγιος, Ἰουλιανὸς οἱ τῆς αὐτῆς μανίας ὑπέρμαχοι· Θεόδωρος ὁ Μοψουεστίας καὶ Νεστόριος, οἱ τῆς μιαρᾶς ἀνθρωπολατρείας μιαρότατοι κήρυκες· Κῦρός τε καὶ Ἰωάννης οἱ Κίλικες, οἱ τῆς αὐτῆς ἀθεΐας ἀθεώτατοι πρόβολοι· Εὐτυχής, Διόσκορος ὁ Εὐτυχέως ὑπερασπιστὴς καὶ συνήγορος, Βαρσουμᾶς, Ζωόρας, Τιμόθεος ὁ λεγόμενος Αἴλουρος, Πέτρος ὁ Μογγὸς καὶ Ἀκάκιος, οἱ τὸ Ἑνωτικὸν τεκτηνάμενοι Ζήνωνος, Λαμπέτιος ὁ τῆς δυσωνύμου τῶν Μαρκιωνιτῶν αἱρέσεως ἔξαρχος· Δίδυμος καὶ Εὐάγριος οἱ τῆς Ὠριγενιανῆς τερθρείας μυστηριάρχαι παμμίαροι, Πέτρος ὁ κναφεὺς ὁ τῷ τρισαγίῳ ὕμνῳ προσαρμόσαι σταυρὸν θρασυνόμενος· Πέτρος ἕτερος τὸ Ἰβηρικὸν καὶ φρενοβάρβαρον μίασμα, Ἡσαΐας ὁ τοῦ παρόντος Πέτρου συνόμιλος, οἱ ἄλλην ἀκέφαλον ἐν Ἀκεφάλοις καταδείξαντος αἵρεσιν· μεθ’ ὧν ἁπάντων καὶ πρὸ πάντων καὶ μετὰ πάντας καὶ κατὰ πάντας καὶ ὑπὲρ πάντας ἔστω καὶ Σεβῆρος ἀνάθεμα, ὁ τούτων μαθητὴς ἐκμαγέστατος, καὶ πάντων χρηματίσας Ἀκεφάλων τῶν νέων καὶ τῶν παλαιῶν ὠμότατος τύραννος, καὶ τῆς ἁγίας καθολικῆς Ἐκκλησίας ἐχθρὸς δυσμενέστατος, καὶ τῆς Ἀντιοχέων ἁγιωτάτης Ἐκκλησίας μοιχὸς ἀνομώτατος καὶ φθορεὺς βδελυρώτατος· Θεοδόσιός τε ὁ Ἀλεξανδρεύς, ὁ Τραπεζούντιος Ἄνθιμος, Ἰάκωβος ὁ Σύρος, Ἰουλιανὸς ὁ Ἀλικαρνασσεύς, Φελικίσσιμος, Γαϊανὸς ὁ Ἀλεξανδρεύς, ἀφ’ ὧν ἡ τῶν Γαϊανιτῶν, ἤγουν Ἰουλιανιστῶν, ἐπιγέγονεν αἵρεσις· Δωρόθεος ὁ τῆς αὐτῆς ἀθέως ὑπερμαχήσας αἱρέσεως, Παῦλος ὁ Μελανός, οὐ μόνον δὲ λεγόμενος, ἀλλὰ καὶ γενόμενος κατὰ ἀλήθειαν· Ἰωάννης ὁ Γραμματικὸς ὁ τὴν ἐπωνυμίαν Φιλόπονος, μᾶλλον δὲ Ματαιόπονος, Κόνων τε καὶ Εὐγένιος, οἱ τρεῖς τῆς τριθεΐας τρισκατάρατοι πρόμαχοι· Θεμίστιος ὁ τῆς ἀγνοίας πατὴρ καὶ γεννήτωρ καὶ σπορεὺς ἀθεσμότατος, ὃς ἀγνοεῖν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν τὴν ἡμέραν ἐφληνάφει τῆς κρίσεως, ἀγνοῶν ἅπερ αὐτὸς ὁ θεήλατος ἔφασκε καὶ μὴ εἰδὼς ἅπερ ἀμφιγνοῶν ἀνεφθέγγετο· εἰ μὴ γὰρ ἠγνόει τῶν οἰκείων λόγων τὴν δύναμιν, οὐκ ἂν τὴν ὀλέθριον ἄγνοιαν τέτοκε, καὶ τοῦ τῆς ἀγνοίας ἄγους θερ­μῶς ὑπερήσπιζεν, ἀγνοεῖν τὸν Χριστόν, οὐ καθὸ Θεὸς ὑπῆρχεν ἀΐδιος, ἀλλὰ καθὸ γέγονε κατὰ ἀλήθειαν ἄνθρωπος, τὴν ἡμέραν τῆς συντελείας καὶ κρίσεως ἐξ ἀφρόνων φρενῶν ἐρευγόμενος καὶ ψιλὸν αὐτὸν ἐργαζόμενος ἄνθρωπον· καὶ ταῦτα τερατείαν ἐπιφημίζων ἑαυτῷ τὴν Ἀκέφαλον, καὶ φύσιν μίαν αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ φανταζόμενος σύνθετον· ἔστω δὲ σὺν αὐτῷ καὶ Πέτρος ὁ Σύρος ἀνάθεμα, καὶ Σέργιος ὁ Ἀρμένιος, οἱ τῆς μικρᾶς τριθεΐας ἡγούμενοι, καὶ μηδὲ οὕτω πρὸς ἑαυτοὺς συμφωνήσαντες, μηδὲ τὰ αὐτὰ παραπλησίως ἀλλήλοις δοξάσαντες· Δαμιανός, ὁ τού­των μὲν ὑπερβαλλόντως ἀντίπαλος, νέος δὲ φανεὶς ἐν ἡμετέροις χρόνοις Σαβέλλιος· μεθ’ ὧν καὶ οἱ αὐτῶν τῆς ἀσεβείας διάδοχοι ἀνάθεμα ἔστωσαν καὶ κατάθεμα, Ἀθανάσιός τε ὁ Σύρος, καὶ ὁ Ἀποζυγάριος Ἀναστάσιος, καὶ οἱ τὴν τούτων ἀσύμβατον σύμβασιν, ἀσυμβάτως τε καὶ ἀμαθῶς προσιέμενοι, καὶ ἀλογίστων δίκην κτηνῶν ὑπ’ αὐτῶν βουκολούμενοι· καὶ ἀλλήλοις μὲν φιλικῶς συμφερόμενοι, ὑπ’ ἀλλήλων δὲ τοῖς ἀναθεματισμοῖς ἐχθρωδῶς τιτρωσκόμενοι· ἐνδυέσθωσαν δὲ σὺν αὐτοῖς καὶ περιβαλλέσθωσαν τὸ ἀνάθεμα καὶ κατάθεμα καὶ Βενιαμὶν ὁ Ἀλεξανδρεύς, καὶ Ἰωάν­νης, καὶ Σέργιος, καὶ Θωμᾶς, καὶ Σεβῆρος οἱ Σύροι, οἱ ἔτι ζῶντες ζωὴν τὴν ἐπάρατον, καὶ πολεμοῦντες ἐμμανῶς τὴν εὐσέβειαν· κοινωνείτω δὲ αὐτοῖς τῆς τῶν παρόντων ἀναθεματισμῶν κατακρίσεως καὶ Μηνᾶς ὁ Ἀλεξανδρεύς, ὁ τῆς τῶν Γαϊανιτῶν προμαχῶν καὶ προασπίζων αἱρέσεως, καὶ πολεμῶν ἐμφανῶς τῆς ἀληθείας τὸ κήρυγμα, καὶ πάντες σὺν αὐτοῖς οἱ τούτου κοινωνοὶ καὶ ὁμόφυλοι καὶ τὴν ἀσέβειαν σύστοιχοι· βαλλέσθωσαν δὲ τοῖς ἴσοις αὐτοῖς ἀναθέμασι καὶ πᾶσαι αἱ αἱρέσεις αἱ μετὰ τὴν Χριστοῦ παρουσίαν ἀκμάσασαι καὶ Χριστοῦ τὴν Ἐκκλησίαν πολεμεῖν θρασυνόμεναι, τουτέστιν ἡ Νικολαϊτῶν, ἡ Εὐχιτῶν, ἡ Καϊανῶν, ἡ Ἀδαμιανῶν, ἡ Μαρβιλιωτῶν, ἡ Βορβοριανῶν, ἡ Νασητῶν, ἡ Στρατιωτικῶν, ἡ Ἀφονιτῶν, ἡ Πιθιανῶν, ἡ Σοφιανῶν, ἡ Ὀφιτῶν, ἡ Ἀντιτακτιτῶν, ἡ Περατικῶν, ἡ Ὑδροπαραστατῶν, ἡ Ἐγκρατιτῶν, ἡ Μαρκιωνιστῶν, ἡ Φρυγῶν, ἡ Πεπουζιανῶν, ἡ Ἀρτοτυριτῶν, ἡ Τασκοδούργων, ἡ Τεσσαρεσκαιδεκατιτῶν, ἡ Ναζωραίων, ἡ Μελχισεδεκιτῶν, ἡ Ἀντιδικομαριανιτῶν, ἡ Ταθηριανῶν, ἡ Κυρτιανῶν, ἡ Δουλιανῶν, ἡ Ἀνθρωπομορφιτῶν, ἡ Ἱερακιτῶν, ἡ Μεσσαλιανῶν, ἡ Εὐτυχιτῶν, ἡ Ἀκεφάλων, ἡ Οὐερσονουφιτῶν, ἡ Ἡσαϊανῶν, ἡ Ἀγνοϊτῶν, ἡ Ἰακωβιτῶν, ἡ Τριθεϊτῶν, καὶ εἴ τις ἑτέρα παρ’ αὐτὰς καθέστηκε δυσσεβὴς καὶ θεήλατος αἵρεσις.

Ἅπαντας τοίνυν τοὺς προαναφερομένους αἱρεσιάρχας καὶ τὰς μετὰ τούτους ὀνομασθείσας δυσσεβεστάτας αἱρέσεις καὶ σχίσματα ἀναθεματίζω καὶ καταθεματίζω ψυχῇ καὶ καρδίᾳ καὶ στόματι, ἐννοίᾳ τε καὶ λόγοις καὶ ῥήμασι, καὶ πάντα ἕτερον αἱρεσιάρχην ὀλέθριον, καὶ πᾶσαν ἑτέραν παμβέβηλον αἵρεσιν, καὶ πᾶν ἕτερον σχίσμα θεήλατον, ὅσους περ ἡ ἁγία καὶ καθολικὴ ἡμῶν Ἐκκλη­σία ἀναθεματίζει. Ἀναθεματίζω δὲ καὶ καταθεματίζω καὶ πάντας αὐτῶν τοὺς ὁμόφρονας, τοὺς τὰς αὐτὰς αὐτοῖς ἀσεβείας ζηλώσαντας, καὶ ἀμετανοήτους ἐν αὐταῖς τελευτήσαντας, καὶ τοὺς ἔτι καὶ νῦν ἐν αὐταῖς διαμένοντας, καὶ πολεμοῦντας τῆς καθολικῆς ἡμῶν Ἐκκλησίας τὸ κήρυγμα, καὶ πίστιν ἡμῶν τὴν ὀρθὴν καὶ ἀμώμητον βάλλοντας· καὶ ἀναθεματίζω πάλιν παραπλησίως καὶ πάντα αὐτῶν τὰ θεόμαχα συγγράμματα, ἃ κατὰ τῆς ἁγιωτάτης ἡμῶν καθολικῆς Ἐκκλησίας συνέταξαν, καὶ κατὰ τῆς ὀρθῆς ἡμῶν καὶ ἀμωμήτου συνεγράψαντο πίστεως· ἀναθεματίζω δὲ σὺν αὐταῖς ταῖς βεβήλοις αἱρέσεσι καὶ πᾶσαν ἑτέραν θεοστυγῆ καὶ κακόδοξον αἵρεσιν, ἣν ἡ ἅγια καθολικὴ ἡμῶν Ἐκκλησία ἀναθεματίζειν καὶ κατακρίνειν συνείθισται, καὶ τοὺς ἐξάρχους αὐτῶν καὶ γεννήτορας, καὶ τὰ αὐτῶν μυσαρὰ καὶ παμμίαρα λογίδριά τε καὶ βιβλίδια· μόνα τιμῶν καὶ φρονῶν καὶ κρατῶν καὶ σεβόμενος τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν Ἐκκλησίας τὰ δόγματα, ἅπερ μερικῶς ὑμῖν καὶ διὰ βραχέων ἐκτέθειμαι διὰ τὸ τῶν συνοδικῶν γραμμάτων, ὡς εἶπον, ἐπίτομον· μεθ’ ὧν καὶ ἀπαίρειν τῶν ἐντεῦθεν προσεύχομαι, ὅτε Θεὸς τοῦτο γενέσθαι προστάξειεν.

Ὅθεν καὶ τὴν ὑμετέραν ἀξιῶ πατρικὴν ἁγιότητα, ταῦτα πρὸς τῆς ἐμῆς ταπεινότητος θεσμῷ συνοδικῷ δεχομένην τὰ γράμματα, πατρῴοις θεωρῆσαι τοῖς ὄμμασι, καὶ ἀδελφικοῖς κατανοῆσαι τοῖς βλέμμασι, καὶ εἴ τι δι’ ἄγνοιαν ἔπταισται, ἢ διὰ λήθην ἐλλέλειπται, ἢ διὰ σπουδὴν παρεώραται, ἢ διὰ συντομίαν κεκώφωται καὶ οὐδαμῶς ἐμνημόνευται, ἢ διὰ γλώττης ἀκινησίαν σεσίγηται, ἢ διὰ βραδυγλωττίαν καὶ φωνῆς μεγίστην ἰσχνότητα ἢ διὰ λόγων ἀγροικοτέρων ἀσθένειαν καὶ μὴ βουλομένων ἡμῶν σεσιώπηται, προσθήκαις ἀναπληρῶσαι καὶ φθέγμασιν, ἐκ πατρικῆς προερχομένοις πληρώσεως, καὶ διορθώσεσιν ἰθῦναι, καὶ ῥῶσιν προσφιλεστάτην χαρίσασθαι ἀδελφικοῖς ἐνεργουμένην σπουδάσμασι, καὶ πατρικαῖς ἀνομβρουμένην προθέσεσιν, ἵνα μὴ τό τε ἐλλιπὲς ἐν αὐτοῖς καὶ ἐντελὲς εἰσαεὶ διαφαίνοιτο, μήτε τὸ ἀσθενὲς καὶ ἀγνοίᾳ πολλάκις σφαλλόμενον ἀρρωστοῦν εἰσαεὶ διαμένοι, καὶ δι’ ὅλου τοῦ βίου νοσηλευόμενον. Ὅπερ φιλικῶς ὑφ’ ὑμῶν καὶ γνησίως γιγνόμενον πλουτίσῃ μὲν ἐμὲ καὶ ἰάσηται, μαρτυρήσῃ δὲ τοῖς μακαριωτάτοις ὑμῖν τὸ συμπαθὲς καὶ φιλόστοργον, ταῦτο δὲ εἰπεῖν τὸ φιλάδελφόν τε καὶ φιλότεκνον. Οὕτω δὲ πρὸς ὑμῶν ἐγὼ πλουτιζόμενος, καὶ τὸ ἐλλιπὲς προσαναπληρούμενος, καὶ τὸ ἀσθενὲς ἰατρευόμενος, καὶ τὸ χωλὸν ἀνορθούμενος, καὶ ῥώσει καὶ πλούτῳ πατρικῷ καὶ ἀδελφικῷ στεφανούμενος, πηλίκην ἔχειν χάριν ὑμῖν καὶ χαρὰν σὺν αὐτῇ νομισθήσομαι, ἢ εὐφροσύνην τρυγᾶν καὶ ἡδονὴν τὴν ἀνωτάτῳ γνωσθήσομαι! Ἀλλὰ τοῦτο μὲν εἰδείη μόνος Θεός, εἰδείην δὲ καὶ αὐτὸς ἐγώ, θεοτίμητοι, ὁ τὴν τοιαύτην κερδαίνων εὐπάθειαν, καὶ τὴν λαμπρὰν εὐεργεσίαν δρεπόμενος. Εἰδείητε δὲ τάχα καὶ αὐτοὶ καὶ μαθήσοισθε, εἰ καρδίας τῆς ἐμῆς τὸ θερμὸν εἰς εὐσέβειαν ἴδοιτε, καὶ τῆς ψυχῆς τὸ πολὺ πρὸς ἀγάπησιν ψυχικοῖς ὀφθαλμοῖς θεωρήσοιτε. Περὶ τούτων οὖν ἐπὶ πλέον ὑμᾶς αἰτεῖν τοῖς λόγοις ἀφέμενος (οἶδα γάρ, ὡς ταῦτα πάντως πληρώσετε καὶ πρὸ τῶν ἡμετέρων ἐλαχίστων αἰτήσεων, ἀδελφικῆς ἀγάπης πυρσῷ πυρακτούμενοι καὶ πόθῳ πατρικῷ φλογιζόμενοι), ἐκεῖνο δυσωπῶ καὶ δυσωπῶν οὐδέποτε παύσομαι, ὥστε καὶ εὐχαῖς πρὸς Θεὸν καὶ δεήσεσιν ἐμὲ περιέπειν θερμό­τατα, τὸν δεδιότα καὶ τρέμοντα καὶ τὸ βάρος βαστάζειν τοῦ προσεπιτεθέντος μοι ζυγοῦ μὴ δυνάμενον. Καὶ οὐ τοῦτό γε μόνον, ἀλλ’ ὅπως καὶ τὸ Χριστοῦ μοι τοῦτο συμβόσκοιτε ποίμνιον, ὅπερ ποιμαίνειν μὲν αὐτὸς ἐγκεχείρισμαι, ἀδυνάτῳ δέ, μὴ ἐπικουρούντων ὑμῶν ἀντιλήψεσι, ποιμαίνειν τοῦτο καὶ τρέφειν ἐνθέοις τισὶ καὶ ὠφελίμοις βλαστήμασι καὶ φυλάττειν ἀβλαβὲς καὶ ἀπήμαντον. Καὶ διὰ τοῦτο πρεσβεύω καὶ δέομαι, ἵνα μὴ βλάβην ταῦτα τὴν οἱανοῦν ὑπομένοντα παρὰ τὴν ἐμὴν ἀπειρίαν καὶ ἀτεχνίαν, καὶ οὐκ ἀρκοῦσαν πρὸς τὸ δεόντως νέμειν ἀδράνειαν, ὡς αὐτὸς αὐτοῖς λυμηνάμενος ἐν ἡμέρᾳ τῆς κρίσεως κρίνωμαι, καὶ τῶν κλεπτόντων καὶ σφαττόντων καὶ ἀπολλύντων Χριστοῦ τοῦ Θεοῦ τὰ πολυτίμητα πρόβατα οὐ τελευτῶσαν ὑφέξω τὴν κόλασιν. Τὴν γὰρ τούτων σωτηρίαν τε καὶ ἐπαύξησιν καὶ τὴν πόαις ταῖς ἀρίσταις κορυφουμένην πιότητα οἶδα σαφῶς καὶ ἐπίσταμαι πρὸς τοῦ ἀρχιποίμενος Χριστοῦ εὐθυνθησόμενος. Ἀλλ’ εἴ τι, θεοτίμητοι, δύνασθε, Χριστοῦ χαριζομένου τὸ δύνασθαι, βοηθεῖν ἡμῖν ἀγωνίσασθε· ἵνα μὴ καὐτὸς ἐγὼ καὶ τὰ Χριστοῦ ταῦτα τὰ τιμιώτατα πρόβατα θηριάλωτοι παρὰ τὴν ἐμὴν ἀδυναμίαν γενοίμεθα.

Τὴν ἴσην δὲ ὑμῖν πλουσίαν ἄγω παράκλησιν, ἵνα ἐκτενῇ ποιῆσθε καὶ ἄπαυστον τὴν πρὸς Θεὸν ἱκετείαν καὶ δέησιν ὑπὲρ τῶν φιλοχρίστων καὶ γαληνοτάτων ἡμῶν βασιλέων, τῶν θεόθεν τῆς βασιλείας λαχόντων τοὺς οἴακας, ὅπως αὐτοῖς ὁ φιλοικτίρμων Θεὸς καὶ φιλάνθρωπος, ὁ καὶ δύναμιν ἔχων ἰσοσθενῆ τῷ βουλήματι, ταῖς ὑμετέραις θεοδέκτοις εὐχαῖς μειλιτττόμενος, ἐτῶν μὲν πληθὺν αὐτοῖς πολλὴν προσχαρίσηται, νίκας τε μεγίστας κατὰ βαρβάρων δοίη καὶ τρόπαια, καὶ παίδων παισὶν αὐτοὺς στεφανώσειε, καὶ εἰρήνῃ θεϊκῇ χαρακώσειε, καὶ σκῆπτρα παράσχοι κραταιὰ καὶ ἐνδύναμα, βαρβάρων μὲν ἁπάντων, μάλιστα δὲ Σαρακηνῶν, ὀφρὺν καταθράττοντα, τῶν δι’ ἁμαρτίας ἡμῶν ἀδοκήτως νῦν ἡμῖν ἐπαναστάντων, καὶ πάντα ληϊζομένων ὠμῷ καὶ θηριώδει φρονήματι, καὶ δυσσεβεῖ καὶ ἀθέῳ τολμήματι. Διὸ περισσῶς τοὺς μακαρίους ὑμᾶς ἱκετεύομεν ἐκτενεστάτας πρὸς Χριστὸν τὰς δεήσεις ποιήσασθαι, ὅπως ταύτας εὐμενῶς πρὸς ὑμῶν προσηκάμενος καταβάλλοι θᾶττον αὐτῶν τὰ μανίας πλήρη φρυάγματα, καὶ εὐτελεῖς αὐτοὺς ὑποπόδιον, καθὰ τὸ πρότερον, τοῖς θεοσδότοις ὑμῶν βασιλεῦσι δωρήσοιτο· ἵνα εὐημεροῖεν μὲν αὐτοὶ οἱ τὸ ἐπὶ γῆς ἡμῶν βασιλείον ἔχοντες, πολεμικῶν θορύβων παυσάμενοι, εὐημεροῖ δὲ σὺν αὐτοῖς καὶ ἅπαν αὐτῶν τὸ πολίτευμα, σκήπτροις τοῖς αὐτῶν καρτερῶς χαρακούμενον, καὶ εἰρηνικῆς δι’ αὐτῶν καταστάσεως τοὺς εὐφροσύνης τοκέας δρεπόμενον βότρυας. Ἀντιβολῶ δὲ δικαίως ὑμῶν τὸ φιλάδελφον, Λεόντιον τὸν θεοφιλέστατον διάκονον τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως καὶ τοῦ εὐαγοῦς ἡμῶν σεκρέτου καγκελλάριόν τε καὶ πρωτονοτάριον, καὶ τὸν εὐλαβέστατον ἡμῶν ἀδελφὸν Πολύευκτον, τοὺς τοῖσδε ἡμῶν τοῖς συνοδικοῖς διακονουμένους χαράγμασιν, εὐμενέσι προσώποις θεάσασθε, καὶ συγκαταβάσει πρεπώδει προσδέξασθε. Τοῦτο γὰρ ὑμῶν καὶ τὸ ἰδιώτατον πέφυκε γνώρισμα, ᾧ τοὺς θεα­τὰς ὑμῶν ἀεὶ καταπλήττετε, ἐν ὕψει τε μεγίστῳ τυγχάνοντες, καὶ μεγίστην ἐνδεδυμένοι ταπείνωσιν. Ἀλλὰ καὶ πᾶσιν ὑμῶν τοῖς λαμπροῖς ἰδιώμασι πνευματικῶς καὶ ἱλαρῶς δεξιώσασθε, καὶ ἐφόδια ψυχῆς πνευματικὰ καὶ λαμπρὰ προσχαρίσασθε, καὶ θᾶττον πρὸς ἡμᾶς ἀντιπέμψατε γαννυμένους καὶ χαίροντας, ὅτι τοιούτων ἱστορεῖν Βυζαντίων ἠξίωνται πρόεδρον· χαροποιοῦντα τε ἡμῶν τὴν εὐτέλειαν ἐν τῷ διηγεῖσθαι κομψῶς ἡμῖν τὰ ὑμέτερα, ῥῶσιν ψυχῆς θεοδώρητον, καὶ ὑγείαν τοῦ σώματος θεόσδοτον, καὶ νέμειν ποθούμενα γράμματα, τὰ πίστιν ἡμῖν τὴν ὀρθὴν ἐκφαιδρύνοντα καὶ τὸ ἦθος τῆς ψυχῆς ἐκλευκαίνοντα, καὶ τὴν ποιμαντικὴν ἡμᾶς ἐπιστήμην παιδεύοντα, καὶ θαρραλέους πρὸς τὸ ποιμαίνειν τὰ ἐνθάδε Χριστοῦ ποιούμενα ποίμνια. Πᾶσαν τὴν σὺν τοῖς πανιέροις ὑμῖν θεοφιλῆ καὶ φαιδρὰν ἀδελφότητα πλεῖστα ἐν Χριστῷ τῷ Θεῷ ἐγώ τε ὁ ταπεινὸς καὶ ἐλάχιστος καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ προσαγορεύομεν. Ἐρρώμενος ἐν Κυρίῳ ὑπερεύχου μου, ἁγιώτατε ἀδελφέ.

βιβλιογραφικές αναφορές

ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 203-219.

8
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία